Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

οὗ δὴ γενομένου καὶ τῶν βασιλέως ἱππέων τὸ παράγγελμα φυλαξάντων, ἐπειδὴ τοὺς ἐναντίους ἐθεάσαντο παρειμένους ἤδη καὶ τοῖς ἵπποις κεκμηκόσιν ἀκινήτους τοὺς ἐπικειμένους, ἀναλαβόντες τοὺς ἵππους ἐπῄεσαν καὶ αὐτομάτους τῶν ἵππων ἐκπίπτοντας συνεπάτουν. φόνος οὖν ἦν συμμιγής, τῶν μὲν ξίφεσι τῶν δὲ ὑπὸ τῶν ἵππων οἰκείων

36
τε καὶ πολεμίων ἀναιρουμένων.

εἰσελθόντων δὲ τῶν ὅσοι διαφυγεῖν οἷοί τε γεγόνασιν εἰς τὴν Ἀντιόχειαν, Ζάβδας ὁ Ζηνοβίας στρατηγὸς ὀρρωδῶν μή ποτε μαθόντες οἱ τῆς Ἀντιοχείας οἰκήτορες τὸ περὶ τὴν μάχην πταῖσμα σφίσιν ἐπίθοιντο, ἄνδρα μεσαιπόλιον ἐμφέρειάν τινα πρὸς τὴν τοῦ βασιλέως ἰδέαν δοκοῦντά πως ἔχειν εὑρών, καὶ σχῆμα περιθεὶς οἷον εἰκὸς ἦν Αὐρηλιανὸν ἔχειν μαχόμενον, διὰ μέσης ἄγει τῆς πόλεως ὡς δὴ τὸν βασιλέα ζωγρίαν ἑλών.

καὶ τούτῳ τῷ σοφίσματι τοὺς Ἀντιοχεῖς ἀπατήσας αὐτός τε ὑπεξέδυ τῆς πόλεως οὔσης νυκτὸς ἅμα τῷ λελειμμένῳ στρατεύματι, καὶ τὴν Ζηνοβίαν ἑαυτῷ συνεξαγαγὼν ἐπὶ τὴν Ἔμισαν ἀνεχώρησεν. ὁ δὲ βασιλεὺς ἔχων ἐν νῷ γενομένης ἡμέρας ἀναλαβεῖν τὴν πεζὴν δύναμιν καὶ ἑκατέρωθεν ἐπιθέσθαι τραπεῖσιν ἤδη τοῖς πολεμίοις, ἐπειδὴ τὴν Ζηνοβίας ἔγνω φυγήν, εἰς τὴν Ἀντιόχειαν εἰσῄει, δεξαμένων αὐτὸν ἀσμένως τῶν πολιτῶν.

εὑρὼν δὲ τοὺς πολλοὺς τὴν πόλιν ἀπολιπόντας δέει τοῦ μὴ κακοῦ τινὸς ὡς τὰ Ζηνοβίας φρονήσαντας πειραθῆναι, προγράμματα πανταχοῦ πέμψας τοὺς πεφευγότας ἐκάλει, τῷ ἀκουσίῳ καὶ ἀναγκαστῷ πλέον ἢ προαιρέσει τὰ συμβάντα ἀνατιθείς.