Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Εἰ μὲν οὖν ἐφ̓ ἑαυτῶν διετέλεσαν ὄντες καὶ τοῖς παροῦσιν ἀρκούμενοι, καὶ μὴ διέστησαν Ἀθηναῖοί τε καὶ Λακεδαιμόνιοι περὶ τῆς τῶν Ἑλλήνων ἡγεμονίας ἀλλήλοις φιλονεικοῦντες, οὐκ ἂν ἕτεροί ποτε τῆς Ἑλλάδος ἐγένοντο κύριοι. τοῦ δὲ Πελοποννησιακοῦ πολέμου τὰς δυνάμεις τοῖς Ἕλλησιν ἐλαττώσαντος, περιστήσαντός τε εἰς χρημάτων ἀπορίαν τὰς πόλεις, γέγονεν χώρα Φιλίππῳ τὴν βασιλείαν, ἣν διεδέξατο πρὸς οὐδένα τῶν πλησιοχώρων ἀξιόμαχον οὖσαν, τέχναις τισὶ καὶ περινοίαις αὐξῆσαι:

χρήμασι γὰρ τὰς οὔσας αὐτῷ δυνάμεις καὶ τῶν συμμάχων ὅσοι προσεγίνοντο θεραπεύων, οὕτω τε μέγας ἐκ μικροῦ γεγονώς, τὸν ἐν Χαιρωνείᾳ πρὸς Ἀθηναίους διηγωνίσατο πόλεμον. πᾶσι δὲ μετὰ τὴν νίκην χειροήθως καὶ ἠπίως προσενεχθεὶς ἤδη καὶ τῇ Περσῶν ἐπιθέσθαι βασιλείᾳ διενοεῖτο, δύναμίν τε ἀξιόχρεων πρὸς τοῦτο συναγαγὼν ἐν παρασκευαῖς τὸν βίον ἀπέλιπεν.