Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

περιθέντες οὖν αὐτῷ τὴν ἁλουργίδα, καὶ ἐφ̓ ἑαυτῷ λοιπὸν ὀρρωδοῦντα πρὸς τὴν τῶν πραγμάτων καὶ ἄκοντα συνωθοῦσι κηδεμονίαν. Φίλιππος τοίνυν, τῆς Δεκίου προσαγγελθείσης ἀναρρήσεως

17
αὐτῷ, τὰ στρατόπεδα συναγαγὼν ἤλαυνεν ὡς ἐπιθησόμενος. οἱ δὲ σὺν τῷ Δεκίῳ, καίπερ πολλῷ πλείους εἶναι τοὺς ἐναντίους εἰδότες, ὅμως ἐθάρρουν, τῇ Δεκίου πεποιθότες ἐπιστήμῃ καὶ περὶ πάντα προνοίᾳ.

συμπεσόντων δὲ τῶν στρατοπέδων ἀλλήλοις, καὶ τοῦ μὲν τῷ πλήθει τοῦ δὲ τῇ στρατηγίᾳ πλεονεκτοῦντος, ἔπεσον μὲν ἐκ τῆς Φιλίππου μερίδος πολλοί, καὶ αὐτὸς δὲ σὺν αὐτοῖς ἀναιρεῖται, καὶ τοῦ παιδός, ὃν ἔτυχεν τῇ τοῦ Καίσαρος ἀξίᾳ τιμήσας, ἀποσφαγέντος. οὕτω μὲν οὖν Δέκιος τῆς τῶν ὅλων ἀρχῆς ἐγένετο κύριος.