The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. Φθίη βωτιάνειρα καὶ εὐρυάγυια Μυκήνη.
  2. ἔνθεν ἀνερχομένοιο παρʼ εἰαμενὰς Ἐρυμάνθου
  3. Σπάρτην καλλιγύναικα, φίλην πόλιν Ἀτρείωνος,
  4. κεκλιμένην ἐνόησεν ἐπʼ Εὐρώταο ῥεέθροις.
  5. ἄγχι δὲ ναιομένην ὑπὸ δάσκιον οὔρεος ὕλην
  6. γείτονα παπταίνων ἐρατὴν θηεῖτο Θεράπνην.
  7. οὔπω κεῖθεν ἔην δολιχὸς πλόος, οὐδέ γαλήνης
  8. δηρὸν ἐρεσσομένων ἠκούετο δοῦπος ἐρετμῶν,
  9. καὶ χθονὸς εὐκόλποισιν ἐπʼ ἠιόνεσσι βαλόντες
  10. πείσματα νηὸς ἔδησαν, ὅσοις ἁλὸς ἔργα μεμήλει.
  11. αὐτὰρ ὁ χιονέοιο λοεσσάμενος ποταμοῖο
  12. ᾤχετο φειδομένοισιν ἐπʼ ἴχνεσιν ἴχνος ἐρείδων,
  13. μὴ πόδες ἱμερόεντες ὑποχραίνοιντο κονίης,
  14. μὴ πλοκάμων κυνέῃσιν ἐπιβρίσαντες ἐθείρας
  15. ὀξύτερον σπεύδοντος ἀναστέλλοιεν ἀῆται.
  16. ἄρτι μὲν αἰπύδμητα φιλοξείνων ναετήρων
  17. δώματα παπταίνων καὶ γείτονας ἐγγύθι νηοὺς
  18. ἄστεος ἀγλαΐην διεμέτρεεν, ἔνθα μὲν αὐτῆς
  19. χρύσεον ἐνδαπίης θηεύμενος εἶδος Ἀθήνης,
  20. ἔνθα δὲ Καρνείοιο φίλον κτέρας Ἀπόλλωνος