Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Διῳκημένων δὲ ὧδε τῶν περὶ τὴν Ἰταλίαν καὶ Παιονίαν, ὁ βασιλεὺς στρατείαν ἐπὶ Παλμυρηνοὺς ἄγειν διενοεῖτο, κρατοῦντας ἤδη τῶν τε Αἰγυπτιακῶν ἐθνῶν καὶ τῆς ἑῴας ἁπάσης καὶ μέχρις Ἀγκύρας τῆς Γαλατίας, ἐθελήσαντας δὲ καὶ Βιθυνίας μέχρι Χαλκηδόνος ἀντιλαβέσθαι, εἰ μὴ βεβασιλευκέναι γνόντες Αὐρηλιανὸν τὴν Παλμυρηνῶν ἀπεσείσαντο προστασίαν.

ἐλάσαντος τοίνυν ἅμα στρατῷ τοῦ βασιλέως, Ἀγκύρα τε προσετίθετο τῇ Ῥωμαίων ἀρχῇ καὶ Τύανα μετὰ ταύτην καὶ ἑξῆς ἅπασαι μέχρις Ἀντιοχείας, ἐν ᾗ Ζηνοβίαν εὑρὼν ἅμα στρατῷ πολλῷ παρεσκευασμένην εἰκότως ἐς μάχην ἀπήντα καὶ αὐτὸς εὐτρεπής.