Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τότε τοίνυν ἐπὶ Πέρσας ὁ βασιλεὺς ᾔει παρασκευῇ τῇ πάσῃ. τοῦ δὲ Ῥωμαϊκοῦ στρατοῦ δόξαντος ἐν τῇ πρώτῃ μάχῃ κεκρατηκέναι, Τιμησικλῆς ὁ τῆς αὐλῆς ὕπαρχος τελευτήσας ἠλάττωσε πολὺ τῷ βασιλεῖ τὴν ἐπὶ τῇ ἀσφαλείᾳ τῆς ἡγεμονίας πεποίθησιν. Φιλίππου γὰρ ὑπάρχου προχειρισθέντος, κατὰ βραχὺ τὰ τῆς εἰς τὸν βασιλέα τῶν στρατιωτῶν εὐνοίας ὑπέρρει.

ὁρμώμενος γὰρ ἐξ Ἀραβίας, ἔθνους χειρίστου, καὶ οὐδὲ ἐκ τοῦ βελτίονος εἰς τύχης ἐπίδοσιν προελθών, ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν εἰς ἐπιθυμίαν βασιλείας ἐτράπη: καὶ τῶν στρατιωτῶν τοὺς εἰς τὸ νεωτερίζειν ἐπιρρεπεῖς οἰκειούμενος, ἐπειδὴ τὴν τῶν στρατιωτικῶν σιτήσεων συγκομιδὴν ἅλις ἔχουσαν εἶδεν, ἔτι τοῦ βασιλέως περὶ Κάρρας καὶ Νέσσεβιν σὺν τῷ στρατῷ διατρίβοντος αὐτὸς ἐνδοτέρω τὰς ναῦς, αἳ τὴν στρατιωτικὴν τροφὴν εἶχον, εἰσιέναι

15
διέταττεν, ὡς ἂν ἡ στρατιὰ λιμῷ πιεζομένη καὶ ἀπορίᾳ τῶν ἐπιτηδείων ἀνασταίη πρὸς στάσιν.