The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πᾶσα δὲ λωιτέρην καὶ ἀμείνονα δίζετο μορφήν.
  2. Κύπρις μὲν δολόμητις ἀναπτύξασα καλύπτρην
  3. λαὶ περόνην θυόεντα [*](So inferior MSS., making θυόεντα feminine; πτερὸν ἐθυνθέντα M.) διαστήσασα κομάων
  4. χρυσῷ μὲν πλοκάμους, χρυσῷ δʼ ἐστέψατο χαίτην.
  5. τοῖα δὲ παῖδας Ἔρωτας ἀνηΰτησεν ἰδοῦσα·
  6. ἐγγὺς ἀγών, φίλα τέκνα· περιπτύξασθε τιθήνην.
  7. σήμερον ἀγλαΐαι με διακρίνουσι προσώπων·
  8. δειμαίνω, τίνι μῆλον ὁ βουκόλος οὗτος ὀπάσσει.
  9. Ἥρην μὲν Χαρίτων ἱερὴν ἐνέπουσι τιθήνην,
  10. φασὶ δὲ κοιρανίην μεθέπειν καὶ σκῆπτρα φυλάσσειν·
  11. καὶ πολέμων βασίλειαν ἀεὶ καλέουσιν Ἀθήνην·
  12. μούνη Κύπρις ἄναλκις ἔην θεός. οὐ βασιλήων
  13. κοιρανίην, οὐκ ἔγχος ἀρήιον, οὐ βέλος ἕλκω.
  14. ἀλλὰ τί δειμαίνω περιώσιον ἀντὶ μὲν αἰχμῆς
  15. ὡς θοὸν ἔγχος ἔχουσα μελίφρονα δεσμὸν ἐρώτων;
  16. κεστὸν ἔχω καἰ κέντρον ἄγω καὶ τόξον ἀείρω,
  17. κεστόν, ὅθεν φιλότητος ἐμῆς ἐμὸν οἶστρον ἑλοῦσαι
  18. πολλάκις ὠδίνουσι καὶ οὐ θνῄσκουσι γυναῖκες.
  19. τοῖον ἐφεσπομένη ῥοδοδάκτυλος ἔννεπε Κύπρις.
  20. οἱ δʼ ἄρα μητρῴης ἐρατῆς ἀίοντες ἐφετμῆς