Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἀγγελθείσης δὲ τοῖς ἐν τῇ πόλει τῆς νίκης, χαίρειν μὲν οὐδεὶς ἐπὶ τοῖς πεπραγμένοις ἐθάρρει διὰ τὸ τὴν ἀγγελίαν οἴεσθαί τινας εἶναι ψευδῆ: τῆς δὲ Μαξεντίου κεφαλῆς ἐπὶ δόρατος ἀνενεχθείσης, ἀποθέμενοι τὸν φόβον εἰς ἡδονὴν τὴν ἀθυμίαν μετήγαγον.

Ἐπὶ τούτοις οὕτως ἐκβᾶσιν ὁ Κωσταντῖνος ὀλίγοις μέν τισι τῶν ἐπιτηδειοτάτων Μαξεντίῳ δίκην ἐπέθηκεν, τοὺς δὲ πραιτωριανοὺς στρατιώτας ἐκτρίψας καὶ τὰ φρούρια τὰ τούτους ἔχοντα καθελών, διαθέμενός. τε τὰ κατὰ τὴν Ῥώμην, ἐπὶ Κελτοὺς καὶ Γαλάτας ἐξώρμησεν. μεταπεμψάμενος δὲ Λικίννιον ἐν τῷ Μεδιολάνῳ κατεγγυᾷ τὴν ἀδελφὴν τούτῳ Κωσταντίαν, ἣν καὶ πρότερον αὐτῷ δώσειν ὑπέσχετο τῆς πρὸς Μαξέντιον δυσμενείας κοινωνὸν ἔχειν βουλόμενος.

τούτου πραχθέντος Κωσταντῖνος μὲν ἐπὶ Κελτοὺς ἀνεχώρει, Λικιννίῳ δὲ καὶ Μαξιμίνῳ πολέμων ἐμφυλίων ὑπεκκαυθέντων καὶ μάχης ἐν Ἰλλυριοῖς καρτερᾶς γενομένης, ἔδοξεν μὲν τὴν ἀρχὴν ὁ Λικίννιος ἐλαττοῦσθαι, παραχρῆμα δὲ ἀναμαχεσάμενος εἰς φυγὴν τρέπει τὸν Μαξιμῖνον, ὃς διὰ τῆς ἑῴας ἐπὶ τὴν Αἴγυπτον ἀπιὼν ἐλπίδι τοῦ συναγαγεῖν εἰς τὸν πόλεμον δυνάμεις ἀρκούσας ἐν Ταρσῷ τελευτᾷ.