Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἀθυμίας δὲ πολλῆς εἰκότως ἐπὶ τῇ ἥττῃ Ζηνοβίαν ἐχούσης, βουλὴ προέκειτο περὶ τοῦ πρακτέου, καὶ κοινῇ γνώμῃ πᾶσιν ἐδόκει τοῖς μὲν περὶ τὴν Ἔμισαν πράγμασιν ἀπογνῶναι διὰ τὸ καὶ τοὺς Ἐμισηνοὺς ἀλλοτρίως πρὸς αὐτὴν ἔχοντας τὰ Ῥωμαίων αἱρεῖσθαι, Παλμύραν δὲ καταλαβεῖν καὶ τῷ τῆς πόλεως ὀχυρῷ τὴν ἀσφάλειαν ἐπιτρέψαντας σχολαίτερον σκοπῆσαι τὰ κατὰ σφᾶς. οὐδὲν ἦν ἔργου καὶ λόγου

39

τὸ μέσον, ἀλλὰ συνέθεον ἐφ̓ ὅπερ ἐδόκει. πυθόμενος δὲ τὴν Ζηνοβίας φυγὴν Αὐρηλιανὸς εἰς μὲν τὴν Ἔμισαν εἰσῄει, προθύμως αὐτὸν τῶν πολιτῶν δεχομένων, εὑρὼν δὲ πλοῦτον ὃν οὐχ οἵα τε ἐγεγόνει Ζηνοβία μετακομίσαι, παραχρῆμα σὺν τῷ στρατῷ τῆς ὁδοῦ τῆς ἐπὶ Παλμύραν εἴχετο. καὶ ἐπιστὰς τῇ πόλει, κύκλῳ περιλαβὼν τὸ τεῖχος ἐπολιόρκει, τῆς τροφῆς ἐκ τῶν πλησιαζόντων ἐθνῶν τῷ στρατοπέδῳ χορηγουμένης. τῶν δὲ Παλμυρηνῶν ἐπιτωθαζόντων ὡς ἀδυνάτου τῆς ἁλώσεως οὔσης, ἤδη δέ τινος καὶ εἰς αὐτὸν τὸν βασιλέα λόγους αἰσχροὺς ἀφιέντος, παρεστώς τις τῷ βασιλεῖ Πέρσης ἀνήρ εἰ κελεύεις ἔφη, τὸν ὑβριστὴν τοῦτον ὄψει νεκρόν.

ἐγκελευσαμένου δὲ τοῦ βασιλέως, προστησάμενος ἑαυτοῦ τινὰς ὁ Πέρσης τοὺς ἀποκρύπτοντας, ἐντείνας τὸ τόξον καὶ βέλος ἁρμόσας ἀφίησιν, ὃ δὴ προκεκυφότι τῆς ἐπάλξεως τῷ ἀνθρώπῳ καὶ ἔτι τὰς ὕβρεις ἐπαφιέντι προσπαγὲν κατάγει τε τοῦ τείχους αὐτὸν καὶ νεκρὸν τῷ στρατοπέδῳ καὶ τῷ βασιλεῖ δείκνυσιν.