Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἐπεὶ δὲ καὶ Ἀντωνῖνος ἔδωκε τῆς ἀδελφοκτονίας μετ̓ οὐ πολὺ δίκην, καὶ αὐτοῦ τοῦ παίσαντος τοῦτον ἀγνοηθέντος, τὰ μὲν ἐν Ῥώμῃ στρατόπεδα Μακρῖνον ὕπαρχον ὄντα τῆς αὐλῆς ἀναδείκνυσι βασιλέα, τὰ δὲ κατὰ τὴν ἑῴαν Ἐμισηνόν τι μειράκιον ὡς γένει τῇ Ἀντωνίνου μητρὶ συναπτόμενον.

ἑκάστου δὲ στρατεύματος τῆς οἰκείας ἀναρρήσεως ἀντεχομένου στάσις ἐμφύλιος ἦν, τῶν μὲν περὶ τὸν Ἐμισηνὸν Ἀντωνῖνον ἀγόντων αὐτὸν ἐπὶ τὴν Ῥώμην, τῶν δὲ Μακρίνου στρατιωτῶν ἐξορμησάντων ἀπὸ τῆς Ἰταλίας.

συμπεσόντων δὲ ἀλλήλοις τῶν στρατοπέδων ἐν τῇ κατὰ Συρίαν Ἀντιοχείᾳ, τῷ παντὶ Μακρῖνος ἐλαττωθεὶς καὶ φυγῇ τὸ στρατόπεδον καταλιπὼν εἰς τὸν μεταξὺ πορθμὸν Βυζαντίου καὶ Χαλκηδόνος ἁλίσκεται, καὶ τὸ σῶμα ξαινόμενος τελευτᾷ.