Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἑλόντες δὲ ῥᾷστα τὸ φρούριον καὶ τῆς ἐν αὐτῷ φυλακῆς ἐρημώσαντες ἐχώρουν εἰς τὸ πρόσω. πλοίων δὲ πολλῶν εὐπορήσαντες καὶ τῶν αἰχμαλώτων τοῖς ἐρέττειν ἐπισταμένοις εἰς ναυτιλίαν χρησάμενοι, γαλήνης παρὰ πάντα σχεδὸν τὸν τοῦ θέρους καιρὸν γενομένης τῷ Τραπεζοῦντι προσέπλευσαν, πόλει μεγάλῃ καὶ πολυανθρώπῳ καὶ πρὸς τοῖς ἐθάσι στρατιώταις μυρίων ἑτέρων δύναμιν προσλαβούσῃ.

καταστάντες δὲ εἰς πολιορκίαν κρατήσειν

24
μὲν ἤλπιζον οὐδὲ ὄναρ τῆς πόλεως δύο τείχεσι περιειλημμένης: αἰσθανόμενοι δὲ τοὺς στρατιώτας ῥᾳθυμίᾳ καὶ μέθῃ κατειλημμένους, καὶ οὔτε εἰς τὸ τεῖχος λοιπὸν ἀνιόντας, οὐδένα δὲ καιρὸν τὴν τρυφὴν καὶ τὰ συμπόσια παριέντας, δένδρα πάλαι πρὸς τοῦτο εὐτρεπισθέντα προσθέντες τῷ τείχει καθ̓ ὃ βάσιμον ἦν, κατ̓ ὀλίγους τε διὰ τούτων νυκτὸς οὔσης ἀναβάντες, αἱροῦσι τὴν πόλιν, τῶν μὲν στρατιωτῶν τῷ αἰφνιδίῳ καὶ ἀπροσδοκήτῳ τῆς ἐφόδου καταπλαγέντων καὶ τοῦ ἄστεως ὑποδραμόντων δἰ ἑτέρας πύλης, τῶν δὲ ἄλλων παρὰ τῶν πολεμίων ἀναιρεθέντων.

τῆς δὲ πόλεως τοῦτον τὸν τρόπον ἁλούσης, γεγόνασι πλήθους ἀφάτου χρημάτων καὶ αἰχμαλώτων οἱ βάρβαροι κύριοι: πάντας γὰρ σχεδὸν τοὺς πέριξ οἰκοῦντας συνέβη κατ̓ αὐτὴν ὡς εἰς ὀχυρὸν χωρίον συναλισθῆναι. διαφθείραντες δὲ τά τε ἱερὰ καὶ τὰ οἰκοδομήματα καὶ πᾶν ὅ τι πρὸς κάλλος ἢ μέγεθος ἤσκητο, καὶ προσέτι τὴν ἄλλην χώραν καταδραμόντες, ἅμα πλήθει παμπόλλῳ νεῶν ἀνεχώρησαν ἐπ̓ οἴκου.