Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τούτου δὲ ὄντος ἐν τούτοις, ὁ Κωσταντῖνος ἔχων πλῆθος νεῶν καὶ φορτίδων καὶ πολεμιστηρίων, διὰ τούτων τε βουλόμενος τῆς ἀντιπέραν ᾐόνος κρατῆσαι, δεδιὼς τὸ τῆς κατὰ Βιθυνίαν ᾐόνος ναυσὶ μάλιστα φορτίσι δυσπρόσοδον, κέλητας καὶ ἀκάτια ταχυναυτοῦντα

83
κατασκευάσας ἐπὶ τὸ λεγόμενον Ἱερὸν ἄκρον, πρὸς τῷ στόματι τοῦ Πόντου κείμενον, ἀναπλέει, σταδίοις διακοσίοις Χαλκηδόνος διεστηκός, κἀνταῦθα τὴν στρατιὰν ἀποβιβάσας ἐπί τινας λόφους ἀνῄει, καὶ ἐξ αὐτῶν παρετάττετο.

Λικίννιος δὲ τὴν Βιθυνίαν ἐχομένην ὑπὸ τῶν ἐναντίων ὁρῶν, ἐν πᾶσίν τε κινδύνοις ἐξεταζόμενος, Μαρτινιανὸν μὲν ἐκ τῆς Λαμψάκου μετακαλεῖται, τοὺς δὲ στρατιώτας παραθαρσύνας καὶ αὐτὸς ἡγήσεσθαί σφισι καθυποσχόμενος συνέταττε τὸ στρατόπεδον ὡς ἐς μάχην, καὶ τῆς πόλεως προελθὼν ἀπήντα παρεσκευασμένοις ἤδη τοῖς ἐναντίοις.

μάχης δὲ καρτερᾶς ἐν τοῖς μεταξὺ Χαλκηδόνος καὶ τοῦ Ἱεροῦ τόποις γενομένης, παρὰ πολὺ τὸ Κωσταντίνου μέρος ἐκράτει, σὺν πολλῷ τε τόνῳ τοῖς πολεμίοις ἐπιπεσὸν τοσοῦτον εἰργάσατο φόνον ὥστε ἀπὸ τριῶν καὶ δέκα μυριάδων τρεῖς μόλις διαφυγεῖν. Βυζάντιοι μὲν οὖν ἅμα τῷ ταῦτα γενέσθαι τὰς πύλας ἀναπετάσαντες ἐδέχοντο Κωσταντῖνον, ἐποίουν δὲ ταὐτὸ καὶ Χαλκηδόνιοι: Λικίννιος δὲ μετὰ τὴν ἧτταν ἐς Νικομήδειαν ἐχώρει σὺν τοῖς περιλειφθεῖσιν ἱππεῦσιν καὶ πεζῶν χιλιάσιν ὀλίγαις.