Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Βορανοὶ δὲ καὶ Γότθοι καὶ Κάρποι καὶ Οὐρουγοῦνδοι ʽγένη δὲ ταῦτα περὶ τὸν Ἴστρον οἰκοῦντἀ μέρος οὐδὲν τῆς Ἰταλίας ἢ τῆς Ἰλλυρίδος καταλείποντες ἀδῄωτον διετέλουν, οὐδενὸς ἀνθισταμένου πάντα ἐπινεμόμενοι. Βορανοὶ δὲ καὶ τῆς εἰς τὴν Ἀσίαν διαβάσεως ἐπειρῶντο, καὶ ῥᾷόν γε κατεπράξαντο ταύτην διὰ τῶν οἰκούντων τὸν Βόσπορον, δέει μᾶλλον ἢ γνώμῃ πλοῖά τε δεδωκότων καὶ ἡγησαμένων τῆς διαβάσεως.

ἕως μὲν γὰρ βασιλεῖς αὐτοῖς ἦσαν παῖς παρὰ πατρὸς ἐκδεχόμενοι τὴν ἀρχήν, διά τε τὴν πρὸς Ῥωμαίους φιλίαν καὶ τὸ τῶν ἐμποριῶν εὐσύμβολον καὶ τὰ παρὰ τῶν βασιλέων αὐτοῖς ἔτους ἑκάστου πεμπόμενα δῶρα διετέλουν εἴργοντες ἐπὶ τὴν Ἀσίαν διαβῆναι βουλομένους τοὺς Σκύθας:

ἐπεὶ δὲ τοῦ βασιλείου γένους διαφθαρέντος ἀνάξιοί τινες καὶ ἀπερριμμένοι τῆς ἡγεμονίας κατέστησαν κύριοι, δεδιότες ἐφ̓ ἑαυτοῖς τὴν διὰ τοῦ Βοσπόρου τοῖς Σκύθαις ἐπὶ τὴν Ἀσίαν δεδώκασιν πάροδον, πλοίοις αὐτοὺς οἰκείοις διαβιβάσαντες, ἃ πάλιν ἀναλαβόντες ἀνεχώρησαν ἐπ̓ οἴκου.