The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. μὴ διεροῖς στονόεντος ἐπʼ Εὐρώταο ῥεέθροις
  2. νηχομένην ἐκάλυψεν ὑποβρυχίην σε γαλήνη;
  3. ἀλλὰ καὶ ἐν ποταμοῖσι καὶ ἐν πελάγεσσι θαλάσσης
  4. νηιάδες ζώουσι καὶ οὐ κτείνουσι γυναῖκας.
  5. ὣς ἡ μὲν στενάχιζεν· ἀνακλίνουσα δὲ δειρὴν
  6. ὕπνον ἔπνει, θανάτοιο συνέμπορον· ἦ γὰρ ἐτύχθη
  7. ἄμφω ἀναγκαίη ξυνήια πάντα λαχόντε
  8. ἔργα παλαιοτέροιο κασιγνήτοιο διώκειν.
  9. ἔνθεν ἀκηχεμένοισι βαρυνόμεναι βλεφάροισι
  10. πολλάκις ὑπνώουσιν, ὅτε κλαίουσι, γυναῖκες.
  11. ἡ μὲν ἀλητεύουσα δολοφροσύνῃσιν ὀνείρων
  12. μητέρα παπταίνειν ὠίσατο, τοῖα δὲ κούρη
  13. ἴαχε θαμβήσασα καὶ ἀχνυμένη περ ἐοῦσα·
  14. χθιζὸν ὀδυρομένην με δόμων ἔκτοσθε φυγοῦσα
  15. κάλλιπες ὑπνώουσαν ὑπὲρ λεχέων γενετῆρος.
  16. ποῖον ὄρος μεθέηκα; τίνας προλέλοιπα κολώνας;
  17. οὕτω καλλικόμοιο μεθʼ ἁρμονίην Ἀφροδίτην Ἀφροδίτης;
  18. τοῖα δὲ φωνήσασα προσέννεπε Τυνδαρεώνη·
  19. τέκνον ἀκηχεμένη, μὴ μέμφεο δεινὰ παθούσῃ·
  20. ὁ χθιζός με μολών ἀπατήλιος ἥρπασεν ἀνήρ.