Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τούτῳ δὲ βεβαίως ἕξειν τὴν ἀρχὴν οἰηθεὶς αὐτὸς ἐπὶ Κάρπους ἐστράτευεν ἤδη τὰ περὶ τὸν Ἴστρον λῃσαμένους. μάχης δὲ γενομένης οὐκ ἐνεγκόντες οἱ βάρβαροι τὴν προσβολήν, εἴς τι φρούριον συμφυγόντες ἐν πολιορκίᾳ καθίσταντο. θεασάμενοι δὲ τοὺς ἐξ αὑτῶν ἄλλους ἄλλῃ διασπαρέντας αὖθις συνειλεγμένους, ἅμα τε ἀνεθάρρησαν καὶ ὑπεξελθόντες τῷ Ῥωμαϊκῷ στρατοπέδῳ συνέπιπτον.

οὐχ ὑποστάντες δὲ τὴν τῶν Μαυρουσίων ὁρμὴν λόγους περὶ σπονδῶν ἐποιήσαντο, οἷς ὁ Φίλιππος ῥᾷον θέμενος ἀνεχώρει. πολλῶν δὲ κατὰ ταὐτὸν ἐμπεσουσῶν ταραχῶν τοῖς πράγμασι, τὰ μὲν κατὰ τὴν ἑῴαν ταῖς τῶν φόρων εἰσπράξεσι καὶ τῷ Πρίσκον, ἄρχειν τῶν ἐκεῖσε καθεσταμένον ἐθνῶν, ἀφόρητον ἅπασιν εἶναι βαρυνόμενα, καὶ διὰ τοῦτο πρὸς τὸ νεωτερίζειν τραπέντα, Ἰωταπιανὸν

16
παρήγαγον εἰς τὴν τῶν ὅλων ἀρχήν, τὰ δὲ Μυσῶν τάγματα καὶ Παιόνων Μαρῖνον.