Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τῶν δὲ Σκυθῶν τὴν Ἑλλάδα κάκιστα διαθέντων καὶ τὰς Ἀθήνας αὐτὰς ἐκπολιορκησάντων, Γαλιηνὸς μὲν ἐπὶ

28
τὴν πρὸς τούτους μετῄει μάχην ἤδη τὴν Θρᾴκην καταλαβόντας, τοῖς δὲ περὶ τὴν ἑῴαν πράγμασιν οὖσιν ἐν ἀπογνώσει βοηθεῖν Ὀδαίναθον ἔταξεν, ἄνδρα Παλμυρηνὸν καὶ ἐκ προγόνων τῆς παρὰ τῶν βασιλέων ἀξιωθέντα τιμῆς. ὃ δὲ τοῖς αὐτόθι λελειμμένοις στρατοπέδοις δύναμιν ἀναμίξας ὅτι πλείστην οἰκείαν ἐπεξῄει τῷ Σαπώρῃ κατὰ τὸ καρτερόν, καὶ τάς τε πόλεις ἀνεκτᾶτο τὰς ἤδη παρὰ Περσῶν ἐχομένας, καὶ Νήσιβιν εἰλημμένην μὲν ὑπὸ Σαπώρου τὰ Περσῶν δὲ φρονοῦσαν ἑλὼν ἐξ ἐφόδου κατέσκαψεν.

ἐπεξελθὼν δὲ μέχρι Κτησιφῶντος αὐτοῖς οὐχ ἅπαξ ἀλλὰ καὶ δεύτερον, Πέρσας μὲν τοῖς οἰκείοις ἐναπέκλεισεν, ἀγαπῶντας εἰ παῖδας καὶ γυναῖκας καὶ ἑαυτοὺς περισώσαιεν, αὐτὸς δὲ τὰ περὶ τὴν ἤδη πεπορθημένην χώραν, ὡς οἷός τε ἦν, εὖ διετίθει. ἐπεὶ δὲ διατρίβων κατὰ τὴν Ἔμισαν καί τινα γενέθλιον ἄγων ἑορτὴν ἐξ ἐπιβουλῆς ἀνῃρέθη, τῶν ἐκεῖσε πραγμάτων ἀντιλαμβάνεται Ζηνοβία, συνοικοῦσα μὲν Ὀδαινάθῳ, φρονήματι δὲ ἀνδρείῳ χρωμένη καὶ διὰ τῶν ἐκείνῳ συνόντων τὴν ἴσην εἰσφέρουσα τοῖς πράγμασιν ἐπιμέλειαν.