Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἤδη δὲ τῆς βασιλείας οὔσης ἐν ὀχυρῷ, Πέρσαι τοῖς κατὰ τὴν ἑῴαν ἔθνεσιν ἐπιέναι προσεδοκῶντο, τὴν ἀρχὴν Σαπώρου παραλαβόντος μετὰ Ἀρταξέρξην τὸν ἀπὸ Παρθυαίων αὖθις εἰς Πέρσας τὴν ἀρχὴν μεταστήσαντα: μετὰ γὰρ Ἀλέξανδρον τὸν Φιλίππου καὶ τοὺς διαδεξαμένους τὴν Μακεδόνων ἀρχήν, Ἀντιόχου τῶν ἄνω σατραπειῶν ἄρχοντος Ἀρσάκης ὁ Παρθυαῖος διὰ τὴν εἰς τὸν ἀδελφὸν Τηριδάτην ὕβριν ἀγανακτήσας, πόλεμον πρὸς τὸν Ἀντιόχου σατράπην ἀράμενος, αἰτίαν δέδωκεν Παρθυαίοις ἐκβαλοῦσι Μακεδόνας εἰς ἑαυτοὺς τὴν ἀρχὴν περιστῆσαι.

τότε τοίνυν ἐπὶ Πέρσας ὁ βασιλεὺς ᾔει παρασκευῇ τῇ πάσῃ. τοῦ δὲ Ῥωμαϊκοῦ στρατοῦ δόξαντος ἐν τῇ πρώτῃ μάχῃ κεκρατηκέναι, Τιμησικλῆς ὁ τῆς αὐλῆς ὕπαρχος τελευτήσας ἠλάττωσε πολὺ τῷ βασιλεῖ τὴν ἐπὶ τῇ ἀσφαλείᾳ τῆς ἡγεμονίας πεποίθησιν. Φιλίππου γὰρ ὑπάρχου προχειρισθέντος, κατὰ βραχὺ τὰ τῆς εἰς τὸν βασιλέα τῶν στρατιωτῶν εὐνοίας ὑπέρρει.