Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τοῦ δὲ Μαξιμίνου τούτων ἀπαγγελθέντων ἐπὶ τὴν Ῥώμην ὁρμήσαντος ἅμα τοῖς Μαυρουσίοις καὶ Κελτικοῖς τέλεσιν, οἱ μὲν τὴν Ἀκυληίαν τεταγμένοι φυλάττειν ἀποκλείσαντες αὐτῷ τὰς πύλας ἐς πολιορκίαν καθίσταντο, τῶν δὲ συναραμένων αὐτῷ μόλις τὸ κοινῇ λυσιτελοῦν ἑλομένων συμφρονησάντων τε τοῖς καθελεῖν τὸν Μαξιμῖνον ἐσπουδακόσιν, εἰς ἔσχατον ἐληλακὼς κινδύνου προσάγει τὸν παῖδα τοῖς στρατιώταις ἱκέτην, ὡς ἀρκέσοντα διὰ τὴν ἡλικίαν εἰς οἶκτον ἐκ τῆς ὀργῆς αὐτοὺς μεταστῆσαι.

τῶν δὲ θυμῷ μείζονι τόν τε νέον οἰκτρῶς ἀνελόντων καὶ αὐτὸν παραχρῆμα κατασφαξάντων, ἐπελθών τις καὶ τὴν κεφαλὴν χωρίσας τοῦ σώματος ἐπὶ τὴν Ῥώμην

13
ἐπήγαγεν, σημεῖον ἐμφανὲς τοῦτο τῆς νίκης ποιούμενος. ταύτῃ τοίνυν ἀπαλλαγέντες τοῦ δέους τὴν ἐκ Λιβύης τῶν βασιλέων ἀνέμενον ἄφιξιν.