Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

προσκυνήσας οὖν ἐπὶ τῇ συντυχίᾳ τὸ θεῖον ὁ Οὐαλέσιος ἐπὶ τὴν χέρσον ὀκεῖλαι τῷ κυβερνήτῃ προσέταττεν, καὶ ἀποβὰς τοῖς ποιμέσιν ἐξεῖπεν. ἀρυσάμενος δὲ ἐκ τοῦ Θύμβριδος ὕδωρ, καὶ τοῦτο θερμήνας ἐπί τινος κατὰ τὸν τόπον ὑπ̓ αὐτοῦ πεποιημένης ἐσχάρας, ἔδωκε πιεῖν τοῖς παισίν.

οἳ δὲ ἅμα τῷ πιεῖν ὕπνου προσγενομένου κατέστησαν ὑγιεῖς. ὄναρ δὲ θεασάμενοι, προσαγαγεῖν ἱερεῖα μέλανα Περσεφόνῃ καὶ Ἅιδῃ καὶ τρεῖς

57
ἐπαλλήλους ἄγειν παννυχίδας ᾠδῶν καὶ χορῶν, ἀφηγήσαντο πρὸς τὸν πατέρα τὸ ὄναρ ὡς ἀνδρὸς μεγάλου καὶ θεοπρεποῦς ταῦτα ποιεῖν ἐπισκήψαντος ἐπὶ τοῦ κατὰ Τάραντα Ἀρείου πεδίου, καθ̓ ὃ καὶ ἀνεῖται τόπος εἰς γυμνάσιον ἵππων.

βουλομένου δὲ τοῦ Οὐαλεσίου βωμὸν αὐτόθι καθιδρῦσαι, καὶ τῶν λιθοξόων ὀρυττόντων ἐπὶ τούτῳ τὸν τόπον, βωμὸς εὑρέθη πεποιημένος, ἐν ᾧ γράμματα ἦν Ἅιδου καὶ Περσεφόνης. τότε τοίνυν σαφέστερον διδαχθεὶς τὸ πρακτέον, τούτῳ τῷ βωμῷ τὰ μέλανα προσῆγεν ἱερεῖα καὶ τὰς παννυχίδας ἐν αὐτῷ διετέλει ποιῶν.