Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τούτων οὕτω περὶ τὸν Ῥῆνον αὐτῷ διαπολεμηθέντων, ἄξιον μηδὲ τὰ κατ̓ ἐκεῖνον τὸν χρόνον Ἰσαύροις πραχθέντα παραδραμεῖν. Λύδιος τὸ γένος Ἴσαυρος, ἐντεθραμμένος τῇ συνήθει λῃστείᾳ, στῖφος ὅμοιον ἑαυτῷ περιποιησάμενος

50
τὴν Παμφυλίαν ἅπασαν καὶ Λυκίαν ἐπῄει: συνελθόντων δὲ στρατιωτῶν ἐπὶ τῇ τῶν λῃστῶν καταλήψει, πρὸς Ῥωμαϊκὸν στρατόπεδον οὐχ οἷός τε ὢν ἀντιτάττεσθαι Κρῆμναν κατελάμβανε, πόλιν οὖσαν Λυκίας, ἐν ἀποκρήμνῳ τε κειμένην καὶ κατὰ μέρος χαράδραις βαθυτάταις ὠχυρωμένην, ἐν ταύτῃ πολλοὺς ὡς ἐν ἀσφαλεῖ καὶ τειχήρει καταφυγόντας εὑρών.

ἐπεὶ δὲ τοὺς Ῥωμαίους εἶδεν ἐγκειμένους τῇ πολιορκίᾳ καὶ τὴν ἐν ταύτῃ τριβὴν γενναίως ὑφισταμένους, τὰ οἰκοδομήματα καθελὼν ἀρόσιμον ἐποίει τὴν γῆν, σπείρων τε σῖτον παρεσκεύαζε τοῖς ἐν τῇ πόλει δαπάνην. ὁρῶν δὲ τὸ πλῆθος πολλῆς δεόμενον χορηγίας, τὴν ἄχρηστον ἡλικίαν, ἄρρενά τε καὶ θήλεα, ἠφίει τῆς πόλεως ἐκβαλών: ἐπεὶ δὲ οἱ πολέμιοι τὸ Λυδίου βούλευμα προϊδόμενοι τοὺς ἐκβληθέντας αὖθις ἐπὶ τὴν πόλιν ἰέναι συνήλαυνον, ἐμβαλὼν εἰς τὰς περὶ τὴν πόλιν χαράδρας διέφθειρεν.

ὄρυγμα δέ τι, χρῆμα θαυμάσιον, ἀπὸ τῆς πόλεως ἐπὶ τὰ ἐκτὸς διορύξας καὶ μέχρι τῶν ἐπέκεινα τοῦ πολεμίου στρατοπέδου τόπων ἐκτείνας, ἐξέπεμπεν διὰ τούτου τινὰς ἐκ τῆς πόλεως ἐφ̓ ἁρπαγῇ θρεμμάτων καὶ ἄλλης τροφῆς: ἐκ τούτου τε χορηγεῖν ἐν μέρει τοῖς πολιορκουμένοις εὐπόρει, μέχρις οἱ πολέμιοι τοῦτο γυναικὸς αὐτοῖς μηνυσάσης ἐξεῦρον:

ἀλλ̓ οὐδὲ οὕτως ἀπεῖπεν ὁ Λύδιος, ἀλλ̓ οἴνου μὲν κατὰ βραχὺ τοὺς αὐτῷ συνόντας ἀπέστησεν καὶ σῖτον ἐμέτρει τοῦ συνήθους ἐλάττονα, τῶν δὲ σιτίων καὶ οὕτως ἐπιλιπόντων εἰς ἀνάγκην κατέστη τοῦ πάντας ἀπολέσαι ἐν τῇ πόλει πλὴν ὀλίγων ἀνδρῶν αὐτῷ τε ἐπιτηδείων καὶ πρὸς φυλακὴν ἀρκεῖν δοκούντων. κατέσχεν δὲ καὶ γυναῖκας, ἃς ἐπὶ τῇ τῆς φύσεως

51
ἀναγκαίᾳ χρείᾳ κοινὰς εἶναι πεποίηκεν ἅπασιν.