Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

οἱ μὲν οὖν πλείους ἠγνόησαν τὸν λόγον οἷα δὴ οὐκ ἐπιχώριον ὄντα, Πέρσης δέ τις ἐπιδημήσας τῇ Φρυγίᾳ καὶ τὸ κατὰ τὸν

84
Μαρσύαν ἀκηκοὼς διήγημα τῆς ἀπειλῆς Ὁρμίσδου τὴν ἔννοιαν τοῖς παρακαθημένοις ἐξεῖπεν. οἳ δὲ κατασχόντες ἐν μνήμῃ τὴν ἀπειλήν, ἐπειδὴ τὸν πατέρα τὸν Ὁρμίσδου τελευτῆσαι συνέβη, μεμνημένοι τῶν ἀπειληθέντων οἱ Πέρσαι τὸν μὲν ἀδελφὸν τὸν αὐτοῦ νεώτερον ὄντα βασιλέα χειροτονοῦσι, καὶ ταῦτα τοῦ νόμου τῷ πρεσβυτέρῳ τῶν βασιλέως παίδων διδόντος τὴν τῶν ὅλων ἡγεμονίαν, Ὁρμίσδῃ δὲ πέδας ἐπιθέντες ἐφύλαττον ἔν τινι λόφῳ πρὸ τοῦ ἄστεος ὄντι.

χρόνου δέ τινος διαδραμόντος ἡ τούτου γυνὴ τοιόνδε τρόπον αὐτῷ μηχανᾶται φυγήν. ἰχθὺν ἀγρεύσασα μέγαν ῥίνην σιδηρᾶν ἐντίθησιν τῇ τούτου νηδύϊ, καὶ ἀναρράψασα δίδωσιν εὐνούχῳ τῶν πιστοτάτων, εἰπεῖν αὐτὸν Ὁρμίσδῃ κελεύσασα παρόντος οὐδενὸς φαγεῖν τὸν ἰχθὺν καὶ τῷ κατὰ τὴν τούτου νηδὺν εὑρισκομένῳ χρήσασθαι πρὸς βοήθειαν. τοῦτο βουλευσαμένη καμήλους ἐκπέμπει πλήρεις οἴνου καὶ ἀφθόνου τροφῆς, εὐωχεῖσθαι διδοῦσα τοῖς τὸν.

ἄνδρα φυλάττουσιν. ἐπεὶ δὲ οἱ μὲν φύλακες τῇ εὐωχίᾳ προσεῖχον, Ὁρμίσδης δὲ τὸν ἰχθὺν διελὼν εὗρεν τὴν ῥίνην, τὰς ἐπικειμένας τοῖς ποσὶν πέδας διατεμὼν ἀναλαβών τε τὴν τοῦ εὐνούχου στολὴν διὰ μέσων τῶν φυλάκων ἤδη μεθυόντων ἐξῄει, καὶ τῶν εὐνούχων ἕνα παραλαβὼν ἀφικνεῖται πρὸς τὸν Ἀρμενίων βασιλέα, φίλον ὄντα καὶ ξένον αὐτῷ. καὶ διὰ τούτου μετ̓ ἀσφαλείας διασωθεὶς τῷ Κωσταντίνῳ προσέδραμε, καὶ πάσης ἠξιώθη τιμῆς τε καὶ θεραπείας. ἀλλὰ ταῦτα μὲν ὅπως ἔσχεν ἀφηγησάμην.

Κωσταντίνου δὲ τὸν Λικίννιον καὶ ἐν τῇ Νικομηδείᾳ πολιορκοῦντος, ἀπογνοὺς ταῖς ἐλπίσιν, ἐπιστάμενός τε ὡς οὐδεμία δύναμις ἔστιν αὐτῷ πρὸς μάχην ἀρκοῦσα, τῆς πόλεως προελθὼν ἱκέτης τῷ Κωσταντίνῳ καθίσταται, καὶ

85
τὴν ἁλουργίδα προσαγαγὼν βασιλέν τε καὶ δεσπότην ἐβόα, συγγνώμην ἐπὶ τοῖς προλαβοῦσιν αἰτῶν:

ἐθάρρει γὰρ ὡς βιώσεται, τῆς αὐτοῦ γαμετῆς ὅρκους ἐπὶ τούτῳ παρὰ Κωσταντίνου λαβούσης. ὁ δὲ Κωσταντῖνος Μαρτινιανὸν μὲν παρεδίδου τοῖς δορυφόροις ἐπὶ θανάτῳ, Λικίννιον δὲ εἰς τὴν Θεσσαλονίκην ἐκπέμψας ὡς βιωσόμενον αὐτόθι σὺν ἀσφαλείᾳ, μετ̓ οὐ πολὺ τοὺς ὅρκους πατήσας ʽἦν γὰρ τοῦτο αὐτῷ σύνηθεσ̓ ἀγχόνῃ τοῦ ζῆν αὐτὸν ἀφαιρεῖται.