Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

βαρυνομένων δὲ τῶν ὑπὸ Ῥωμαίους ἐθνῶν ἐπὶ τῇ λίαν ὠμότητι καὶ συνταραττομένων ἐπὶ ταῖς προφανέσι πλεονεξίαις, οἱ τὴν Λιβύην οἰκοῦντες Γορδιανὸν καὶ τὸν ὁμώνυμον τούτῳ παῖδα βασιλέας ἀναδείξαντες, ἔστειλαν ἐν Ῥώμῃ πρέσβεις ἄλλους τε καὶ Βαλεριανόν, ὃς τοῦ ὑπατικοῦ τάγματος ὢν ἐβασίλευσεν ὕστερον. ἡ δὲ σύγκλητος τὸ πραχθὲν ἀσμενίσασα παρεσκευάζετο πρὸς τὴν τοῦ τυράννου καθαίρεσιν, τούς τε στρατιώτας εἰς ἐπανάστασιν ἐρεθίζουσα καὶ τὸν δῆμον ἀναμιμνήσκουσα τῶν εἰς ἕκαστον ἰδίᾳ καὶ κοινῇ πάντας ἀδικημάτων.

ἐπεὶ δὲ πᾶσι ταῦτα ἐδόκει, προχειρίζονται τῆς βουλῆς ἄνδρας εἴκοσι στρατηγίας ἐμπείρους: ἐκ τούτων αὐτοκράτορας ἑλόμενοι δύο, Βαλβῖνον καὶ Μάξιμον, προκαταλαβόντες τὰς ἐπὶ τὴν Ῥώμην φερούσας ὁδοὺς ἕτοιμοι πρὸς τὴν ἐπανάστασιν ἦσαν.

τοῦ δὲ Μαξιμίνου τούτων ἀπαγγελθέντων ἐπὶ τὴν Ῥώμην ὁρμήσαντος ἅμα τοῖς Μαυρουσίοις καὶ Κελτικοῖς τέλεσιν, οἱ μὲν τὴν Ἀκυληίαν τεταγμένοι φυλάττειν ἀποκλείσαντες αὐτῷ τὰς πύλας ἐς πολιορκίαν καθίσταντο, τῶν δὲ συναραμένων αὐτῷ μόλις τὸ κοινῇ λυσιτελοῦν ἑλομένων συμφρονησάντων τε τοῖς καθελεῖν τὸν Μαξιμῖνον ἐσπουδακόσιν, εἰς ἔσχατον ἐληλακὼς κινδύνου προσάγει τὸν παῖδα τοῖς στρατιώταις ἱκέτην, ὡς ἀρκέσοντα διὰ τὴν ἡλικίαν εἰς οἶκτον ἐκ τῆς ὀργῆς αὐτοὺς μεταστῆσαι.