Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Μετὰ τὴν ἐν Τροίᾳ στρατείαν ἄχρι τῆς ἐν Μαραθῶνι μάχης ἐλλόγιμον οὐδὲν οἱ Ἕλληνες φαίνονται πεπραχότες οὔτε πρὸς ἑαυτοὺς οὔτε πρὸς ἕτερον. Δαρείου δὲ αὐτοῖς διὰ τῶν ὑπάρχων πολλαῖς μυριάσιν ἐπιστρατεύσαντος, Ἀθηναίων ὀκτακισχίλιοι θείᾳ τινὶ ῥοπῇ γενόμενοι κάτοχοι, τοῖς παρατυχοῦσιν ἐξοπλισάμενοι καὶ ὑπαντήσαντες δρόμῳ, τοσοῦτον ἐκράτησαν ὥστε ἐννέα μὲν ἀνελεῖν μυριάδας, τοὺς δὲ λειπομένους ἀποδιῶξαι τῆς χώρας.

αὕτη πεποίηκεν ἡ μάχη περιφανέστερα τῶν Ἑλλήνων τὰ πράγματα. Ξέρξου δὲ μετὰ τὴν Δαρείου τελευτὴν πολλῷ μείζονι παρασκευασαμένου δυνάμει καὶ πᾶσαν τοῖς Ἕλλησι τὴν Ἀσίαν ἐπαγαγόντος, πληρώσαντός τε τὴν μὲν θάλατταν νεῶν πεζῶν δὲ τὴν γῆν, ἐπειδὴ διαβαίνειν ἀπὸ τῆς Ἀσίας ἐπὶ τὴν Εὐρώπην ἐχρῆν, ὡς οὐκ ἀρκούντων αὐτῷ τῶν στοιχείων εἰς ὑποδοχὴν τοῦ στρατεύματος εἰ μὴ καὶ τὰς ἀλλήλων ὑφαρπάσαιεν χρείας, ἐζεύγνυτο μὲν ὁ Ἑλλήσποντος πάροδον διδοὺς τοῖς πεζῇ διαβαίνουσιν, ὠρύττετο δὲ ὁ Ἄθως ἅμα τῇ θαλάττῃ καὶ τὰς ναῦς εἰσδεχόμενος.