De Incredibilibus (excerpta Vaticana)

Anonymi Paradoxographi

Anonymi Paradoxographi. Mythographi Graeci. Vol. 3, fasc. 2.Festa, Nicola, editor. Leipzig: Teubner, 1902.

Καὶ ὁ Ἴκαρος νεότητι καὶ ἀτασθαλίᾳ χρώμενος οὐκ ἐπιεικτὰ ζητῶν, ἀλλὰ πολὺ ἀρθεὶς τῷ νῷ, ἐξέπεσε τῆς ἀληθείας καὶ παντὸς ἀπεσφάλη τοῦ λόγου καὶ εἰς πέλαγος κατηνέχθη ἀβύσσων πραγμάτων, ὃν Ἕλληνες ἄλλως μυθολογοῦσι, καὶ κόλπον ἀπ᾿ αὐτοῦ Ἰκάριον πλάττουσιν.

Ἰὼ ἡ Ἀρέστορος ἱερᾶτο τῇ Ἥρᾳ. πρὸ γάμου δὲ κυήσασαν γνοὺς ὁ πατὴρ (οὐ γὰρ ἔτι αὐτῇ ἡ ὄψις παρθένιος ἦν, ἀλλ᾿ ὑπὸ τῆς ἀφροδισίου ἀκμῆς μείζων καὶ καλλίων αὑτῆς ἐφαίνετο, ὡς καὶ βοῦς ὑπὸ τῶν Ἀργείων ἐπονομάζεσθαι) ἐχαλέπαινέ τε καὶ ἐν φρουρᾷ εἶχεν αὐτήν, φύλακα ἐπιστήσας αὐτῇ τὸν τῆς μητρὸς ἀδελφὸν Ἄργον. καὶ ὁ μὲν Ἄργος ἄυπνος ὢν καὶ πάντη ἄφυκτος οὐδαμῶς αὐτὴν ἀνίει, ὅθεν καὶ Πανόπτης ἔσχεν ἐπίκλησιν· τῶν δὲ ἐπιχωρίων Ἑρμάων βουλομένης Ἰοῦς λαθὼν κτείνει τὸν Ἄργον, ἡ δὲ ὧδε ἐλευθερωθεῖσα φεύγει σὺν τοῖς πράξασιν ἐπιβᾶσα νεὼς φορτίδος, ὑπὸ δὲ χειμῶνος φορηθεῖσα ἀνὰ τὸ πέλαγος, ὃ καλεῖται Ἰόνιον, καὶ πολλαχοῦ προσπελασθεῖσα εἰς Ἀερίαν ἐκομίσθη καὶ θεὸς ἐνομίσθη διὰ τὸ κάλλος.

Οὕτω Χάραξ ἐν Ἑλληνικοῖς.

Ὁ Χάραξ οὕτω φησίν, ὅτι Σεμέλη ἡ Κάδμου θυγάτηρ λέγεται κυῆσαι πρὸ γάμου · ἐν δὲ ταῖς γοναῖς κεραυνοῦ κατασκήψαντος αὐτὴ μὲν ἠφανίσθη, τὸ δὲ βρέφος περιεγένετο. ἐκείνην μὲν οὖν, ὁποῖα ἐπὶ τοῖς διοβλήτοις λέγεται, θείας μοίρας λαχεῖν ᾠήθησαν καὶ Θυώνην ὠνόμασαν, τὸν δὲ παῖδα θειότατον ὄντα ὁ Κάδμος, διότι ἐκ πυρὸς ἐσώθη, περιεῖπε, καὶ τίθεται αὐτῷ τὸ τοῦ Αἰγυπτίου Διονύσου πάτριον ὄνομα. Ἀλέξανδρος δὲ ὁ Ἀφροδισιεὺς ἐν τοῖς Φυσικοῖς οὕτω φησίν, ὡς οὐκ ἀσκόπως μυθεύονται ἕπεσθαι βάκχην τῷ Διονύσῳ διὰ τὴν ἐκ τοῦ οἴνου χορείαν, σατύρους δὲ διὰ τὴν εὐκινησίαν, Λυδοὺς δὲ διὰ τό τινας ἐξ αὐτοῦ ἐκλύεσθαι, πάρδον δὲ διὰ τὴν πολυποίκιλον φαντασίαν τῶν οἰνωμένων· διάφορον γὰρ ἕκαστος καὶ ποικίλον ἀναδέχεται λογισμὸν ὑπὸ τοῦ οἴνου κινούμενος, πολύστικτος δὲ καὶ ἡ δορὰ τοῦ ζῴου · μίαν δὲ βάκχην μανεῖσαν δρᾶσαι φόνον, πολλοὶ γὰρ μεθυσθέντες ἐφόνευσαν · γυμνὸν δὲ ‹τὸν Διόνυσον› εἶναι διὰ τὴν ἀπὸ τοῦ οἴνου φανέρωσιν τῶν πινόντων τοῦ λογισμοῦ · ποθῆσαι δὲ Ἀφροδίτην καὶ Ἀριάδνην, ὅτι τοῖς οἰνωθεῖσι παρέπεται πλείστη τῶν γυναικῶν ἐπιθυμία· ‹ἔχειν δὲ› καὶ ‹φαλακρόν τινα διὰ τὸ μάλιστα τὸ ἐγκέφαλον› ἐρημοῦν τε καὶ βλάπτειν καὶ μαραίνειν τὸ σῶμα τὸν πολὺν οἶνον· ὅθεν καὶ μάρωνα αὐτὸν λέγουσιν · *** ὑπὸ πυρὸς δὲ κεραυνωθῆναι καὶ ἐν μηρῷ βληθῆναι, ὅτι πολλάκις ὁ οἶνος ἡλιαζόμενος τελειοῦται τῇ κράσει καὶ ‹τῇ› δυνάμει τοῖς κεραμίοις κρυπτόμενος · τέσσαρας δὲ γυναῖκας εἶναι αὐτῷ ἀδελφὰς διὰ τὸ τέσσαρας τροπὰς ἔχειν καὶ μεταβολὰς τὸν οἶνον.