Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἐντεῦθεν ἄνδρες ἀγαθοὶ τὴν ἡγεμονίαν παραλαβόντες, Νέρουας τε καὶ Τραϊανὸς καὶ μετὰ τοῦτον Ἀδριανὸς ὅ τε εὐσεβὴς Ἀντωνῖνος καὶ ἡ τῶν ἀδελφῶν συνωρὶς Βῆρος καὶ Λούκιος, πολλὰ τῶν λελωβημένων ᾐξίωσαν διορθώσεως, καὶ οὐ μόνον ἅπερ εἶχον ἀπολωλεκότες οἱ πρὸ αὐτῶν ἀνεκτήσαντο, ἀλλὰ καί τινα τῶν οὐκ ὄντων προσέθεσαν. Κομμόδου δὲ τοῦ Μάρκου παιδὸς τὴν βασιλείαν παραλαβόντος, καὶ οὐ τυραννίδι μόνον ἀλλὰ καὶ πράξεσιν ἑαυτὸν ἀλλοκότοις ἐκδόντος, εἶτα ὑπὸ Μαρκίας τῆς παλλακῆς φρόνημα ἀνδρεῖον ἀνελομένης ἀναιρεθέντος, Περτίναξ ἄρχειν ᾑρέθη.

τῶν δὲ περὶ τὴν αὐλὴν στρατιωτῶν οὐκ ἐνεγκόντων αὐτοῦ τὴν περὶ τὴν στρατιωτικὴν ἄσκησίν τε καὶ ἐπιστήμην ἀκρίβειαν, ἀλλὰ παρὰ τὸ καθῆκον αὐτὸν ἀνελόντων, μικροῦ μὲν ἡ Ῥώμη συνεταράχθη, τοῦ περὶ τὴν φυλακὴν τῶν βασιλείων τεταγμένου στρατιωτικοῦ τὴν τοῦ καταστῆσαι μόναρχον ὑφαρπάσαντος ἐξουσίαν, παρελομένου τε βίᾳ τὴν γερουσίαν ταύτης τῆς κρίσεως: ὠνίου δὲ τῆς ἀρχῆς προτεθείσης Δίδιος Ἰουλιανὸς ὑπὸ τῆς γυναικὸς ἐπαρθείς, ἀνοίᾳ μᾶλλον ἢ γνώμῃ φρενήρει, χρήματα προτείνας ὠνεῖται τὴν βασιλείαν, θέαμα δοὺς ἰδεῖν ἅπασιν οἷον οὔπω πρότερον ἐθεάσαντο:

εἰσήγετο γὰρ εἰς τὰ βασίλεια μήτε τῆς γερουσίας ἡγουμένης μήτε ἄλλης ἐννόμου δορυφορίας, μόνων δὲ τῶν καταστησάντων αὐτὸν εἰς τοῦτο στρατιωτῶν σὺν βίᾳ παραδόντων αὐτῷ τὰ βασίλεια καὶ τὴν ἐν τούτοις πᾶσαν ἀποσκευήν. ἀλλ̓ οὗτος μὲν ἅμα τε ἀνερρήθη

8
καὶ παῤ αὐτῶν διεφθάρη τῶν εἰς τοῦτο παραγαγόντων αὐτόν, τῶν ἐν τοῖς ὀνείροις φαντασιῶν οὐδὲν ἀλλοιότερον διαγεγονώς: