Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τῶν δὲ Σκυθῶν ὅσον ἦν τῆς Εὐρώπης ἐν ἀδείᾳ πολλῇ νεμομένων, ἤδη δὲ καὶ διαβάντων εἰς τὴν Ἀσίαν καὶ τὰ μέχρι Καππαδοκίας καὶ Πισινοῦντος καὶ Ἐφέσου λῃσαμένων, Αἰμιλιανὸς Παιονικῶν ἡγούμενος τάξεων, ἀτόλμους ὄντας τοὺς ὑφ̓ ἑαυτὸν στρατιώτας ἀντιστῆναι τῇ τῶν βαρβάρων εὐημερίᾳ παραθαρσύνας ὡς οἷός τε ἦν, καὶ τοῦ Ῥωμαίων ἀξιώματος ἀναμνήσας, ἐπῄει τοῖς εὑρεθεῖσιν ἐκεῖσε βαρβάροις ἀπροσδοκήτως.

καὶ τοὺς πολλοὺς ἀνελών, ἤδη δὲ καὶ ἐπὶ τὴν ἐκείνων γῆν τοὺς στρατιώτας διαβιβάσας καὶ παραδόξως πᾶν τὸ προσπεσὸν διαφθείρας, παρὰ πᾶσάν τε ἐλπίδα τὰ Ῥωμαίοις ὑπήκοα τῆς ἐκείνων μανίας ἐλευθερώσας, αἱρεῖται παρὰ τῶν τῇδε στρατιωτῶν αὐτοκράτωρ. συναγαγὼν δὲ τὰς αὐτόθι δυνάμεις ἐκ τῆς κατὰ τῶν βαρβάρων νίκης ἐρρωμενεστέρας γεγενημένας ἐπὶ τὴν Ἰταλίαν ἤλαυνεν, ἀπαρασκεύῳ τῷ Γάλλῳ βουλόμενος εἰς μάχην ἐλθεῖν.

ὃ δὲ τῶν κατὰ τὴν ἑῴαν πεπραγμένων ἀνήκοος ὢν αὐτὸς μὲν τοῖς παρατυχοῦσι παρεσκευάζετο, Βαλεριανὸν δὲ ἔστελλεν τὰ ἐν Κελτοῖς καὶ Γερμανοῖς τάγματα οἴσοντα. μετὰ πολλοῦ δὲ τάχους Αἰμιλιανοῦ τῇ Ἰταλίᾳ προσαγαγόντος, ἐπειδὴ πλησίον ἀλλήλων γέγονε τὰ στρατεύματα, πολλῷ τὸν Γάλλον ἐλαττούμενον ταῖς δυνάμεσιν ὁρῶντες οἱ σὺν αὐτῷ, καὶ ἅμα πρὸς τὸ ἐκμελὲς καὶ ἀνειμένον τοῦ ἀνδρὸς ἀποβλέποντες, ἀναιροῦσιν αὐτὸν μετὰ τοῦ παιδός, καὶ προσχωρήσαντες Αἰμιλιανῷ κρατύνειν ἔδοξαν αὐτῷ τὴν ἀρχήν.