The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. κοῦρον ὀπιπεύειν θαλαμηπόλον—ὀψὲ δʼ ἀνέγνω,
  2. ὡς οὐκ ἔστιν Ἔρως· βελέων δʼ οὐκ εἶδε φαρέτρην—
  3. πολλάκι δʼ ἀγλαΐῃσιν ἐυγλήνοισι προσώπων
  4. παπταίνειν ἐδόκευε τὸν ἡμερίδων βασιλῆα·
  5. ἀλλʼ οὐχ ἡμερίδων θαλερὴν ἐδόκευεν ὀπώρην
  6. πεπταμένην χαρίεντος ἐπὶ ξυνοχῇσι καρήνου.
  7. ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
  8. ξεῖνε, πόθεν τελέθεις; ἐρατὸν γένος εἰπὲ καὶ ἡμῖν.
  9. ἀγλαΐην μὲν ἔοικας ἀριζήλῳ βασιλῆι,
  10. ἀλλὰ τεὴν οὐκ οἶδα παρʼ Ἀργείοισι γενέθλην.
  11. πᾶσαν Δευκαλίωνος ἀμύμονος οἶδα γενέθλην·
  12. οὐ Πύλον ἠμαθόεσσαν ἔχεις, Νηλήιον οὖδας,
  13. —Ἀντίλοχον δεδάηκα, τεὴν δʼ οὐκ εἶδον ὀπωπὴν
  14. οὐ Φθίην χαρίεσσαν, ἀριστήων τροφὸν ἀνδρῶν·
  15. οἶδα περικλήιστον ὅλον γένος Αἰακιδάων,
  16. ἀγλαΐην Πηλῆος, ἐυκλείην Τελαμῶνος,
  17. ἤθεα Πατρόκλοιο καὶ ἠνορέην Ἀχιλῆος.
  18. τοῖα Πάριν ποθέουσα λιγύθροος ἔννεπε νύμφη·
  19. αὐτὰρ ὁ μειλιχίην ἠμείβετο γῆρυν ἀνοίξας·
  20. εἴ τινά που Φρυγίης ἐνὶ πείρασι γαῖαν ἀκούεις,