Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἐντεῦθεν προφάσεις ἀναζητεῖ τοῦ πρὸς Κωνσταντῖνον πολέμου, καὶ ποιησάμενος ἐπὶ τῷ θανάτῳ τοῦ πατρὸς ὀδυνᾶσθαι, Κωνσταντίνου δεδωκότος αἰτίαν αὐτῷ τῆς τελευτῆς, ἐπὶ Ῥαιτίαν ἐλαύνειν διενοεῖτο ὡς τοῦ ἔθνους τούτου καὶ Γαλλίᾳ καὶ τοῖς Ἰλλυριῶν κλίμασι πλησιάζοντος. ὠνειροπόλει γὰρ καὶ Δαλματίας καὶ Ἰλλυριῶν περιέσεσθαι διὰ τῶν ἐκεῖσε στρατιωτικῶν ἡγεμόνων καὶ τῶν Λικιννίου δυνάμεων.

ταῦτα κατὰ νοῦν ἔχων Μαξέντιος ᾠήθη δεῖν τὰ ἐν Λιβύῃ πρότερον διαθεῖναι, καὶ συναγαγὼν δυνάμεις ἀνδρῶν, ἡγεμόνα τε ταύταις ἐπιστήσας Ῥούφιον Βουλουσιανὸν τὸν τῆς αὐλῆς ὕπαρχον, εἰς τὴν Λιβύην διαβιβάζει, συνεκπέμψας αὐτῷ Ζηνᾶν, ἄνδρα καὶ ἐπὶ πολεμικῇ πείρᾳ καὶ πραότητι διαβόητον.

τῇ δὲ πρώτῃ προσβολῇ τῶν σὺν Ἀλεξάνδρῳ στρατιωτῶν ἐγκλινάντων ἐπὶ στρατιωτικὸν τάγμα συνέφευγε καὶ Ἀλέξανδρος: οὗ τινὸς ὑπὸ τοῖς πολεμίοις γενομένου καὶ αὐτὸς συλληφθεὶς ἀπεπνίγη. τοῦτο δὲ τοῦ πολέμου δεξαμένου

72
τὸ τέλος, εὐρυχωρία τοῖς συκοφάνταις ἐδόθη πάντας ὡς εἰπεῖν, ὅσοι κατὰ τὴν Λιβύην ἦσαν γένους ἢ περιουσίας εὖ ἔχοντες, ὡς τὰ Ἀλεξάνδρου φρονήσαντας ἐνδεικνύναι:

καὶ φειδὼ παντάπασιν ἦν οὐδεμία, τῶν μὲν ἀναιρουμένων τε καὶ τὰς οὐσίας ἃς ἔτυχον ἔχοντες ἀπολλύντων --- εἰσήγετο δὲ θρίαμβος εἰς τὴν Ῥώμην ἐκ τῶν ἐν Καρχηδόνι κακῶν. Μαξέντιος μὲν οὖν ταῦτα διαπραξάμενος, καὶ τοῖς κατὰ τὴν Ἰταλίαν τε καὶ τὴν Ῥώμην αὐτὴν μετὰ πάσης ὠμότητός τε καὶ ἀσελγείας προσενεχθείς, ἐν τούτοις πως ἦν.