Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

πολλὰς δὲ τῶν πόλεων οἰκοδομήμασι πολυτελέσιν κοσμήσας ἀνέδειξεν Ἀντωνῖνον τὸν παῖδα τὸν ἑαυτοῦ βασιλέα. καὶ ἐπειδὴ τελευτᾶν ἔμελλεν, διαδόχους τῆς ἀρχῆς αὐτὸν καὶ Γέταν τὸν ἕτερον υἱὸν καταστήσας ἐπίτροπον αὐτοῖς Παπινιανὸν καταλέλοιπεν, ἄνδρα

9
δικαιότατον καὶ ἐπὶ νόμων γνώσει τε καὶ εἰσηγήσει πάντας τοὺς πρὸ αὐτοῦ καὶ μετ̓ αὐτὸν Ῥωμαίους νομοθέτας ὑπερβαλόμενον.

τοῦτον ὕπαρχον ὄντα τῆς αὐλῆς δἰ ὑποψίας εἶχεν ὁ Ἀντωνῖνος, δἰ οὐδὲν ἕτερον ἢ ὅτι δυσμενῶς ἔχοντα πρὸς τὸν ἀδελφὸν Γέταν αἰσθανόμενος ἐπιβουλεῦσαι, καθ̓ ὅσον οἷός τε ἦν, διεκώλυεν. τοῦτο τοίνυν ἐκ μέσου βουλόμενος ποιῆσαι τὸ κώλυμα, τῷ μὲν Παπινιανῷ τὴν διὰ τῶν στρατιωτῶν ἐπιβουλεύει σφαγήν, εὐρυχωρίαν δὲ ἔχων ἀναιρεῖ τὸν ἀδελφόν, οὐδὲ τῆς μητρὸς αὐτὸν προσδραμόντα ῥύσασθαι δυνηθείσης.