Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἐγκείμενος δὲ τῇ πολιορκίᾳ Κωσταντῖνος, καὶ χῶμα ἴσον ἔχον ὕψος τῷ τείχει κατασκευάσας, πύργους τε στήσας ἐπὶ τοῦ χώματος ξυλίνους, ὑψηλοτέρους τοῦ τείχους, δἰ ὧν τοὺς τὸ τεῖχος φυλάττοντας κατετόξευον, ὡς ἄν ἐπ̓ ἀδείας κριοὺς καὶ ἄλλας μηχανὰς τῷ τείχει προσάγοι, διενοεῖτο τὴν πόλιν ἑλεῖν. τούτοις ὁ Λικίννιος ἀπορούμενος ἔγνω, καταλιπὼν τὸ Βυζάντιον καὶ ἐν τούτῳ τὸ τῆς στρατιᾶς ἀσθενέστερον ἐάσας, μετὰ τῶν ἐπιτηδείων οἱ καὶ δείγματα εὐνοίας εἰς αὐτὸν ἀποδειξαμένων εἰς Χαλκηδόνα τῆς Βιθυνίας δραμεῖν:

πεπιστεύκει γὰρ ὡς δυνήσεται στρατιὰν ἐκ τῆς Ἀσίας συναγαγὼν αὖθις ἀναμαχέσασθαι. διαπλεύσας τοίνυν εἰς τὴν Χαλκηδόνα, καὶ κοινωνὸν ἑλόμενος τοῦ κινδύνου Μαρτινιανόν, ἡγεμόνα τῶν ἐν τῇ αὐλῇ τάξεων ὄντα ʽμάγιστρον τοῦτον ὀφφικίων καλοῦσι Ῥωμαῖοἰ, Καίσαρα καθίστησι καὶ μετὰ στρατιᾶς εἰς Λάμψακον ἐκπέμπει, κωλύσοντα τὴν ἀπὸ τῆς Θρᾴκης ἐπὶ τὸν Ἑλλήσποντον τῶν ἐναντίων διάβασιν: αὐτὸς δὲ εἰς τοὺς λόφους καὶ τὰς περὶ τὴν Χαλκηδόνα φάραγγας τὴν οἰκείαν ἔτασσε δύναμιν.