Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

χρήμασι γὰρ τὰς οὔσας αὐτῷ δυνάμεις καὶ τῶν συμμάχων ὅσοι προσεγίνοντο θεραπεύων, οὕτω τε μέγας ἐκ μικροῦ γεγονώς, τὸν ἐν Χαιρωνείᾳ πρὸς Ἀθηναίους διηγωνίσατο πόλεμον. πᾶσι δὲ μετὰ τὴν νίκην χειροήθως καὶ ἠπίως προσενεχθεὶς ἤδη καὶ τῇ Περσῶν ἐπιθέσθαι βασιλείᾳ διενοεῖτο, δύναμίν τε ἀξιόχρεων πρὸς τοῦτο συναγαγὼν ἐν παρασκευαῖς τὸν βίον ἀπέλιπεν.

Ἀλέξανδρος δὲ παραλαβὼν τὴν βασιλείαν, καὶ παραχρῆμα τὰ κατὰ τοὺς Ἕλληνας διαθείς, τρίτῳ τῆς βασιλείας ἔτει μετὰ δυνάμεως ἀρκούσης ἐπὶ τὴν Ἀσίαν ἐστέλλετο ῥᾳδίως δὲ τοὺς ἀντιστάντας αὐτῷ σατράπας νενικηκὼς ἐπ̓ αὐτὸν προῄει Δαρεῖον, ἀναριθμήτῳ στρατῷ τοὺς ἐν Ἰσσῷ τόπους

4
κατειληφότα. συμπεσὼν δὲ τοῖς Πέρσαις εἰς χεῖρας καὶ τὸ πάσης ἐπέκεινα πίστεως τρόπαιον στήσας Δαρεῖον μὲν ἔτρεψεν εἰς φυγήν, αὐτὸς δὲ εἴχετο τῆς ἐπὶ Φοινίκην καὶ Συρίαν τὴν Παλαιστίνην ὁδοῦ.

τὰ μὲν οὖν ἐν Τύρῳ καὶ Γάζῃ πραχθέντα μαθεῖν ἔνεστιν ἐξ ὧν οἱ τὰ περὶ Ἀλεξάνδρου γράψαντες ἱστορήκασιν: αὐτὸς δὲ παρελθὼν ἐπὶ τὴν Αἴγυπτον, τῷ τε Ἄμμωνι προσευξάμενος καὶ τὰ περὶ τὸν Ἀλεξανδρείας οἰκισμὸν εὖ μάλα διοικησάμενος, ἐπανῄει τὰ λειπόμενα τοῦ πρὸς Πέρσας πολέμου πληρώσων.

πάντας δὲ φιλίους εὑρὼν ἐπὶ τὴν μέσην διέβη τῶν ποταμῶν, καὶ πυθόμενος Δαρεῖον μείζονι πολλῷ στρατῷ παρεσκευάσθαι, μετὰ τῆς οὔσης αὐτῷ δυνάμεως ὡς εἶχεν ὁρμήσας καὶ τὴν μάχην εἰς Ἄρβηλαν πρὸς αὐτὸν ποιησάμενος τοσοῦτον ἐκράτησεν ὥστε πάντας μὲν σχεδὸν ἀνελεῖν, Δαρείου δὲ σὺν ὀλίγοις φυγόντος τὴν ἀρχὴν καταλῦσαι Περσῶν.