Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἀλλὰ τούτων ὄντων ἐν ἐγχειρήσεσιν ἔτι, Μαξιμιανὸς ὁ Γαλέριος ἐκ προλαβούσης ἑταιρίας ἐπιτήδειον ὄντα αὐτῷ Λικίννιον βασιλέα καθίστησιν, ἐπιστρατεῦσαι τοῦτον Μαξεντίῳ διανοούμενος. ἐπεὶ δὲ ταῦτα βουλευομένῳ τραῦμα δυσίατον ἐνσκῆψαν αὐτῷ τοῦ βίου μετέστησεν, εἴχετο μὲν καὶ Λικίννιος τῆς βασιλείας, Ἑρκούλιος δὲ Μαξιμιανὸς ἀναλαβεῖν, ὡς εἴρηταί μοι, τὴν βασιλείαν ἐπιχειρήσας ἀλλοτριῶσαι μὲν τῆς πρὸς Μαξέντιον εὐνοίας τοὺς στρατιώτας ἐσπούδασεν, τοῦ δὲ δωρεαῖς καὶ ἐλεειναῖς ἱκεσίαις αὐτοὺς ἐπισπασαμένου καὶ τῆς κατὰ Κωνσταντίνου διὰ τῶν σὺν αὐτῷ στρατιωτῶν ἐπιβουλῆς ἐπειρᾶτο. προκαταλαβούσης δὲ Φαύστης τὸ ἐγχειρούμενον καὶ τῷ Κωσταντίνῳ τοῦτο μηνυσάσης, ἀπορούμενος ἐπὶ τῷ πάντων ἐκπεσεῖν ὁ Ἑρκούλιος νόσῳ κατὰ τὴν Ταρσὸν ἐτελεύτησεν.