Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Αὐρηλιανὸς

34
δέ, κρατυνάμενος τὴν ἀρχήν, ἐκ τῆς Ῥώμης ἐλάσας ἐπὶ τὴν Ἀκυληίαν ἐχώρει κἀκεῖθεν ἤλαυνεν ἐπὶ τὰ Παιόνων ἔθνη, τούτοις τοὺς Σκύθας μαθὼν ἐπιθέσθαι. πέμψας δὲ σκόπους ἀπαγγελοῦντας εἰσάγειν εἰς τὰς πόλεις σιτία καὶ ζῷα καὶ πᾶν ὅ τι οὖν τοὺς ἐναντίους ἔμελλεν ὠφελήσειν,

ταύτῃ τὸν ἐπικείμενον αὐτοῖς λιμὸν αὔξειν διενοεῖτο. περαιωθέντων δὲ τῶν βαρβάρων καὶ μάχης ἐν τῇ Παιονίᾳ γενομένης ἰσοπαλοῦς, νὺξ ἐπιγενομένη τὴν νίκην ἀμφήριστον ἀμφοτέροις πεποίηκεν. ἐν δὲ τῇ νυκτὶ τὸν ποταμὸν οἱ βάρβαροι διαβάντες ἅμα ἡμέρᾳ περὶ σπονδῶν ἐπεκηρυκεύοντο.