Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

πάντων δὲ ὥσπερ ἐκ κάρου βαθέος ἀνασφηλάντων, ἐπιβουλὴ κατὰ. τοῦ βασιλεύοντος λαθραία συνίσταται, Μαξίμου καὶ Βαλβίνου στρατιώτας αὐτῷ τινὰς ἐπαναστησάντων: ἧς φωραθείσης αὐτοί τε οἱ τῆς σκευωρίας ἄρξαντες ἀναιροῦνται καὶ τῶν κοινωνησάντων αὐτοῖς οἱ πολλοί.

μετ̓ οὐ πολὺ δὲ καὶ Καρχηδόνιοι τῆς τοῦ βασιλέως εὐνοίας ἀλλοτριωθέντες Σαβινιανὸν εἰς βασιλείαν παράγουσιν: Γορδιανοῦ δὲ κινήσαντος τὰς ἐν Λιβύῃ δυνάμεις, ἐπανελθόντες πρὸς αὐτὸν τῇ γνώμῃ τὸν μὲν ἐπιθέμενον τῇ τυραννίδι παραδιδόασι, συγγνώμης δὲ τυχόντες τῶν περισχόντων αὐτοὺς κινδύνων ἠλευθερώθησαν.

ἐν τούτῳ δὴ πρὸς γάμον ἄγεται Γορδιανὸς Τιμησικλέους θυγατέρα, τῶν ἐπὶ παιδεύσει διαβοήτων ἀνδρός, ὃν ὕπαρχον τῆς αὐλῆς

14
ἀναδείξας ἔδοξεν τὸ διὰ τὸ νέον τῆς ἡλικίας τῇ κηδεμονιᾳ τῶν πραγμάτων ἐλλεῖπον ἀναπληροῦν.