Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἐντεῦθεν οἱ στρατιῶται κατὰ βραχὺ τῆς πρὸς Ἀλέξανδρον εὐνοίας ἀποστατοῦντες ἀπρόθυμοι περὶ τὰς τούτου προστάξεις ἐφαίνοντο, καὶ δέει τοῦ μὴ παθεῖν τι διὰ τὴν ῥᾳθυμίαν εἰς στάσεις ἐχώρουν, συστραφέντες τε παρήγαγον Ἀντωνῖνον εἰς βασιλείαν.

ἐπεὶ δὲ τὸν ὄγκον οὐκ ἐνεγκὼν τῆς ἀρχῆς φυγῇ κατέστησεν ἑαυτὸν ἀφανῆ, καὶ Οὐράνιος δέ τις ἐκ δουλείου γένους ἀναρρηθεὶς παραχρῆμα μετὰ τῆς ἁλουργίδος Ἀλεξάνδρῳ προσήχθη, τὸ μὲν κατὰ τοῦ βασιλέως ηὐξάνετο μῖσος, ὃ δὲ ἐπὶ τοῖς πανταχόθεν περιεστῶσιν ἀπορούμενος τῷ τε σώματι καὶ τοῖς κατὰ φύσιν λογισμοῖς ἀλλοιότερος ἦν, ὥστε καὶ φιλαργυρίας αὐτῷ νόσον ἐνσκῆψαι

11
καὶ χρημάτων ἐγκεῖσθαι συλλογῇ, ταῦτά τε παρὰ τῇ μητρὶ θησαυρίζειν.

ἐχόντων δὲ αὐτῷ τῶν πραγμάτων οὐχ ὑγιῶς, τὰ περὶ Παιονίαν καὶ Μυσίαν στρατεύματα καὶ πρότερον ἀλλοτρίως πρὸς αὐτὸν διακείμενα, τότε δὴ μᾶλλον πρὸς ἀπόστασιν ἐξηρέθιστο. τραπέντα δὲ εἰς νεωτερισμὸν ἄγει Μαξιμῖνον εἰς βασιλείαν, τότε τῆς Παιονικῆς ἴλης ἐξηγούμενον. καὶ Μαξιμῖνος μὲν τὰς περὶ αὐτὸν δυνάμεις ἀγείρας ἐπὶ τὴν Ἰταλίαν ἐξώρμησεν, ἀπαρασκεύῳ τῷ βασιλεῖ ῥᾷον οἰόμενος ἐπιθήσεσθαι: