Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἡμέρας δὲ γενομένης, πάντες ὅσοι τοῦ Λικιννίου στρατεύματος κατὰ τὸ ὄρος ἢ εἰς φάραγγας ἔτυχον πεφευγότες, ἐξέδοσαν ἑαυτοὺς Κωσταντίνῳ μετὰ τῶν ἀπολειφθέντων τῆς Λικιννίου φυγῆς. Λικιννίου δὲ φυγόντος εἰς τὸ Βυζάντιον, ὁ Κωσταντῖνος κατόπιν ἐχώρει καὶ τὸ Βυζάντιον ἐπολιόρκει.

τοῦ δὲ ναυτικοῦ, καθάπερ εἴρηταί μοι, τοῦ μὲν Πειραιῶς ἐκπλεύσαντος εἰς δὲ Μακεδονίαν ὁρμιζομένου μεταπέμπεται τοὺς ναυάρχους ὁ Κωσταντῖνος, ἐν τῷ στόματι τοῦ Ἑλλησπόντου τὰς ναῦς παραγενέσθαι κελεύσας.

ἀφικομένου δὲ τοῦ στόλου κατὰ τὸ προσταχθέν, οἱ μὲν Κωσταντίνου στρατηγοὶ μόναις ὀγδοήκοντα τριακοντόροις ταῖς ἄριστα πλεούσαις ἔγνωσαν ναυμαχεῖν οἷα τοῦ τόπου διὰ τὴν στενότητα πλήθει νεῶν οὐκ ὄντος ἐπιτηδείου, Ἄβαντος δὲ ὁ Λικιννίου ναύαρχος διακοσίαις

81
ἐπέπλει ναυσί, σφόδρα καταφρονῶν τῆς τῶν ἀντιπάλων νεῶν ὀλιγότητος, καὶ ἐν μέσῳ ταύτας λήψεσθαι ῥᾳδίως οἰόμενος.

ἀρθέντων δὲ τῶν σημείων ἐξ ἑκατέρου καὶ τῶν πρῳρέων ἐπελθόντων ἀλλήλοις, οἱ μὲν Κωσταντίνου ναύαρχοι σὺν κόσμῳ τοῖς ἐναντίοις ἐπιόντες ἔπλεον, τοῦ Ἀβάντου δὲ σὺν οὐδεμιᾷ τάξει τὸν κατὰ τῶν ἐναντίων ἐπίπλουν ποιουμένου, προσήρασσε μὲν τὰς ναῦς ἀλλήλαις τῷ πλήθει στενοχωρουμένας, καὶ παρεδίδου τρόπον τινὰ τοῖς ἐναντίοις ἐς κατάδυσίν τε καὶ παντοίαν φθοράν. πολλῶν δὲ ναυτῶν καὶ στρατιωτῶν εἰς θάλασσαν ἐκπεσόντων νὺξ ἐπιγενομένη τὴν ναυμαχίαν διέλυσεν: καὶ οἳ μὲν εἰς Ἐλεοῦντα τῆς Θρᾴκης ὡρμίσθησαν, οἳ δὲ εἰς τὸν Αἰάντιον εἰσέπλευσαν λιμένα.