Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, αὐτὴ σαφῶς ἔδειξε τῶν ἐκβεβηκότων ἡ πεῖρα καὶ τὰ εὐθὺς συμπεσόντα κατὰ τὴν Ὀκταβιανοῦ βασιλείαν. ἥ τε γὰρ παντόμιμος ὄρχησις ἐν ἐκείνοις εἰσήχθη τοῖς χρόνοις, οὔπω πρότερον οὖσα, Πυλάδου καὶ Βαθύλλου πρώτων αὐτὴν μετελθόντων, καὶ προσέτι γε ἕτερα πολλῶν αἴτια γεγονότα μέχρι τοῦδε κακῶν.

Ὀκταβιανοῦ δὲ ὅμως δόξαντος μετρίως μεταχειρίζεσθαι τὴν ἀρχήν, ἐξ οὗ μάλιστα ταῖς Ἀθηνοδώρου τοῦ Στωικοῦ συμβουλαῖς ἐπείσθη, Τιβέριος ὁ παρὰ τούτου διαδεξάμενος τὴν ἀρχὴν εἰς ἔσχατον ὠμότητος ἐκτραπεὶς ἀφόρητός τε δόξας εἶναι τοῖς ὑπηκόοις ἀπεδιώκετο καὶ ἔν τινι νήσῳ κρυπτόμενος ἐτελεύτησεν. Γάϊος δὲ Καλλίγουλα πᾶσι τοῖς ἀτοπήμασι τοῦτον ὑπερβαλόμενος ἀνῃρέθη, Χαιρέου διὰ τοῦ τοιούτου τολμήματος ἐλευθερώσαντος πικρᾶς τὸ πολίτευμα τυραννίδος.

Κλαυδίου δὲ τὰ καθ̓ ἑαυτὸν εὐνούχοις ἀπελευθέροις ἐκδόντος καὶ μετ̓ αἰσχύνης ἀπαλλαγέντος, Νέρων τε καὶ οἱ μετ̓ αὐτὸν εἰς μοναρχίαν παρῄεσαν, περὶ ὧν ἔκρινα μηδὲν παντάπασιν διελθεῖν,

7
ὡς ἂν μηδὲ ἐπ̓ ἐκμελέσι καὶ ἀλλοκότοις πράξεσιν αὐτῶν καταλείποιτο μνήμη.

Οὐεσπασιανοῦ δὲ καὶ τοῦ παιδὸς αὐτοῦ Τίτου τῇ ἀρχῇ μετριώτερον χρησαμένων, Δομετιανὸς ὠμότητι καὶ ἀσελγείᾳ καὶ πλεονεξίᾳ πάντας ὑπεράρας καὶ πεντεκαίδεκα τοὺς πάντας ἐνιαυτοὺς τῷ πολιτεύματι λυμηνάμενος, ἀναιρεθεὶς ὑπὸ Στεφάνου τῶν ἀπελευθέρων ἑνὸς ἔδοξε δίκας τῆς πονηρίας ἐκτίνειν.