Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἐντεῦθεν εἰς ἐμφύλιον κατέστη τὰ πράγματα ταραχήν, τῶν μὲν κατὰ τὴν ἑῴαν βασιλέα Πρόβον ἑλομένων, τῶν δὲ κατὰ τὴν Ῥώμην Φλωριανόν. καὶ Πρόβος μὲν εἶχεν Συρίαν

46
καὶ Φοινίκην καὶ Παλαιστίνην καὶ τὴν Αἴγυπτον ἅπασαν, τὰ δὲ ἀπὸ Κιλικίας μέχρις Ἰταλίας Φλωριανός: ὑπήκουον δὲ αὐτῷ καὶ τὰ ὑπὲρ τὰς Ἄλπεις ἔθνη, Γαλάται καὶ Ἴβηρες ἅμα τῇ Βρεττανικῇ νήσῳ, καὶ προσέτι γε ἅπασα Λιβύη καὶ τὰ Μαυρούσια φῦλα.

παρεσκευασμένων δὲ εἰς πόλεμον ἀμφοτέρων, εἰς τὴν Ταρσὸν ὁ Φλωριανὸς ἀφικόμενος αὐτῇ στρατοπεδεύειν ἐγνώκει, τὴν κατὰ τῶν ἐν τῷ Βοσπόρῳ Σκυθῶν νίκην ἡμιτελῆ καταλελοιπώς, ταύτῃ τε καὶ τοῖς ἐγκεκλεισμένοις ἐνδοὺς ἀδεῶς τὰ οἰκεῖα καταλαβεῖν. τρίβοντος δὲ Πρόβου τὸν πόλεμον οἷα καὶ ἐξ ἐλάττονος πολλῷ δυνάμεως αὐτὸν ἀναδεξαμένου, κατὰ τὴν Ταρσὸν ἐν τῷ θέρει γινομένου καύματος, ἀηθήσαντες οἱ Φλωριανῷ συντεταγμένοι διὰ τὸ ἐκ τῆς Εὐρώπης τὸ πλέον τοῦ στρατεύματος εἶναι,

νόσῳ δεινῇ περιπίπτουσιν. ὅπερ μαθὼν ὁ Πρόβος εἰς καιρὸν ἐπιθέσθαι διέγνω. τῶν δὲ Φλωριανοῦ στρατιωτῶν καὶ παρὰ δύναμιν ἐπεξελθόντων ἐγένοντο μὲν ἀκροβολισμοὶ πρὸ τῆς πόλεως, ἔργου δὲ οὐδενὸς ἀφηγήσεως ἀξίου πραχθέντος ἀλλ̓ ἀποστάντων ἀλλήλων τῶν στρατοπέδων ἐλθόντες μετὰ ταῦτά τινες τῶν ἅμα Πρόβῳ στρατευομένων παραλύουσι Φλωριανὸν τῆς ἀρχῆς.

οὗ γενομένου χρόνον μὲν ἐφυλάχθη τινά, τῶν δὲ περὶ αὐτὸν οὐ κατὰ τὴν Πρόβου προαίρεσιν τοῦτο γεγενῆσθαι λεγόντων, ἀναλαβεῖν τὴν ἁλουργίδα Φλωριανὸς αὖθις ἠνέσχετο, μέχρις ἐπανελθόντες οἱ τὰ Πρόβῳ σὺν ἀληθείᾳ περὶ τούτου δοκοῦντα μηνύοντες ἀναιρεθῆναι παρὰ τῶν οἰκείων Φλωριανὸν πεποιήκασιν.