In Aristotelis Libros De Anima Paraphrasis

Sophonias

Sophonias. In Aristotelis Libros De Anima Paraphrasis (Commentaria in Aristotelem Graeca, 23.1). Hayduck, Michael, editor. Leipzig: Reimer, 1883.

[*](ΙΙ1)

ἐπειδὴ τὰ παραδεδομένα περὶ ψυχῆς παρὰ τῶν ἄλλων, ἐφ’ ὅσον ἀπεφήνατο τῶν πρότερον, εἴρηται σχεδόν, νῦν ὥσπερ ἐξ ὑπαρχῆς πάλιν ἐπαν- ίωμεν πειρώμενοι διορίσαι ἁμωσγέπως, τί ἐστι ψυχὴ καὶ τίς ἄν εἴη κοινότατος τατὸς λόγος αὐτῆς. εἰ δὲ μὴ ὁρισμὸν εὑρεῖν εὐχερές, ὡς τοῦ φύσει προτέρου καὶ ὑστέρου ἐνόντος κἀν ταῖς ψυχαῖς, ἀλλ’ ἡμῖν γε ἀρκέσει κἀν τῷ παρόντι τὸ δι’ ὑπογραφῆς καὶ μετρίως ἀποδοῦναί τινα λόγον τοῖς ὁμωνύμοις κοινότατον. εὐπετὲς δ’ ἄν εἴη τοῦτο, εἰ οὕτω τῇ διαιρέσει χρησαίμεθα. τῶν ὄντων τὸ μὲν οὐσία, τὸ δὲ συμβεβηκός· καὶ τοῦ συμβεβηκότος τὸ μὲν ποσόν, τὸ δὲ ποιόν, τὸ δὲ πρός τι ἢ ἄλλη τις τῶν ἀπηριθμημένων ἐννέα κατηγοριῶν. οὐκ ἄν ἔν τινι τούτων ὡς ἐν γένει εἴη ψυχή, οὐδὲ ὅλως συμβεβηκός. οὔτε γὰρ ποσόν· φθάνομεν γὰρ ἀποδεδειχότες μήτε τὸ συνεχὲς ἐπὶ ψυχῆς ἀληθεύεσθαι ἐν τοῖς διηπορημένοις πρὸς Τίμαιον μήτε τὸ διωρισμένον ἐν οἷς ἀντελέγομεν Ξενοκράτει. ποιὸν δὲ ἢ πρός τι πῶς ἄν εἴη; τὰ γὰρ αὐτὰ ἄν εἴποι τις κἀν τούτοις, ὅσα καὶ περὶ ἁρμονίας. εἰ δὲ μηδὲν τούτων, σχολῇ γ’ ἄν εἴη τι τῶν ἄλλων, οἷς γένεσις ἡ μετὰ τῆς οὐσίας τουτωνὶ συμπλοκή. λείπεται τοίνυν τὴν ψυχὴν ὡς εἰς γένος ἐν τῇ οὐσίᾳ ζητεῖν. ἐπεὶ δὲ καὶ αὕτη γένος ὅν τι τοῦ ὄντος οὖσα τριττὴν ἄλλως ἐδέξατο τὴν διαίρεσιν τὸ μὲν γὰρ αὐτῆς ὡς ὕλη, ὃ καθ’ αὑτὸ μὲν οὐκ ἔστι τόδε τι, ἀρρύθμιστον ὂν καὶ ἀσύντακτον, τὸ δὲ ἕτερον τὸ εἶδος καὶ ἡ μορφή, καθ’ ἣν ἤδη λέγεται τόδε τι καὶ ἕκαστον τῶν ὄντων ὀνόματος κεκοινώνηκε καὶ τῶν ἑτέρων διώρισται ὑφεστηκὸς καθ’ αὑτό, καὶ τρίτον τὸ ἐκ τούτων, οἷον τὰ σύνθετα σώματα), ἐν τίνι τούτων ἡ ψυχή, καὶ ἐπεὶ οὐ τὸ σύνθετον, ποτέρῳ τῶν ἁπλῶν καὶ εἰ μᾶλλον εἶδος, ὧδ’ ἔσται δῆλον. ἡ μὲν οὖν ὕλη δύναμις· οὐδὲν γάρ ἐστι τῶν εἰδῶν ἀφωρισμένως, ἀλλὰ δυνάμει πάντα· καὶ οὔτε ὕλη του τὸ ἀνεπίδεκτον ἐκείνου οὐκ ἄν γὰρ σκευῶν κεραμικῶν ὕλη λίθοι· οὐδὲ γὰρ πέφυκεν) οὔτε τὸ μηκέτι δυνατὸν τῷ ἤδη ἐνεργείᾳ τὸ εἶδος ἔχειν· ὁ κέραμος γὰρ οὔτ’ ἄλλου γένοιτ’ ἂν ὕλη οὐθ’ ἑαυτοῦ· ἔστι γάρ. λείπεται τὴν ἀληθινὴν καὶ πρώτην ὕλην ἐκτὸς τούτων καὶ δυνάμει ἐννοεῖσθαι. ἀλλ’ ὕλη μὲν τοῦτο τὸ δὲ εἶδος ἐντελέχεια εἴτ’ οὖν τοὐ πράγματος ὡς ὑποκειμένου τελείωσις. ᾧ γὰρ ἑκάστῳ τὸ εἶναι, τοῦτο δὴ αὐτοῦ καὶ ἡ τελειότης· κατὰ δὲ τὸ εἶδος ἑκάστῳ τὸ εἶναι· ἐν τούτῳ ἄρα δὴ καὶ τὸ τέ- λειον. διττὸν καὶ τὸ τῆς ἐντελεχείας, τὸ μὲν ὡς ἐπιστήμη τὸ δὲ ὡς θεωρία, εἴτ’ οὖν τὸ μὲν καθ’ ἕξιν, ὃ καὶ χρόνῳ καὶ φύσει πρότερον, τὸ δὲ κατ’ ἐνέρ- γειαν ὕστερον. τριττὸν δὲ καὶ τὸ σῶμα, τὸ μὲν φυσικὸν ὡς λίθοι καὶ ἄνθρωποι, τὸ δὲ τεχνητὸν ὡς κλίνη καὶ ἱμάτιον· οὐ γάρ τι σῶμα ᾗ σῶμα τεχνη [*](1 Ἀρχὴτμήματος AC: Τοῦ αὐτοῦ εἰς τὸ δεύτερον τμῆμα Β 2 παρὰ] περὶ C) [*](3 ἐπανίομεν Α 6 καὶ τοῦ ὑστέρου AC 16 ἡ om. Β 18 διαίρεσιν] διαιρετικὴν Β 23 ὧδε δ’ ἔσται AC 25 τοῦ τὸ C: τοῦτο Β 26 κεραμεικῶν A) [*](32 καὶ om. B 34 δὲ om. A)

41
τόν · εντι δὲ καὶ μαθηματικὰ σώματα λέγεται τρίγωνα καὶ τετράγωνα, τὰ ἐξ ἀναλήψεως καὶ ἀφαιρέσεως τῶν αἰσθητῶν ἐν τῇ ψυχῇ συνιστάμενα. τὰ μὲν οὖν ἄλλα παρείσθω· οὐσίαι δὲ μάλιστα δοκοῦσι τὰ φυσικά· ταῦτα γὰρ καὶ τῶν ἄλλων ἀρχαί. τῶν δὲ φυσικῶν τὰ μὲν ἔχει ζωήν, τὰ δ’ οὐκ ἔχει· ζωὴν δὲ λέγω τὴν δι’ αὑτοῦ τροφήν τε καὶ αὔξησιν. οὐ γὰρ ἡ πρόσθεσις αὔξησις, ἐπεὶ μηδ’ ὑφ’ αὑτοῦ μηδ’ ἠλλοίωται, οἷον εἴ τις τῷ ἐν ἀμφορεῖ ἐπιβάλοι ὕδατι καὶ αὐξήσειεν· οὐδὲ τῷ εἰς πλεῖον τὸ πῦρ αἴρεσθαι τρέφεται, ἀλλὰ τοῦτο μὲν μᾶλλον γένεσις, τρέφεται δὲ οἷς δι’ ὀργανικῶν μορίων κατὰ πᾶν μέρος ἡ τροφὴ προσφέρεται καὶ ἀλλοιουμένη προσφύεται. ὥστε πᾶν σῶμα φυσικὸν μετέχον ζωῆς οὐσία ἂν εἴη, οὐσία δὲ οὕτως ὡς συνθετή. καὶ τὰ μὲν ἀπλᾶ σώματα ἐκ τῆς ἁπλῶς ὕλης καὶ τοῦ εἴδους εἰσί, τὰ δὲ πρὸς τούτοις καὶ ἔμψυχα ὥσπερ δεύτερα ὑποκείμενα χρηματίζουσι τῆς ἐν αὐτοῖς ἐνούσης ζωῆς εἶδος οὔσης αὐτῶν. ἄγοντες δὲ τὴν διδασκαλίαν ἀπὸ τῶν σαφεστέρων ἐπὶ τὰ δυσληπτότερα τοσαῦτα δήπουθεν προσελάβομεν. ἐπεὶ δ’ ἐστὶ σῶμα καὶ τοιόνδε σῶμα τὸ ζωὴν ἔχον σύνθετον γὰρ ἐκ ζωῆς καὶ σώματος, καὶ τὸ μὲν ὥσπερ ὑποκείμενον καὶ ὕλη, τὸ δὲ ὡς ἐν ὑποκειμένῳ καὶ οἷον εἶδος καὶ μορφή), οὐκ ἄν φθάνοιμεν διαπορῆσαι πότερον τούτων ψυχή, καὶ ταύτην λαβόντες εἴημεν· τὴν γὰρ ἐν τῷ τοιούτῳ σώματι ζωὴν ψυχὴν εἶναι ἀνάγκη. τὸ μὲν γὰρ σῶμα πῶς ἄν εἴη ψυχή; οὐ γάρ ἐστι τῶν καθ᾿ ὑποκειμένου καὶ ἐν ἑτέρῳ ὄντων αὐτὸ ὂν ὑποκείμενον καὶ ὕλη. λείπεται τὴν ψυχὴν οὐσίαν εἶναι προσο- μολογεῖν ὡς εἶδος σώματος φυσικοῦ δυνάμει ζωὴν ἔχοντος. οὐσία δὲ ἡ ἐντε- λέχεια. τοιούτου ἄρα σώματος ἡ ψυχὴ ἐντελέχεια καὶ εἶδος. ἔτι ᾧ διαφέρει ἀλλήλων τὰ ὁμογενῆ, τοῦτο εἶδος αὐτῶν τὰ σώματα ὄντα ὁμογενῆ διαφέρει ἀλλήλων τῷ ἐμψύχῳ καὶ ἀψύχῳ ἡ ψυχὴ ἄρα τοῖς ἐμψύχοις εἶδος οὖσα καὶ ἐντελέχεια. διττὴ δὲ ἡ ἐντελέχεια, ὡς εἴρηται, ἡ μὲν ὡς ἐπιστήμη ἡ δὲ ὡς τὸ θεωρεῖν. φανερὸν οὖν εἶναι ἐν σώματι ἐντελέχειαν τὴν ψυχὴν ὡς ἐπιστήμην. ἐν γὰρ τῷ ὑπάρχειν καὶ ὕπνος καὶ ἐγρήγορσίς ἐστιν· ἀνάλογον δὲ ἡ μὲν ἐγρήγορσις τῷ θεωρεῖν, ὁ δ’ ὕπνος τῷ ἔχειν καὶ μὴ ἐνεργεῖν. καὶ εἴδους ὅ ἄν τις ἴδοι καὶ ἐντελεχείας ὲν τούτῳ διαφοράν πᾶν μὲν γὰρ εἶδος ἐντελέχεια, οὐκ ἔμπαλιν δέ· ἡ γὰρ ἐνέργεια ἐντελέχεια μέν, οὐκ εἶδος δέ. καὶ πρότερον μὲν καὶ ὕστερον ἐπὶ τοῦ αὐτοῦ εἶδος ἑνὸς ὄντος οὐκ ἂν εἴποις, ἐν τελέχειαν δέ. προτέρα δὲ τῇ γενέσει ἐπὶ τοῦ αὐτοῦ ἡ μὲν ἐπιστήμη τοῦ θεωρεῖν, ἡ δὲ δύναμις τῆς ἐνεργείας. ἐν ἄλλῳ μὲν γὰρ καὶ ἄλλῳ προήγησαιτ᾿ ἄν πολλάκις ἡ ἐνέργεια τῆς δυνάμεως, ὡς ἐν διδασκάλῳ καὶ μαθητῇ · προτέρα γὰρ ἡ τελεία τοὐ διδάσκοντος ἐνέργεια τῆς ἀτελοῦς δυνάμεως τοῦ μανθάνοντος· ἐπὶ τοῦ αὐτοῦ δὲ ἐν ταῖς ἐν γενέσει καὶ φθορᾷ οὐκ ἐγχωρεῖ φύσεσιν. ἐν οἷς καὶ τῆς ἕξεως χωρίζεται ἡ ἐνέργεια οὐ γὰρ ἀεὶ θεωρεῖ ὁ γεωμέτρης), ἀλλ’ ἐν τοῖς θείοις καὶ ἀιδίοις σύνδρομος τῇ μὲν οὐσίᾳ ἡ δύναμις, ταύτῃ δὲ ἡ ἐνέργεια, καὶ ἀλλήλων καθάπαξ ἀχώριστοι· εἰ μήπου τις κἀν [*](1 τὰ] καὶ τὰ Β 2 ἀναλήσεως Α1 τῇ om. Α 4 post μὲν add. δὲ A 7 ἐρέσθαι A 10 fort. συνθετὸς Β 17 πότερον scripsi: ποτέρῳ libri 24 οὖσα] οὐσία AC 25 ὡς καὶ εἴρηται Α 31 εἴδους C ἐντελέχεια Β)
42
τοῖς θνητοῖς πρὸς τὸ καθόλου βλέψας σύνδρομα καὶ ὧδε λέγει· ἐν γὰρ τῷ παντὶ ἕξις ἀεὶ καὶ ἐνέργεια. καὶ εἴπερ δεῖ ὡς ἐν τῷ παντὶ ὅλως ἕτερον ἑτέ- ρου προτετιμῆσθαι, τὰ τέλεια τῶν ἀτελῶν προκέοιντο ἄν. τά τε γὰρ προακτικὰ τῶν αἰτίων κατὰ τελείαν ἑστῶτα ἐνέργειαν τὰ ὑφειμένα παράγουσιν, ἥ τε τοῦ παντὸς δημιουργία ἐκ τοῦ παντελῶς τελείου παρηγμένη συντέτακτο· τούτων οὕτως ἐχόντων ὁλοσχερώτερον ἡμεῖς τὴν ψυχὴν ὑπογράφοντες λέγομεν ψυχή ἐστιν ἡ πρώτη ἐντελέχεια σώματος φυσικοῦ δυνάμει ζωὴν ἔχοντος· τοιοῦτον δὲ ὃ ἄν ᾖ ὀργανικόν. πρόσκειται τὸ φυσικὸν διὰ τὰ τεχνητά, τὸ δυνάμενον ζῆν διά τε τὸ ἐν ἀρχαῖς σπέρμα καὶ τὸ νεκρόν, τὸ δὲ ὀργανικὸν διὰ τὰ ἁπλᾶ καὶ φυσικά· ἦν γὰρ ἄν τῷ πυρὶ ψυχὴ ἡ θερμαντικὴ δύναμις, πρώτη οὖσα αὐτοῦ ἐντελέχεια, εἴπερ ἦν ὀργανικόν· νυνὶ δὲ ποῖα ἐν πυρὶ θερμότητος ὄργανα; ἡ γοῦν ψυχὴ ποικίλως ἐνεργοῦσα διαφόροις ὀργάνοις προσχρήσεται τοῦ σώματος· διὸ τὸ μὴ τοιοῦτον, ὁποῖον τῶν ἁπλῶν, οὐδὲ ψυχῆς μετείλη- φεν. ἐπεὶ δὲ διαφορὰ κἀν ταῖς ψυχαῖς, καὶ ἡ μὲν τῶν φυτῶν ἁπλουστέρα καὶ ὑφειμένη, ποικιλωτέρα δὲ ἡ αἰσθητικὴ καὶ ὑπὲρ αὐτήν, ἔτι δὲ μᾶλλον ἡ πασῶν ἀνωτάτω καὶ λογική, ἀναλογοῦσι πρὸς τὰς ἐνεργείας καὶ τοῖς σωματικοῖς ὀργάνοις προσχρήσονται. ἐντεῦθεν ἁπλούστερον μὲν καὶ ἧττον ὀργανικὸν τὸ σῶμα τῶν φυτῶν τοὐ τῶν ἀλόγων ζώων, ἧττον δὲ τοῦτο τῶν λογικῶν. ὄργανα μὲν τὰ τῶν φυτῶν μέρη τῆς φυτικῆς ψυχῆς, ἀλλὰ παντελῶς ἁπλᾶ, οἷον τὸ φύλλον περικαρπίου σκέπασμα, τὸ δὲ περικάρπιον τοῦ κάρπου, αἱ δὲ ῥίζαι ἀναλογοῦσι τῷ στόματι· ἄμφω γὰρ ἕλκει τὴν τροφήν, ἐν μὲν τοῖς ζώοις τὸ στόμα, αἱ δὲ ῥίζαι τοῖς φυτοῖς.

Τοσαῦτα περὶ τοῦ τῆς ψυχῆς ὅρου παρεκβατικώτερον εἰπόντες, ἐπαναλαμβάνοντες καὶ ὥσπερ ἐπιδιορθούμενοι σαφέστερον ἐκτίθεμεν καὶ συνοπτικώτερον. εἰ γὰρ δή τι κοινὸν ἐπὶ πάσης ψυχῆς δεῖ λέγειν, εἴη ἄν ἐντελέχεια ἡ πρώτη σώματος φυσικοῦ ὀργανικοῦ· διὸ οὐ δεῖ ζητεῖν, εἰ ἓν ἡ ψυχὴ καὶ τὸ σῶμα, ὥσπερ οὐδὲ τὸν κηρὸν καὶ τὸ σχῆμα, οὐδ’ ὅλως τὴν ἑκάστου ὕλην καὶ τὸ οὗ ὕλη. ὡς γὰρ ἐπὶ τοῦ σφαιρικοῦ κηροῦ οὐ ζητοῦμεν, τί τὸ ἑνῶσαν τὸ σχῆμα καὶ τὸν κηρόν, πάθους ὄντος τοῦ σχήματος ἐν τῷ κηρῷ καὶ φύσει καὶ ἀπραγματεύτως ἐγγινομένου, ὡς δὲ καὶ ἐπὶ πάσης ὕλης ἐπιτηδείας καὶ παντὸς εἴδους, οὕτω τοι κἀν τῷ σώματι καὶ τῇ φυσικῇ ψυχῇ. προστίθεμεν φυσικὴν τὴν λογικὴν ὑπεξαίροντες εἰ δέ που καὶ συλλαμβάνοιτο καὶ εἶδος αὕτη κα- λοῖτο σώματος, ἀλλ’ οὐχ ἡ καθ’ αὑτὴν καὶ ἀπολελυμένη καὶ ἄφετος καὶ συνεστραμμένη πρὸς νοῦν, ἀλλὰ καθὸ συνδέδεται σώματι καὶ σχέσιν ἔχει. καὶ συμφθείρεσθαι δ’ ἄν εἰ λέγοιτο σώματι κατὰ τοῦτο, ὥσπερ τὸ εἶδος, τῷ οἴχε- σθαι τὰς πρὸς τὸ σῶμα ἐνεργείας αὐτῆς οἰχομένου σώματος, ὥσπερ τὴν ἐν [*](4 ἥςτε et fort, etiam δημιουργίας Β 6 ὁλοσχερώτερον cf. Roeper Philol. I 661. Nauck ib. IV 200 7 τοιοῦτον scripsi: τοιούτου libri 16 ἀναλογούσῃ C 19 ψυχῆς in mrg. add. C1 24 ἐκδίδομεν Α 26 post διὸ add. καὶ AC 28 οὐ om. C δ΄) [*](29 καὶ (post σχῆμα) repetit Β 30 ἐπιτη Α: ἐπιτήδι᾿ C 31 τῇ φυσικῇ ψυχῇ scripsi: τῆς φυσικῆς ψυχῆς libri προτίθεμεν C 33 οὐχ ἡ] οὐχ ἡ] Α: οὐχὶ C ἀπολελοιμένη C 34 πρὸς τὸν νοῦν Β1 καθὼς C 35 εἰ οm. C1 σώματι om. AC τῷ] τὸ Β)

43
τῶν χορδῶν, οὐδὲν ἄτοπον· αὐτὴν μέντοι τὴν θεωρητικὴν αὐτῆς δύναμιν καὶ ἐνέργειν καὶ τὴν νοερὰν οὐσίαν διεφθάρθαι λέγειν καὶ λελύσθαι σώματι, παντελῶς ἐμπλήκτων. ἔστιν οὖν ἡ ψυχὴ καὶ τὸ σῶμα ὅν, ὡς ἄν ὕλη καὶ εἶδος. ἐπεὶ δὲ τὸ ἓν καὶ τὸ εἶναι πλεοναχῶς λέγεται ἢ γὰρ τῷ γένει ἢ τῷ εἴδει ἢ ἀριθμῷ ἢ δεσμῷ ἢ κόλλῃ, καὶ ὅσα ἄλλα ἐν τοῖς πρώτοις διωρισάμεθα, καὶ τὸ εἶναι δὲ καὶ τὸ ὂν ἡ δυνάμει ἢ ἐνεργείᾳ), τὸ κράτιστον ἐν τούτοις καὶ τελεώτατον ἡ ἐντελέχειά ἐστι. καθόλου μὲν οὖν καὶ ὡς ἐν κεφαλαίῳ εἰπεῖν εἴρηται, τί ἐστι ψυχή· οἱ γὰρ ὁρισμοὶ ὁλοσχερώτερον καὶ συνοπτικώτερον ἐδήλουν τὴν φύσιν αὐτῆς, ὅτι οὐσία ἡ κατὰ τὸν λόγον. τοῦτο δὲ τὸ τί ἦν εἶναι τῷ τοιῳδὶ σώματι. τοῦτο δὲ εἶδος σώματος φυσικοῦ ὀργανικοῦ δυναμέ- νου ζῆν. εἰ δὲ δεῖ που διὰ τὸ σαφὲς καὶ ὑποδείγμασι χρήσασθαι, διπλᾶ προσθήσομεν, ἵν’ ᾖ καὶ φιλότιμον, τὸ μὲν τεχνικὸν καὶ ἐξ ἀναλογίας, τὸ δὲ φυσικὸν καὶ ψυχῆς ἐγγύτερον. ὥσπερ γὰρ εἰ ἦν ὁτιοῦν τῶν ὀργάνων φυσικὸν σῶμα οἴκοθεν ἐνεργοῦν καὶ μὴ ὡς νῦν τῷ τεχνίτῃ, οἷον ὁ πρίων, ἦν ἄν τὸ πρίονι εἶναι εἴτ’ οὗν τὸ τοιώσδε δύνασθαι τέμνειν καὶ ἐνεργεῖν ἡ οὐσία αὐτοῦ καὶ ἡ ψυχὴ τοῦτο, ἧς ἀπελθούσης ἀργὰ ἄν ἄλλως καὶ νεκρὰ τὰ καταλελειμ- μένα, ξύλον τοιόνδε καὶ σίδηρος ἔμελλε λείπεσθαι καὶ οὐκέτ’ ἄν ἦν πρίων ἀλλ’ ἢ ὁμωνύμως, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς καὶ τοῦ σώματος· ὃ δὲ ἀνομοιοῖ τὸ παράδειγμα, ὅτι νῦν ὁ πρίων καὶ ψυχὴν οὐκ ἔχων καὶ μὴ ἐνεργῶν οὐδὲν ἧττόν ἐστι πρίων καὶ οὐ] συνωνύμως, ζῶον δὲ οὐδαμῶς ψυχῆς ἀπολιπούσης. τοῦτο δέ, ὅτιπερ ἐκεῖνος οὐ φυσικὸν οὐδὲ κινούμενον ἐξ αὑτοῦ οὐκ ἔστι δὲ τοιούτου σώματος ἡ ψυχὴ τὸ τί ἦν εἶναι καὶ λόγος, ἀλλὰ φυσικοῦ τοιουδὶ ἔχοντος κινήσεως καὶ στάσεως ἀρχὴν ἐν ἑαυτῷ ὁ δὲ πέλεκυς ᾗ πέλεκυς κινεῖται οὐκ ἐξ αὑτοῦ, ἀλλ’ ἔξωθεν τῷ χρωμένῳ, ὡς καὶ πάντα τὰ τεχνητὰ ἀρχὴν ἔχοντα καὶ στάσεως καὶ κινήσεως, οὐκ ἐν αὐτοῖς μέντοι, ἐν τοῖς δημιουργήμασι δὲ ἢ ἐν τοῖς κινοῦσι. καὶ τοῦτο μὲν τοιοῦτον· τὸ δὲ ἕτερον δεῖ γὰρ σκοπεῖν καὶ ἐπὶ τῶν μερῶν, ἔχοι γὰρ ἂν οὕτω κατά τι τὸ καθόλου) εἰ γὰρ ἦν ὁ ὀφθαλμὸς ζῶον αὐτὸς καθ’ αὑτὸν δίχα τοῦ προσκεῖσθαι τῇ ὁλομελείᾳ τοῦ σώματος, ἦν ἄν τούτου ψυχὴ ἡ ὄψις καὶ ἡ ὁρατικὴ δύναμις καὶ ἐνέργεια· αὕτη γὰρ οὐσία ὀφθαλμοῦ ἡ κατὰ λόγον. ὁ γὰρ ὀφθαλμὸς αὐτός, τὸ ὑγρόν, τὸ λευκόν, οἱ διάφοροι χιτῶνες ὕλη ὄψεως, ἡ δ’ ὄψις καὶ ἡ ὅρασις εἶδος καὶ οὐσία, ἧς ἀπολιπούσης οὐκέτι ὀφθαλμὸς ἔσται· οὐ γὰρ ποιήσει τὰ ἑαυτοῦ οὐκ ὄψεται γάρ. εἰ δὲ καλοῖτο, ὁμωνύμως ἄν καλοῖτο καὶ οὐ κυρίως, ὡς ἄν εἰ καὶ τὸν λίθινον ὀφθαλμὸν φαῖμεν ἢ τὸν ἐν χρώμασιν. οὕτω τοι καὶ χεὶρ καὶ ποὺς καὶ εἴ τι ἄλλο μέρος τοῦ σώματος, ὅταν μὴ τὴν οἰκείαν καθ’ ἥν ἐστιν ἐνέργειαν ἀποδίδωσιν, ἢ οὐδὲ κοινωνήσειε τοῦ ὀνόματος ἢ οὐ κυρίως. ὃ οὖν ἐπὶ ἑνὸς μέρους, τοῦτο δεῖ λαβεῖν καὶ ἐπὶ ὅλου τοῦ ζῶντος σώματος· [*](1 τῇ om. A1 κατεαγεισῶν scripsi: κατεαγουσῶν libri 5 τῷ ante εἴδει om. AC 6 ἐν τοῖς πρώτοις] Metaph. Δ, 6. 7 Ι,1 7 τῷ εἶναι C 9 ὁλοσχερέστερον Β 10 αὐτὴ AC 14 ὁτοιοῦν AC 21 οὐ delevi ἀπο- λειπούσης AC 23 καὶ ὁ λόγος Α 27 μὲν] μέντοι Β 29 ὁ om. C 31 κατὰ τὸν λόγον Α 33 ἀπολειπούσης AC 35 φαῖμεν ὀφθαλμὸν AC)
44
ἀνάλογον γὰρ ἔχει ὡς τὸ μέρος πρὸς τὸ μέρος, ἡ ὅλη αἴσθησις πρὸς ὅλον τὸ αἰσθητικὸν ᾗ τοιοῦτον. ἐπεὶ γὰρ τῶν αἰσθητηρίων ἕκαστον κατά τινα τῆς ψυχῆς αἰσθητικὴν χαρακτηρίζεται δύναμιν, ἐξαιρουμένης τῆς ἁφῆς δι’ ὅλου ἡκούσης τοῦ σώματος, ὡς ἄν ἑκάστη αἴσθησις πρὸς ·τὸ ὑποκείμενον αὐτῇ αἰ· σωτήριον ἔχοι, οὕτως ἡ ὅλη ψυχὴ πρὸς ὅλον τὸ σῶμα ἕξει, καθὸ αἰσθητικόν· οὐ γάρ, καθὸ βαρὺ ἢ κοῦφον ἢ τοσόνδε ἐστὶν ἢ τοιόνδε χρῶμα ἢ σχῆμα ἔχει ἢ ποῦ ὂν ἢ ποτέ, εἰδοποιεῖται ὑπὸ ψυχῆς, ἀλλὰ καθὸ φυσικὸν δυνάμει ζωὴν ἔχον. ἔστι δὲ τὸ δυνάμει ὂν σῶμα ὥστε ζῆν οὔτε τὸ πρότερον ἔχον ψυχὴν καὶ ἀποβεβληκὸς νῦν, ὥσπερ τὸ νεκρωθέν, οὔτε τὸ κατ’ ἐπιτηδειότητα δυνατόν, μήπω δέ, ὥσπερ τὸ σπέρμα καὶ ὁ καρπός, ἀλλὰ τὸ ἤδη ἔχον ζωὴν καὶ ἐνεργόν, ὡς τὰ τῶν ζώων σώματα. ἀπορήσειε δ’ ἄν τις, πῶς δυνάμει τὸ ἐνεργείᾳ ζῶν. λέγομεν δέ, ὥσπερ ὁ ὀφθαλμὸς δυνάμει ἐστὶν ὁρατικὸς αὐτὸς καθ’ ἑαυτόν, οὐχ ὁρᾷ δὲ ἐνεργείᾳ ἄνευ τῆς τοῦ φωτὸς ἐλλάμψεως, καὶ εἴ τις δὲ ὁρῶντος ἐνεργεία τοῦ ὀφθαλμοῦ λέγει ὁρατικὸν εἶναι δυνάμει, ἀληθεύει αὐτὸς γὰρ κατὰ τὴν ἑαυτοῦ οὐσίαν μόνην τὴν εἰς τὸ ὁρᾶν ἔχει ἐπιτηδειότητα, τῆς ἐνεργείας ἐξ ἑτέρου τοῦ φωτὸς παραγινομένης), οὕτω τοι καὶ ἐπὶ τοῦ ὅλου σώματος καὶ τῆς ψυχῆς αὐτὸ μὲν τὸ σῶμα, ὅσον ἀφ’ ἑαυτοῦ, τὴν ἐπι- τηδειότητα μόνην ἔχει, ἡ μέντοι κατ’ ἐνέργειαν ζωὴ ὡς τελείῳ ὀργάνῳ ἐκ τῆς ψυχῆς παραγίνεται. ἐπεὶ δὲ διττὴν ἄνω τὴν ἐντελέχειαν ἐμανθάνομεν, τὸ μὲν αὐτῆς ἕξιν τὸ δὲ ἐνέργειαν ὀνομάζοντες, ἄμφω δὲ τῷ σώματι, καὶ ὕπνος καὶ αἴσθησις, ψυχῆς ἐνούσης ἐγγίνεται, εἴη ἄν ὡς μὲν ἐκεῖ ἡ πρίσις καὶ ἡ ὅρασις ἐντελέχειαι κατ’ ἐνέργειαν, ἡ μὲν τοῦ πρίονος ἡ δὲ τοῦ ὀφθαλμοῦ, οὕτως ὧδε ἡ ἐγρήγορσις ἐντελέχεια ὡς δ’ αὖ ἡ ὄψις καὶ ἡ δύναμις τῆς εὐκαίρου χρείας τοῦ ὀργάνου κατὰ δύναμιν ἐκεῖ, οὕτως ἐν τῷ σώματι ὧδε τῷ δυνάμει ὄντι ἡ ψυχή καὶ ὥσπερ ὁ ὀφθαλμὸς οὐχ ἡ κόρη μόνη μετὰ τῶν χιτώνων καὶ ὑγρῶν ἐστιν οὐδ’ αὖ ἡ ὄψις μόνη, ἀλλ’ ὁμοῦ τὸ ἅπαν ὁ ὀφθαλμός, οὕτως ἡ ψυχὴ καὶ τὸ σῶμα οὐδὲν ἀνὰ μέρος ζῶον, ἀλλὰ τὸ συνάμφω. τούτων οὕτω διωρισμένων οὐκ ἄδηλον ὡς ἤτοι μέρη τῆς ψυχῆς τῆς ἐν θνητοῖς ζώοις ἢ καὶ ὅλη, εἰ μὴ μεριστή, οὐκ ἔστι χωριστὴ τοῦ σώματος, οὗ ἐστι ψυχή. ἔνια γὰρ τῶν τῆς ψυχῆς μορίων ἐντελέχειαι αὐτῶν τῶν μερῶν ἐστι τοῦ σώματος· ἡ γὰρ θρεπτικὴ δύναμις αὐτοῦ τοῦ τρεφομένου ἐστὶ τελειότης σώματος, ὁμοίως καὶ ἡ αὐξητικὴ καὶ ἡ γεννητική. ἔτι μέντοι καὶ ἡ αἰσθητικὴ αἰσθητηρίου τινὸς τυγχάνει τελείωσις, καὶ τὸ ὀρεκτικὸν αὐτὸ συνέχει τι μόριον σώματος. εἰ οὗν οὕτω ταῦτα καὶ τελειωτικά πώς εἰσιν, οὐκ ἂν χωρισθήσονται. τί δὲ καὶ χωρισθέντα ἐνεργήσουσιν; τί γὰρ ἡ θρέψις θρέψει ἢ αὐξήσει ἡ αὔξησις ἢ ἡ αἴσθησις αἰσθανθήσεται; ἀλλ’ ὥσπερ ταῦτα καὶ τὰ τούτοις ὅμοια, ὧν αἱ ἐνέργειαι ἀχώριστοι καὶ εἴδη τῶν ὑποκειμένων τυγχάνει καὶ τελειότητες, ἀχώριστά εἰσι σώματος, οὕτως οὐδὲν κωλύει ἔνια χωριστὰ εἶναι, οἷον ἴσως τὸν νοῦν αὐτόν, ὅ τί ποτε καὶ ἔστι, τὴν θεωρητικὴν καὶ οὐσιώδη δύναμιν καὶ ἐνέργειαν. οὐ γὰρ δοκεῖ γε οὗτος σώματος ἐντελέχεια οὐδενὸς οὐδὲ καθάπαξ [*](1 πρὸς τὸ ὅλον Α 9 ἐπιτηδειότητος Α 17 ἀφ’ ἑαυτοῦ] ἐφ’ ἑαυτῷ Philoponus 22 ἐντελέχεια Α 28 τοῖς ὲν C 30 ἐντελέχεια A 36 ἡ om. AC 38 σώματα Β)
45
μεμῖχθαι σώματι. μὴ καὶ δοκῶμεν ἀφιλοσόφως τῷ λόγῳ προσφέρεσθαι καὶ τὴν σκιὰν αὑτῶν ὃ λέγεται δεδοικότες, τῇ λογικῇ ψυχῇ οὐχ ὁλοτελῶς αὐτόθεν ἀποφαινόμενοι τὸ ἀθάνατον, ἀλλὰ δειλιῶμεν καὶ ἐνδοιάζωμεν τῷ τῆς ἐντελε- χείας ὀνόματι προστριβόμενοι. τὸ δέ ἐστιν ἄδηλον, εἰ μᾶλλον οὕτως ἡ ἀνθρωπένη ψυχὴ ἐντελέχεια σώματος, ὥσπερ ὁ πλωτὴρ τοῦ πλοίου, ἢ ὥσπερ ἐλέγετο πρότερον. καὶ τῶν μὲν ἐνεργειῶν, αἷς ἐπὶ τῶν οἰάκων καθημένη τοῦ σώματος διῴκει τοῦτο καὶ χειμαζόμενον συνεῖχεν, ἀπολυθεῖσα τοῦ βυθοῦ τῆς γενέσεως παύσαιτο, αὐτὴ δὲ ἔσται πρὸς αὐτὴν ἄσχετος καὶ ἀπόλυτος, ἑστῶσα ἐν ἀκυμάντῳ λιμένι γαληνιῶσα, θεωροῦσα τὸ ὂν ἐν αἰῶνι τὴν οὐσίαν ἔχουσα καὶ τὴν νόησιν. ὡς μὲν οὖν εἰπεῖν τύπῳ περὶ πάσης ψυχῆς εἰρήσθω τὸν τρίπον τοῦτον.

Πειρατέον δὲ οὕτω γε πάλιν ἐπελθεῖν περὶ αὐτῆς. διδασκαλικώτερον δὲ [*](ΙΙ2) τὴν τῆς ψυχῆς ἱστορίαν μετιόντες καὶ δήπου τοῖς διδασκαλικοῖς τῶν τρόπων ἑπόμενοι τὸ δὲ ἄρχεσθαι ἐκ τῶν ἀσαφῶν μὲν τῇ φύσει, φανερωτέρων δὲ ἡμῖν· τοῦτο γὰρ σαφὲς καὶ κατὰ τὸν λόγον γνωριμώτερον γίνεται) τοῦ διότι τὸ ὅτι προεκτεθείκαμεν. ὅτι μὲν γάρ ἐστι ψυχὴ δεδειγμένον ἔχομεν ἐντε- λέχεια γὰρ σώματος φυσικοῦ ὀργανικοῦ· διότι δὲ καὶ ὅπως ἐντελέχεια, λείπεται προσεξετάζειν τοῖς ἐφεξῆς. οὐ γὰρ μόνον τὸ ὅτι δεῖ ἔχειν τὸν ὁριστικὸν λόγον, ὥσπερ οἱ πλεῖστοι τῶν ὅρων ἔχουσιν, ἀλλὰ καὶ τὴν αἰτίαν ὑπάρχειν δεῖ. τοῖς δυσὶ δὲ τούτοις κἀκεῖνα τὰ τέτταρα τῶν προβλημάτων ὑπάγεται, εἰ ἔστι, τί ἐστιν, ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι· τά τε γὰρ πρῶτα τρία ὡς περὶ τὴν τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ στρεφόμενα εὕρεσιν τῷ ὅτι περιελήφθησαν, ταὐτὸν δὲ τῷ διότι τὸ διὰ τί ἐστι τὸ τάξει τελευταῖον καὶ ἔσχατον. οὐχ ὥσπερ δὲ τὸ ὅτι διὰ τοῦ βραχυτάτου ἐνδειξάμενοι ἀπηλλάγημεν, οὕτω καὶ περὶ τοῦ διότι ὀλίγα εἰπόντες ἀρκέσομεν· ἀλλ’ εἰ καὶ ἐν ὅλοις τοῖς ἐφεξῆς δυσὶ βιβλίοις περὶ αὐτοῦ πραγματευομένοις γένοιτό τι διαλαβεῖν ἱκανόν, ἀγαπᾶν χρή. εἰ γὰρ τὴν ὅλην ψυχὴν ἑρμηνεῦσαι δεῖ, ὅπως ὅλου τοῦ σώματος ἐντελέχεια, καὶ ὅπως τὰ μέρη τῶν μερῶν, πρότερον δεῖ. εἰ δὲ ταῦτα τριττά, τὰ μὲν λογικὰ τὰ δὲ αἰσθητικὰ τὰ δὲ φυτικά, δεήσει περὶ τοῦ καθ’ ἕκαστον ἰδίως ἐπελθεῖν· καὶ πρῶτον περὶ τῶν φυτικῶν, τί θρεπτικὸν καὶ τίνων καὶ ὅπως, καὶ πρὸ τούτων τί τὸ τρέφον, τί τὸ γεννητικὸν καὶ τίνων καὶ διὰ τί· οὕτω καὶ περὶ τοῦ αὐξητικοῦ. εἶτα ὁ τῶν αἰσθήσεων καὶ αἰσθητηρίων ἄνα. κύψει λόγος διεξιόντων, πῶς καὶ τούτων ἡ ψυχὴ ἐντελέχεια, ὑπὲρ ὧν ὅσον μὲν ἐργῶδες καὶ σαφὲς καὶ δι’ ὀλίγων εἰπεῖν, προιοῦσι γνωσθήσεται αἵ τε λογικαὶ δυνάμεις ὅλον τὸ τρίτον καὶ τελευταῖον τοῦ συντάγματος ἰδιώσαντο. καὶ ὡς πρὸς μὲν τὴν διδασκαλίαν, ὥσπερ εἴρηται, καὶ τὴν τῆς γνώσεως ἄνα. γωγὴν ἀρίστη τάξις ἡ ἀπὸ τῶν σαφεστέρων καὶ συντρόφων τῇ αἰσθήσει ἐπὶ [*](1 δοκοῦμεν A 2 αὐτῶν scripsi: αὐτῶν libri 3 ἐνδοιάζωμεν scripsi: ἐνδοιάζομεν libri καθήμενος Β: καθημένου C 8 αὕτη Α2 10 οὖν om. Β) [*](12 δὲ om. Α ἐπελθεῖν πάλιν AC 13 τὸν τρόπον Β 15 post ἡμῖν fort, intercidit μάλιστα διδασκαλικόν ἡμῖν τοῦτο γὰρ] σαφὲς Diels 16 δεδεγμένον Α1 18 τοῖς] τῆς Α1 23 τῷ διὰ τί Β 32 ἀνακύπτει C2) [*](35 ἰδιάσαντο Α)

46
τὰ δυσληπτότερα προοδεύουσα ἐπεὶ ἄλλως γε τίς οὐκ οἶδεν ἐν τῷ παντὶ προηγεῖσθαι μὲν τὰ τέλεια τῶν ἀτελῶν καὶ τὰ ἀρχηγικώτερα καὶ μᾶλλον αἴτια τῶν ἐκεῖθεν ἠρτημένων; οὐκοῦν πρότερον νοῦς, εἶτα αἴσθησις, εἶτα φυτικόν, ἃ τοῖς ζώοις ἀνάπαλιν συντετάχαται. οὕτω κἄν τὸ διότι τοῦ ὅτι πρότερον λέγοιτ᾿ ἄν ἐν τοῖς τῆς φύσεως λόγοις ὧν γὰρ ἐκείνη ποιεῖ, τοὺς λόγους, καθ’ οὕς, φθάνει προαποκειμένους ἔχουσα τύχη γὰρ καὶ αὐτόματον πρὸς τὴν φύσιν ἀντιδιέσταλται. δεῖ δὲ μὴ λανθάνειν καὶ καθ’ ὅσους τρόπους τὸ σαφὲς καὶ τὸ ἀσαφὲς ἡμῖν ἐλλαμβάνεται. ἔστι μὲν· γὰρ τὸ‘ καθόλου καὶ συγκεχυμένον, ὡς ἐν τῇ Φυσικῇ λέγεται, τοῦ μερικοῦ καὶ διηρθρωμένου μᾶλλον γνωριμώτερον ἡμῖν καὶ σαφέστερον, οἷον τὸ ἀπλῶς εἰδέναι σῶμα τοῦ ὅτι τοιόνδε, οἷον οὐρά- νιον ἢ ἐπίγειον καὶ τοίως ἢ τοιώσδε κέκραται, καὶ τὸ ἀπλῶς ζῶον τοῦ τοιοῦδε. εντι σαφέστερον καὶ τὸ τῇ αἰσθήσει πρῶτον, ὕστερον δὲ τῇ φύσει, ὡς τὰ με- ρικὰ τῶν καθόλου καὶ τὰ κατὰ σύνθεσιν τῶν ἁπλῶν· καὶ τρίτον τὸ ὅτι διότι. καὶ γὰρ ὅτι ἔχομεν ψυχὴν καὶ ὅτι ἀθάνατος εὐχερέστερον τοῖς πολλοῖς εἰδέναι, παρακολουθῆσαι δὲ τῷ ταῦτα κατασκευάζοντι λόγῳ ἔστιν οἷς καὶ τῶν ὑπὲρ τοὺς πολλοὺς ἐργωδέστατον. τούτων οὕτω διαιτηθέντων πάλιν ἐπαναλα- βόντες λέγομεν, ὡς δεῖ τῷ ὅρῳ προσκεῖσθαι καὶ τὴν αἰτίαν τοῦ πράγματος καὶ μὴ ὥσπερ· νῦν οἱ πλεῖστοι τῶν ὅρων ἔχουσιν· ὥσπερ γὰρ συμπεράσματα τὸ ὅλον οἱ λόγοι τῶν ὅρων εἰσὶ καὶ πλέον οὐδέν. λαμβανομένων γὰρ τῶν ὅρων τῶν μὲν ἐκ τῆς ὕλης, ὡς κἀν ταῖς ἀρχαῖς διωρίσθη, τῶν δὲ ἐκ τοὐ εἴδους τῶν δὲ ἐκ τοῦ συναμφοτέρου κρείττων μὲν τοῦ ἐξ ὕλης ὁ εἰδικός τελεώτερος γὰρ διὰ τὴν αἰτίαν), κρείττων ὅ ἀμφοτέρων ὁ ἐξ ἀμφοῖν τελεώτατος γάρ, τό τε πρᾶγμα ἔχων καὶ τὴν αἰτίαν αὐτοῦ. μεταγόμενοι δὲ πρὸς συλλογισμὸν ὁ μὲν ἔσται συμπέρασμα, ὁ δὲ μέσος ὅρος, ὁ δὲ παρὰ τοσοῦτον συλλογισμὸς τέλειος καὶ αὐτάρκης ἀπόδειξις, παρ’ ὅσον τῇ θέσει παρήλλακται. ἄλλως γὰρ ὑφ’ ἑνὸς ὁ ὅρος συνείρεται καὶ ἑτέρως ἡ ἀπόδειξις ἐκδιαλελυμένων τῇ ἐκθέσει τῶν ὅρων ἐν τῷ συλλογισμῷ πλέκεται, ἥ τε τάξις τῆς ἀγωγῆς ἑτέρα. σαφη- νιεῖ δὲ τεθὲν τὸ παράδειγμα θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. οὗτος ἐκ τοῦ συνάμφω ὃν εἰ διαλύσαιμεν, ὁ μὲν ἔσται ὕλης, ζέσις τοῦ περὶ καρδίαν αἵματος, ὁ δὲ μόνον εἶδος, θυμός ἐστιν ὄρεξις ἀντιλυπήσεως. συλλογιζομένων δὲ οὕτω θέσεως ἕξουσιν· ὁ θυμούμενος ὀρέγεται ἀντιλυπῆσαι, τοῦ τοιούτου δὲ ζεῖ τὸ περὶ καρδίαν αἷμα· τοῦ θυμουμένου ἄρα ζεῖ τὸ περὶ καρδίαν αἷμα. ὅλος μὲν ὁ συλλογισμὸς ὅρος καὶ ἀπόδειξις, τῶν μερῶν δὲ ὁ μὲν μέσος ὁρισμός, ὃν ἐξ αἰτίας καὶ εἴδους ἐλέγομεν, ὁ ἐξ ὕλης δὲ τὸ συμπέρασμα. καὶ καθόλου δέ, ὡς κἀν τοῖς Ἀναλυτικοῖς λέγεται, πᾶς ὅρος ἢ ἀπόδειξις θέσει διαφέρουσα ἢ ἀρχὴ ἀποδείξεως, εἰ μέσος καὶ αἴτιος, ἢ συμπέρασμα ἀποδείξεως, εἴπερ ὕλη καὶ ὑποκείμενον. οὕτω δὲ σαθρῶς [*](1 ἔιδεν C 2 μᾶλλον αἴτια] αἰτιώτερα Α 3 φυτικόν scripsi: φυτόν libri) [*](4 ἀναπλοῦν τετάχαται B κἄν scripsi: κἀν libri 9 ἐν τῇ Φυσικῇ] Phys. Α, 1 p. 184 a 21 10 σαφέστατον Α 14 διότι] διόλου Β 16 διατηθἐντων Β) [*](21 τελεώτερον Α1 22 ἀμφότερον A 25 παρήλλεκται C 26 συνείρηται Α) [*](30 τῆς ὑαλῆς ΑC εἶδος] an εἴδους? 33 σύλλογος B ἀπόδεξις Β) [*](35 δὲ (post καθόλου) om. AC κἄν Α κἀν τοῖς Ἀναυτικοῖς] Anal. post. Β, 10 p. 94 a 11)
47
ἔχει καὶ τοῖς ἐκείνως ὁριζομένοις, τί ἐστι τετραγωνισμός, τὸ ἴσον ἑτερομήκει ὀρθογώνιον εἶναι ἰσόπλευρον οὗτος γὰρ ἐκ μόνης τῆς ὕλης ὢν συμπέρασμά ἐστι τῆς ὅλης ἀποδείξεως. ἀλλ’ ὁ λέγων, τί ἐστι τετραγωνισμός, ὅτι μέσης εὕρεσις, τούτου μὲν κρείττων, ὅτι τοῦ πράγματος λέγει τὸ αἴτιον, χερείων δὲ τοῦ συνάμφω καὶ τῆς τελείας ἀποδείξεως, οἷον τετραγωνισμός ἐστι τὸ ἴσον ἑτερομήκει ὀρθογώνιον ποιῆσαι δι’ εὕρεσιν μέσης ἀναλόγου. καὶ τέλειος μὲν ὅρος τοῦτο, ἀποδείξις δὲ ὁ αὐτὸς οὕτως· ὁ τετραγωνίσαι βουλόμενος μέσην ἀνάλογον ζητεῖ εὑρεῖν· ἡ μέση εὑρεθεῖσα ἴσον ἑτερομήκει ὀρθογώνιον καὶ ἰσόπλευρον ποιεῖ· ὁ ἄρα τετραγωνίζων ἴσον ἑτερομήκει ὀρθογώνιον καὶ ἰσόπλευρον ποιεῖ. ἡμεῖς δ’ ἄν τοῦτο καὶ πρῶτον ἐθήκαμεν τὸ παράδειγμα καὶ μόνῳ ἠρκέσθημεν ἀκριβοῦντι τὴν τῶν κειμένων διάνοιαν, εἰ μὴ ἐκεῖνο δήπουθεν εὐλαβήθημεν θορυβῆσαι καὶ ξενοφωνῆσαι τοῖς ἀγεωμετρήτως ἡμῖν ἐντυγχάνουσιν· ὅθεν τῷ θυμῷ τὸν τάραχόν πως προκαταστέλλομεν. ἔτι δὲ καὶ ταῖς ἐπαγωγαῖς ἐπᾴσοντες διαλυσόμεθα τέλεον. ἔστι δὲ τετράγωνον μὲν ὃ ἰσόπλευρόν τέ ἐστι καὶ ὀρθογώνιον, ἑτερόμηκες δὲ ὃ τετράπλευρον μὲν καὶ ὀρθογώνιον, οὐκ ἰσόπλευρον δέ. πλευρὰ δὲ ἐν τούτοις ἐπὶ πλευρὰν πολλαπλασιασθεῖσα, ἡ πλάγιος πρὸς τὴν κατ’ εὐθεῖαν, τὸ ὅλον γίνεται. οἱ γοῦν τὸ ἑτερόμηκες τετραγωνίσαι βουλόμενοι μέσην ἀνάλογον ζητοῦσι καὶ ἐπεὶ ἑτερόμηκές ἐστι τὸ τὰς ἀπαντικρὺ πλευρὰς ἴσας ἀλλήλαις ἔχον, ἀνίσους δὲ πρὸς τὰς ἑτέρας καὶ θέσει διαφόρους, εἰ τὰς μὲν αὐτοῦ ἀνὰ ἡ πηχῶν φέρε θήσομεν τὰς δὲ ἀνὰ β΄, τὴν μέσην τῶν ἡ καὶ β΄ εὑρεθεῖσαν ἀνάλογον εὐθεῖαν ἐκείνην εἶναι τὴν μέσην ὑποληπτέον, ἣν ζητοῦμεν. αὕτη δὲ τὰ δ΄ ὡς γὰρ τὰ δ πρὸς τὰ η΄, τὰ β΄ πρὸς τὰ δ΄. τὸ γοῦν ἀπὸ ταύτης ἀναγραφὲν τετρά- γωνον ἴσον ἔσται τῷ προρρηθέντι ἑτερομήκει. δὶς γὰρ ἡ ις΄ οὕτω γὰρ ἐκείνῳ αἱ πλευραὶ εἶχον· καὶ τετράκις δ΄ ις΄, ὅπερ ἦν τὸ ἐκ τῆς ἀναλόγου τετράγωνον. ἀλλ’ αὕτη μὲν ἡ ἀναλογία ἐν διπλασίονι λόγῳ· ἐν ἡμιολίῳ δὲ οὕτω. τετράκις θ΄ λς΄ τοῦτο ἑτερόμηκες. μέσος δὲ ἀνάλογος τῶν θ΄ καὶ δ ὁ ς΄ ἐλήφθη γὰρ ἀπὸ μὲν τῶν δ΄ τὸ ἥμισυ, ἀπὸ δὲ τῶν θ τὸ τρίτον, καὶ συγκραθέντα πρὸς ἄλληλα τὸν ς΄ πεποιήκασι μέσον ὄντα καὶ ἀνάλογον. ὅταν γὰρ τρεῖς ἀριθμοὶ ἀνάλογοι ὦσι, τὸ ἀπὸ τῶν ἄκρων ἴσον ἔσται τῷ ἀπὸ τοῦ μέσου.

Tοσαῦτα παρειπόντες διὰ σαφήνειαν πάλιν ἐπανιόντες λέγομεν. τὴν ἀρχὴν ἐντεῦθεν τῆς σκέψεως ποιησάμενοι. τὸ ψυχὴν ἔχον σῶμα πρὸς τὸ μὴ ἔχον οὐκ ἄλλῳ ἢ τῷ ζῆν διορίζομεν. τὸ δὲ ζῆν εἰς πλείω τὸν ἀριθμὸν βλέψαντες εἴποιμεν· κἄν εἰ μόνον ἓν ὑπάρχει τι τούτων, ζῆν αὐτὸ λέγομεν. καὶ γὰρ ζωαὶ καὶ αἴσθησις καὶ νοῦς καὶ ἡ κατὰ τόπον κίνησις καὶ στάσις, ἔτι δὲ καὶ ἡ κατὰ τὸ τρέφειν καὶ αὐξάνεσθαι καὶ φθίνειν κίνησις· διὸ καὶ τὰ φυόμενα πάντα ζωῆς τινος δοκεῖ μετέχειν· αὐτὰ γὰρ ἐν αὑτοῖς φαίνεται τοιαύτην δύ- ναμιν ἔχοντα καὶ ἀρχήν, δι’ ἧς αὔξησίν τε λαμβάνει καὶ φθίσιν κατὰ τοὺς [*](1 ἐκείνοις Α1 6 ὀρθογώνιον ποιῆσαι AC Philopoiius: post ὀρθογώνιον add. ἰσότητα B 9 ὁ ἄρα—ποιεῖ (10) in mrg. add. Β 12 ἡμῖν] ὑμῶν C 14 τέλειον A 17 fort. πλαγία Β 25 ἐκεῖναι Β τετράκις scripsi: τέτραϊ libri) [*](30 ἀπὸ τῶν scripsi: ὑπὸ τῶν libri τῷ] τὸ C 33 ἢ τὸ ζῆν Α 34 κἀν AC) [*](35 αἰσθήσεις Β 36 post τὰ add. μὲν Β 37 αὐτοῖς scripsi: αὐτοῖς libri)

48
ἐναντίους τόπους. οὐ γὰρ ἄνω μὲν τρέφεται, κάτω δ’ οὔ, ἀλλὰ καὶ κάτω καὶ ἄνω καὶ πάντη. τούτῳ γὰρ τὴν πρόσθεσιν τῆς αὐξήσεως διεστέλλομεν, ὅτι ἡ μὲν εἰς πᾶν τὸ σῶμα καὶ κατὰ πάσας τὰς διαστάσεις, ἡ δὲ ἐν μέρει καὶ ἐφ’ ἑνί, ὥσπερ ἐν τῷ σωρῷ ἐπιβαλὼν σῖτον ἕτερον οὐχ ἅπαντα ηὔξησας, ἀλλ’ ἐκεῖνο τὸ μέρος τὸ δεδεγμένον τὴν πρόσθεσιν. ταῦτά τε οὖν ἐν τοῖς φυτοῖς ὁρᾶται· τρέφεται γὰρ καὶ διὰ τέλους ζῇ, ἕως ἄν δύναται λαμβάνειν τροφήν. δύναται δὲ τὸ θρεπτικὸν τῶν ἄλλων χωρίζεσθαι καὶ καθ’ αὑτὸ εἶναι, ὡς ἐν τοῖς φυτοῖς ὁρᾶται, αἰσθήσεως ἀμοιροῦσι καὶ λόγου· τούτου δὲ τἄλλα χωρισθῆναι καὶ ταῦτα ἐν τοῖς θνητοῖς ἀδύνατον. ἐπὶ μὲν γὰρ τοῖς θείοις ἴσως καὶ ἄχρηστος παντάπασιν ἡ θρεπτικὴ δύναμις μὴ οὔσης αὐξήσεως ἢ μειώσεως· ἀπροσδεᾶ γὰρ ἐκεῖνα καὶ θνητῆς πάσης δυσχερείας ἀνώτερα. ἀνθρώποις δὲ καὶ ἀλόγοις καὶ πρὸ τούτων φυτοῖς, οἷς πολλῶν ἐπιδεᾶ, καὶ τὸ τῆς τροφῆς διὰ τὴν ῥοὴν καὶ ἀπορροὴν αὐτόθεν ἀναγκαιότατον, προσανυφαῖνον τὸ ἀπορρεῦσαν ἐν σώματι κἀν τῇ ὕλῃ πασχούσῃ τὰ ἑαυτῆς τὸ εἶδος συνέχον ἐν τῇ ταὐτότητι. καὶ μέντοι καὶ θυμὸς καὶ ἐπιθυμία τοῖς θνητοῖς προσριφή- σεται, ἐφ’ οἷς καὶ τὸ βλάπτον καὶ ὠφελοῦν, τῇ μὲν ἵνα διώκῃ τὸ σῶζον, τῷ δὲ τὸ βλαβερὸν ἀποκρούηται. τὸ μὲν οὖν ἁπλῶς ζῆν διὰ ταύτην ὑπάρχει τὴν ἀρχήν, τῆς τροφῆς λέγω, πᾶσι τοῖς ζῶσιν εἰς πάντα φθάνουσαν. τὸ δὲ ζῶον, ἐπείπερ αἱ τέλειαι τῶν προσηγοριῶν τοῖς τελειοτέροις ἐπάγονται τῶν εἰδῶν, ἐκλήθη πρῶτον διὰ τὴν αἴσθησιν, ὥστε καὶ εἴ τι μὴ κινοῖτο μήδ’ ἀλλάττοι τόπον, ἔχει δὲ αἴσθησιν, ζῶον ἄν εἶναι φαῖμεν, καὶ οὐ μόνον κατὰ τὸ ἁπλοῦν τοῦ ζῆν σημαινόμενον. φαίνεται δὲ πολλὰ τοιαῦτ’ εἶναι τῶν ζώων μόνιμα καὶ μόνης τῆς ἁπτικῆς κοινωνοῦντα αἰσθήσεως. αὕτη γὰρ κοινοτάτη αἰσθήσεων καὶ φύσει πρώτως ἐνυπάρχει πᾶσι· τὸ γὰρ συνεισφερόμενον καὶ μὴ συνεισφέρον καὶ συναναιροῦν ἀναιρούμενον οὕτως ἄν καλοῖτο. ὥσπερ γὰρ τὸ θρεπτικὸν δύναται χωρίζεσθαι τῆς ἁφῆς καὶ πάσης αἰσθήσεως, <ὡς> εἶναι αὑτό, οὕτως αὕτη πάλιν τῶν ἄλλων αἰσθήσεων πάντα γὰρ τὰ ζῷα ἔχοντα φαίνεται τὴν ἁπτικὴν μόνην αἴσθησιν. δι’ ἣν δὲ αἰτίαν ταὐτόν τι τούτων ἑκατέροις συμβέβηκεν, ὕστερον ἐροῦμεν ἐπὶ τέλους κατὰ σχολήν · νυνὶ δ’ ἐπὶ τοσοῦτον εἰπόντες ἀρκέσομεν, ὡς ἐπείπερ τὸ σώζεσθαι τοῖς ζῶσι διὰ τὸ τρέφεσθαι, τροφὴ δὲ ὑγρὸν καὶ θερμὸν καὶ τὰ τούτοις ἐναντία, τοῖς μὲν οὖν· φυτοῖς διὰ τὸ μόνιμον ἀπέχρησεν εἰς τροφὴν τὸ προστυχὸν ἔγγιον, οἰκεῖον ὄν, τὰ δὲ κατὰ τόπον κινητικὰ καὶ ἄποθεν τὸ θρέψον ἐκποριζόμενα ἐνδεᾶ τῆς κὰτ τὴν ἁφὴν διακρίσεως τοὐ ὠφελοῦντος καὶ βλάπτοντος. ταῦτ’ ἄρα τῶν ἄλλων κοινότατα καὶ ἀναγκαιότατα, τροφὴ μὲν εἰς σωτηρίαν, ταύτης δὲ ἁφῇ τὰ ζῷα μετέχουσιν. αὐτῶν δὲ τούτων καὶ τῶν ἄλλων πάντων ἀρχὴ καὶ αἰτία ψυχὴ καὶ ἐν τούτοις ὥρισται, θρεπτικῷ, αἰσθητικῷ, διανοητικῷ, κινήσει. ὃ δὲ πρότερον ἠπορήσαμεν οὐδὲν κωλύει καὶ πάλιν ἐπαπορήσασθαι τῆς ἀκολουθίας διδούσης· πότερον γὰρ τῶν ἀπηριθμημένων ἕκαστόν ἐστι ψυχὴ καὶ ἀλλήλων [*](2 τοῦτο AC 12 ἐπιδεᾶ] an ἐπιδεῖ? 15 καὶ (ante θυμὸς) om. Α προσρρϊφθήσεται ΑC 21 ἔχοι Β 22 τοιαῦτ’ εἶναι πολλὰ AC 24 πρώτω συνυπάρχει C 26 ὡς addidi 29 ἐπὶ τέλους] καὶ Α: καὶ ἐπὶ τέλους C 35 ἁφῇ] ἁφὴ ἧς Β 36 καὶ τὰ ζῷα C)
49
ἀπέσχισται, ὡς ἄν εἰ καὶ πολλαὶ ψυχαὶ ἦσαν, ἢ μιᾶς τὰ πάντα μόρια ψυχῆς; καὶ εἰ τοῦτο, πότερον ὥστ’ εἶναι χωριστὰ μόνῳ λόγῳ καὶ ἐννοήματι, ὅλα δὲ τῇ περιχωρήσει διὰ πάντων ἓν καὶ τῷ ὑποκειμένῳ ταὐτά, ἢ καὶ τόπῳ; ὥσπερ καὶ ποιεῖν ἐλέγομεν Τίμαιον, ἄλλοις ἄλλα συντάττοντα τοῖς σωματικοῖς τὰ ψυχικά· καὶ περὶ μέν τινων οὐ χαλεπὸν ἰδεῖν, ὡς οὐ τοπικῶς ἀλλήλων διῄ- ρηνται, ἀλλὰ διὰ παντὸς ἰσομοίρως τοῦ ὑποκειμένου σώματος ἥκουσιν, οἷον τροφὴ καὶ αὔξησις ἐπὶ τοῖς φυτοῖς, αἴσθησις δὲ καὶ κίνησις ἐν τοῖς ζώοις. περὶ δὲ τῶν ἄλλων τὸ ἀληθὲς είπεῖν ἔχει ἀπορίαν. τὰ μὲν γὰρ φυτὰ φαίνεται διαιρούμενα ζῆν καὶ χωριζόμενα ἀπ’ ἀλλήλων, ὡς οὔσης τῆς ἐν αὐτοῖς ψυχῆς ἐντελεχείᾳ μὲν καὶ τῷ ὑποκειμένῳ μιᾶς ἐν ἑνὶ ἑκάστῳ τῶν φυτῶν, δυνάμει δὲ πολλῶν· καὶ περί τινας δὲ ἄλλας διαφόρους τῆς ψυχῆς δυνάμεις ὁρῶμεν συμβαῖνον ἐν τοῖς διατεμνομένοις τῶν ζώων τισί· καὶ γὰρ αἴσθησιν ἑκάτερον τῶν μερῶν τοῖς ἐντόμοις ἔχει διαιρεθεῖσι καὶ κίνησιν τὴν κατὰ τόπον. προσβιά- σαιτο δ’ ἄν τις καὶ φαντασίαν καὶ ὄρεξιν· ὅπου μὲν γὰρ αἴσθησις, λύπη τε καὶ ἡδονὴ παρακολουθεῖ, ὅπου δὲ ταῦτα, ἐξ ἀνάγκης καὶ ἐπιθυμία. περὶ δὲ τοῦ νοῦ καὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέ πω φανερόν, εἴτε παντὶ τῷ ὑπο- κειμένῳ συμπέφυκε σώματι ἢ ἑνὶ τῶν μερῶν κατακεκλήρωτο. ἀλλ’ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι, καὶ τοῦτο μόνον ἐνδέχεται χωρίζεσθαι ὥσπερ τοῦ φθαρτοῦ τὸ ἀίδιον. ὅτι μὲν οὖν οὐκ ἔστι ταῦτα οὕτω μόρια τῆς ψυχῆς, ὥστ’ εἶναι χωριστὰ καθάπερ φασί τινες, δῆλα ἐκ τούτων καὶ τῶν πρότερον εἰρημένων· τῷ δὲ λόγῳ ὅτι ἕτερα, φανερόν· αἰσθητικῷ γὰρ εἶναι καὶ δοξα- στικῷ ἕτερον, εἴπερ καὶ τοῦ αἰσθάνεσθαι τὸ δοξάζειν, ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν εἰρημένων ἕκαστον. ὃ δὲ περὶ τῶν ἄλλων αἰσθήσεων ὑποθράττει, ὡς οὔτε ἐν σώματι παντὶ καὶ ἴδιον ἑκάστῃ τὸ συγγενὲς αἰσθητήριον ἢ πάσαις κατὰ κοινοῦ μόνος ὑπέστρωται ὁ ἐγκέφαλος, ὅθεν προέρχονται διαιρούμεναι καὶ πρὸς ὃν ἐπιστρέφουσι κατὰ τὸ ἀμερὲς συναπτόμεναι, ὑπερβαίνομεν ἐπει- γόμενοι. ἐκεῖνο δὲ λέγομεν ὃ καὶ πολλάκις εἰρήκαμεν, ὡς ἐνίοις μὲν τῶν ζώων ὑπάρχει τὰ ψυχικὰ μέρη πάντα, ἐνίοις δὲ ἐλάττω, τοῖς δὲ ἓν μόνον. τὸ δὲ αὐτὸ τοῦτο συμβάν ἐστι καὶ περὶ τὰς αἰσθήσεις· τὰ μὲν γὰρ ἔχει πάσας, τὰ δὲ ἐλάττ·ους, τὰ δὲ μίαν, ὡς εἴρηται, τὴν ἀναγκαιοτάτην, ἁφήν. ταῦτα γοῦν καὶ τὴν διαφορὰν τοῖς ζῶσιν ἐποίησε καὶ τὸ βέλτιον καὶ τὸ χεῖρον καὶ τὸ τιμιώτερον καὶ τὸ ἀτιμότερον ἐπεισήγαγε κεφάλαιον. ὥσπερ <γὰρ> πᾶσα τῶν ὄντων ἡ τάξις καὶ πρόοδος πᾶν γὰρ τὸ καλῶς ἔχον ἢ ὂν ὀρθός ἐστι λόγος, οὗτος ὅ ἐκεῖθεν), οὕτω τοι καὶ τοῖς ζῶσι ψυχῇ. φανερὸν οὖν ἄλλως, ὅτι νοῦς καὶ ψυχῆς καὶ ὄντος ὑπερεκτέταται.

Ἐπεὶ δὲ ὥσπερ ᾧ ἐπιστάμεθα λέγεται διχῶς τὸ μὲν γὰρ ἐπιστήμην εἶναι [*](1 ἦσαν om. Α εἰ om. Β 4 Τίμαιον] Tim. 31, 32 9 τῆς] τοῖς C 15 ἐπιθυμίας Β 16 τῷ om. Α1 ὑποκειμένου C: τοῦ ὑποκειμένου Α 17 κατεκλήρωτο Α 19 οὕτω ταῦτα Α 20 δῆλον ΑC) [*](21. 22 αἰσθητικὸν—δοξαστικὸν Α 22 τὸ αἰσθάνεσθαι τοῦ δοξάζειν ΑC) [*](23 τῶν (post ἄλλων) om. Α 24 ἢ] foit. τὴν V, 30 ἐλάττους] ἐλά(??) C: ἐλάττω ΑΒ 32 τὸ (ante ἀτιμότερον) om. Α ἀτιμώτερον C γὰρ addidi 34 ψυχῇ correxi: ψυχή libri)

50
φαμέν, τὸ δὲ ψυχήν· καὶ γὰρ καὶ τῇ ἐπιστήμῃ καὶ τῇ ψυχῇ ἐπίστασθαι λέγομεν, καὶ τὸ μὲν ὡς ὕλη καὶ ὑποκείμενον, τὸ δὲ ὡς εἶδος· ὁμοίως δὲ καὶ ᾧ ὑγιαίνομεν τὸ μὲν ὑγεία καὶ εἶδος, τὸ δὲ τοῦ σώματός τινι μορίῳ, οἷον ὀφθαλμῷ, ἢ καὶ ὅλῳ τῷ σώματι), οὕτω καὶ ᾧ ζῶμεν καὶ αἰσθανόμεθα διττόν, τὸ μὲν τῇ ψυχῇ, τὸ δὲ τῷ ὀργανικῷ σώματι, φανερὸν οὖν ὅτι ὡς εἶδος ἡ ψυχὴ ἐν τῷ συνθέτῳ καὶ οὐχ ὡς ὑποκείμενον καὶ ὕλη, καὶ καλῶς οὕτως αὐτὴν ἐν τοῖς ἄνω ἡμεῖς ὡρισάμεθα εἶδος προσειπόντες καὶ ἐντελέχειαν τοῦ φύσει ὀργανικοῦ σώματος· τῶν γὰρ πραγμάτων ἐξ ὕλης καὶ εἴδους συνεστώτων ἢ ἀνάλογόν γε εἴδει καὶ ὕλῃ τὴν σύστασιν ἐχόντων, διπλῶς καὶ τῷ σημαινομένῳ τῶν αὐτῶν ὀνομάτων πολλάκις ἐν τοῖς τοιούτοις προσχρώμεθα, τὸ μὲν πρὸς τὴν ὕλην, τὸ δὲ πρὸς τὸ εἶδος ἀποσκοπούμενοι. ἀλλὰ κύριον μὲν τὸ τοῦ εἴδους καὶ πρῶτον, δεύτερον δὲ τὸ τῆς ὕλης· τῷ γὰρ τοῦ εἴδους μετεσχηκέναι λέγεται τοῦθ’ ὅπερ λέγεται. οἷον λευκοὶ καὶ τῇ λευκότητι λεγόμεθα καὶ τῇ ἐπιφανείᾳ, καὶ θερμοὶ καὶ ψυχροὶ ταῖς τοιαῖσδε ποιότησι καὶ τῷ σώματι, καὶ ὑγιεῖς καὶ ἐπιστήμονες ὡσαύΤως· ἀλλὰ τούτων ἡ μὲν λευκότης καὶ θερμότης καὶ ὑγεία καὶ ἐπιστήμη εἶδός τι καὶ μορφὴ καὶ λόγος, τὸ δὲ θερμὸν σῶμα καὶ λευκὸν καὶ ψυχρὸν καὶ· ὑγιαῖνον καὶ ἡ ψυχὴ οἷον ὑποκείμενα καὶ ὕλη· καὶ αἱ μέν πως οἷον ἐνέργειαι καὶ τελειότητες τῶν δεκτικῶν, ἡ μὲν ἐπιστήμη τοῦ ἐπιστημονικοῦ, ἡ δὲ ὑγεία τοῦ ὑγιαστοῦ καὶ αἱ λοιπαὶ ὁμοίως, τὰ δὲ οἷον τὰ δεδεγμένα καὶ διατιθέμενα, τὸ σῶμα καὶ ἡ ψυχή · δοκεῖ γὰρ ἐν τῷ πάσχοντι καὶ διατιθεμένῳ τὴν τῶν ποιητικῶν ἐνεῖναι ἐνέργειαν. καίπερ μιᾶς οὔσης τῆς τοῦ ποιοῦντος καὶ πάσχοντος ἐνεργείας, ἀρχομένης μὲν ἀπὸ τοῦ ποιοῦντος, στηρι- ζομένης δὲ ἐν τῷ πάσχοντι, ὅμως τῷ τὸν μὲν ἐπὶ τῆς οἰκείας μένειν ἀκίνητον τελειότητος, τὸν δὲ ἀλλοιοῦσθαι καὶ μεταβάλλειν ἀγόμενον πρὸς τὸ τέλειον, μᾶλλον τὸ κινεῖσθαι προστίθεμεν. οὐ γὰρ ὁ ὑγιάζων ἢ διδάσκων ἰατρὸς καὶ ἐπιστήμων, καθὸ ὑγιάζει ἢ διδάσκει, ὁ μὲν κινεῖται πρὸς ὑγείαν, ὁ δὲ πρὸς ἐπιστήμην, ἀλλ’ ὁ νοσῶν καὶ ὁ μανθάνων πρὸς τὰς οἰκείας ἄγονται ἐξαλλατ- τόμενοι καὶ μεταποιούμενοι τελειότητας, καθ’ ἃς δυνάμει εἰσίν, ὑπὸ τῶν ἐνερ- γείᾳ ὄντων ὥσθ’ ὑγείαν ἐνταῦθα καὶ ἐπιστήμην οὐ τὴν ἐν τοῖς κινοῦσι καὶ πρώτοις, ἀλλὰ τὴν ἐν τοῖς διατιθεμένοις καὶ πάσχουσι λέγομεν. εἰ οὖν οὕτω ταῦτα, ἡ δὲ ψυχὴ τοῦτο ᾧ ζῶμεν καὶ αἰσθανόμεθα καὶ κινούμεθά ἐστι πρώτως, ἡ ψυχὴ ἄρα ὡς εἶδός τι καὶ λόγος ἐστὶν ἐν τῷ συνθέτῳ, ἀλλ’ οὐχ ὡς ὑποκείμενον καὶ ὕλη, ὥσπερ εἴρηται. ἔτι τριχῶς λεγομένης τῆς οὐσίας, ὧν τὸ μὲν ὕλη, τὸ δὲ εἶδος, τὸ δὲ ἐξ ἀμφοῖν τούτων καὶ σύνθετον, ἡ μὲν ὕλη δύναμις, ὡς ἐλέγετο πρότερον, τὸ δὲ εἶδος ἐντελέχεια. ἀλλ’ αὕτη σώματός τινος· οὐ γὰρ τοῦ ἁπλῶς, ἀλλὰ τοῦ τοιοῦδε τοῦ ὀργανικοῦ. ἐπεὶ δὲ τρία εἴδη τῶν ψυχῶν ἐν τῇ ὅλῃ φύσει τῶν ἐμψύχων κατενοήσαμεν κατὰ τὸ φύσει πρότερον καὶ ὕστερον διαφέροντα, καὶ τὸ μὲν πᾶσι, τὸ δὲ τισί, τὸ δὲ ἑνὶ μόνῳ τῷ ἀνθρώπῳ νοῦς καὶ λόγος ἐγγίνεται, κατὰ κοινοῦ μὲν ἐντελεχείας [*](4 οὕτω δὲ καὶ C 8. 9 ὕλῃ καὶ εἴδει AC 11 κύριον] incertum incertiim) [*](16 λευκὸν σῶμα καὶ θερμὸν AC 20 διατιθεμένῳ Α2 τὸ σῶμα—διατιθεμένῳ οm. Α 21 καίπερ] fort, καίπερ γὰρ 22 στεριζομένης Β 36 τὸ ἀπλῶς Α)
51
τῶν ὑποδεδεγμένων σωμάτων αὐτὰς ὠνομάκαμεν, ὁ τρόπος δὲ διαφέρει. τὴν μὲν γὰρ φυτικὴν καὶ αἰσθητικήν, ὡς ἄν εἰ καὶ τὸ ἁπλῶς εἶδος τὸ φυσικὸν ἢ τεχνητὸν ἐν τῇ προστυχούσῃ ὕλη ἐγγίνεσθαι εἴποιμεν, οἷον τὸ τοῦ λίθου καὶ ἀνδριάντος, οὕτως εἴδη καὶ ἐντελεχείας καὶ ταύτας διοριζόμεθα συγγεννωμένας τοῖς ὑποκειμένοις καὶ συναπολλυμένας· τὴν δὲ λογικὴν ψυχὴν ἑτέρως, εἴπερ τοῦ πλωτῆρος μεμνήμεθα χωριστοῦ ὄντος κἀν τῇ νηὶ μὴ μέρους ὄντος αὐτῆς. ὅθεν καὶ ὥσπερ ἐκείνης ἀπολλυμένης οὐδὲν ἧττόν ἐστιν ἄνθρωπος, πλὴν μέν- τοι ἄλλως τὸ εἶναι αὐτῷ πλωτῆρι ἔφθαρτο συνεχόμενον τῇ νηὶ καὶ ταῖς περὶ τὸν πλοῦν ἐνεργείαις αὐτοῦ, αἷς καὶ κυβερνήτης ἐτύγχανε, μόνας δὲ τὰς οἰκείας ὑπολείπεται ἔχων καὶ φυσικάς, καθ’ ἃς ἄνθρωπος, οὕτω τοι καὶ περὶ τῆς λογικῆς ψυχῆς λέγομεν μένειν μὲν καὶ μετὰ τὴν διάλυσιν οὐδὲν ἧττον καθ’ αὑτήν, μὴ μέντοι ψυχὴν κυρίως ἢ ἐντελέχειαν τυγχάνειν σώματος· φθείρεται γὰρ αὐτῆς τοῦτο· τί γὰρ ζωοποιήσει, ἢ τίσιν ὀργάνοις αἴσθησιν ὀρέξει καὶ κίνησιν συμφθαρεῖσι τῷ σώματι; ἔσται δὲ νοῦς ὅλη τῶν οἰκείων καὶ συγγενῶν ἀντιλαμβανομένη τρανέστερον. δεῖ γὰρ αὐτήν ποτε, ἃ νῦν περιφαντάζεται καὶ ἐν σκιαῖς ὁρᾷ καὶ ὥσπερ οἱ χειμαζόμενοι σκοπουμένη πόρρωθεν, τὰ θεῖα λέγω καὶ νοητά, καὶ συγγενέσθαι τούτοις ἀμέσως καὶ κατὰ νοῦν ἐνεργῆσαι, καὶ μὴ μάτην τοῦτο αὐτῇ δεδόσθαι παρὰ τῆς φύσεως. διὰ τοῦτο καλῶς ὑπολαμβά- νουσιν, οἷς δοκεῖ ὅτι οὔτε ἄνευ σώματος ἡ ψυχή, καθὸ εἶδος καὶ ἐντελέχεια, εἴπερ μηδὲ ἀπλῶς εἶδος ἄνευ ὕλης ἡ κυβερνήτης ἄνευ νηός, οὔτε σῶμά τι ἡ ψυχή· ἀλλὰ σῶμα μὲν οὐκ ἔστι, σώματος δέ τι· εἶδος γὰρ αὐτοῦ καὶ οὐσία ἡ κατὰ λόγον· καὶ διὰ τοῦτο ἐν σώματι τοιούτῳ ὀργανικῷ καὶ δυνατῷ ζῆν καὶ τὸ ὅλον εἰπεῖν ψυχικῷ, ἀλλ’ οὐχ ὥσπερ οἱ πρότερον εἰς σῶμα τὸ τυχὸν ἐνήρμοζον αὐτήν, οὐδὲν προσδιορίσαντες, ἐν τίνι καὶ ποίῳ τὴν ποίαν, ὡς μὴ δέον κατάλληλον ταῖς διαφόροις ἐνεργείαις καὶ εἴδεσιν ἀποδιδόναι τὰ ὄργανα ἄλλο μὲν γὰρ ἔσται τὸ τῆς λογικῆς ὄργανον τοῦ τῆς ἀλόγου καὶ ἀμφοτέρων τὸ τῆς φυτικῆς, αἵ τε χρησόμεναι ταῖς ἐνεργείαις καὶ ταῖς φύσεσιν ἕτεραι· τά τε ὑπουργήσοντα τοσοῦτον πρὸς ἄλληλα τὸ διάφορον ἕξουσιν, ὅσον τὸ οἰκεῖον πρὸς τὰς συγγενεῖς ψυχὰς καὶ κατάλληλον. φύρουσι δὲ ταῦτα οἱ τὰς μετεμψυχώσεις ψυχώσεις καὶ τὰς παλιγγενεσίας εἰσάγοντες· καὶ ἧττον μὲν οἱ μόνοις τοῖς ὁμοειδέσι τὴν μετάβασιν ὁριζόμενοι καὶ τὴν αὐτὴν λογικὴν διάφορα μὲν ἀλλάττειν σώματα, ἀνθρώπινα δέ· ὅσοι δὲ καὶ πρὸς τὴν ἄλογον ἢ ἀναίσθητον ἀποικίζουσιν, ὥσπερ ἵππον καὶ βοῦν τὸν ποτὲ ἄνθρωπον γίνεσθαι, μᾶλλον δο- κοῦσιν ἄλογοι καὶ ἀναίσθητοι, οὕτω πρὸς τὰ ἐναργῆ παντελῶς ἐσκοτωμένοι. οὐδὲ γὰρ φαίνεται τὸ τυχὸν εἶδος πρὸς τὸ τυχὸν ἐγγίνεσθαι ὑποκείμενον· οὔτε γὰρ ὄψις γεύσεται οὔτε γλῶσσα ὄψεται οὔτε ὀσμαῖς ἀκοὴ ὑποκείσεται οὔτε φωνῶν ἡ ὄσφρησις αἰσθανθήσεται. ἀλλ’ οὐδ’ ὁ χαλκὸς οὗτος ὄστρακον ἢ τὸ ἀνάπαλιν ἔσεται. τοῦτο δὲ γίνεται καὶ κατὰ λόγον· ἑκάστου γὰρ ἡ ἐνπλωτῆρι [*](8 scripsi: πλωτὴρ libri ταῖς] τῶν Α 9 τὸν] τῶν Α ἐνεργειῶν Α) [*](11 ἐστι Β καὶ om. Β 20 νηός sic libri 22 κατὰ τὸν λόγον Α) [*](23 πρότεροι Α 27 τὸ οm. Α χρησάμενοι Α 28 ὑπουργήσαντα Α 30 τὰς om. Α 33 ὥσπερ] ὡς AC 36 ὄψεις A1 ὀσμαῖς] ὀσμῆς C1 37 χαλκεὺς Β ὄστρακος AC 38 ἔσεται sic libri ἕκαστον Β)
52
τελέχεια ἐν τῷ δυνάμει ὑπάρχοντι τοιούτῳ καὶ τῇ οἰκείᾳ ὕλῃ ἐγγίνεσθαι

Ὁτι μὲν οὖν ἐντελέχειά τις ἐστὶν ἡ ψυχὴ τοῦ δυνάμει ἔχοντος εἶναι τοιούτου σώματος, καὶ διότι, φανερὸν ἐκ τούτου· νυνὶ δέ που καιρὸς καὶ περὶ τῶν μερῶν ἐπελθεῖν, ὅπως ἕκαστον ἐντελέχεια ἑκάστῳ τῶν τοῦ σώματος λέγεται. οὐ γὰρ καθάπαξ ἐπὶ τῷ καθόλου ἵστασθαι δεῖ, ἀλλὰ καὶ τὰ μέρη ζητεῖν καὶ διαιρούμενον ἐφοδεύειν κατ’ εἴδη οὐκοῦν τίνες τε αἱ δυνάμεις τῆς ψυχῆς καὶ τίσι καὶ πόσαι ὑπάρχουσι καὶ δι’ ἥντινα τὴν αἰτίαν, καὶ πῶς διαλαβεῖν ἀναγκαῖον, ποῖαί τε χωρισταὶ καὶ τίνων καὶ ποῖαι ἀχώριστοι· καὶ ὅτι ταῖς μὲν κρείττοσιν αἱ χείρους ἕπονται, τὸ ἀνάπαλιν δ’ οὔ.

[*](ΙΙ3) τῶν οὖν εἰρημένων δυνάμεων τῆς ψυχῆς τοῖς μὲν ἐνυπάρχουσι πᾶσαι, καθάπερ εἴπομεν, τοῖς δὲ τινὲς αὐτῶν, ἐνίοις δὲ μία μόνη. δυνάμεις δ’ εἴπομεν θρεπτικόν, ὀρεκτικόν, αἰσθητικόν, κινητικὸν κατὰ τόπον, διανοητικόν. ὑπάρχει δὲ τοῖς μὲν φυτοῖς τὸ θρεπτικὸν μόνον· τοῦτο γὰρ αὐτοῖς καὶ αὔξην παρέχει καὶ γέννησιν· ἑτέροις δὲ τοῖς ἀλόγοις αὐτό τε καὶ τὸ αἰσθητικόν, τοῖς ἀνθρώποις δὲ πρὸς τούτοις καὶ νοῦς. ἔνθα δὲ τὸ αἰσθητικόν, καὶ τὸ ὀρεκτικὸν πάντων. κοινὸν δέ τι τὸ τῆς ὀρέξεως· καὶ γὰρ καὶ ἐπιθυμίᾳ καὶ. θυμῷ, ἔτι δὲ βου- λήσει ὄρεξις ἕπεται, καὶ μόνοις τοῖς τρισὶ τούτοις ὁρίζεται καὶ ὁμωνύμως πρόσεστιν. ἡ μὲν γὰρ ὄρεξις τοῦ ἐπιθυμητικοῦ πρὸς λῆψιν τοῦ ἡδέος, ὁ δὲ τοῦ θυμικοῦ πρὸς ἄμυναν τοῦ λυπήσαντος, ἡ δὲ τοῦ βουλευτικοῦ καὶ λογικοῦ πρὸς τὴν τῶν πρακτέων τελείωσιν. ἔτι πᾶσα μὲν αἴσθησις ἡδέος ἐστὶ καὶ λ·υπηροῦ ἐν οἷς δὲ τοῦτο, καὶ ὄρεξις. πάντα δὲ τὰ ζῷα, εἰ καὶ μὴ πάσας ἢ τινάς, κἄν μίαν τῶν αἰσθήσεων τὴν ἁφὴν ἔχει. ᾧ δ’ αἴσθησις ὑπάρχει ἁπλῶς, τούτῳ ἡδονή τε καὶ λύπη ἢ τὸ ἡδύ τε καὶ λυπηρόν οἷς δὲ ταῦτα, καὶ ἐπιθυμία τοῦ γὰρ ἡδέος ἐστὶν ὄρεξις αὕτη πρώτως, ἡ δὲ ἡδονὴ παρα- κολούθημα· ὅθεν καὶ τὰ προσπεφυκότα τῶν ζώων μόνης τῆς ἁφῆς κοινω- νοῦντα ὁρᾶται συστελλόμενα καὶ διαχεόμενα, ὧν τὸ μὲν ἡδέος ἐστί, τὸ δὲ λυπηροῦ. ἀλλὰ τοῖς τοιούτοις τῶν ζώων μόνην τὴν ἁφὴν ἔχουσι καὶ μόνη ἐπιθυμία ὑπάρχει, τοῖς δὲ πάσας καὶ θυμός, τοῖς λογικοῖς δὲ πρὸς τούτοις καὶ βούλησις, νοῦ καὶ λόγου οὖσα ἀπότεγμα. ἔτι τὰ ὁπωσοῦν αἰσθητικὰ πρώτην τὴν ἁφὴν ἔχειν ἀνάγκη· τρέφεσθαι γὰρ ἀνάγκη, αὕτη δὲ τροφῆς αἴσθη- σις. αἰσθάνεται μὲν γὰρ τῶν τεττάρων, θερμοῦ, ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ, ἐξ ὧν καὶ τὸ ζῶον συνέστηκεν· ἐξ ὧν δὲ συνέστηκεν, ἐκ τούτων καὶ τρέφεται, ὡς κἀν ὁμοίοις τὸ ὅμοιον. ἡ ἁφὴ ἄρα τροφῆς αἴσθησις καὶ διὰ τοῦτο καὶ πᾶσι σύνεστι. καὶ πεῖνα μὲν καὶ δίψα ἔνδειαι τροφῆς, ἡ μὲν ξηροῦ καὶ θερμοῦ, ἡ δὲ ὑγροῦ καὶ ψυχροῦ, ἐπείπερ τὸ ἀπορρέον δεῖται πληρώσεως. καὶ εἴπερ ποτὲ διψῶντες τῷ ὑγρῷ καὶ θερμὸν προσεμίξαμεν, οὐ καθ’ αὑτὸ τὸ θερμὸν ὡς ποτὸν προσελάβομεν, ὥσπερ οὐδ’ οἶνος ὑγρότητι ἔστιν ὅτε πεῖναν κατέπαυσεν ἦ γὰρ ἄν μᾶλλον ὕδωρ), ἀλλ’ ᾗ θερμός. θερμὸν δὲ καὶ ξηρὸν [*](3 δύναμιν Α: fort, recte 6 τῷ scripsi: τὸ libri 10 τοῖς μὲν A) [*](11 αὔξησιν C 15 αὐτό γε AC 16 πάντως Α: tort, recte 19 ἡ δὲ C 30 ἀπότευγμα Α 31 τρέφεσθαι—ἀνάγκη om. C 32 ὑγροῦ καὶ ξηροῦ Α 39 ἡ] ἦ C)

53
καὶ τὰ ἕτερα οὐ τῇ θίξει κρίνομεν μᾶλλον ἢ τῇ δυνάμει. οὐ πάντοτε δὲ ἡ δίψα καὶ ἄμφω, ἀλλ’ ἔστιν ὅτε ψυχροῦ μόνου. οἱ γοῦν πυρ·έττοντες δεόμενοι ψύξεως, καίπερ ὑγρῶν πολλάκις πλήρεις ὄντες τὰς γαστέρας, διψῶσιν οἷς καὶ ψυχρὸς πολλάκις ἀὴρ ἐπήρκεσεν. ἔτι πρὸς τὰς κενώσεις ἢ πληρώσεις καὶ τὰς ἐφέσεις ἔχομεν· οἱ μὲν γὰρ καὶ ποτοῦ καὶ τροφῆς τοῖς σώμασιν ἐνδεεῖς ἄμφω τῶν ἐναντίων κατὰ τὸ αὐτὸ τὴν ἐπιθυμίαν ἔχομεν· εἰ δὲ τοῦτο παρὰ μέρος κἀκεῖνο κατὰ λόγον. ἀλλὰ τρεφόμεθα μέν, ὡς εἴρηται, τοῖς κατὰ τὴν ἁφὴν αἰσθητοῖς, τοῖς δὲ ἄλλοις τῶν αἰσθητῶν τῶν παρ’ ἑτέραις αἰσθήσεσιν, ὄψει ὀσφρήσει καὶ ἀκοῇ οὔ· οὐδὲν γὰρ εἰς τροφὴν τούτων συμβάλλεται πλὴν ἢ κατὰ συμβεβηκός, οἷον ψόφος, χρῶμα, ὀσμή. ἡ μὲν γὰρ κατὰ τὴν ἁφὴν αἴσθησις τῆς τροφῆς ὡς καθ’ αὑτήν· ὅτι μέντοι λευκὸς ἢ ἡδὺς ὁ οἶνος ἢ εὔοσμος ἢ ὁ ἄρτος, κατὰ συμβεβηκὸς ὀρεγόμεθα. ἡ δὲ γεῦσις αὐτόθεν ἁφή. ὅθεν καὶ οἱ χυμοί, πικρόν, γλυκύ, ἁλμυρόν, τῶν ἁπτῶν εἰσιν οἷον ἀρτύματα καὶ ἡδύσματα. ἔθρεψαν μὲν γὰρ ἄν τὰ ἁπτὰ καὶ χωρὶς προσφερόμενα τῆς ἐν τῷ λάρυγγι συναισθήσεως, τῇ κατὰ τὴν γλῶσσαν μόνῃ διακρίσει ἀρκούμενα, οὐκ ἄν δὲ μέγας ἦν ὁ δεσμός, ἀλλ’ ᾤχετο καθάπαξ ψυχὴ καὶ τοῖς προστυ- χοῦσι λυπηροῖς ἐδυσχέρανεν· νυνὶ δ’ ἡ φύσις ὡς περόνῃ τῇ ἡδονῇ τὴν ψυχὴν τῷ σώματι συνεδήσατο· ἀγαπητὴν δὲ καὶ τὴν ἐξ ἀλλήλων γένεσιν ἡ ἡδονὴ καὶ διαδοχὴν ἐνεποίησεν, ἣν καὶ ταύτης χωρὶς οὐδὲν ἐκώλυε γίνεσθαι. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον· διασαφητέον δὲ ὕστερον περὶ αὐτῶν· νυνὶ δ’ ἐπὶ τοσοῦτον διωρίσθω, ὅτι τῶν ζώων τοῖς ἔχουσιν ἁφὴν καὶ ὄρεξις ὑπάρχει. περὶ δὲ φαντασίας ὡς μήπω περὶ αὐτῆς εἰποῦσιν ἄδηλον ἔτι. τοῖς τε γὰρ σπόγγοις καὶ ἄλλοις τῶν ὀστρακοδέρμων εἰ εὐθύς, ὥσπερ ἁφῆς μετεδώκαμεν, οὕτω καὶ φαντασίαν ὑποληψόμεθα, οὐκ ἄν εἴη ἐπεσκεμμένον. ἐνίοις δὲ πρὸς τούτοις καὶ τὸ κατὰ τόπον κινητικόν, ἑτέροις δὲ καὶ τὸ διανοητικὸν καὶ νοῦς οἷον ἀνθρώποις καὶ εἴ τι ζῶον τοιοῦτον ἕτερόν ἐστιν ἢ τιμιώτερον.

Ἐπεὶ δὲ τὸ φύσει πρότερον καὶ τὸ ὕστερον, ὥσπερ ἐν τοῖς σχήμασιν, οὕτως ὁρᾶται κἀν ταῖς ψυχαῖς, τῶν δὲ τοιούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος, δῆλον ὡς οὐδ’ ὁ κατὰ τοὔνομα λόγος φύσεως ἐστι λόγος, ἀλλ’ ὁμώνυμος καὶ αὐτός· τῶν γὰρ ὁμωνύμων ἢ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν καὶ οἱ ὅροι κατάλ- ληλοι, ὡς ἐν τοῖς τοπικοῖς ἐλέγετο ὑγιεινὸν τὸ συμμέτρως ἔχον πρὸς ὑγείαν. οὔτε γὰρ κατὰ τὸ αὐτὸ σιτίον καὶ ἀέρα καὶ περίπατον ὑγιεινὸν ἐλέγομεν οὔτε τὸν λόγον ὁμοίως τούτοις κατὰ ταὐτὸ συνετάττομεν. τοιοῦτος καὶ ὁ τοῦ σχήματος τοῖς γεωμέτραις ἀποδοθεὶς λόγος, τὸ ὑπό τινος ἢ τινῶν ὅρων περιεχόμενον, καὶ ὁ τῆς ψυχῆς παρ’ ἡμῶν ἐντελέχειαν τιθεμένων φυσικοῦ ὀργανικοῦ σώματος· καὶ τὸν αὐτὸν τρόπον τῷ γεωμετρικῷ ὁ παρὼν εἷς ἂν εἴη καὶ ὅμοιος· οὗτε γὰρ ἐκεῖ σχήματα παρὰ τὸ τρίγωνόν ἐστι καὶ τὰ ἐφεξῆς οὐδ [*](3 πλήρης Α 4 ἀὴρ πολλάκις AC 5 οἱ] εἰ AC 6 εἰ δὲ] καὶ διὰ B) [*](9 πλὴν εἰ Α 11 καθ᾿ αὑτή ΑC ὅτι μέντοι] ὅτι Α: τὸ μὲν C ἣ ἡσὺς ὁ] ὁ ἡδὺς Α 13 ἀρτήματα C Α1 17 ὡς περόνῃ] ὥσπερον (ras. IV literarum) Α) [*](19 ἣν] ἧς BC 21 διωρίσθαι Β 22 ὡς—εἰποῦσιν] εἰ πᾶσιν Α 23 εἰ καὶ Β 24 ὑπολειψόμεθα Α 26 post ἢ add. καὶ Α 29 οὐδ’ ὁ] οὐδὲ B) [*](31 ἐν τοῖς Τοπικοῖς] Top. Α, 15. 107b8 ἔχον] ἔχειν Β 35 τιθεμένοις AC)

54
ἔστι τις τοιαύτη φύσις ἰδία κατὰ τὸ κοινὸν ἱσταμένη καὶ καθ’ αὑτήν, οὔτ’ ἐνταῦθα ψυχὴ παρὰ τὰς εἰρημένας. διὸ ὡς ἄν ἐπὶ τῶν σχημάτων γένοιτο λόγος κοινός, ὃς ἐφαρμόσει μὲν πᾶσι τοῖς κατὰ μέρος, ἴδιος δὲ οὐδενὸς ἐσεῖται καθόλου σχήματος, οὕτω καὶ ἐπὶ ταῖς εἰρημέναις ψυχαῖς· ἔν τε γὰρ τοῖς σχήμασιν καὶ ἐν ταῖς ψυχαῖς ἀεὶ ἐν τῷ ἐφεξῆς ὑπάρχει τὸ πρότερον, οἷον ἐν τετραγώνῳ μὲν τὸ τρίγωνον, ἐν αἰσθητικῷ δὲ τὸ θρεπτικόν· οὐ γὰρ ὥσπερ ἐν τοῖς ὡς γένος διαιρουμένοις εἰς εἴδη ὁ κατὰ τὸ κοινὸν ἀποδιδόμενος λόγος καὶ πᾶσι κατὰ τὸ αὐτὸ καὶ ὁμοίως ὑπάρχει τοῖς εἴδεσι καὶ ἴδιος οὐδενί, ἀλλ’ ἑνὸς τοῦ καθόλου καὶ γενικοῦ, οὕτως ἔχει καὶ ἐπὶ τῶν εἰρημένων ὁ μὲν γὰρ τοῦ ζώου ὁρισμὸς ἐξ ἴσου καὶ ἀνθρώπῳ καὶ ἵππῳ καὶ βοὶ καὶ τοῖς λοι- ποῖς ἐφήρμοσεν εἴδεσιν, ἐπεὶ μὴ τὸ φύσει πρότερον ἐν τούτοις καὶ ὕστερον. οὔτε γὰρ ἑνὸς ἀναιρεθέντος ἀνῄρηται τὰ λοιπὰ οὔτε τῶν ὅλων τὸ κοινόν · ἀνθρώπου γὰρ ἀναιρεθέντος οὐδὲν ἧττον μένει τὰ λοιπά, καὶ τῶν κατὰ μέρος ὑπολειπόντων πάντων ζώων ἔτι τὸ κοινὸν γένος τὸ ζῶον καὶ καθ’ αὑτὸ ὡς οὐσία ἔμψυχος αἰσθητικὴ ἐπινοεῖται. ἐνταῦθα δὲ οὔτε κατὰ τὸ αὐτὸ πᾶσιν οὔθ’ ὁμοίως ὁ λόγος τῶν καθόλου ταῖς κατ’ εἶδος ψυχαῖς ἐφήρμοσεν ἢ τοῖς σχήμασιν, ἀλλ’ ὁ μὲν τῷ τριγώνῳ πρώτως, ὁ δὲ τῇ φυτικῇ · ὑπόστασις γὰρ ταῦτα τῶν ἐφεξῆς καὶ ἀναιρεῖ ἀναιρούμενα· καὶ τὸ κοινὸν ἀμφοτέροις οὐδὲν παρὰ τὰ καθ’ ἕκαστα. ὅθεν οὐ μόνον ὅλοις οἰχομένοις συνοίχεται, ἀλλὰ καὶ τὰ παρ’ ἑκατέροις ἑνί, τῷ τριγώνῳ καὶ θρεπτικῷ. τά τε γὰρ ἄλλα σχῆ μάτα, ὥσπερ τῷ τριγώνῳ συντέθειται, οὕτω τούτῳ καὶ ἀναλύονται, αἵ τε ψυχαὶ τῷ θρεπτικῷ καὶ συνέχονται καὶ συμφθείρονται. εἰ οὖν οὕτω ταῦτα, ἐνδεῖ δὲ πρὸς ἀρκοῦσαν διδασκαλίαν, ὥς γε εἴρηται, ἡ ψιλὴ τῶν ὁρισμῶν ἔκθεσις συνεσπειραμένη καὶ ὡς ἐν κεφαλαίῳ τὸ πρᾶγμα περιλαμβάνουσα, οὐκ ἐν τοῖς ὁμωνύμοις μόνον, οἷς καὶ ἧττον διὰ κυρίων ὁ λόγος εἶσιν, ἀλλ’ οὐδ’ ἐν. τοῖς φυσικοῖς καὶ κατὰ γένος ἀφωρισμένοις, γελοῖοι ἐσόμεθα ζητήσαντες ἐπὶ τῆς ψυχῆς καὶ εὑρόντες τὸν κοινὸν λόγον, ὃς οὐδενός ἐστι τῶν κατὰ μέρος ἴδιος, καὶ ὁλοσχερώτερόν πως αὐτὴν ὁρισάμενοι ἀποχρῶσαν διδασκαλίαν νομί- σαντες εὐθὺς ἀπαλλάττεσθαι. ἀλλὰ μὴ τοῦτον μὲν ἀφεῖναι δεῖ, τὸν δὲ κατὰ μέρος καὶ κατὰ τὸ οἰκεῖον καὶ ἄτομον εἶδος ἑκάστῃ τῶν ψυχῶν προσήκοντα ἕτερον ἑτέρᾳ πειρᾶσθαι τοῖς ἐξ ἀρχῆς συνάγειν καὶ πράγματ’ ἔχειν κατ’ εἴδη διαιροῦντας , τάς τε καθ’ ἕκαστον αἰτίας ἐπισκεπτομένους καὶ τοὺς τρόπους διερμηνεύοντας. ὥσπερ γὰρ τὸν γεωμέτρην, οὕτως ἔχειν δήπουθεν καὶ τὸν φυσικὸν δεῖ· ἐκείνῳ τε γὰρ οὐκ ἀπέχρησεν ἐν τῷ καθόλου τὸ σχῆμα ὁρίσασθαι παρεῖναι τί ἐστι τρίγωνον ἢ τετράγωνον, καὶ τούτῳ μετὰ τοῦ κοινῶς εἰπεῖν περὶ ψυχῆς καὶ τὰς κατὰ μέρος ἐπελθεῖν δεῖ. ὥστε καθ’ ἕκαστον ζητη- τέον, τίς ἑκάστου ψυχή, οἷον τίς φυτοῦ καὶ τίς ἀνθρώπου ἢ θηρίου. καὶ διὰ τίνα δ’ αἰτίαν τὸ ἐφεξῆς οὕτως ἔχουσι σκεπτέον. ἄνευ μὲν γὰρ τοῦ θρεπτι- κοῦ τὸ αἰσθητικὸν οὐκ ἔστι, τοῦ δὲ αἰσθητικοῦ χωρίζεται τὸ θρεπτικὸν ἐν [*](1 ἱσταμένους Β 7 ὡς γένη Α τὸ] τὸν BC 19. 20 ἀλλὰ καὶ τῷ Α 25 εἶσιν scripsi: ἴησιν BC: ἱεῖσιν Α 28 ante ἀποχρῶσαν add. ὡς AC 30 καὶ (ante ἄτομον) οm. B 31 ἕτερα BC ἐξ ἀρχῆς] ἑξῆς Α ἔχει Α 34 δεῖ om. Α) [*](36 τὰς] τὰ B ἐπεξελεύσεσθαι Α 37 φυτικοῦ Β καὶ (ante τίς) om. Α)
55
τοῖς φυτοῖς. πάλιν δὲ ἄνευ μὲν τοῦ ἁπτικοῦ τῶν ἄλλων αἰσθήσεων οὐδεμία ὑπάρχει, ἁφὴ δὲ ἄνευ τῶν ἄλλων ὑπάρχει· πολλὰ γὰρ τῶν ζώων οὔτ’ ὄψιν οὔτ’ ἀκοὴν ἔχουσιν οὕτ’ ὀσμῆς ὅλως αἴσθησιν. καὶ τῶν αἰσθητικῶν τὸ μὲν ἔχει τὸ κατὰ τόπον κινητικόν, τὰ δ’ οὐκ ἔχει. τελευταῖα δὲ καὶ ἐλάχιστα ἔχει λογισμὸν καὶ διάνοιαν, οἷον ἄνθρωπος ἢ εἴ τι ἕτερον τοιοῦτον ὑπάρχει. καὶ οἷς μὲν ὑπάρχει λόγος, τούτοις καὶ τὰ λοιπὰ πάντα τῶν εἰρημένων οἷς δὲ ἐκείνων ἕκαστον, οὐ πᾶσι καὶ λογισμός, ἀλλὰ τοῖς μὲν τῶν ζώων οὐδὲ φαντασία, τὰ δὲ ταύτῃ μόνῃ ζῶσι. περὶ δὲ τοῦ θεωρητικοῦ ἕτερος λόγος. ὡς γὰρ ἐπὶ τῶν βαθμίδων ἔχει τῆς κλίμακος ὁ τῆς δεκάτης ἐπιβὰς καὶ ἄκρας καὶ πασῶν ἐπέβη, πρώτης, τρίτης καὶ τῶν ἑξῆς, ὁ δὲ τῆς πρώτης ἢ δευτέρας μόνης οὐκ ἐξ ἀνάγκης καὶ τῶν μετ’ αὐτάς), οὕτω καὶ ἐνταῦθα· τὸ μὲν γὰρ λογικὸν καὶ αἰσθητικὸν καὶ θρεπτικὸν πάντως· οὐκ ἔμπαλιν δὲ ἀνάγκη. καὶ ἐπ’ αὐτῆς δὲ τῆς αἰσθήσεως ἰδίως οὕτως ἔχει. τὰ μὲν γὰρ ὄψεως ἢ ἀκοῆς μετέχοντα πάντως καὶ ὀσφρήσεως καὶ γεύσεως καὶ ἁφῆς· τὰ δὲ τούτων οὐ πάντως ἐκείνων. σπόγγοι μὲν γάρ, ὥς φασι, καὶ ἀκαλῆφαι μόνης τῆς ἁφῆς κοινωνοῦσιν, ὡς ἁπτόμενα ὅλῳ τῷ σώματι τοῦ περικεχυμένου ἔξωθεν ὑγροῦ τὴν τροφὴν προσπορίζεσθαι, καὶ οὐ δι’ ἑνὸς γευστικοῦ μορίου τοῦ στόματος. χῆμαι δὲ καὶ ὄστρεια πρὸς τῇ ἁφῇ καὶ τὴν γεῦσιν ἔχει· μία γάρ τις ἐν αὐτοῖς ἡ τῆς τροφῆς εἴσοδος, ἔχει δέ τι καὶ ὃ ἀναλογεῖ κοιλίᾳ καὶ στόματι · ὄσφρησιν δὲ οὐκ ἔχει· οὐ γὰρ φαίνεται ἁλισκόμενα τῷ δελέατι. πορφύραι δὲ καὶ κήρυκες ἐπεὶ ἕπονται δελεαζόμενα, μετέχοι ἂν καὶ ὀσφρήσεως· ἥκιστα δὲ ἀκοῆς· οὐ γὰρ φαίνεταί τι ὑπὸ τῶν ψόφων πάσχοντα. ὁ ἀσπάλαξ δὲ καίπερ ἀκοὴν ἔχων ὄψεως ἀπεστέρηται ἢ τελέως, ἢ οὐ κυρίως ἔχει. τέλεια δὲ τῶν ζώων κατὰ τὴν αἴσθησιν τὰ καὶ ὄψιν ἔχοντα. ὑπὲρ δὲ τὰς αἰσθήσεις προσεχῶς τέτακται τὸ ὀρεκτικόν, ὃ καὶ ἀναγκαίως πάσαις ταῖς αἰσθήσεσιν ἕπεται, κἄν ᾖ μία μόνη.. ὑπὲρ δὲ τοῦτο τὸ φανταστικόν, ὅπερ οὐ παντὶ τῷ κατὰ τόπον πρόσεστι κινουμένῳ μύρμηξι μὲν γὰρ καὶ μελίτταις καὶ τοῖς ὁμοίοις, ἔτι δὲ καὶ τοῖς ὑπὲρ ταῦτα, καὶ ἀπλῶς οἷς τισιν οὐκ ἀόριστος οὐδ’ ἀνεπίστροφος κίνησις, ἀνάγκη παρεῖναι φαντασίαν, πρὸς ἣν ποιοῦνται τεταγμένην τὴν κίνησιν σκώληκες δὲ καὶ μυῖαι καὶ ὅσα ἄλλα ἀτάκτως καὶ ἀορίστως ὁρῶνται κινούμενα καὶ μάλιστα τὰ ἐκ σήψεως ἐπετείως γινόμενα ἢ οὐ δοκοῦσιν ὅλως ἔχειν ἢ ἀμυδράν τινα. οὕτω τοι καὶ ἐπὶ τῶν λογικῶν δυνάμεων. καὶ εἴπερ ἔμψυχα τὰ οὐράνια σώματα κατὰ τὸν Ἑλληνικὸν ἀναπλασμόν, δεῖ τελεω- τέραν εἶναι καὶ ὑπὲρ τὴν ἀνθρωπίνην τὴν ἐν αὐτοῖς ψυχήν· ὥστε διανοίᾳ μὲν χρήσονται συστοίχῳ ταῖς ἐν αὐτοῖς ζωαῖς, διὰ δὲ τὸ ὅλως περικεῖσθαι σώματα καὶ δόξῃ τῇ ὡς συμπέρασμα, ἣ δήπου καὶ διανοίας ἀποτελεύτησις. οὐκ ἄν δήπου τοσοῦτον ὁ λόγος ἔχοι τὸ προσκορὲς ἀναγκαζομένων τὰ αὐτὰ πολλάκις λέγειν διὰ τὸ σαφές. ἔχοι δ’ ἄν ἡ τάξις αὕτη τοῖς οὖσι καὶ κατὰ λόγον. μᾶλλον γὰρ * * τὰ ἐγγύτερα τῆς μιᾶς τῶν πάντων ἀρχῆς. ὡς γὰρ ἐπὶ [*](2 ἁφή τε ΑΒ 3 τὰ μὲν Α 4 τελευταῖον Α 5 τοιοῦτον ἕτερον AC) [*](13 ἔχοι Α 16 ἁπτομένων Α. 17 οὐ om. Β 18 ὄστρια C 21 μετέχει ἄν C 22 ψήφων Α 25 ὀρεκτὸν Β 27 τόπων Α 29 τεταγμένα C 31 ἐπετιώς Α: ἑπέτις C 39 lacunam significavi; fort, excidit ὄντα vel τίμια)
56
τῶν ἀριθμῶν οἱ τῆς μονάδος ἐγγύτεροι τῇ δυνάμει μᾶλλον τῶν πορρωτέρω στοιχεῖα ὄντες αὐτῶν, ἥττους δὲ τῷ ἀριθμῷ, καὶ τούτῳ ἀλλήλων καὶ ἀλαττοῦνται καὶ ὑπερέχουσι, τῷ τε πλήθει καὶ τῇ δυνάμει, κάτα τὸ ἐγγὺς καὶ τὸ πόρρω, οὕτω τοι καὶ τὰ ὄπα πάντα ἐκεῖθεν προελθόντα τὰ μὲν ἐγγύτερα, ὅσῳ τῷ πλήθει συνῄρηνται, τοσούτῳ τῇ δυνάμει τῶν ἐφεξῆς ὑπερέχουσιν, καθ’ ὅσον δὲ τῆς ἀρχῆς ἀφιστάμενα πρὸς τὴν ὕλην νενεύκασιν, ἴσην τὴν προσθήκην ποιοῦνται καὶ τὴν ὑφαίρεσιν. ἐντεῦθεν τοῖς οὗσι τὸ κρεῖττον καὶ τὸ χεῖρον. ἔνθεν ἡ λογικὴ τῆς ἀλόγου καὶ πάσης τῆς ἀναισθήτου φύσεως τιμιωτέρα, ταύτης δὲ ὡς ἑνοειδεστέρα μᾶλλον ἡ νοερὰ· κάτα γὰρ τὴν ἐν τῇ προόδῳ τῶν ὄντων πρὸς θεὸν ἐγγύτητα καὶ ἀπόστασιν τὸ βέλτιον ἔνεστι καὶ θειότερον. ὅθεν ἄγγελοι μὲν ἀνθρώπων, οἱ δὲ ἀλόγων, τὰ δὲ φύτων, τὰ δὲ ἀψύχων κατ’ ἀξίαν καὶ δύναμιν προβεβήκασιν·

Ὅτι μὲν οὖν ὁ περὶ τούτων ἑκάστου λόγος, λέγω δὴ ὁ περὶ τῶν τῆς ψυχῆς [*](ΙΙ4) μορίων, οὗτος οἰκειότατος καὶ περὶ ψυχῆς, δῆλον. ἀναγκαῖον δὲ τὸν μέλλοντα περὶ τούτων σκέψιν ἐπικαιροτάτην ποιήσασθαι λαβεῖν ὁρισμῷ τί ἐστιν ἕκαστον αὐτῶν, εἶθ’ οὕτω περὶ τῶν ἐχομένων καὶ ἑπομένων συμβεβηκότων αὐτοῖς ἐπισκέψασθαι. ἐπεὶ δὲ ἐν τοῖς ἑξῆς ἀπὸ τῆς οὐσίας, δυνάμει, ἐνεργείᾳ καὶ τῷ πρὸς ὃ ἡ ἐνέργεια, τὸ πρότερον καὶ τὸ ὕστερον διττὸν ὁρᾶται καὶ ἔμπαλιν χρόνῳ μὲν γὰρ ἡ δύναμις τῆς ἐνεργείας πρεσβύτερον ἐπὶ τοῦ αὐτοῦ, αὕτη δὲ τοῦ ἀντικειμένου καὶ πρὸς ὃ λέγεται, τῇ φύσει δὲ καὶ τῷ λόγῳ τῷ πρὸς ἡμᾶς ὕστερα ὧν γὰρ ἐν τῷ ὁρισμῷ προσλαμβάομέν τινα, ταῦτα πρῶτα ἐκείνων· τὴν γοῦν ὄψιν ὁριζόμενοι συλλαμβάνομεν καὶ τὴν ὅρασιν, λέγοντες αὐτὴν δύναμιν τοῦ ὁρᾶν, καὶ ἐν τῷ λόγῳ δὲ τῆς ὁράσεως καὶ τοὐ ὁρατοῦ μνημονεύομεν φάσκοντες αὐτὴν ἀντίληψιν χρωμάτων· τὸ ἀνάπαλιν δ’ οὔ), εἰ οὖν οὕτω ταῦτα, καὶ χρὴ λέγειν, τί ἕκαστον αὐτῶν, οἷον τί τὸ νοητικὸν ἢ αἰσθητικὸν ἢ θρεπτικόν, τὰς δυνάμεις αὐτάς, πρότερον ἔτι λεκτέον τί τὸ νοεῖν καὶ τὸ αἰσθάνεσθαι· πρότεραι γάρ εἰσιν, ὥς γε εἴρηται, τῶν δυνάμεων αἱ ἐνέργειαι καὶ αἱ πράξεις κατὰ φύσιν καὶ λόγον. ἀλλὰ καὶ τούτων ἔτι πρότερα τὰ ἀντικείμενα καὶ ἐν οἷς αἱ ἐνέργειαι· καὶ δεῖ τεθεωρηκέναι περὶ ἐκείνων πρότερον ἀνάγκῃ καὶ διὰ τὴν αὐτὴν αἰτίαν, οἷον περὶ τροφῆς καὶ αἰσθητοῦ καὶ νοητοῦ · ὥστε πρῶτον περὶ τούτων λεκτέον. λέγομεν δὴ οὖν ἀρξάμενοι πρῶτον περὶ τροφῆς καὶ γεννήσεως · ἡ γὰρ θρεπτικὴ καὶ τοῖς ἄλλοις ὑπάρχει καὶ πρώτη καὶ κοινοτάτη δύναμίς ἐστι ψυχῆς, καθ’ ἣν ὑπάρχει τὸ ζῆν ἅπασιν. ἧς ἔργον γεννῆσαί τε καὶ τροφῇ χρήσασθαι· φυσικώτατον γὰρ καὶ σκοπιμώτατον τέλος τῶν ἔργων τοῖς ζῶσιν, ὅσα τέλεια καὶ μὴ πηρώματα, ὥσπερ τὰ νεογνὰ αἵ τε στεῖραί τε καὶ εὐνοῦχοι πήρωμα δέ τι καὶ ἀμφοτέρων τῶν φύσεων αἱ ἡμίονοι), ἢ τὴν γένεσιν αὐτόματον ἔχει καὶ ἀσυνδύαστον, ὡς μυῖαι καὶ ψύλλαι, τὸ ποιῆσαι ἕτερον οἷον αὐτό, ζῶον μὲν ζῶον, φυτὸν δὲ φυτόν, [*](2 ἀριθμῷ] ποσῷ Α2 4 ἐκεῖ C 8 τῆς (post πάσης) om. AC 13 λόγον B) [*](18 τῷ] τὸ BC 10 αὕτη] αὐτὸ Β 20 τὰ πρὸς B 21 πρῶτα] immo πρότερα 25 οὖν om. C 20 τὸ νοεῖν καὶ om. Β 30 ἀνάγκῃ καὶ] ἄν δίοι A 31 οὖν οm. C 34 ἧς] οἶς Β 36 τε (post στεῖραι) om. Α οἱ εὐνοῦχοι Α 37 αἰ] οἱ Α ἀσυνδοίαστον AC)

57
ἵνα δὴ τοῦ ἀεὶ καὶ τοῦ θείου μετέχωσιν, ᾗ δύνανται· πάντα γὰρ ἐκείνου ὀρέγονται, κἀκείνου ἕνεκα πράττει, ὅσα κατὰ φύσιν. καὶ ἄγγελοι μὲν καὶ ψυχαὶ λογικαὶ καὶ τῷ ἀριθμῷ τοῦ ἀιδίου μετέχουσιν· τὰ δὲ παρὰ ταῦτα καὶ ἐν γενέσει καὶ φωρᾷ τῷ εἴδει, τοῦτο δὲ τῇ διαδοχῇ. ἀπορήσειεν ἄν τις, εἴπερ φυσικώτατόν ἐστι τὸ ποιῆσαι οἷον αὐτό, ἕκαστον δὲ τοῦ ὁμοίου γεννη- τικόν· συμβήσεται ἢ καὶ ἐν τῇ ἀλόγῳ ἐνεῖναι τὴν γεννητικὴν δύναμιν, καὶ τὴν αἴσθησιν γεννᾶν αἴσθησιν καὶ τὸν θυμὸν θυμόν, καὶ ἐπὶ τῶν ἄλλων οὕτως, ἢ τὴν φυτικὴν γεννᾶν τὴν ἄλογον, ὡς εἶναι τὸ κρεῖττον παρὰ τοῦ χείρονος· τοῦτο δὲ ἄτοπον. μήποτ’ οὖν, ὥσπερ τῶν αὐτομάτων ζώων τε καὶ φυτῶν ἡ γένεσις οὐκ ἐκ προυποκειμένης ψυχῆς τῇ διαδοχῇ γίνεται, ἀλλὰ τῆς ὕλης ἐπι- τηδείου γενομένης ὑπὸ τῆς ὅλης δημιουργίας ἐνίενται ἐν αὐτῇ τῶν βοτανῶν καὶ τῶν ζώων τὰ εἴδη καὶ αἱ ἐν αὐτοῖς ψυχικαὶ δυνάμεις, οὕτω καὶ ἐπὶ τῆς ἀλόγου ψυχῆς ἐν τοῖς ζώοις γίνεται, ἐκ τῆς ὅλης δημιουργίας ὑφισταμένης αὐτῆς. ἡ γόνιμος οὖν δύναμις τῆς ἀλόγου ψυχῆς οὐκ ἐν τῇ μερικῇ, ἀλλ’ ἐν τῇ ὅλῃ φύσει, ἥτις γίνεται τῆς διαμονῆς τῶν ψυχικῶν εἰδῶν αἰτία. οὐδεμία δὲ περὶ τῆς λογικῆς ψυχῆς ἐν τούτῳ ἀπορία κατ’ ἀριθμὸν ἐχούσης ἀιδιότητα, οὐδὲ προσδεὴς γονιμότητος. ἀλλ’ εἰ πάντα τοῦ ἀεὶ ἐφίεται καὶ ἀγαθοῦ, καὶ διὰ τοῦτο τοῖς ἐμψύχοις ἡ γεννητικὴ ἐνέσπαρται δύναμις, πῶς ἐπὶ τῶν ἀψύ- χων ὁ λόγος εὐοδωθήσεται; οὐδὲ γὰρ τὴν γεννητικὴν ἔχει δύναμιν. λέγομεν οὖν ὅτι ἔνεστι κἀνταῦθα κατὰ τὰ μέτρα αὐτῶν τὴν τοιαύτην θεωρῆσαι ἐνέρ- γειαν. ὡς γὰρ ἐν τοῖς ἐμψύχοις οὐχ ὁμοία ἡ ἔφεσις τοῦ τοιούτου, ἀλλ’ ἐν μὲν τοῖς ζώοις τοῖς κινουμένοις κατὰ τόπον καὶ ὄρεξις ὑπὸ τῆς φύσεως ἐν- τέθειται παρορμῶσα καὶ διεγείρουσα πρὸς τὴν τοιαύτην ἐνέργειαν, καὶ ἐν αὐτοῖς δὲ τούτοις διαφορὰ πλείστη ὁ μὲν γὰρ ἄνθρωπος καὶ ἐφιστάνει τῷ γινομένῳ δι’ ὅ, αὐτομάτως δ’ ἐν τοῖς φυτοῖς ἐπιγίνεται), οὕτως οὐδὲν θαυμαστόν, εἰ καὶ ὑφειμένως πως καὶ τὰ ἄψυχα τῆς τοιαύτης μετέχειν φανῶσι δυνάμεως. τὰ γὰρ στοιχεῖα φθαρτὰ ὄντα καὶ παθητὰ καὶ ὑπ’ ἀλλήλων δρῶντα καὶ πάσχοντα, τό τε ἐπικρατοῦν ἕλκει τὸ ἕτερον καὶ πρὸς ἑαυτὸ μεταβάλλει, καὶ τοῦ ἐνταῦθα ὑπὸ θερμοῦ φθαρέντος ψυχροῦ ἀλλαχοῦ ἡ ἀνταπόδοσις γίνεται ἐπικρατοῦντος τοῦ ψυχροῦ διὰ τὸ παραμένειν τὰ εἴδη. καὶ τὰ μέταλλα δὲ φθειρόμενα πάλιν ἀνταποδίδοται εἰ γὰρ καὶ μὴ ὅδε ὁ λίθος γεννᾷ ἑαυτῷ ὅμοιον, ἀλλ’ ἥ γε τοῦ ὅλου μετάλλου ὁλότης γεννητικήν πως ἔχει τινὰ δύναμιν· καὶ ἔοικεν ὁ λίθος οὗτος τινὶ τῶν ἐν τοῖς ζώοις μορίων, αὐτὴ δὲ ἡ τοῦ μετάλλου ὁλότης ὅλῳ τῷ ζῴῳ. καὶ γὰρ τοῖς ζώοις ἐν τοῖς ὅλοις ἡ γεννητικὴ δύναμις, οὐκ ἐν τοῖς μορίοις, καὶ καθάπερ σαρκός τινος ἀφαιρεθείσης ἀντ’ αὐτῆς ἡ φύσις ἑτέραν ἐγέννησεν, οὕτω κἀν τοῖς μετάλλοις ἀντὶ τοῦ ἀφαιρεθέντος ἀποδίδοται ἕτερον. ἐπεὶ δ’ ἅπαξ τοῦ τελικοῦ αἰτίου μεμνήμεθα καὶ τοῦ οὗ ἕνεκα, βραχέα ἄττα [*](1 μετέχουσιν AC ἐκείνου om. Β 4 fort, ἀπορήσειε δ’ 9 τούτοις Β δὲ] δὴ BC 12 αἱ Α Philoponus: om. BC τῆς] τοῖς C 17 γονιμότατος Α 20 θεωρῆσαι] τεθεᾶσθαι Α 23 παρορμῶσα] παροιστρῶσα Α) [*](26 φανῶ C 28 ἕλκοι C 32 γεννητικήν] κινητικόν Β κινητικὸν — μετάλλου ὁλότης in margine add. Β 35 post καθάπερ add. ἐκεῖ Α αὐτοῦ AC ἑτέραν ἡ φύσις Α)
58
περὶ τούτου διαλαβεῖν ἀναγκαῖον. διττὸν γὰρ τοῦτο, τὸ μὲν οὐ, τὸ δὲ ᾦ, οἷον τέλος μὲν τῷ οἰκοδόμῳ κτὰ τὴν οἰκίαν τὸ σκέπασμα ποιῆσαι κωλυτικὸν ὄμβρων καὶ καυμάτων, ἀλλ’ ὡς οὗ ἐπεὶ δὲ ἡμῖν τοῦτο ποιεῖ τοῖς ἐπιτάξασιν καὶ μισθωσαμένοις, ἔχοι ἄν καὶ ἡμᾶς ἄλλο τέλος ὡς ᾧ. ὡς γοῦν ἐπὶ τῶν τεχνητῶν, οὕτω καὶ ἐπὶ τῶν φύσει συνεστώτων ἔχει. ἡ μὲν γὰρ ἔφεσις ἀπλῶς τοῦ θειου, δι’ ἣν ἕκαστον ποιεῖ τῶν ἐμψύχων ἄλλο οἷον αὐτό, τὸ οὗ· ἐπεὶ δὲ τῶν χρησομένων ψυχῶν τὰ σώματα ὄργανα, καὶ ταύταις ἡ φύσις ἐπλάσατο, ἔσονται καὶ αὗται τέλος ὡς ᾧ. ἀναλογείτω γοῦν ὁ μὲν οἰκοδόμος τῇ φύσει, ἡ δὲ τῶν ὄμβρων καὶ καυμάτων ἀπαλέξησις τῇ ἐφέσει τοῦ ἀγαθοῦ, ὁ δὲ τῆς οἰκίας κύριος τῇ ψυχῇ, τῷ σώματι δὲ ἡ οἰκία. ἔχοι δ’ ἄν οὕτω καὶ ἐπὶ τῶν φυτῶν · τό τε γὰρ σπέρμα ὄργανον ἐπ’ αὐτῶν καὶ τὰ σώματα τῶν ἐν αὐτοῖς ψυχῶν, ἥ τε τῆς ἀιδιότητος ἔφεσις καὶ ἐν ἐκείνοις. ἐπὶ δὲ τῶν ἀψύ- χων οὐκ ἄν εἴη οὕτω προχωρῶν ὁ λόγος, οἷον ἐν τοῖς μετάλλοις. ἓν γὰρ ἐπὶ τούτοις τὸ οὗ ἕνεκα ἡ τοῦ ἀγαθοῦ ἔφεσις καὶ ἀεί, τὸ δὲ ᾧ οὐκ ἔστιν, ὡς μή τινων ὀργανικοῖς χρωμένων τοῖς ἐν τούτοις σώμασιν, ἀλλὰ προσεχῶς μὲν ὑπὸ ψύξεως συνεστώτων καὶ θερμότητος ἐπὶ τῇ ὑγρότητι καὶ ξηρότητι, ἐξῃρημένως δὲ ὑπὸ τῆς ὅλης δημιουργίας· εἰ μήπου τις οὕτω διττὸν τὸ τέλος καὶ ἐπ’ αὐτῶν θεωρεῖ, τὸ μὲν οὗ διὰ τὴν κοσμοποιίαν, τὸ δὲ ᾧ ἐπὶ τῷ κοσμῆσαι τὴν ὕλην, καθὸ καὶ πᾶν εἶδος ἐγγίνεται. τοσαῦτα παρεκβατικώτερον εἰπόντες πάλιν τῆς ἀκολουθίας ἐχώμεθα. ἐπεὶ γάρ, ὡς εἴρηται, κοινωνεῖν ἁδὺ. νατεῖ τοῦ ἀεὶ καὶ τοῦ θείου τῇ συνεχείᾳ, διὰ τὸ μηδὲν ἐνδέχεσθαι τῶν φθαρτῶν τὸ αὐτὸ καὶ ἓν ἀριθμῷ διαμένειν, ᾗ μετέχειν ὡς ἕκαστον δύναται, ταύτῃ κοινωνεῖ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον· καὶ διαμένει οὐκ αὐτὸ ἀλλ’ οἷον αὐτό, ἀριθμῷ μὲν οὐχ ἐν, εἴδει δὲ ἕν.

Ἔστι δὲ ἡ ψυχὴ τοῦ ζῶντος σώματος ἀρχὴ καὶ αἰτία. τούτων δὲ πολλὰ. χῶς λεγομένων ὡς ποιητικόν, ὑλικόν, εἰδικὸν καὶ τελικόν, ἔξω τοῦ ὑλικοῦ κατὰ τοὺς ἄλλους τοὺς διωρισμένους τρεῖς τρόπους ἡ ψυχὴ αἴτιον σώματι· καὶ γὰρ ὅθεν ἡ κίνησις αὐτή, καὶ ὡς οὗ ἕνεκα, ἔτι δὲ καὶ ὡς οὐσία καὶ εἶδος τῶν ἐμψύχων σωμάτων. καὶ πρῶτον μὲν ὅτι οὐσία καὶ εἶδος, δῆλον ὃ γὰρ αἴτιον τοῦ εἶναί τισι, τοῦτο καὶ οὐσία καὶ εἶδος αὐτῶν, τὸ ζῆν δὲ τοῖς ζῶσι τὸ εἶναι ἐστί, τούτου δὲ αἰτία καὶ ἀρχὴ ψυχή. ἔτι παντὸς τοῦ δυνάμει ὄντος ἡ ἐντελέχεια εἶδος καὶ λόγος ἐστίν, ἡ δὲ ψυχὴ τοῦ δυνάμει ζωὴν ἔχοντος σώματος ἐντελέχεια ἡ ψυχὴ ἄρα οὐσία καὶ εἶδος τοῦ τοιούτου σώματος. φανερὸν δ’ ὡς καὶ οὗ ἕνεκα καὶ ὡς τέλος αἰτία ψυχὴ σώματι· ἱκανῶς γὰρ ἀνωτέρω διείληπται. ὥσπερ γὰρ ὁ νοῦς ὁ πρακτικὸς ἕνεκά του ποιεῖ ἃ ποιεῖ πάντα γὰρ αὐτῷ πρὸς τὸ τέλος νένευκεν, οἷον τῷ οἰκοδομοῦντι πρὸς τὴν οἰκίαν), τὸν αὐτὸν τρόπον καὶ ἡ φύσις, καὶ τοῦτ’ ἐστὶν αὐτῇ τέλος. τοιοῦτον δὲ ἐν τοῖς ζώοις ἡ ψυχὴ καὶ κατὰ φύσιν· πάντα γὰρ τὰ φυσικὰ καὶ ἔμψυχα σώματα τῆς ψυχῆς ὄργανα, καὶ καθάπερ ἐπὶ τῶν ζώων, οὕτω καὶ ἐπὶ τῶν [*](1 τούτου] αὐτοῦ AC 5 ἔχοι C 6 ἐπεὶ] ἐπὶ Β 8 ἀναλογεῖ τῷ B) [*](12 αὑτοῖς scripsi: αὐταῖς libri ἐπὶ] ἐπεὶ Α1 16 θερμότητος] θερμότατον B 18 αὐτῶν] αὐτῷ AC 20 ἐχόμεθα AC 22 ὡς om. AC) [*](23 κοινβωνεῖν Α 34 σώματι] σώματος Α)

59
φυτῶν πρὸς γὰρ τὰς ἑκάστης ψυχῆς ἰδιοτρόπους ἐνεργείας καὶ ἡ διοργάνωσις τῶν δεξομένων σωμάτων ἐπηκολούθησε. διχῶς δὲ τὸ οὗ ἕνεκα ὡς ἐλέγομεν, τό τε οὗ καὶ τὸ ᾦ τὸ δεύτερον δὲ τῇ ψυχῇ προσηρμόττομεν. ἀλλὰ καὶ ὡς ποιητικόν, οὐκ οὐσίας μέντοι, ὅθεν δὲ ἡ κατὰ τόπον κίνησις, αἰτία τοῖς ζῶσι ψυχή. οὐ·κ ἐν πᾶσι δὲ κατάρχει τοῖς ζῶσιν, ὡς πολλάκις εἴρηται, ἡ δύναμις αὕτη. ἔσται οὖν τὰ περὶ τὴν οὐσίαν τέσσαρα εἴδη τῶν κινήσεων, ἡ κατὰ τόπον, ἡ ἀλλοίωσις, ἡ αὔξησις καὶ ἡ φθίσις διὰ ψυχήν. καὶ ὡς μὲν ἡ κατὰ τόπον βουλήσει ψυχῆς τοῖς ζώοις προσγίνεται, οὐ δεῖται κατασκευῆς διὰ τὸ ἐναργές. ὅτι δὲ καὶ ἀλλοίωσις καὶ αὔξησις ἐν τοῖς ἐμψύχοις κατὰ ψυχήν, ἔνθεν· ἡ μὲν γὰρ αἴσθησις ἀλλοίωσίς τις εἶναι δοκεῖ· δυνάμει γὰρ οὖσα ἄγεται εἰς ἐνέργειαν· αἰσθάνεται δ’ οὐδὲν ὃ μὴ ·ψυχὴν ἔχει. ὁμοίως δὲ καὶ περὶ αὐξήσεως καὶ φθίσεως ἔχει· οὐδὲν γὰρ φθίνει οὐδ’ αὔξεται φυσι- κῶς μὴ τρεφόμενον, τρέφεται δ’ οὐδὲν ὃ μὴ κοινωνεῖ ζωῆς, οὐ κοινωνεῖ δὲ ζωῆς ὃ μηδὲ ψυχῆς. καὶ οὕτω μὲν αὐξήσεως ἐν τοῖς ἐμψύχοις ποιητικόν τι τὴν ψυχὴν ἡμεῖς ὁριζόμεθα· Ἐμπεδοκλῆς δὲ οὐ καλῶς ποιεῖ ἐν τούτοις αὐ- τοῖς τὰς ῥοπὰς τῶν στοιχείων ἐπαιnώμενος. εἴρηκε γὰρ τοῦτο προσθεὶς τὴν αὔξησιν συμβαίνειν τοῖς φυτοῖς κάτω μὲν ῥιζουμένοις διὰ τὸ τὴν γῆν οὕτω φέρεσθαι κατὰ φύσιν, ἄνω δὲ διὰ τὸ πῦρ ὡσαύτως. πρῶιον μὲν τὸ ἄνω καὶ τὸ κάτω οὐ καλῶς λαμβάνει· οὐ γὰρ ταὐτὸ τοῖς ἄλλοις τὸ ἄνω καὶ κάτω καὶ τῷ παντί, εἴπερ οὕτω δεῖ λέγειν ἐπὶ τοῦ κόσμου τὸ δέ ἐστί πέριξ καὶ μέσον), ἀλλ’ ὡς ἡ κεφαλὴ τῶν ζώων, οὕτως αἱ ῥίζαι τῶν φυτῶν, εἰ χρὴ τὰ ὄργανα λέγειν ἕτερα καὶ ταὐτὰ τοῖς ἔργοις. ἄνω δὲ ἡ κεφαλὴ τοῖς ζώοις, ἐπείπερ ἐκεῖθεν διὰ τοῦ στόματος ἡ τῆς τροφῆς εἴσοδος. ὡς γὰρ ἔμπροσθεν λέγομεν, ἐφ’ ὃ ἡ αἴσθησις, καὶ δεξιόν, ὅθεν ἡ κίνησις, οὕτω καὶ ἄνω, ὅθεν ἡ τροφή, εἴτε καὶ ταὐτίζεται τὸ τοῦ παντὸς ἄνω ὡς ἄν ἐπ’ ἀνθρώπου, ἢ καὶ ἔστι διάφορον ὡς ἐπὶ τῶν ἀλόγων καὶ τῶν φυτῶν. πρὸς δὲ τούτοις τί τὸ συνέχον εἰς τἀναντία φερόμενον τὸ πῦρ καὶ τὴν γῆν; διασπασθήσεται γὰρ τὸ φυτόν, εἰ μή τι ἔσται τὸ κωλῦσον καὶ καθέξον· εἰ δὲ ἔστι , τοῦτο δὲ ἡ ψυχή, αὕτη καὶ αἰτία αὐτῷ τοῦ αὔξεσθαι καὶ τοῦ τρέφεσθαι. καὶ τί δεῖ ἐγκαλεῖν Ἐμπεδοκλεῖ, ὃς μόνοις φυτοῖς καὶ μόνης αὐξήσεως καὶ ἐν μέρει τὸ πῦρ ᾐτιάσατο; ἀλλ’ εἰσί τινες, οἷς καὶ δοκεῖ τὴν πυρὸς φύσιν ἀπλῶς καὶ μόνον αἰτίαν εἶναι πάσης τροφῆς καὶ αὐξήσεως. ὑπήχθησαν δὲ τῷ μόνον φαίνεσθαι τῶν σωμάτων καὶ τῶν στοιχείων τρεφόμενον καὶ αὐξόμενον διὸ καὶ ἐν τοῖς ζώοις ὑπέλαβον τοῦτο εἶναι τὸ ἐργαζόμενον. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἐναργῶς ὁ πλεονασμὸς πρόσθεσίς ἐστι· γῆ γὰρ γῇ καὶ ὕδωρ ὕδατι προστιθέμενον ὁμοίῳ ὅμοιον μᾶλλόν τι τὸ ὅλον γίνεται· ὧδε δὲ ἀνομοιοειδῶν προστιθεμένων, ξύλων ἢ τῶν τοιούτων, ὥσπερ ἐπὶ τῶν κυρίως τρεφομένων συμβαίνει τὰ τῆς τροφῆς καὶ αὐξήσεως. οὐχ οὕτω δὲ ἔχει, ἀλλὰ γένεσις μὲν πυρὸς τοῦτο κυρίως λέγοιτ’ ἄν, τροφὴ δὲ ἢ αὔξησις οὐ πάνυ τοι· οὔτε γὰρ [*](4 μέντοι] μέντι BC 5 κατάρχει] incertum Β 6 περὶ] πρὸς Α1: παρὰ Α2) [*](9 καὶ αὔξησις — 10 ἀλλοίωσις οm. C 14 μὴ δὲ libri ποιητικόν τι om. Β) [*](15 ἐν τούτοις ποιεῖ Β 10 τὸ κάτω Α 24 ἄνω ὅθεν] ἄνωθεν Α1 32 μό- νην Α 36 ἀνομοειδῶν Α1 39 πάνυ τι AC: fort, rectc)
60
ὀργανικόν, οὔτε παραμένει τὸ εἶδος τῷ ἀριθμῷ ταὐτὸν κἄν ἐπὶ βραχύ ἔτι εἰ δεῖ συνεισάγειν τὸ πῦρ πρὸς τὴν ἐν τοῖς ζώοις τροφὴν τε καὶ αὔξησιν, συναίτιον μέν πως ἔσται καὶ ὄργανον συνεισφέρει γὰρ πέττον τὴν τροφήν ὑφ᾿ ἦς ἡ αὔξησις), οὐ μὴν ἁπλῶς γε αἴτιον. τί γὰρ μᾶλλον ἄν τις τῇ ψυχῇ ἀποδοίη; τοσοῦτον γὰρ δέοι τὸ πῦρ τοῦ κυρίως αἴτιον εἷναι τροφῆς ἢ αὐξήσεως, ὅτι καὶ χεῖρον ἢ κατὰ τὰ ὀργανικά. λόγω μὲν γὰρ τῷ τεχνικῳ τοι οργανον ῥυθμιζόμενον οὐκ ἄν ἁμάρτοι τοῦ τέλους, παρεθὲν δὲ τῳ τεχνίτῃ βλάβης οὐδ ἄν τινι γένοιτο αἴτιον· τί γὰρ ποιήσει μηδενὸς κινοῦντος; τὸ δὲ πῦρ αὐτενέργητον ὂν βλάψει μᾶλλον ἢ ὠφελήσειεν ἑψομένου γὰρ τοῦ σιτίου ἢ του φαρμάκου εἴπερ μὴ ὑπὸ τοῦ μαγειρικοῦ ἢ ἰατρικοῦ κυβερνοῖτο, φθείροιτο ἄν τῳ ἕψοντι πυρὶ καὶ τοῦ εἴδους ἐκσταίη. ἔτι ἡ μὲν τοῦ πυρὸς αὔξησις εἰς ἄπειρον, ἕως ἂν ᾖ τὸ καυστὸν καὶ ἀφθονία χορηγουμένης ὕλης· τῶν δὲ φύσει συνεστώτων πέρας ἐστὶ μεγέθους καὶ αὐξήσεως, καὶ μέτρῳ τοσῷδε ἑκάστῳ προσήκοντι τὰ τῶν ἐμψύχων ὥρισται σώματα· ταῦτα δὲ ψυχῆς, ἀλλ’ οὐ πυρός, καὶ λόγου μᾶλλον ἢ ὕλης.

Ἐπεὶ δὲ τὰ μὲν προσδιορθούμενοι τὰ δὲ ἀποπεμπόμενοι ἐν τῳ μέσῳ ἱκανῶς ἠσχολήμεθα, πάλιν τῆς ἀρχῆς ἁψόμεθα. ἦν δὲ ὁ λόγος περὶ τῆς θρεπτικῆς δυνάμεως. οὐ δεῖ δὲ λανθάνειν, ὡς ἐπὶ μὲν τῶν ἄλλων ταῦτα κε- χώρισται ἕτερον γὰρ τῷ εἴδει τροφὴ καὶ τρεφόμενον καὶ ὁρῶν καὶ ὁρώμενον καὶ τὰ λοιπά), ἐπὶ δὲ τοῦ γεννῶντος καὶ γεννωμένου ταὐτόν· ὅμοιον γάρ. οὕτω δέ πως ἔχει καὶ ἐπὶ τοῦ αὐξομένου καὶ αὔξοντος· ἔνδον γάρ. ὃ δὲ περὶ αὐξήσεως καὶ γεννήσεως εἰρηκέναι φθάνομεν, ὡς κἀν τῷ παρόντι μετρίως ἔχοντι ἐξαρκούμενοι, τὸ πάλιν λέγειν ὑπερτιθέμεθα ἄλλως τε, ἐπείπερ ταῦτα ἔργα καὶ τέλη τοῦ θρεπτικοῦ γεννῆσαι καὶ αὐξῆσαι, ὅσα ἄν περὶ τροφῆς εἴποιμεν, ταῦτα καὶ ὑπὲρ αὐτῶν λέγομεν. δεῖ γὰρ ἑκάστῳ τοῦ ἀεὶ εἶναι, τοῦτο δὲ ἐν τοῖς ζώοις διὰ γεννήσεως, γέννησις δὲ προσδεὴς αὐξήσεως· ἔστι γάρ τι μέτρον τοῖς σώμασιν, ὃ φθάσαντα ἐντελῶς ἔχει πρὸς γέννησιν· τροφῇ δὲ τὰ ἔμψυχα καὶ αὔξονται καὶ συνίστανται τελειούμενα. ἐπεὶ οὖν ἡ αὐτὴ δύναμις τῆς ψυχῆς θρεπτικὴ καὶ γεννητικὴ καὶ αὐξητική, περὶ τροφῆς ἀναγκαῖον διορίσαι μόνης εἴη ἄν ἐν τούτῳ καὶ τὰ περὶ ἐκείνων διωρισμένα), καὶ πρῶτον· τῶν γὰρ ἄλλων ψυχικῶν δυνάμεων προτεθήσεται. ἀφορίζεται δ’ αὕτη πρὸς τὰς ἄλλας δυνάμεις τῷ ἔργῳ τούτῳ τῷ τρέφειν. δύο δὲ περὶ τροφῆς δόξαι τοῖς παλαιο- τέροις εἰσήγηνται, ἡ μὲν τῷ ὁμοίῳ τρέφεσθαι λέγουσα, ἡ δὲ τῷ ἐναντίῳ. ἄμφω δ’ ὣς μὲν ἀληθῆ, ὣς δὲ ψευδῆ· καὶ κατά τι ταὐτὸν καὶ διάφορον οἱ τῶν ἑκατέρων δοξῶν προἱστάμενοι λέγουσι. θεωρητέον τοῦτο δὴ τοῖς ἑξῆς. δοκεῖ γὰρ εἶναι ἡ τροφὴ τὸ ἐναντίον, ὡς ἀπαθοῦς ὄντος τοῦ ὁμοίου. πάσχει δὲ τὸ τρέφον ὑπὸ τοῦ τρεφομένου πεττόμενον καὶ μεταβάλλει κινούμενον· πᾶσα δὲ μεταβολὴ ἢ εἰς τὸ ἐναντίον ἢ εἰς τὸ μεταξύ. πάσχει δὲ ἡ τροφὴ ὑπὸ τοῦ τρεφομένου, ἀλλ’ οὐ τοῦτο ὑπὸ τῆς τροφῆς, ὅτιπερ οὐδ’ ὁ τέκτων [*](4 οὐ μὴ Α1 ἀποδῴη Α 8 αὐτενέργητον scripsi: ἀντενέργητον libri) [*](10 ἰατροῦ C 17 ἁψώμεθα Α 21 κἀπὶ AC ὃ δὲ] ὅδε Β 23 ἔχοντος Α 27 φθάσασιν ἐντελεχῶς 15 30 πρῶτον] ὡς πρῶτον Α2 γὰρ expunxit A2 31 προτεθήσονται 15 38 εἰς (ante τὸ μεταξύ) οm. Α)

61
ὑπὸ τῆς ὕλης, ἀλλ’ ὑπ’ ἐκείνου αὕτη ὁ δὲ τέκτων μεταβάλλει μόνον εἰς ἐνέργειαν ἐξ ἀργίας. ποιητικὸν γάρ τι καὶ ἀπαθὲς τὸ τρεφόμενον, ἐπεὶ τὸ μὲν τὸ αὐτὸ κατ’ εἶδος μένει, τὸ δὲ μεταβάλλει καὶ ὥσπερ ὁ τεχνίτης μὴ μετα- βαλὼν κατὰ πάθος κινεῖται πρὸς ἐνέργειν, τὴν τῆς ἐν αὐτῷ δυνάμεως τελειότητα, οὕτω κἀνταῦθα οὐ τὸ τρέφεσθαι πάσχειν, ἀλλὰ τῆς θρεπτικῆς τελειότης δυνάμεως· τοῦτο δὲ τῆς μεταβολῆς οὐδὲ κίνησις ἂν καλοῖτο κυρίως ἀλλ’ ἢ γένεσις τελειότητος. οὐ πᾶν δὲ παντὶ τῷ ἐναντίῳ, ὥσπερ καὶ γίνεται, οὕτω καὶ τρέφεται, ἀλλ’ ὅσα μὴ μόνον γένεσιν ἐξ ἀλλήλων ἔχει, ἀλλὰ καὶ αὔξησιν. γίνεται γὰρ πολλὰ ἐξ ἀλλήλων, ἀλλ’ οὐ πάντως καὶ τρέφει, οἷον ὑγιὲς ἐκ κάμ. νοντος καὶ μέλαν ἐκ λευκοῦ, ὧν οὐδὲν οὐδενὸς τροφή. ὕδωρ δὲ εἰς πῦρ μεταβαλὸν καὶ θρέψαι λέγεται, ὅτι καὶ ηὔξησεν· ἔλαιον γὰρ καὶ κηρός, οἷς τὸ πῦρ τρέφεται, ὕδωρ ἐστὶ πεπονθός τι· καὶ ξύλα δὲ καὶ εἴ τι ἄλλο τῷ ὁπωσοῦν μετέχειν ὑγρότητος καίεται. τὰ γὰρ πάντη κατεξηραμμένα οἷα τὰ σεσηπότα οὐδὲν ὑπὸ πυρὸς πάσχειν δύναται. οὐχ ὥσπερ δὲ τῷ ὑγρῷ τρέφεσθαι τὸ πῦρ λέγομεν, ἤδη καὶ ἀντιστρέψαντες τροφὴν ὕδατος τὴν εἰς αὐτὸ μεταβολὴν τοῦ πυρὸς εἴποιμεν. λόγος δὲ ὅτι τὸ μὲν ὑλικώτερον, τὸ δὲ εἰδι- κώτερον, καὶ τὸ μὲν δραστικώτατον καὶ λεπτομερέστατον, τὸ δὲ οὐχ οὕτω. τὸ δὲ αὐξόμενον τὸ εἶδος ἐστίν, οὐχ ἡ ὕλη, ὥσπερ ἐν ἄλλοις εἴρηται. τὸ γὰρ αὐξόμενον ἓν εἶναι τῷ ἀριθμῷ πρότερον δεῖ· ἡ δὲ ὕλη ἀπόρρυτος ἀεὶ καὶ ἐπίρρυτος οὖσα καὶ διὰ τοῦτο μὴ ὑπομένουσα ὡς τὸ διὰ σωλῆνος ἰὸν ὕδωρ πῶς ἔσται αὐξόμενον; ἔν τε ταῖς μεταβολαῖς καὶ ταῖς κράσεσι τὴν ἐπὶ τὸ κρεῖττον γένεσιν μὲν ἀπλῶς, φθορὰν δέ τινα ὀνομάζομεν· ἐπικρατούντων δὲ τῶν χειρόνων τὸ ἔμπαλιν. διὰ ταῦτα οὐ τὸν αὐτὸν τρόπον φαίνεται εἶναι ἀλλήλων τροφή, ἀλλὰ τῷ πυρὶ μὲν τὸ ὕδωρ τροφή, τὸ δὲ πῦρ οὐ τρέφει τὸ ὕδωρ. ἐν μὲν οὖν τοῖς ἁπλοῖς σώμασι ταῦτ’ εἶναι δοκεῖ μάλιστα τὸ μὲν τροφή, τὸ δὲ τρεφόμενον. καὶ τοιαῦτα μὲν οὖν οἱ τῷ ἐναντίῳ τρέφεσθαι ἰσχυριζόμενοι λέγουσιν · οἱ δὲ τοσοῦτον δέουσι λέγειν τρέφειν τὸ ἐναντίον, ὅτι μηδὲ τὸ οἰκεῖον, εἰ· μὴ ἀκριβςέστατον οὔτε γὰρ ἡ ἐν τῇ γαστρὶ χιλοποίησις οὔτε ἡ ἐν ἥπατι ἐξαιμάτωσις, οὐδ’ ἡ ἀνάδοσις οὐδ’ ἡ πρόσθεσις αὔξησις ἢ τροφή, εἰ μὴ παρ’ ὅσον ἡ πρόσφυσις καὶ ὁμοίωσις· σαρκὶ γὰρ ἡ σὰρξ τρέγεται καὶ ὀστοῦν ὀστῳ καὶ τὰ λοιπὰ τῶν ὁμοιομερῶν οὕτως. ἐπεὶ δ’ ἑκατέρως τῷ λόγῳ τὸ ἄπορον, ἣν ἄν διαφορὰν ἐπὶ τῆς τροφῆς εὕρωμεν, αὕτη καὶ λύσις ἔσται, καὶ πρὸς ταύτην οἱ λόγοι διαιτηθήσονται. ἡμῖν δὲ ὡς ἔθος διαπορεῖν καὶ περὶ τῶν ἐναργῶν, οὕτω τὸν λόγον προάγομεν. πότερον δέ ἐστιν ἡ τροφὴ τὸ τελευταῖον προσγινόμενον ἢ τὸ πρῶτον, ἔχει διαφοράν, καὶ αὕτη λύσις· ἐπεὶ γὰρ ἄμφω τροφαὶ ὁ ἄρτος καὶ τὸ αἷμα, ἡ μὲν πρώτη, ἡ δὲ τελευταία, καὶ ἡ μὲν ἄπεπτος, ἡ δὲ πεπεμμένη, ἀμφοτέρως ἄν ἐνδέχοιτο τὴν τροφὴν λέ- γειν καὶ ἐναντίαν τῷ τρεφομένῳ καὶ ὁμοίαν ᾗ μὲν ἄπεπτος, τὸ ἐναντίον τῷ ἐναντίῳ τρέφεται, ᾗ δὲ πεπεμμένη, τῷ ὁμοίῳ τὸ ὅμοιον. ὥστε φανερὸν [*](5 τῷ τρέφεσθαι AC 6. 7 ἡ γένεσις Α 7 οὕτω om. Β 9 ἐκκάμονοτες B 11 μεταβαλὼν AC 13 κατεξηραμένα Β 16 εἰδικώτατον Β 18 ὥσπερ] ὡσ κἀν Α ἐν ἄλλοις de Gener. et corr. A, 5 p. 321 sq.) [*](29 ὕπατι Α 32 εὕρομεν AC 38 ὅμοιον Α)
62
ὅτι λέγουσι τινὰ τρόπον ἀμφότεροι καὶ ὀρθῶς καὶ οὐκ ὀρθῶς. ἐπεὶ δὲ οὐδὲν τρέφεται μὴ μετέχον ζωῆς (ἐλάθομεν γὰρ ἡμεῖς καταρώμενοι τῷ τοῖς πολλοῖς φύρεσθαι τροφὴν καὶ αὕζησιν ἀνωτέρω κατηγοροῦντες τοῦ πυρός), τὸ ἔμψυχον, ἀλλ’ ὅτι ἔμψυχον τρέφεται· ὥστε καὶ ἡ τροφὴ πρὸς ἔμψυχον ἔσται καὶ οὐ κατὰ συμβεβηκός ἔστι δ’ ἕτερον τροφῇ καὶ αὐξητικῷ εἶναι· ᾗ μὲν γὰρ ποσόν τι τὸ προσφερόμενον, αὐξητικόν, ᾗ δὲ τόδε τι καὶ οὐσία, τροφή· σώζει γὰρ τὴν οὐσίαν, καὶ μέχρι τούτου τὸ πρᾶγμά ἐστιν, ἕως ἄν τρέφηται· ἐπεὶ γὰρ τὸ τρεφόμενον καὶ εἶδός ἐστι καὶ πεπόσωται ζῶον γὰρ τυχὸν ἢ φυτόν, καὶ τοσόνδε), κατὰ τὰ αὐτὰ δὲ καὶ ἡ τροφή, ἄρτος τυχὸν ἢ οἶνος, καὶ το- σοῦτος, ᾗ μὲν εἶδος, σώζει τὸ εἶδος προστιθεμένη ᾧ προστίθεται, ᾗ δὲ ποσόν, τὴν κατὰ μέγεθος τοῦ τρεφομένου ποιεῖται ἐπίδοσιν · καὶ ὅταν μὲν εἴη τὸ εἰσαγόμενον πλέον τοῦ ἀπορρέοντος, πρὸς οἷς τρέφεται καὶ αὔξεται, ὅταν δὲ ἔλαττον, φθίνει· στάσις δὲ τοὐ ὄγκου καὶ σωτηρία μόνη τοῦ εἴδους, ὅταν ἴσον. ἔστι δ’ ὅτε καὶ πλείονος τῆς τροφῆς οὔσης οὐκ αὔξεται τὸ σῶμα ὡς ἤδη ἀποκαμόντων τῷ χρόνῳ τῶν μορίων καὶ σκληροτέρων ἢ ὅσον τροφῇ ἐπεκτεί- νεσθαι γεγονότων· ὅθεν παισὶ μὲν ὑγροτέροις οὖσιν εὐεκτότερα τὰ ὀστᾶ καὶ τάχιστα αὔξεται, πρεσβυτέροις δὲ τοὐναντίον. ὥσπερ δὲ ἡ θρεπτικὴ δύναμις καὶ τρέφει καὶ αὔξει κατ’ ἄλλο καὶ ἄλλο, οὕτω καὶ γεννήσεως ἡ αὐτὴ ποιητικὴ τικὴ οὐ τοῦ τρεφομένου καὶ παρόντος ἤδη γάρ ἐστιν αὐτοῦ ἡ οὐσία), ἀλλ’ οἷον τὸ τρεφόμενον· γεννᾷ δ’ οὐθὲν αὐτὸ ἑαυτό, ἀλλὰ σώζει μόνον. πρός τε δὲ τῆς τροφῆς τὴν ποσότητα καὶ ποιότητα καὶ τὸ σπέρμα περίττωμα τροφῆς ὂν ἢ μειοῦται ἢ αὔξεται· ὥστε ἡ μὲν τοιαύτη τῆς ψυχῆς ἀρχή, τὴν θρεπτικὴν λέγω, δύναμίς ἐστιν οἵα σώζειν τὸ ἔχον αὐτὴν ᾗ τοιοῦτον, ἡ δὲ τροφὴ παρασκευάζειν ταύτῃ ἐνεργεῖν τὰ οἰκεῖα. διὸ τὸ στερηθὲν τροφῆς οὐ δύναται εἶναι. ἀλλὰ θρεπτικὸν τοῦτο τἄλλα δέ, εἴπερ δεῖ καὶ ταῦτα ὁρίσασθαι, ἔστιν αὐξητικὸν δύναμις ψυχῆς ἄγουσα εἰς τελείωσιν εἴδους τοῦ ἔχοντος αὐτήν, εἰς ὃ γεγονὸς δύναται ἐκτελεῖν πάσας τὰς ἐνεργείας τὰς φυσικάς γεννητικὸν δὲ δύναμις καὶ αὐτὸ ψυχῆς οἵα τε οὖσα παρασκευάζειν τὸ ἔχον αὐτὴν ποιεῖν ἕτερον οἷον αὐτὸ κατ’ ἔφεσιν τῆς ἐν τῷ πρώτῳ ἀιδιότητος. ἐπεὶ δ’ ἐστὶ τρία τὸ τρεφόμενον καὶ ῳ τρέφεται καὶ τὸ τρέφον, τὸ μὲν τρέφον ἐστὶν ἡ ψυχή, τὸ δὲ τρεφόμενον τὸ ἔχον αὐτὴν σῶμα, ᾧ δὲ τρέφεται, ἡ τροφή. ἐπεὶ δὲ ἀπὸ τοῦ τέλους καὶ τοῦ ἔργου ἅπαντα προσαγορεύειν δίκαιον, τέλος δὲ τῆς θρεπτικῆς τὸ γεννῆσαι οἷον αὐτό, εἴη ἄν ἁπλῶς ἡ πρώτη ψυχὴ καὶ φυτικὴ γεννητικὴ οἷον αὐτό· καὶ οὗτος δεύτερος ὁρισμὸς αὐτῇ. ἔτι ἔστιν ᾧ τρέφεται διττόν, τὸ μὲν ὡς ὕλη οἷον ἡ τροφή, ὥσπερ εἴρηται, τὸ δὲ ὡς ὄργανον· καὶ τοῦτο αὖ διττόν, ὥσπερ καὶ ᾧ κυβερνᾷ ὁ πλωτήρ, ἡ χεὶρ καὶ τὸ πηδάλιον, τὸ μὲν κινοῦν καὶ κινούμενον, τὸ δὲ κινούμενον μόνως. τῷ μὲν οὖν ἐμφύτῳ θερμῷ καὶ ᾧ τροφὴ πέττεται ἀναλογείτω ἡ χείρ, κινουμένῳ μὲν ὑπὸ ψυχῆς, κινοῦντι δὲ τὰ ὀργανικὰ τῆς τροφῆς μέλη, στόμα, ὀδόντας, κοιλίαν, ἧπαρ καὶ [*](6 τροφή AC 11 σώζειν Α 16 ἡ] ἦ Α τροφὴ Α 24 λέγω] λόγω Α1 25 παρασκευάζει Α: fort, recte 28 τὰς φυσικὰς ἐνεργείας AC γεννητικὴ Β 40 καὶ ἧπαρ Α)
63
τἄλλα ἃ κινεῖται μόνως, οὐ κινεῖ δέ, ὥσπερ καὶ τὸ πηδάλιον. εἰ δέ τις δοίη κινεῖν τὴν ναῦν, ἔσται τι ἴσως καὶ αὐτὰ κινοῦντα, τὴν τροφήν. φανερὸν οὖν ὅτι πᾶν ἔμψυχον ἀνάγκη ἔχειν θερμότητα· ἔργον γὰρ πέψις θερμοῦ. τύπῳ μὲν οὖν τί ἐστι τροφὴ εἴρηται διασαφητέον δὲ ὕστερον περὶ αὐτῆς ἐν τοῖς οἰκείοις λόγοις· ἐν γὰρ τοῖς Περὶ ζώων γενέσεως, ὅταν τὸ σπέρμα περίττωμα τροφῆς λέγωμεν καὶ περὶ τῆς ἁπλῶς τροφῆς διαληψόμεθα.

Διωρισμένων δὲ τούτων λέγομεν κοινῇ περὶ πάσης αἰσθήσεως. ὥσπερ ΙΙ5 δὲ ἀπλῶς περὶ πάσης ψυχῆς ἐν τοῖς κατ’ ἀρχὰς ἐζητήσαμεν καὶ κοινόν τινα λόγον ὁλοσχερώτερον ἐπὶ κεφαλαίου. ἀποδεδώκαμεν, εἶτα πρὸς τὰς κατ’ εἶδος τὴν σκέψιν πεποιήμεθα, οὕτω κἀνταῦθα πρὸ τῶν κατὰ μέρος αἰσθητῶν καὶ αἰσθήσεων περὶ τῆς ὅλης αἰσθήσεως καὶ τοῦ ἀπλῶς αἰσθητοῦ εἰπεῖν ἐπιβάλ- λομεν, εἴ πως ἁμωσγέπως, ὥσπερ ἐκεῖ, ἀποδοῦναι κοινόν τινα λόγον ἰσχύσαιμεν. συλλαμβάνομεν δὲ κατὰ τὸ εἰωθὸς καὶ ὅσα συντείνει πρὸς τὴν λῆψιν τοῦ ὁρισμοῦ, ὅθεν καὶ ἀναγκαίως ὁ λόγος παρεκταθήσεται διὰ τὰς ἐν μέσῳ ἀσχολίας. καὶ πρῶτον ὅτι ἡ αἴσθησις ἐν τῷ κινεῖσθαι καὶ πάσχειν συμβαίνει, καθάπερ εἴρηται. δοκεῖ γὰρ ἀλλοίωσίς τις εἶναι τῇ τε γὰρ τῶν αἰσθητῶν ἀντιλήψει τοίως ἢ τοίως διατιθεμένη ἀλλοιοῦσθαι δόξειεν ἄν· τοῦτο δὲ κίνησις. ἐπεὶ δ’ ἅπαξ τὸ πάσχειν καὶ κινεῖσθαι τὴν αἴσθησιν ἐνεδώκαμεν, κοινῶς περὶ τοῦ ποιεῖν καὶ πάσχειν ἐπαπορήσωμεν, ἵν’ ἔχοιμεν καὶ ἰδίως τι λέγειν περὶ αἰσθήσεως. πότερον τῷ ἐναντίῳ πάσχει τὸ ἐναντίον καὶ ποιεῖ, ἢ ὑφ’ ὁμοίου τὸ ὅμοιον, ὡς φασί τινες; ἢ καὶ ἄμφω πῶς μὲν πῶς δ’ οὐ τῷ δυνάμει καὶ ἐνεργείᾳ, ὡς μικρῷ πρόσθεν διεστειλάμεθα. καὶ ἐν τοῖς καθόλου λόγοις ἱκανῶς ἐπεστήσαμεν, πῶς τοῦτο δυνατὸν καὶ ὅπως ἀδύνατον οὐδὲν δὲ κωλύει καὶ νῦν ἐπὶ βραχὺ διελθεῖν. οὔτ’ οὖν τὰ πάντη ταὐτὰ οὔτε τὰ ἕτερα πάντη πάθοι ἢ δράσοι πρὸς ἄλληλα, ἀλλὰ τὰ ἐνεργείᾳ μὲν ἕτερα δυνάμει δὲ ταὐτὰ πάσχει ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ κινούμενα· τί γὰρ πάθοι φωνὴ ὑπὸ χρώματος ἢ ὄψις ὑπὸ ὀδμῆς; τί δὲ ὕδωρ ὑφ’ ὕδατος ἢ πῦρ ὑπὸ πυρός; ὕδωρ δὲ πυρὶ καὶ πῦρ ὕδατι δρῶσι καὶ πάσχουσι δυνάμει ὄντα ταὐτά· δυνάμει δὲ ταὐτὸν καὶ τῷ αἰσθητῷ αἴσθησις, ἐνεργείᾳ δ’ οὔ. ἔτι καὶ τοῦτο ζητήσωμεν ἔχει καὶ] γὰρ ἀπορίαν ἀρκοῦσαν, ἣν κάλλιον ἦν εἰ μετὰ πολλὰ προτεθείκαμεν, ἀλλὰ μὴ νῦν ὑπὸ προθυμίας ὀλιγωρήσαντες· τί δήποτε καὶ τῶν αἰσθήσεων αὐτῶν οὐ γίνεται αἴσθησις, καὶ διὰ τί ἄνευ τῶν ἔξω οὐ ποιοῦσιν αἴσθησιν, ἐνόντος πυρὸς καὶ τῶν ἄλλων στοιχείων, ὧν ἐστιν αἴσθησις καὶ τῶν καθ’ αὑτὸ προσόντων καὶ οὐσιωδῶς αὐτοῖς, ὡς ἁφὴ θερμότητος καὶ ψυχρότητος καὶ τῶν ἐναντίων, κ·αὶ τῶν κατὰ συμβεβηκός, ὡς ἕτεραι. ἔδει γάρ, εἴπερ ἀντιληπτικὴ τῶν αἰσθητῶν αἴσθησις, αἰσθητὰ δὲ καὶ τὰ αἰσθητήρια, δι’ ὧν αἰσθανόμεθα, καὶ τούτων ἀντιλαμβάνεσθαι, καὶ τὸν ὀφθαλμὸν αὐτὸν ὁρᾶν ἔδει καὶ μηδενὸς ἔξωθεν παρόντος. λύεται δέ, ὅτι τὸ αἰσθητικὸν οὐκ ἔστιν [*](1 κινεῖτ' ὥσπερ Α1 3 γὰρ om. C 4 τί scripsi: τίς libri 5 Περὶ ζώων γενέσεως] De Au. gener. Α, 18 p. 724a 14 sqq. 8 ἐξητήσαμεν Β: ἐξαιτήσαμεν Α) [*](9 ἀπεδώκαμεν C εἴδη AC 10 ἐπεποιήμεθα Α 14 παρεκτανθήσεται libri) [*](22 ἐν τοῖς καθόλου λόγοις de Gener. et corr. Α, 7 p. 323 b 26 ἀπὸ τοῦ] ἀποῦ C) [*](28 καὶ δρῶσι AC 29 αἴσθησιν B 30 καὶ delevi 37 ὁρᾶν αὐτὸν Α)

64
ἐνεργείᾳ, ἀλλὰ δυνάμει μόνον, πᾶν δὲ τὸ δυνάμει προάγεται ὕπο τι,νος ενεργείᾳ ὄντος. καὶ καθάπερ τὸ καυστὸν δυνάμει οἷον ξύλον ἡ ἔλαιον οὐ καίεται αὐτὸ καθ’ αὑτὸ ἄνευ τοῦ καυστικοῦ ἔκαιε γὰρ ἄν αὑτό, καὶ οὐδὲν ἐδεῖτο του ἐντελεχείᾳ πυρὸς ὄντος), οὕτω τοι κἀνταῦθα. ἀναλογεῖ γὰρ τῷ μὲν καυστῷ ἡ αἴσθησις, τῷ δὲ πυρὶ τὸ αἰσθητόν. ὅτι δὲ δυνάμει μόνον ἡ αἴσθησις ἀπουσία τῶν αἰσθητῶν, δῆλον ἐκεῖθεν ἐπεὶ γὰρ τὸ αἰσθανόμενον λέγε διπῶς τό τε γὰρ δυνάμει ἀκοῦον καὶ ὁρῶν ἀκούειν καὶ ὁρᾶν λέγομεν, κἄν τύχοι καθεῦδον, καὶ τὸ ἤδη ἐνεργοῦν), διχῶς ἄν καὶ ἡ αἴσθησις λέγοιτο, ἡ μὲν ὡς δύναμις, ἡ δὲ ὡς ἐνέργεια. πάσχει δὲ πᾶν δυνάμει καὶ κινεῖται ὑπὸ τοῦ ποιητικοῦ καὶ ἐνεργείᾳ ὄντος. διὸ ἔστι μὲν ὡς ὑπὸ τοῦ ὁμοίου πάσχει ἡ αἴσθησις τοῦ αἰσθητοῦ, ἔστι δ’ ὡς ὑπὸ τοῦ ἀνομοίου, καθάπερ εἴπομεν πάσχει γὰρ τὸ ἀνόμοιον, πεπονθὸς δὲ ὅμοιον γίνεται. ἀλλὰ τί ταῦτα πρὸς τὸ ζητούμενον; ἐοίκαμεν γὰρ πόρρω βάλλειν ἢ καθ’ ἑαυτῶν· εἰ γὰρ ἡ αἴσθη- σις δύναμις, τελειοῦται δὲ τῇ θίξει τοῦ αἰσθητοῦ, αἰσθητὸν δὲ τὸ ἐν. τῷ ὀφθαλμῷ ὑγρὸν τά τε χρώματα καὶ οἱ διάφοροι χιτῶνες, πῶς ἔγγιον ὄντα οὐ μᾶλλον τελειοῦσι τὴν ὅρασιν, ἵν’ ὁρατὰ χρηματίσωσιν; ἡ μὴ μόνης εἶναι τὴν αἰσθητικὴν ἐνέργ.ειαν αὐτῆς τῆς αἰσθητικῆς δυνάμεως, ἀλλὰ τοῦ συνάμφω, τοῦ αἰσθητηρίου καὶ τῆς δυνάμεως· δεῖσθαι δὲ καὶ τοῦ μεταξὺ πᾶσαν αἴσθησιν· μέσον δὲ ὁρῶντος καὶ ὁρωμένου τὸ διαφανές, ὅτε πεφωτισμένον ᾖ. πῶς οὖν ἡ ὄψις αὐτὴ γυμνὴ περί τι ἐνεργήσει μὴ ἔχουσα ὄργανον καὶ ἀμέσως; εἰ οὖν δεήσει τὴν ὄψιν τὸν ὀφθαλμὸν ἰδεῖν, δεήσει καὶ ὀργάνου. τί δὲ οἰκειότερον ὀφθαλμοῦ τῇ ὄψει ὄργανον; ὀφθαλμὸς δὲ τὸ ὑγρὸν καὶ λευκὸν καὶ τἄλλα· ὥστε εἰ τὸν ὀφθαλμὸν ὀφθῆναι δεῖ, ἑτέρου ὀφθαλμοῦ ἀοράτου χρεία, καὶ εἰ κἀκεῖνον, ἄλλου· καὶ τοῦτο εἰς ἄπειρον. καὶ ὁ τοιοῦτος ἐπὶ πάσης αἰσθήσεως προχωρήσει λόγος· οὐ γάρ ἐστιν ἡ αἴσθησις ὁ πολύτιμος νοῦς αὐτὸς καθ’ ἑαυτὸν ἐνεργῶν, μηδενὸς τῶν σωματικῶν προσδεόμενος πρὸς τὴν τῶν νοουμένων ἀντίληψιν, καὶ ἐντὸς καὶ ὅτε καὶ ὅπως βούλεται πρὸς ἑαυτὸν ἐπιστρέφων αὐτὸς αὑτῷ ταμίας καὶ τῆς ἠρεμίας καὶ τῆς κινήσεως· ἀλλ’ ἐκτὸς ἐνεργεῖ καὶ μεθ’ ἑτέρου τοῦ σώματος, καὶ ὅτε τὰ αἰσθητὰ πάρεισι, πρὸς ἑαυτὴν ἀνεπίστροφος. ἔνθεν καὶ τῇ τῶν αἰσθητῶν ὑπερβολῇ φθείρεται. σώματι γὰρ προσχρῆται συγγενεῖ τοῦ πάθους καὶ κάμνει πονοῦσα καὶ ὕπνου δεῖται· οὗτος γὰρ ἀργία αἰσθήσεως. ὧν οὐδὲν περὶ τὴν ἄυπνον καὶ ἄυλον καὶ νοερὰν ὁρᾶται φύσιν. οὔπω δὲ τέλος ἱκόμεθα μύθων, ἀλλ’ ὅσῳ καρτε- ρώτερον ἀπηντήσαμεν, τοσούτῳ δυσχερεστέρως ἀπαλλαττόμεθα. πῶς γὰρ διωσόμεθα, σόμεθα, εἴ τις εἰς πυρετοὺς ἡμᾶς ἐμβάλῃ ἢ ἐπιρρεύσει τοῖς ὀφθαλμοῖς ἴκτερον ἢ ἐπίχυμα, εἶτ’ ἄγχων καὶ μηδ’ ἀναπνεῖν ἐῶν ἐριστικώτερον ἐρωτᾷ, εἰ αὑτῶν συνῃσθήμεθα, οὕτω τε φύσιν ἔχοντες, ἢ μή. εἰ μὲν οὖν ἀπαλλαγῆναι σπεύ- δοντες μηδὲ συναισθέσθαι ἰσχυριούμεθα τὴν ἀρχήν, οὐκ ἄν τούτῳ μόνῳ ἀρκέδιχῶς [*](7 ΑC 19 ᾖ] εἰ C 20 εἶ οὖν—21 ὀργάνου in marg. add. B) [*](23 τὸ Β: τ C εἰς οm. C βούληται Α αὐτῷ C 29 ante πρὸς add. καὶ AC 30 ἡ ὑπερβολή C 35 ἡμᾶς εἰς πυρετοὺς ΑC ἐμβάλοι Α) [*](36 αὑτῶν scripsi: αὐτῶν libri 37 τε] περὶ C Α1: παρὰ Α2 38 τούτῳ] οὕτω Β)
65
σαιμεν γέλωτος, ἀλλ’ οὐδὲ τοὺς ἄλλους λάθοιμεν οὕτως ἀναισθήτως ἔχοντες· εἰ δ’ ὁμολογήσαιμεν, τί δ’ ἂν ἔτι μεμφοίμεθα εὐκαίρως ἡμᾶς ὀνειδίζοντι αὐτοὺς ἑαυτοῖς ἀντιλέγοντας καὶ οὕτω παρὰ πόδας ἄνω βαλλομένους κάτω ; εἰ γὰρ τούτῳ μὴ αἰσθάνεσθαι τῶν οἰκείων ὀργάνων τὴν αἴσθησιν ᾐτιώμεθα τῷ μὴ χωριστῶς ἐνεργεῖν, δεῖσθαι δὲ καὶ τοῦ μεταξύ, πῶς ἁφῇ μὲν τῆς ἐντὸς τοῦ πυρετοῦ θερμότητος αἰσθανόμεθα, ὠχρὰ δὲ τοῖς ἰκτεριῶσι τὰ ἔξω φαίνεται, αὐτὸ τοῦτο τοῦ αἰσθητηρίου πάσχοντος, καὶ κωνώπια ὡς πρὸ τῶν ὀφθαλμῶν ὁρῶμεν τὰ ἐντὸς συνεστῶτα τῶν ἐπιχύσεων, ἢ διχοτομουμένην τὴν κόρην, ὅταν τινὶ νεφέλῃ διείργηται; ταῦτά τε εἴποιεν καὶ ἕτερ’ ἄττα· ἔτι δὲ προσφέροιεν ἄν καὶ τὰ τῆς γλώττης παθήματα, ὡς παρὰ φύσιν ἐχούσης τῆς ἐνούσης ὑγρότητος ἐπαισθάνεται, οἷον πικρότητος ἐν πυρετοῖς, κατὰ φύσιν δ’ οὔ. τίς οὖν εἰς ταῦτα θεραπεία, καὶ πῶς ἀπαλλαγῶμεν; ἆρ’ οὖν, εἰ πρὸς ἰατροὺς οὕτως ἔχοντες ἔλθοιμεν, ἕξομέν τινα τοῖς παροῦσι βοήθειαν; ἐκεῖνοι γὰρ λέ- γουσιν ἀκριβῶς τὴν φύσιν ἐπισκεψάμενοι, ὡς πυρέττοντες ἑαυτῶν αἰσθανόμεθα οὐ τῶν νεύρων ἢ τῶν σαρκῶν τεθερμασμένων, ἐν οἷς πρώτοις ἡ ἁπτικὴ σύνεστιν αἴσθησις, ὠὰ τῶν ὑγρῶν, αἵματος, φλέγματος καὶ τῶν ὑπολοίπων. τί γοῦν ἄτοπον, εἰ κατὰ φύσιν μὲν ἐχόντων διὰ τὸ ὁμαλὸν καὶ οἰκεῖον τῆς ἐν ὅλῳ τῷ σώματι κράσεως μηδενὸς τῶν τοιούτων αἰσθάνεσθαι, ὥσπερ οὐδ’ οἱ τὴν κρᾶσιν θερμότεροι ἑαυτῶν ὡς θερμοτέρων αἰσθάνονται, ἐν ταῖς ὑπερβολαῖς δέ, ὥσπερ ἐκτὸς ἑστώτων τῶν τοιούτων τῆς φύσεως, ὡς ἀλλοτρίων ἐντὸς τὴν φύσιν ἐν τοῖς οἰκείοις μένουσαν ἐπαισθάνεσθαι. εἰ γὰρ αὐτὰ τὰ νεῦρα καὶ τὴν σάρκα τεθερμάνθαι ἐλέγομεν, εἶτα ἑαυτῶν ἐπαισθάνεσθαι, ἦν ἴσως ἄλογον ἄλλων δὲ πασχόντων γνωρίζειν τὴν αἴσθησιν οὐδὲν κωλύει. καὶ σημεῖον ὡς εἰ καθάπαξ τὸ ζῶον θερμαίνοιτο καὶ ὁμαλῶς τὸ δύσκρατον ἔχοι, μηδενὸς τῶν μερῶν ὑγιαίνοντος, ἵν’ εἴη τῶν πασχόντων κριτήριον, φθορὰ τοῦτο καὶ τοῦ ζώου διάλυσις γίνεται. ἀλλ’ ἐπὶ μὲν ἁφῆς οὕτως ὁ λόγος εὐώδωται, ἄλλου φανέντος τοῦ πάσχοντος καὶ ἄλλου τοῦ κρίνοντος· ἐπὶ δὲ γλώσσης καὶ ὀφθαλ- μοῦ, αὐτῶν πασχόντων καὶ αὐτῶν γνωριζόντων, καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων οὐκ ἀποχρήσει ταῦτα. ἢ κοινότερον τὸν λόγον ποιήσαντες ἴσως ἂν ἀρκέσαι μὲν. οὐδὲν οὖν ἕτερόν ἐστιν αἴσθησις, ὡς καὶ μετὰ μικρὸν δηλωθήσεται, ἢ κρίσις ὑπὸ τῆς αἰσθητικῆς δυνάμεως τοῦ ἐν τῷ αἰσθητηρίῳ ἐγγινομένου πάθους ὑπὸ τῶν αἰσθητῶν οὐδὲν δὲ ὑφ’ αὑτοῦ πάσχει. ἀλλ’ ὑφ’ ἑτέρου καὶ ἀνομοίου. ταῦτ’ ἄρα κατὰ φύσιν μὲν ἐχόντων τῶν αἰσθητηρίων οὐκ αἰσθανόμεθα αὐτῶν, ἅτε μηδενὸς ἐν αὐτοῖς ἐγγινομένου πάθους· ὅταν δέ τινι παρὰ φύσιν χυμῷ ἐνσκήψαντι παραχθείη τὸ αἰσθητήριον, εἰκότως τοῦ πάθους ἡ αἴσθησις ἀντιλήψαιτο οὐδὲν γὰρ μᾶλλον τὸ ἔξωθεν αἰσθητὸν τοίως ἢ τοίως τὸ αἰσθητήριον διατίθησιν ἢ ἐν τοῖς τοιούτοις τὸ πάθος ἔνδον ὅθεν καὶ οὐ μᾶλλον τοῦ ἐκτὸς ἡ τοῦ ἐντὸς ἡ κριτικὴ δύναμις αἰσθανθήσεται. οὐχ ὁρῶμεν δὲ καὶ μύοντες ταῦτα, καίπερ ἐντὸς ἔχοντες, διὰ τὸ δεῖσθαι τοῦ μεταξὺ καὶ [*](1 λάθοιμεν scripsi: λάθωμεν B: λάθομεν AC 4 τῷ] τοῦ Β 6 θερμότητα Α1) [*](9 προφέροιεν C 12 ἀρ’ οὖν] ἄρ’ οὖν ΑC: ambigue Β 17 ὁμαλὲς AC 18 αἰσθάνε- σθαι] συνέσθεσθαι Α 24 ἔχοιε Α 26 εὐόδωται ΑC 31 κρίσησ C 32 πάσχει ὑφ’ αὑτοῦ AC 36 ἀντιλήψαιτο sic libri: fort. ἀντιλήψεται 38 ἡ κριτικὴ] ἡ κριτικὸς B)
66
τῷ τὴν ὄψιν μὴ ἄνευ φωτὸς ἐνεργεῖν οὐδὲ γὰρ ἐν σκότῳ τὰ ἐκτὸς παρακείμενα ὄψεται. ἔξωθεν γοῦν ἐνεργοῦσα μετὰ φωτὸς τὸ μὴ καλῶς ἔχειν τὸ αἰσθητήριον τῇ τῆς ἐνεργείας γινώσκει διαφορότητι· ὅθεν καὶ τοῖς ἔξω τὸ οἰκεῖον περιάπτει πάθος, ὥσπερ ἡ γεῦσις τοῖς σιτίοις τὴν ἰδίαν πικρότητα, οἵ τε σκοτοδινιῶντες οἴονται κύκλῳ τὰ ἔξω φέρεσθαι αὐτοὶ στρεφόμενοι. ὡς γὰρ τὰ κεχρωσμένα τῶν σπέκλων ἐρυθρῷ ἢ κυανῷ βάμματι πάντα τὰ δι’ αὐτῶν ὁρώμενα ὁμόχροα ἑαυτοῖς δείκνυσιν, οὕτω δὴ καὶ ὅταν φθάσῃ τῶν αἰσθητηρίων ἕκαστον ὑπό τινος νόσου προκαταληφθῆναι, πᾶσι τοῖς ἄλλοις αἰσθητοῖς, ὧν ἐστι κριτικόν, τὴν ἰδίαν ποιότητα περιτίθησιν. ἢ καὶ δυσχεράνειεν ἄν τις· τί ὅ ἄν ἔτι καὶ τοῖς πολλοῖς ἐγκαλέσομεν αὐτοὶ τὰ πράγματα φύροντες· χωρὶς γὰρ ὄντων κινήσεως πάθους καὶ ἐνεργείας, ἡμεῖς ὡς καθ’ ἑνὸς τούτοις χρώμεθα καὶ ὡς τοῦ αὐτοῦ ὄντος τοῦ πάσχειν καὶ κινεῖσθαι καὶ ἐνεργεῖν λέγομεν, ὡς ἂν καὶ τὸ περὶ τὴν αἴσθησιν ποτὲ μὲν κίνησιν, ποτὲ δὲ πάθος, ἐστιν οἷς καὶ ἐνέργειαι ὀνομάζοιμεν. ἀλλὰ πᾶσα μὲν κίνησις καὶ ἐνέργεια, οὐκ ἔμπαλιν δέ· καὶ πᾶν πάθος κίνησις, οὐκ ἀντιστρέφει δέ. δεῖ γὰρ διαιρεῖν καὶ ἡ μὲν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἀτελὴς ἐλέγετο πρόοδος, ἐνέργει δὲ πρὸς ταύτῃ καὶ ἡ τελεία προβολὴ τῆς ἕξεως, ἥ τε ἀθρόα ὁμοῦ καὶ μὴ συμπροϊοῦσα τῇ κινήσει μηδὲ τῷ χρόνῳ συρρέουσα, ὥσπερ ἡ τοῦ φωτὸς ἐν τῷ παντὶ προβολὴ καὶ διάδοσις ἄχρονος ἅμα γὰρ τῷ φανῆναι φωτιστικόν, καὶ ἀθρόως ᾧ ὅ] ἄν προσβάλοι, ἀστράπτεται) καὶ ἐν παντὶ μέρει χρόνου ταῖς ἐνεργείαις ὁμοίως ἔχει ἑστῶσα καθ’ ἕν, ὡς ἂν καὶ ἐπὶ τῶν αἰσθήσεων εἴποιμεν καὶ κατὰ ταὐτὸ γὰρ τό τε ὄμμα διήραμεν καὶ τῶν ὁρατῶν ἀντελάβομεν) ἥ τε μεριστὴ καὶ τῷ χρόνῳ συμπαροδεύουσα, οἷα τὰ τοῦ διανοητικοῦ ἐνεργήματα καὶ κινήματα τὰ ἀπὸ προτάσεως ἐπὶ τὰ συμπεράσματα τέλεια μὲν τῇ ἕξει, οὐκ ἀθρόα δὲ τῇ ἐνεργείᾳ, ἀλλὰ τὸ μὲν πρῶτον, τὸ δὲ μετ’ αὐτό, καὶ ἔσχατον τὸ συμπέρασμα. διττὸν δὲ καὶ τὸ πάσχειν, ὡς προιόντες ἐροῦμεν. πρότερον δὲ διαιρετέον περὶ δυνάμεως καὶ ἐντελεχείας νῦν γὰρ ἀπλῶς λέγομεν περὶ αὐτῶν), ἵν’ ἐπιόντες τοὺς τρόπους, ὅπη περ ἡ αἴσθησις δύναμις, εὕρωμεν καὶ εἰ τὴν ἀπὸ τῆς δυνάμεως αὐτῆς εἰς τὴν ἐνέργειαν ἔγερσιν ἀλλοιοῦσθαι κυρίως ἢ πάσχειν καλεῖν δεῖ, ἀλλὰ μή τι ἕτερον. λέγεται μὲν οὖν δυνάμει καὶ τὸ κατ' ἐπιτηδειότητα μόνην φυσικήν· ἔστι γάρ πως οὕτως ἐπιστῆμόν τι, ὡς ἄν εἴποιμεν ἄνθρωπον ἐπιστήμονα δυνάμει καὶ τὸ παιδίον φύσει ἐπιστήμης δεκτικόν ἕτερον δὲ ὡς ἤδη λέγομεν ἐπιστήμονα τὸν ἔχοντα τελείαν τὴν ἐπι- στήμην, οἷον εἰπεῖν τὴν γραμματικήν, ἀργοῦντα δὲ ἢ καθεύδοντα. φανερὸν οὖν ὡς οὐ τὸν αὐτὸν τρόπον ἑκάτερος τούτων δυνατός ἐστιν, ἀλλ’ ὁ μὲν ὅτι τὸ γένος τοιοῦτον καὶ ἡ ὕλη, ὁ δὲ ὅτι βουληθεὶς δυνατὸς θεωρεῖν καὶ ἐνεργεῖν, ἄν μή τι κωλύσοι τῶν ἔξωθεν. τρίτος δὲ παρὰ τούτους ὁ καθ’ ἐνέργειαν καὶ ἤδη θεωρῶν ἐντελεχείᾳ ὢν καὶ κυρίως ἐπιστάμενος τόδε τὸ Α. ἀμφότεροι [*](6 σπλέκλων B 9 ἡ καὶ AC 10 ἐγκαλέσαιμεν AC 11 γὰρ τῶν ὄντων C 16 εἰς] πρὸς ΑC 20 δ’ delevi 21 καὶ (ante κατὰ) om. Α 23 ἐνεργήματος καὶ κινήματος B 24 προτάσεων Α 28 εὕρομεν AC 31 ἔστι μὲν γὰρ Α 34 φανερὸν οὖν κτλ. v. Torstrikii ed. p. 141 35 τὸν αὑτὸν] ταὐτὸν τὸν Α: ταὐτὸν C)
67
μὲν οὖν οἱ πρῶτοι κατὰ δύναμιν ἐπιστήμονες, ἀλλ’ ὁ μὲν πρώτως, ὁ δὲ δευ- τέρως, καὶ ὁ μὲν διὰ μαθήσεως ἀλλοιωθεὶς καὶ πολλάκις ἐξ ἐναντίας μετα- βαλὼν ἕξεως, ὁ δὲ ἐκ τοῦ ἔχειν τὴν αἴσθησιν τελείαν ἢ τὴν γραμματικὴν μὴ ἐνεργεῖν δέ· καθ’ ὃ μόνον καὶ τὸ αἰσθητικὸν δυνάμει λέγομεν καὶ τὴν αἴσθησιν δύναμιν. καὶ ἔτι ἄλλον τρόπον δυνάμει ὁ ἤδη ἐνεργῶν ὁ διδάσκων γραμματικὸς καὶ ὁ ὁρῶν τόδε τὸ λευκόν. οὐκ ἔστι δὲ ἁπλοῦν οὐδὲ τὸ πάσχειν, ἀλλὰ τὸ μὲν φθορά τις ὑπὸ τοῦ ἐναντίου, ὡς τὸ ξύλον πάσχει καιόμενον ὑπὸ τοῦ πυρός, καὶ τὸ μέλαν ὅτε λευκαίνεται, τὸ δὲ σωτηρία μᾶλλον τοῦ δυνάμει ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος καὶ οὕτως ὁμοίου ὡς δύναμις ἔχει πρὸς ἐντελέχειαν, ὡς τό τε παιδίον πάσχει μανθάνον καὶ τελειούμενον εἰς γραμματικὴν ὑπὸ τοῦ ἐνερ- γείᾳ γραμματικοῦ, ὅ τε καθ’ ἕξιν ἐπιστήμων γινόμενος· ἐνεργείᾳ θεωρῶν, ὃ πρότερον ἐλέγομεν ἄνω δυνάμει καὶ δεύτερον · ὅπερ οὐδὲ κυρίως πάσχειν ἂν ἢ ἠλλοιῶσθαι λέγοιτο. πῶς γὰρ πάθος ἢ ἀλλοίωσις ἡ τοῦ εἴδους πλήρωσις καὶ τελείωσις; εἰς ἑαυτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν. ἢ τῷ πτωχεύειν ὀνομάτων κοινωνήσει μὲν τοῦ ὀνόματος, διοίσει δὲ τῇ φύσει, καὶ ἕτερον τοῦτο γένος πάθους ἔσται καὶ ἀλλοιώσεως. οὔκουν καλῶς ἔχει λέγειν τὸ καθ’ ἕξιν φρονοῦν ἢ ἐπιστάμενον, οἷον τὸν καθεύδοντα γεωμέτρην, ὅταν ἐγείρηται καὶ ἐνεργείᾳ φρονῇ καὶ ἐπίστηται, παθεῖν τι ἡ ἠλλοιῶσθαι, ὥσπερ οὐδὲ τὸν οἰκο- δόμον ὅταν οἰκοδομῇ. ἀλλ’ οὐδὲ διδασκαλίαν τοῦτο λεκτέον, ἀλλ’ ἑτέραν ἐπωνυμίαν νυμίαν ἔχειν δίκαιον. οὕτως οὐδὲ τὸ δυνάμει αἰσθητικόν, ὅταν ἐνεργείᾳ αἰσθάνηται, πάσχειν κυρίως ἢ ἠλλοιῶσθαι λέγειν δεῖ. τὸ δὲ ἐκ δυνάμει ὄντος μανθάνον καὶ λαμβάνον ἐπιστήμην ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος καὶ διδασκαλικοῦ, τὸ πρῶτον λέγω δυνάμει, τὸ κατ’ ἐπιτηδειότητα μόνην καὶ ἀτελές, ἤτοι οὐδὲ πάσχειν φατέον οὐδ’ αὐτό, ὥσπερ εἴρηται ἢ ὁμώνυμόν τι καὶ δύο τρόπους εἶναι πάθους καὶ ἀλλοιώσεως, τήν τε ἐπὶ τὰς στερητικὰς διαθέσεις μεταβολὴν καὶ τὴν ἐπὶ τὰς ἕξεις καὶ τὴν φύσιν. τούτων οὖν οὕτως ἐχόντων οὐκ ἄν εἴη κυρίως ἡ τῆς δυνάμει αἰσθήσεως διέγερσις καὶ μεταβολὴ εἰς ἐνέργειαν πάθος ἢ ἀλλοίωσις, ὥσπερ ἐλέγετο· εἰ γοῦν καὶ ἔτι λέγοιμεν, καταχρηστικῶς ἂν λέγοιμεν καὶ οὐ κυρίως.

Ἀλλ’ ἐπειδὴ μηδενὸς τῶν καλλίστων καὶ τοῖς τοιούτοις προσηκόντων λόγοις ἐλλελεῖφθαι φιλοτιμούμεθα τῷ πονήματι, ἄνωθεν καὶ τὴν τοῦ δυνατοῦ διαίρεσιν προθέντες ἐντελέστερον ἐπεξέλθωμεν καὶ ὡς ἑτέροις ἐκδέδοται, κἄν τινος διὰ τὴν παλιλλογίαν ὑπαίτιοι μέμψεως, καὶ τοῦτο δεχόμεθα. τοῦ δυνατοῦ μὲν ἤδη ὂν κατ’ ἐνέργειαν, ὡς ὅταν τὸν βαδίζοντα λέγωμεν δύνασθαι βαδίζειν καὶ τὸν ἥλιον δύνασθαι κινεῖσθαι ἢ φωτίζειν, τὸ δὲ κατὰ δύναμιν καὶ ἐπιτηδειότητα μόνην, ὡς ὅταν λέγωμεν τὸν καθήμενον δύνασθαι βαδίζειν καὶ τὸν βαδίζοντα μὴ βαδίζειν. πάλιν τοῦ κατ’ ἐνέργειαν τὸ μὲν εἶναι συμ- φυὲς τῷ πράγματι τῷ δύνασθαι αὐτὸ λεγομένῳ καὶ εἰδοποιὸν αὐτοῦ, τὸ δὲ ἐπίκτητον καὶ οὐκ ἀεὶ παρὸν τῷ ὑποκειμένῳ. καὶ τοῦ μὲν συμφυοῦς καὶ [*](1 ἐπιστήμονες] ἐπιστήμη Β 4 ἐνεργεῖ Α 6 ὁ om. C 7 ἐναντίον Β) [*](12 ὅπερ] ὃ Α οὐδὲ scripsi: οὔτε libri 16 γένους πάθος BC 18 ἐπίσταται Α) [*](21 λέγειν δεῖ om. Α 27 δυνάμεως αἴσθησις C διέγερσις om. C 30 ἐπεὶ Α) [*](32 ἐπεξέλθομεν AC 33 παλιλογίαν B 37 καὶ τὸν—βαδίζειν οm. C)

68
εἰδοποιοῦ, ὡς εἴρηται, τῶν ὑποκειμένων τὸ μὲν εἶναι ἀίδιον καὶ ἐν ἀιδίοις πράγμασιν ὑφιστάμενον, ὡς τὸ κινεῖσθαι κύκλῳ τὸν οὐρανὸν ἢ τὴν γῆν ἐν τῷ μέσῳ τετάχθαι τοῦ παντὸς ἢ τὸν θεὸν ἀγαθὸν εἶναι, τὸ δὲ οὐκ ἀίδιον μὲν οὐδ’ ἐπ’ ἀιδίων θεωρούμενον ὑποκειμένων, ἕως μέντοι ἄν ὦσι τὰ ὑποκείμενα, κείμενα, συνυπάρχον αὐτοῖς, ὡς ὅταν λέγωμεν τόδε τὸ πῦρ δύνασθαι θερμαίνειν καὶ τήνδε τὴν χιόνα ψύχειν, τοῦ λοιποῦ δηλαδὴ σημαινομένου τοῦ κατ’ ἐνέργειαν, τοῦ μὴ συμφυοῦς τοῖς ὑποκειμένοις, θεωρουμένου ἐπὶ τῶν ἐκ δυνάμεως εἰς τὴν ἐνέργειαν μεταβεβηκότων, ὡς ἐλέγομεν ἐπὶ τοῦ τὸν καθήμενον δύνα- σθαι βαδίζειν. τοῦ δ’ αὖ ἐπ’ ἀιδίων πραγμάτων λεγομένου τὸ μὲν θεωρεῖσθαι ἐν ταῖς παντάπασιν ἐξῃρημέναις τῆς ὕλης οὐσίαις, ὡς ἀγαθότητα τοῦ θεοῦ καὶ τὴν νόησιν, τὸ δὲ ἐκείνου προσεχῶς ἐξηρτημένον καὶ ὑφεστηκὸς ἐν σώμασι μέν, ἀλλ’ ἁπλοῖς καὶ μηδὲν ἔχουσιν ἐναντίον καὶ κατὰ μόνην τὴν κύκλῳ κίνησιν ἀεὶ κινουμένοις πάσης τε θνητῆς δυσχερείας ἀπηλλαγμένοις. πάλιν δὲ τοῦ κατὰ δύναμιν τὸ μὲν εἶναι οἷον μεταβάλλειν εἰς τὴν ἐνέργειαν, ὡς ὅταν λέγωμεν τὸν παῖδα δύνασθαι στρατηγεῖν, * * ἄν μή τι τῶν ἔξωθεν ἐμποδὼν γένηται, τὸ δὲ εἰς ἐνέργειαν μὲν οὐδέποτε ἀχθησόμενον, κατ’ αὐτὸ δὲ μόνον τὸ δυνάμει τὸ εἶναι ἔχον, ὡς ἐπὶ τῆς εἰς ἄπειρον τομῆς τῶν μεγε- θῶν καὶ πάντων ἀπλῶς τῶν συνεχῶν καὶ τῆς ἐπὶ πλέον προόδου τῶν ἀριθμῶν. καὶ περὶ μὲν τοῦ δυνατοῦ τ.οσαῦτα. ἔστι δέ πως ἄλλως τὸ αἰσθάνεσθαι, ὥσπερ καὶ τὸ νοεῖν· ἄμφω γὰρ κατὰ λῆψιν τῶν εἰδῶν τὸ μὲν νοητῶν τὸ δὲ αἰσθητῶν, καὶ ὥσπερ ἐκεῖ ταὐτὸν ὁ νοῦς τῷ νοητῷ ὁ κατὰ δύναμιν καὶ ἐνέρ- γειαν τῷ δυνάμει καὶ ἐνεργείᾳ, οὕτως ὧδε ἡ αἴσθησις τῷ αἰσθητῷ. ὡς γὰρ ὁ κηρὸς δυνάμει λέγεται ὅπερ τὸ σφραγιστήριον, γίνεται δέ πως καὶ ἐνεργείᾳ ὅπερ ἐκεῖνος τῷ ἐκτυποῦσθαι, οὐχ ὅλον δὲ τοῦτο γέγονεν ὁ κηρὸς ὅπερ ἡ σφραγὶς κατὰ τὴν ὕλην, ἀλλ’ ὅσον τὸ ἐκτύπωμα δέξασθαι αὐτοῦ κατὰ τὴν ἐπιφάνειαν, οὕτω δεῖ καὶ ἐπὶ τοῦ νοῦ νοεῖν καὶ αἰσθήσεως, ὅταν λέγωμεν τὸν μὲν ὅπερ τὰ νοητά, τὴν δὲ ὅπερ τὰ αἰσθητὰ γίνεσθαι. οὔτε γὰρ ἄγγελος ὁ νοῦς ἢ λίθος αὐτὰ νοῶν, οὔτε λευκὴ ἡ ὄψις ἢ μέλαινα τὰ τοιάδε ὁρῶσα χρώματα, ἀλλὰ μόνα τὰ εἴδη ὁ μὲν τῶν νοητῶν ἡ δὲ τῶν αἰσθητῶν ἀύλως καὶ γνωστικῶς ἐν αὐτοῖς ὑπεδέξαντο. ὥστε ἔσται αἴσθησις ψυχῆς δύναμις μερικὴ γνωστική, διά τινος ἀλλοιώσεως καὶ μεταβολῆς ὁμοιουμένη τοῖς αἰσθητοῖς αἰσθητὸν δὲ τὸ τοῖς στοιχείοις ἐνὸν καὶ τοῖς κατὰ μέρος σώμασιν οὐσιω- δῶς ἡ καὶ κατὰ συμβεβηκὸς μερικὸν ὄν, δι’ οὗ καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις ὑπ’ αὐτοῦ πάσχουσα ὁμοιοῦται, πρότερον δυνάμει οὖσα ὁμοία αὐτῷ. καὶ τοῦτο τῷ μακρῷ λόγῳ μόλις συνεπεράναμεν· οὗ δὲ σκώμματος διὰ τὸ παράδειγμα δεῖ δεικνύουσιν ἀδηλοτέρῳ τὸ ἄδηλον, καὶ τοῖς ἄλλοις κοινούμεθα, οἷς ἧττον εὐπορία τῶν ἐμφανῶν, πρὸς τὰ ἀφανῆ καὶ ἀκριβέστερα καταφεύγουσι καὶ μαθηματικῶς ἐν ὑλικοῖς χρωμένοις ταῖς ἀποδείξεσιν.

[*](2 ὑφισταμένου Β 5 συνυπάρχοντα Β 6 ψῦχον Β 8 τοῦ τὸν] τοῦτον Β 9 αὖ οm. A λεγούμενου Α 1 1 ὑφεστηκὼς Α 15 lacunam indicavi 20 νοητὸν B 21 αἰσθητὸν Β 22 τὸ δυνάμει C2 27 τὰ δὲ Α 29 αἰσθητῶν αἰσθητῶς 31 γνωστικὴ μερικὴ AC 36 κινούεθα Α1 37 ἐμφανῶς Α1 38 μαθηματικαῖς Α)
69

Ἐπεὶ οὖν περὶ αἰσθήσεως ἁπλῶς ζητοῦντες τὰ πρὸς τοῦτο συμπαρελάβομεν, πῶς τε τὸ ποιεῖν καὶ πάσχειν λέγεται καὶ ποσαχῶς τὸ δυνάμει καὶ ἐνεργείᾳ, καὶ εντι πρὸ τούτων τινὰ τῶν φερομένων περὶ αἰσθήσεως διῃτήσαμεν καὶ κοινόν τινα λόγον ἐκ τούτων αἰσθητοῦ καὶ αἰσθήσεως συνηγάγομεν, ἤδη πάλιν ἐχόμεθα τῶν ἑξῆς καὶ περὶ τῶν κατ’ εἴδη αἰσθητῶν καὶ αἰσθήσεων τὸν λόγον ποιούμεθα. μικρὰ δ’ ἄττα πρότερον περὶ τὴν τῆς αἰσθήσεως γέ- νεσιν καὶ ὅπως τὸ ζῶον αἰσθητικὸν τὴν ἀρχὴν ὑπῆρξε, διαλαβεῖν ἀναγκαῖον. ἔπει οὖν τρίπον πως τὸ δυνατὸν ὥρισται πρότερον, τὸ μὲν κατὰ μόνην ἐπι- τηδειότητα, τὸ δὲ κατὰ τελείαν ἕξιν, τὸ δὲ κατὰ τὴν ἐνέργειαν, καὶ τούτοις ἡ τῶν ἐν γενέσει καὶ φθορᾷ φύσις ἐξάγεται, ὅπως καὶ ἐπ’ αἰσθήσεως ταῦτα συμβαίνει, σκεπτέον. τοῦ μὲν οὖν αἰσθητικοῦ ἡ πρώτη μεταβολὴ γίνεται ὑπὸ τοῦ γεννῶντος· τὸ γὰρ σπέρμα καὶ τὰ καταμήνια καὶ ὅλως ἡ τοῦ ζώου ὕλη ἔνδον ἐν τῷ γεννῶντι, αἰσθητικὸν οὕτω δυνάμει, ὡς κἄν τὸ ἀρτιγενὲς παιδίον γραμματικόν ἄμφω γὰρ κατὰ τὸ πρῶτον καὶ ἀτελὲς δυνάμει λέγεται. ἄγεται δὲ τὸ μὲν ὑπὸ τοῦ διδασκάλου εἰς ἕξιν ἐπιστημονικήν, τὸ δὲ ὑπὸ τῆς ἐν τῇ μητρὶ φύσεως εἰς τὴν καθ’ ἕξιν αἴσθησιν. ὅταν γὰρ ἀποκυηθῇ, ἤδη τὴν ἕξιν ἔχει· ἡ γὰρ κύησις ἀλλοίωσίς τίς ἐστι καὶ μεταβολὴ μεταβολὴ τοῦ πεφυκότος αἰσθάνεσθαι ἐπὶ τὴν καθ’ ἕξιν αἴσθησιν, καὶ ἔστιν οὕτω τότε τὸ αἰσθάνεσθαι, ὥσπερ καὶ τὸ ἐπίστασθαι τῷ καθεύδοντι γεωμέτρῃ. ἀλλ’ ἡ μὲν ἐκ τοῦ πρώτου δυνάμει ἐπὶ τὴν ἕξιν μεταβολὴ ἐν τῇ κυήσει ὑπὸ τῆς ἐν τῷ γεννῶντι φύσεως, ὥσπερ εἴρηται, γίνεται, ἡ δὲ ἐκ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν ὑπὸ τῶν αἰσθητῶν. διὸ ἅμα τῷ γεννηθῆναι, ἂν παρῇ τὸ αἰσθητόν, ἀντιλαμβάνεται τὸ τεχθέν· ὅθεν εὐθὺς κλαυθμυρίζεται εἰς ἀσυνήθη καὶ ψυχρὸν ἀέρα ἐμπίπτον, καὶ ἀνιώμενον οὐ μόνον τῇ ἁφῇ τῷ περιέχοντι, ἀλλὰ καὶ τῇ ὄψει ὑπὸ τοῦ φωτός. τοῦτο δ’ ἂν πάθοι καὶ ἐν ταῖς ἄλλαις αἰσθήσεσιν, εἴ γε πάρεισιν αὐτῷ καὶ τὰ τούτων αἰσθητά. ἔστιν οὖν τὸ καθ’ ἕξιν αἰσθάνεσθαι ὥσπερ τὸ ἀπλῶς ἐπίστασθαι· τὸ δὲ κατ’ ἐνέργειαν ὁμοίως λέγεται τῷ θεωρεῖν. δια- φέρει δέ, ὅτι τοῦ μὲν τὰ ποιητικὰ τῆς ἐνεργείας ἔξωθεν, τὸ ὁρατὸν τὸ ἀκου- στόν, ὁμοίως δὲ καὶ τὰ λοιπὰ τῶν αἰσθητῶν. αἴτιον δὲ ὅτι τῶν καθ’ ἕκαστον ἡ κατ’ ἐνέργειαν αἴσθησις, ἡ δ’ ἐπιστήμη τῶν καθόλου· ταῦτα δὲ ἐν αὐτῇ πως ἔσται τῇ ψυχὴ. διανοηθῆναι μὲν γὰρ ἐπ’ αὐτῷ, ὅταν βούληται, αἰσθά- νεσθαι δὲ οὐκ ἐπ’ αὐτῷ ἀναγκαῖον γὰρ παρεῖναι τὸ αἰσθητόν. ὁμοίως δὲ τοῦτ’ ἔχει κἀν ταῖς ἐπιστήμαις ταῖς τῶν αἰσθητῶν, καὶ διὰ τὴν αὐτὴν αἰτίαν, ὅτι τὰ αἰσθητὰ τῶν καθ’ ἕκαστα καὶ μερικὰ καὶ ἔξωθεν, ὥσπερ ὁ πολιτικὸς καὶ ὁ μηχανικὸς καὶ οἱ κατὰ μέρος τεχνῖται. τούτοις γὰρ ἡ μὲν καθόλου περὶ τὰς τέχνας θεωρία ἐπ’ αὐτοῖς, ἡ δὲ ἀπὸ τῶν τεχνῶν ἐπὶ τὰ καθ’ ἕκαστα οὐκ ἐπ’ αὐτοῖς· δεῖ γὰρ τῆς ὕλης καὶ τῶν ὀργάνων. ἀλλὰ περὶ μὲν τούτων διασαφῆσαι καιρὸς γένοιτ’ ἂν καὶ εἰσαῦθις· ὲν τῷ τρίτῳ γὰρ περὶ τοῦ πρακτικοῦ νοῦ καὶ ὅπως ἐκεῖνος ἴσχει τὰς ἐνεργείας διαληφθήσεται. οὐκ ἄν δὲ [*](5 ἐχώμεθα Α 6 ἅττα ΑC 11 συμβαίνοι AC 12 γὰρ om. C 23 κλαυθμυρίζεται AC Philoponus: κλαυθμηρίζει Β 21 τὸ θεωρεῖν ΑC 31 πῶς Α 33 ταῖς (ante τῶν) om. C 38 εἰσαῦθις] εἰσύνθεσις Α1 ἐν τῶ τρίτῳ] de An. Γ,7)

70
διπρὸν καὶ ἐπὶ ταύτῃ τὸ δυνάμει καὶ ἐνεργείᾳ. προστιθέασι δὲ καὶ τὸ τῆς μεταβολῆς αἴτιον· ἔξω μὲν γάρ φασιν οὖσαν σώματος κεχωρίσθαι πάντη τοῦ πρώτου δυνάμει, νοῦν οὖσαν καθαρῶς καὶ πάντα τᾶι νοητὰ καθ᾿ ἔξιν ἔχουσαν ἐλλθοῦσαν δὲ εἰς γένεσιν κατὰ τὰ αὐτὰ τῷ ἐπιστήμονι πάσχειν, εἴπερ ὕπο νόσου ἢ χρόνου οὗτος ἢ λήρου φθαρείη τὴν ἐπιστήμην, καἲ γίνεσθαι κατὰ τὸ πρῶτον δυνάμει, ἄγεσθαι δὲ εἰς ἕξιν ὑπὸ τοῦ διδασκάλου ἡ ὕπο τῶν αἰσθητῶν αὐτὴν ζητοῦσαν καὶ εὑρίσκουσαν, εἶτα εἰς ἐνέργειαν, ποιητικὴν αἰτίαν καὶ παρ’ αὑτῇ τὴν βούλησιν ἔχουσαν. καὶ ταῦτα μὲν ἐκεῖνοι· νῦν δὲ διωρίσθω τοσοῦτον, ὅτι οὐχ ἁπλοῦ ὄντος τοῦ δυνάμει λεγομένου, ὡς πολλάκις εἴρηται, ὠὰ τοῦ μὲν ὥσπερ ἄν εἴποιμεν τὸν παῖδα δύνασθαι στρατηγεῖν, τοῦ δὲ ὡς τὸν ἐν ἡλικίᾳ ὄντα, οὕτως ἔχει τὸ αἰσθητικόν. ἐπεὶ δ’ ἀνώνυμος αὐτῶν ἡ διαφορά οὐ γὰρ ἰδίων εὐποροῦμεν ὀνομάτων· ἐπί τε τοῦ πρώτου καὶ δευτέ- ρου, ἀλλ’ ἄμφω δυνάμει λέγομεν), διώρισται δὲ περὶ αὐτῶν, ὅτι ἕτερα καὶ πῶς ἕτερα, χρῆσθαι ἀναγκαῖον τῷ πάσχειν καὶ ἀλλοιοῦσθαι ὥσπερ ἄν εἰ καὶ κυρίοις ὀνόμασι. τὸ δὲ αἰσθητικὸν δυνάμει ἐστὶν οἷον τὸ <αἰσθητὸν> ἐντελεχείᾳ, καθάπερ εἴρηται. πάσχει μὲν οὖν οὐχ ὅμοιον ὄν, πεπονθὸς δὲ ὡμοίωται καὶ ἔστιν οἷον ἐκεῖνο.

[*](ΙΙ6)

Τούτων οὕτω διωρισμένων καιρὸς καὶ τὸν καθ’ ἑκάστην αἴσθησιν προχειρίσασθαι λόγον. λεκτέον δὲ περὶ τῶν αἰσθητῶν πρῶτον, εἶτα περὶ τῆς δυνάμεως σαφέστερον γὰρ τῆς ἐνεργείας καὶ τῆς δυνάμεως κατὰ τὴν διδασκαλίαν τὸ εἰς ὃ ἡ ἐνέργεια. τῶν οὖν αἰσθητῶν τὰ μὲν καθ’ αὑτά, τὰ δὲ κατὰ συμ- βεβηκός. τῶν δ’ αὖ καθ’ αὑτὸ τὸ μὲν ἴδιόν ἐστιν ἑκάστης αἰσθήσεως καὶ ταῖς ἑτέραις ἀμέθεκτον, τὸ δὲ κοινὸν πασῶν ἢ ταῖς πλείοσι. λέγω δὲ ἴδιον μὲν ὃ μὴ ἐνδέχεται * * ἀπατηθῆναι, οἷον ὄψις χρώματος καὶ ἀκοὴ ψόφου καὶ γεῦσις χυμοῦ καὶ ἀτμῶν ὄσφρησις· πλείους δὲ καὶ τῆς ἁφῆς αἱ διαφοραί, οἷον θερμότης ὑγρότης καὶ αἱ ἐναντίαι, βάρος ἀντιτυπία καὶ τἄλλα. κρίνει γοῦν ἑκάστη αἴσθησις ἀσφαλῶς περὶ τούτων τὸ ἑαυτῆς οἰκεῖον καὶ οὐκ άπατᾶται. οὐ γάρ ποτε ὅτι χρῶμα τόδε ἡ ὄψις ἀπατηθήσεται, ἢ ψόφος ἡ ἀκοή, ἀλλὰ τίς ἡ οὐσία τοῦ κεχρωσμένου καὶ ποῦ· τὸ γὰρ χολοβαφὲς χρυσὸν οἰη- θείη ἄν ποτε, καὶ εἰ ὀστορειόλεπα ἐν τῷ δεξιῷ ἠχήσειε τοῦ οἰκήματος ὑπο- λάβοι ἐν τῷ ἀριστερῷ ἠχῆσαι χρυσίνους. τὰ μὲν οὖν τοιαῦτα λέγεται ἴδια ἑκάστης· κοινὰ δὲ ἢ ἐν πλείοσι κίνησις, ἠρεμία, ἀριθμός, σχῆμα, μέγεθος. τὰ γὰρ τοιαῦτα οὐδεμιᾶς ἐστιν ἴδια, ἀλλὰ κοινά, τινὰ μὲν πάσαις, ὡς ἀριθμὸς καὶ κίνησις καὶ στάσις, πλὴν γεύσεως, μέγεθος δὲ καὶ σχῆμα ταῖς τρισίν, ἀκοῇ ὄψει καὶ ἁφῇ. ἀλλὰ τὰ μὲν καθ’ αὑτὸ αἰσθητὰ οὕτω· διττὸν δὲ καὶ τὸ κατὰ συμβεβηκὸς αἰσθητόν, αἵ τε οὐσίαι οὐ γὰρ αἰσθητή τινος οὐσία, [*](3 φασιν] φύσιν Α1 5 ὑπὸ] ἀπὸ Β 8 ante εἰς add. καὶ Α 9 αὑτῇ scripsi: αὐτῆ libri 16 αἰσθητὸν ex Aristotele addidi 19 προκεχειρίσθαι Α 23 τὸ om. Β 25 ὃ μὴ ἐνδέχεται ἑτέρᾳ αἰσθήσει αἰσθάνεσθαι καὶ περὶ ὃ μὴ ἐνδέχεται ἀπατηθῆναι de An. 418a11 27 ὑγρότης scripsi: ψυχρότης libri 29 ἢ ἀκοὴ Β 30 χρυσὰ C 31 ὀστρειόλεπα] fort, ὄστρεια (vel ὄστρακα) λεπτὰ 32 ἰδία Β 35 τοῖς B)

71
ἀλλὰ λογισμῷ ληπτή, οἷον τοῦ λίθου τούτου γὰρ οὐ τὸ σχῆμα, οὐ τὸ χρῶμα οὔτε ὁ ὄγκος ἢ τὸ βάρος καὶ ἡ ἀντιτυπία καὶ ὅσων ἄλλων ἐν αὐτῷ ἡ αἴσθησις ἅπτεται, οὐσία αὐτῷ, ἀλλὰ τῇ οὐσίᾳ ἐπισυμβάντα, καὶ εἰ τόδε τὸ λευκὸν εἴη Διάρους υἱός, κατὰ συμβεβηκὸς γνωρίζομεν τῇ ὁράσει τὸν ἄνθρωπον, ὅτι τῷ λευκῶ συμβέβηκε τοῦτο, οὗ αἰσθάνεται. ἡ μὲν γὰρ ὄψις καθ’ αὑτὸ καὶ προηγουμένως τοῦ χρώματος ἀντελάβετο, ἡ δὲ ψυχὴ τὴν οὐσίαν συνέγνωκε· διὸ καὶ οὐδὲν πάσχει ᾗ τοιοῦτον ὑπὸ τοῦ αἰσθητοῦ τοῦ κατὰ συμ- βεβηκὸς ἡ ὅρασις)· αἵ τε οὖν οὐσίαι, ὥς γε εἴρηται, κατὰ συμβεβηκὸς αἰσθη- ταὶ καὶ τὰ παρ’ ἑκάστην ἴδια ταῖς λοιπαῖς. ἑωρακότες γάρ τι ξανθὸν οἷον στύρακα λέγομεν ἑωρακέναι τι εὐῶδες, καὶ πάλιν ὀσφρανθεὶς λέγω ὅτι ξανθοῦ ὠσφράνθην, καὶ ἠχήσαντος ἀργύρου φημὶ λευκοῦ ἀκηκοέναι. ἔτι διαφέρει τὰ ἰήια αἰσθητὰ τῶν τε κατὰ συμβεβηκὸς καὶ τῶν καθ’ αὑτὸ κοινῶν δὲ πρῶτον μὲν ὡς τούτων μὲν ἕκαστον μιᾷ τινι ἑκάστῃ τῶν αἰσθήσεων ἀφορίζεται, τὰ δὲ πλείοσι. καὶ περὶ μὲν τῶν κοινῶν πρόδηλον· τὸν γὰρ ἀριθμὸν εἴτ’ οὖν τοὺς δέκα ἀστραγάλους καὶ ἡ ὄψις αἴσθοιτ’ ἄν καὶ ἡ ἁφὴ καὶ αἱ ἕτεραι, καὶ ἐπὶ τῶν ἄλλων οὕτως. φανερὸν δὲ καὶ περὶ τῶν κατὰ συμβεβηκός· ἀπὸ διαφόρων γὰρ αἰσθήσεων τῆς αὐτῆς οὐσίας αἰσθοίμεθ’ ἄν. καὶ γὰρ καὶ ἰδόντες ἔγνωμεν τὸν Σωκράτην καὶ ἀκούσαντες καὶ ἁψάμενοι, τό τε μέλι καὶ γευσάμενοι ἔγνωμεν καὶ ἰδόντες καὶ ὀσφρανθέντες ἢ καὶ ἁψάμενοι. δεύτερον δὲ ὅτι περὶ μὲν τὰ ἴδια αἰσθητά, κατὰ φύσιν ἐχουσῶν τῶν αἰσθήσεων καὶ ἐξ ὧν πεφύκασι τόπων ἀντιλαμβάνεσθαι προσβαλουσῶν τοῖς αἰσθητοῖς, οὐκ ἀπάτη γίνεται περὶ αὐτά, περὶ δὲ τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ καὶ τὰ κοινὰ πολλὴ ἡ ἀπάτη λευκὸν γὰρ ὁρῶντες ἀμφιβάλλομεν, εἰ λίθος ἢ ἵππος, καὶ φωνῆς ἀκούοντες τίνος καὶ ὅθεν πλανώμεθα, καὶ τῶν σχημάτων κατὰ ποιάν τινα σχέσιν τῶν ἀποστάσεων τὰ μὲν πολύγωνα περιφερῆ, εὐθύγραμμα δὲ τὰ στρογγύλα, τά τε κινούμενα ἑστῶτα καὶ τὰ ἑστῶτα πολλάκις κινούμενα φαίνεται. πλείστη δὲ κἀν τοῖς μεγέθεσι κατὰ τὸ πόρρω καὶ ἔγγιον ἡ διαφορά, πρόδηλος δὲ καὶ ἡ περὶ τὸν ἀριθμὸν ἀπάτη. ἴσως δ’ ἄν τις καὶ κατὰ μικρὸν ἀπάτη προιοῦσι κἀν τοῖς ἰδίοις θεωρηθήσεται. ἔτι τοῖς μὲν καθ’ αὑτὸ αἰσθητοῖς τοῖς ἐπιπάσχουσιν αἱ αἰσθήσεις, ἐν δὲ τοῖς κατὰ συμβεβηκὸς οὔ. καὶ ὅτι τὰ μὲν ἴδια αἰσθητὰ δρῶσι περὶ τὰς ἰδίας αἰσθήσεις πρόδηλον· ὅτι δὲ καὶ τὰ κοινά, φανερὸν ἐντεῦθεν· τό τε γὰρ ὀξυγώνιον ἄλλως δρᾷ τὴν ὄψιν ἀνιᾶ γάρ), ἥδει δὲ τὸ ἀμβλυγώνιον, καὶ μᾶλλον τὸ λεῖον ἢ τὸ ἀγώνιον προφανῆ δὲ καὶ τὰ περὶ τῆς ἁφῆς, ὡς διαφόρως περὶ τὰ διάφορα τῶν σωμάτων διατίθεται σχήματα. καὶ ὄψις δὲ καὶ ἀκοὴ ἄλλως ἑστῶτος αἴσθονται ἢ κινου- μένου, εἰ καὶ τὰς διαφορὰς ἑρμηνεῦσαι ἀδυνατοῦμεν. ἔτι τὸ μέγεθος δόξει δρᾶν τι καὶ εἰς τὴν ὄψιν καὶ εἰς τὴν ἁφήν ὑπὸ γὰρ τοῦ μείζονος χρώματος ἢ μείζονος θερμοῦ μᾶλλον συγκρίνεται ἢ διακρίνεται τὰ αἰσθητήρια, ἡ ἁφὴ καὶ ὄψις. ἀθρόαι γὰρ οὖσαι αἱ δυνάμεις ῥώννυνται μᾶλλον καὶ ἑαυτῶν δυναὄγγος [*](2 A ὅσων ἄλλων] ὅσω μᾶλλον C 4 διάρρους AC 1 1 ὀσφράνθην AC 16 καὶ (ante περὶ) om. C 21 προσλαβουσῶν Β ἀπάτη γίνεται] ἀπατῶνται Α 22 περὶ τὰ δὲ Β 23 post ἵππος add. ἢ ἄνθρωπος Α 29 κἀν] καὶ Β 38 προφανὲς C)
72
μικώτεραι γίνονται, ὡς ἐπὶ τῶν βαρῶν ἔστιν ἰδεῖν · συνιόντα γὰρ τὰ βάρη βαρύτερα γίνεται ἢ ὅταν ᾖ διακεκριμένα. καὶ πρὸς τούτοις τὰ μὲν τῇ ὄψει καὶ ἀκοῇ καὶ γεύσει ὑποκείμενα παρὰ τῆς συνηθείας ὠνόμασται τὰ μὲν γὰρ χρώματα ἐκαλέσαμεν, τὰ δὲ ψόφους, τὰ δὲ χυμούς), τὰ δὲ τῇ ἀφῇ καὶ ὀσφρήσει ἀνώνυμα ἁπτὰ γὰρ λέγομεν καὶ ὀσφραντὰ παρονομάζοντες, εἰ μή τις τὴν ὀσμὴν καὶ ἐπὶ τῆς ὀσφρήσεως θεῖτο. καὶ ἑκάστη μὲν τῶν ἄλλων αἰσθήσεων περὶ μίαν ἔχει ἀντίθεσιν, οἷον ὄψις περὶ λευκὸν καὶ μέλαν τὰ γὰρ ὤα μεταξύ), γεῦσις δὲ περὶ γλυκὺ καὶ πικρόν, καὶ ἀκοὴ περὶ βαρὺ καὶ ὀξύ, καὶ περὶ τὸ εὐῶδες καὶ δυσῶδες ἡ ὄσφρησις. ἡ μέντοι γε ἁφὴ περὶ πλείους ἔχει τὰς ἀντιθέσεις μὴ δυναμένας ὑπὸ μίαν κοινήν τινα συναχθῆναι θερμῶν γὰρ καὶ ψυχρῶν καὶ ὑγρῶν καὶ ξηρῶν καὶ λείων καὶ τραχέων καὶ βαρέων καὶ κούφων καὶ τοιούτων ἄλλων ἀντιλαμβάνεται, ἃ οὐχ ὑπ’ ἄλληλά εἰσιν οὐδὲ πρὸς μίαν κοινήν τινα περικλείονται. ἀπορήσειεν ἄν τις, εἰ αἱ οὐσίαι τῶν κατὰ συμβεβηκὸς αἰσθητῶν, ὡς ἄνωθεν εἴρηται συλλογισμῷ γὰρ ληπταὶ δι’ αἰσθήσεως, τοῦτο δὲ λόγος), πῶς ἔγνω κύων καὶ βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. ἢ οὐχ ὡς οὐσιῶν αἴσθονται οὐδὲν γὰρ ζῶον τῶν ἀλόγων αἴσθησιν ἔχει οὐσίας), ἀλλ’ ὡς τοιῶνδε σχημάτων ἢ χρωμάτων ἡδέων ἢ λυπηρῶν προσγεγονότων συνήθων τῇ αἰσθήσει αὐτῶν.

Τούτων οὕτω συμπεπερασμένων βαδιούμεθα ἤδη πρὸς τὸν περὶ ἑκάστης αἰσθήσεως λόγον, ὡς ἱκανῶς τὰ πρὸς τοῦτο προευκρινήσαντες. εἰ ὅ ὥσπερ τιμιωτέραν τῶν ἄλλων καὶ πολυτελεστέραν καὶ τῇ τάξει κἀνταῦθα πρώτην τὴν ὅρασιν τάξαιμεν, οὐ καινοτομοῦμεν. ἐπεὶ οὖν διττὰ τὰ καθ᾿ αὑτὰ αἰσθητά, τὰ ἴδια κυρίως εἰσὶν αἰσθητὰ καὶ πρὸς ἃ ἡ οὐσία πέφυκεν ἑκάστης αἰσθήσεως. [*](ΙΙ7) ἔστι δὲ ὁρατὸν τοῦτο, οὗ ἡ ὄψις ἀντιλαμβάνεται·

διττὸν δέ, τὸ μὲν χρῶμα, τὸ δὲ ὃ λόγῳ μὲν ἔστιν εἰπεῖν, ἀνώνυμον δὲ τυγχάνει ὄν, οἷον τὰ πυρώδη ὡς πυγολαμπίς, μύκης, κέρας· δῆλον δὲ ἔσται ὃ λέγομεν προελθοῦσι μάλιστα. νῦν δὲ τὸ ὁρατὸν κυρίως ἐστὶ χρῶμα. τοῦτο δὲ τὸ ἐγγινόμενον ἐπὶ τοῦ καθ’ αὑτὸ ὁρατοῦ, λέγω δὴ τῆς ἐπιφανείας. πολλαχῶς δὲ τοῦ καθ’ αὑτὸ λεγομένου τά τε γὰρ ἐν τῷ ὁρισμῷ κείμενα καθ’ αὑτὸ πρόσεστι τοῖς ὑποκειμένοις, οἷον τὸ ζῶον τὸ λογικὸν τῷ ἀνθρώπῳ, καὶ ὧν ἐν τῷ ὁρισμῷ τὸ ὑποκείμενον προσλαμβάνεται, οἷς ἐνυπόκεινται, ὡς τῷ ἀριθμῷ καθ’ αὑτὰ τὸ περιττὸν καὶ τὸ ἄρτιον τοῖς γὰρ ἀμφοτέρων λόγοις ὁ ἀριθμὸς προσλαμβάνεται καὶ ἡ σιμότης τῇ ῥινί· τῷ γὰρ λόγῳ τοῦ σιμοῦ τὴν ῥῖνα προσει- λῆφθαι ἀνάγκη), οὐ καθ’ ἕτερον οὖν τῶν τρόπων καθ’ αὑτὸ ὁρατὸν τὴν ἐπιφάνειαν λέγομεν, ἀλλ’ ὡς ἔχουσαν ἐν ἑαυτῇ πρώτως τὸ αἴτιον τοῦ ὁρατὴν εἶναι, καὶ οὐχ ὥσπερ τὸ σῶμα ὁρατὸν δι’ αὐτήν, καὶ ὑποκείμενον τοῦ καθ’ αὑτὸ ὁρατοῦ χρηματίζουσαν. χρῶμα δὲ τοῦτο, οὗ καὶ αἱ ὄψεις ἀντιλαμβά- νονται, τὸ ἐν ἐπιφανείᾳ καὶ ἐξεπιπολῆς, οὐ τὸ ἐν βάθει. εἰ γὰρ καὶ δοκοῦμεν τοὺς διαφανεῖς τῶν λίθων δι’ ὅλου τοῦ βάθους κεχρωσμένους ὁρᾶν, ἀλλὰ τῆς [*](2 διακεκριμμένα Α 3 γὰρ om. Α 4 καλέσαντες Α 6 ὀδμὴν C 9 καὶ τὸ δυσῶδες AC 16 οὐσία Α 18 συνηθῶν Β 23 ἡ] καὶ Β 26 ἔσται scripsi: ἐστιν libri 34 ante ὁρατὸν add. τὸ BC 35 ὁρατὴ Α 37 χρηματίζουσα Α 39 τῶν] τοὺς Α1 ἐχρωσμένους Β)

73
ὄψεως ἡ ἀπάτη τῷ μὲν γὰρ διαφανεῖς εἶναι βαίνουσι διὰ τοῦ βάθους αἱ ὄψεις ἢ αἱ τῶν χρωμάτων ἐνέργειαι. σημεῖον δὲ ὡς εἰ ὕελος ἢ λίθος τῶν τοιούτων μιᾷ ἐπιφανείᾳ χρωσθείη, δόξειε δ’ ἂν ἡμῖν τὸ ὅλον σῶμα κεχρῶσθαι διὰ βάθους. καθ’ αὑτὴν μὲν ὁρατὴ διὰ ταῦτα ἡ ἐπιφάνεια, τὸ δὲ ἐν αὐτῇ καὶ πρὸ αὐτῆς ὁρατὸν χρῶμα. ἄμφω δὲ πέρατα, τὸ μὲν τοῦ ὡρισμένου σώματος, τὸ δὲ τοῦ διαφανοῦς ἔστι γὰρ χρῶμα τὸ τοῦ διαφανοῦς ἐν σώματι ὡρισμένῳ πέρας· ὥστε τῷ μὲν ὑποκειμένῳ ταὐτὸν χρῶμα καὶ ἐπιφάνεια, τῷ λόγῳ δὲ διάφορον. πᾶν δὲ χρῶμα κινητικὸν εἴτ’ οὖν τελειωτικὸν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς. τότε δὲ τὸ διαφανὲς κατ’ ἐνέργειαν, ὅταν πεφωτισμένον ᾖ, δυνάμει δὲ ὅταν ἀφώτιστον. διόπερ οὐχ ὁρατόν τι ἄνευ φωτός, ἀλλὰ πᾶν τὸ ἑκάστου χρῶμα ἐν φωτὶ ὁρᾶται. διὸ περὶ φωτὸς λεκτέον καὶ πρὸ τούτου περὶ τοῦ διαφανοῦς καὶ τοῦ χρώματος. διαφανὲς οὖν λέγομεν, ὅπερ ὁρατὸν μέν ἐστιν, οὐ καθ’ αὑτὸ δὲ ὁρατὸν ὡς ἁπλῶς εἰπεῖν, ἀλλὰ δι’ ἀλλότριον χρῶμα τὸ φῶς. τοιοῦτον δέ ἐστιν ἀὴρ καὶ ὕδωρ καὶ πολλὰ τῶν στερεῶν, οἷον λίθοι, ὕελοι, κέρατα καὶ τὰ ὅμοια· οὐ γὰρ ᾗ ὕδωρ οὐδ’ ᾗ ἀὴρ οὐδ’ ᾗ ἕκαστον τῶν τοιούτων, διαφανῆ, ἀλλ’ ὅτι ἐστί τις φύσις οὐκ ἰδίως ἀφω- ρισμένη καὶ καθ’ αὑτὴν ἑστηκυῖα, ἀλλ’ ἐν ἑτέροις ἐγγινομένη. ἔν τε γὰρ τοῖς ἁπλοῖς τούτοις σώμασι τῶν στοιχείων, ἀέρι καὶ ὕδατι, ἃ καὶ ἀόριστα λέγεται, καὶ ἐν τοῖς συνθέτοις καὶ ὡρισμένοις, καὶ ἐν τῷ ἀιδίῳ δὲ τῷ ἄνω σώματι ἡ τοῦ διαφανοῦς φύσις ἐφήπλωται. αἵ τε γὰρ σφαῖραι διαφανεῖς καὶ τὸ μεταξὺ ἅπαν πῶς γὰρ ἄν αἱ ὄψεις εἰς τὸν οὐρανὸν ἱκνοῦντο;) τὰ δὲ ἄστρα οὔ. οὐ μέντοι ἐπ’ ἴσης ἑαυτὴν τοῖς δεξομένοις ἡ διαφάνεια κατενείματο, ἀλλὰ μᾶλλον μὲν τοῖς ἁπλοῖς, ἧττον δὲ τοῖς ἄλλοις· καὶ τούτοις αὖ ἀνίσως λίθοι γὰρ λίθων διαφανέστεροι, ἔτι δὲ ὕελος. ὥσπερ οὖν τῶν σωμάτων ἀνάγκη τι εἶναι ἔσχατον, οὕτω καὶ ταύτης, καὶ τοῦτο δὴ τὸ χρῶμα. ἣν γὰρ ἔξω φύσιν ἐν τοῖς ἀορίστοις χρωματιζομέην ὁρῶμεν, ταύτην καὶ ἐντὸς ἐν τοῖς ὡρισμένοις ὑπολαμβάνειν δεῖ. φαίνεται δὲ καὶ ἀὴρ καὶ θάλασσα χρωματιζόμενα καὶ γὰρ ἡ αὐγὴ τοιοῦτον. ἀλλ’ ἐκεῖ μὲν διὰ τὸ ἐν ἀορίστῳ οὐ τὴν αὐτὴν ἐγγύθεν καὶ προσιοῦσι καὶ πόρρωθεν ἔχει χρόαν οὔθ’ ὁ ἀὴρ οὔθ’ ἡ θάλασσα· ἐν δὲ τοῖς σώμασιν ἐὰν μὴ τὸ περιέχον ποιῇ μεταβάλλειν, ὥρισται καὶ ἡ φαντασία τῆς χρόας. δῆλον ἄρα ὅτι τὸ αὐτὸ κἀκεῖ κἀνθάδε δεκτικὸν τῆς χρόας. τὸ ἄρα διαφανὲς καθ’ ὅσον ἐνυπάρχει τοῖς σώμασιν, χρώματος ποιεῖ μετέχειν ὑπάρχει δὲ μᾶλλον καὶ ἧττον, καὶ τὰ χρώματα κατὰ λόγον λαμπρότερα ἢ ζοφωδέστερα. ἐπεὶ δ’ ἐν πέρατι ἡ χρόα, τούτου ἄν ἐν πέρατι εἴη. πᾶν μὲν <οὖν> χρῶμα ἐν ἐπιφανείᾳ γε καὶ σὺν ἐπιφανείᾳ, οὐ μὴν πᾶσα ἐπιφάνεια χρώματι, ὅτι μηδὲ πᾶν σῶμα διαφανὲς ὡρισμένον. τὸ μὲν γὰρ ἀόριστον δια- φανὲς ὥσπερ οὐδ’ ἐπιφάνειαν οἰκείαν τε καὶ ὡρισμένην ἔχει ὁρίζεται γὰρ τοῖς περιέχουσι καὶ συσχηματίζεται), οὕτως οὐδ’ οἰκεῖον ἔχει χρῶμα, ἀλλ’ ἔστι τῶν ἀλλοτρίων χρωμάτων διάκονόν τε καὶ δεκτικὸν ὥσπερ καὶ σχημάτων, οἷος [*](11 ἑκάστω Α 15 στερρῶν Α 17 γὰρ οm. Α 22 ἡ διαφάνεια] καὶ διαφάνη B 27 καὶ ὁ ἀὴρ Α 34 ἄν καὶ πέρατι C εἴη scripsi, cf. de Sens, et sens. 439 b 10: ἡ libri μὲν om. Β 35 οὖν addidi χρῶμα scripsi: σῶμα libri)
74
ὁ ἀὴρ καὶ τὸ ὕδωρ. καὶ εὐλόγως ἡ φύσις ἄχρουν ἐποίησε τὸ τὰ ἀλλότρια διακονῆσον χρώματα, ὡς μὴ τὸ οἰκεῖον τῇ μίξει κωλύῃ του ἀλλοτρίου τὴν ἀκριβῆ μήνυσιν. τὸ δὲ ἐν τοῖς ὡρισμένοις σώμασι καὶ στερεοῖς διαφανὲς ὥσπερ καὶ σχήματι καὶ ἐπιφανείᾳ ὥρισται, οὕτω καὶ τούτῳ, καὶ εστι περᾶις διὰ τοῦτο τὸ χρῶμα τοῦ ὡρισμένου διαφανοῦς. τὰ δὲ ἐν βάθει τῶν ὡρισμένων διαφανῶν οὕτως ἔχει χρῶμα ὡς ἐπιφάνειάν τε καὶ σχῆμα· ὃ δὲ ἐν ἀέρι καὶ ὕδατι φῶς καὶ σκότος, τοῦτο ἐν τοῖς ἄλλοις τῶν σωμάτων λευκὸν καὶ μέλαν. ἐπεὶ δὲ λέγεται καὶ τὸ φῶς κινεῖν τὸ διαφανές, λέγεται δὲ καὶ τὸ χρῶμα, σκεπτέον τὸν τρόπον ὅπως. τὸ μὲν γὰρ ὅτι ἐνεργείᾳ ποιεῖ· διαφανές, οὕτω τελειωτικὸν αὐτοῦ λέγεται, τὸ δὲ ὅτι τὴν διαπορθμυτικὴν αὐτοῦ δύναμιν εἰς ἐνέργειαν ἄγει· διατίθεται γάρ πως ὑπὸ τοῦ χρώματος ἀναματτόμενόν πως αὐτὸ καὶ τῇ ὄψει διαδιδόν καὶ τὸ μὲν φῶς, ᾗ διαφανές, τελειοῖ, τὸ δὲ χρῶμα, ᾗ διαπορθμευτικὸν καὶ ἀπαγγελτικόν. ἔχει δὲ πρός τι ἀπορίαν ὁ περὶ τῶν τοιούτων λόγος, εἴπερ ὁρατὸν ὁ ἀὴρ καὶ ἁπλῶς τὸ διαφανὲς ὑπὸ τοῦ φωτὸς καὶ μηδενὸς προσδεῖται. εἰ γὰρ ἔν τινι σκεύει ἀποθοῖο λύχνον, τοῦ φωτὸς ἀνιόντος ἀπὸ τῆς ὀπῆς ἄνω, εἴπερ ἀποβλέψειας εἰς τὸν ὑπὲρ τοῦτον ἀέρα, οὐκ ὄψει πεφωτισμένον, εἰ μή τι στερεὸν ἀντιβαίνοι οἷον ὄροφος ἢ ἕτερόν τι· ὥστε δόξειεν ἄν μὴ δι’ αὑτὸν μᾶλλον τὸν ἀέρα ἢ τῷ ἀντιβαίνειν τὰ στερεὰ ὁρατὸν ὑπὸ τοῦ φωτὸς. εἶναι. ὃ δὲ ἐπὶ τοῦ μερικοῦ, τί κωλύει καὶ ἐπὶ τοῦ καθόλου λέγειν; μήποτε γὰρ διὰ τὸ τῷ ἡλιακῷ φωτὶ πανταχόθεν ἀντιβαίνειν στερεὰ σώματα ταύτῃ τοι ὁρατὸν τὸν ὑπὲρ ἡμᾶς ἀέρα γίνεσθαι. ὅπη γὰρ ἂν ἀποβλέψαιμεν, στερεοῖς τισιν ἐντυγχάνομεν, γῇ καὶ θαλάσσῃ καὶ ὄρεσιν· καὶ εἴ τις δὲ προσβιάζων ὑποθοῖτο, εἰ μετεωρισθῇ, τὸν ὑπὲρ τὸν ἥλιον καὶ τὸν ἀνωτάτω κατοπτεῦσαι χῶρον, οὔτι που ἴδοι, ἕως ἄν μὴ στερεοῦ τινος τῷ ἄνω φωτὶ ἀντίβασις γένοιτο. εἰ δ’ ἐστί τι ὃ περιτειχίζει καὶ τοῦτο, ἡ ἐξωτάτη καὶ ἀπλανὴς σφαῖρα, αὐτός τε ὄψεται καθαρῶς καὶ ὁ ὑπὲρ σελήνης τόπος πεφωτισμένος ἔσται διηνεκῶς. ἀλλὰ τὸ μὲν διαφανὲς τοῦτο φῶς δὲ ἡ τοῦ διαφανοῦς ἐνέργεια ἡ διαφανές· δυνάμει δὲ ἐν ᾧ τοῦτό ἐστι, καὶ τὸ σκότος. τὸ δὲ φῶς οἷον χρῶμά ἐστι τοῦ διαφανοῦς, ὅταν ᾖ ἐντελεχείᾳ διαφανὲς ὑπὸ τοῦ πυρὸς ἢ τοιούτου οἷον τὸ ἄνω σῶμα καὶ γὰρ τοῦτο ὑπάρχει τι ἓν καὶ ταὐτό.

Μέλλοντας δὲ τὸν περὶ φωτὸς καὶ ὄψεως ποιεῖσθαι λόγον τοσοῦτον ἀναγκαῖον προσδιορίσασθαι, ὡς οὔτε καθάπαξ, ὅ τί τις περὶ φωτὸς ἀπλῶς ἀπεφήνατο, συλληψόμεθα καὶ τὰ καίρια οὐ παρήσομεν, οὔτε μὴν πρὸς πάσας τὰς ἐνστάσεις ἀπαντῆσαι παρεσκευάσμεθα. ὅθεν εἰ μὴ κατὰ πάντα ἀποχρώντως ἔχοι, μὴ θαυμάζειν χρή · πολλὰς γὰρ ἔχει τὰς ἀντιλήψεις καὶ τὰς λύσεις ἐργωδεστέρας· μόνον γὰρ τῶν ἄλλων καὶ ἀπορώτατον, ὡς εἰπεῖν, καὶ φανότα [*](2 κωλύῃ scripsi: κωλύει libri 3 στερροῖς C post διαφανὲς add. δὲ Α 4 σχῆμα καὶ ἐπιφάνεια Α τοῦτο Α: τοῦτ(??) C 13 ᾗ] ἢ 15 προσδεῖσθαι ἀπόθοιο ΑC θοῖει Β 18 αὑτὸν scripsi: αὐτὸν libri τῷ] τοῦ Β 19 τοῦ (auto φωτὸς) om. AC 24 τὸν om. Α ἴδη Β 25 ἀντίασις Α 26 σελήνην Α 32 μέλλοντες C: μέλλοντ(??) Α 36 ἔχοι] ἔχειν Β)

75
τὸν, τὸ μὲν τῷ λόγῳ, τὸ δὲ τῇ αἰσθήσει. εὐθὺς γὰρ πότερον τὸ φῶς σῶμά ἐστιν ἢ ἀσώματον; πῶς ποτε καὶ τὸ ὁρᾶν γίνεται. πότερον κατά τινων ἀκτίνων σωματικῶν ἐκπομπὴν ἀπὸ τῶν ὀμμάτων, ὥσπερ οἱ μαθηματικοὶ λέγουσιν, ἢ τῇ εἰσδοχῇ τῆς τῶν ὁρωμένων ποιότητος, ὥσπερ οἱ φυσικοί; ἢ ἕτερόν τι μᾶλλον καὶ τρίτον, καὶ τοῦτ’ ἔσται δήπου κατὰ συναύγειαν; εἰ μὲν οὖν σῶμα τὸ φῶς, οὐ μόνον σῶμα διὰ σώματος ἔσται χωρῆσαν τὸ τοῦ φωτὸς τοῦ ἀέρος, ἀλλὰ καὶ κίνησιν σωματικὴν ἄχρονον τοῖς οὖσιν ὑποληψόμεθα· ἅμα γὰρ <τῷ> ὑπὲρ τὸν ὁρίζοντα γενέσθαι τὸν ἥλιον ἀθρόως φωτίζεται τὸ περίγειον. ἔτι εἴπερ σῶμα καὶ κινεῖται, κατά τινα τῶν σωματικῶν καὶ φυσικῶν κινήσεων κινηθήσεται· αὗται δὲ ἢ εὐθεῖα ἢ κύκλῳ, καὶ τῆς εὐθείας ἡ μὲν ἄνω, ἡ δὲ κάτω. τὸ δὲ φῶς καὶ ἄνω καὶ κάτω καὶ τοῖς ἐν μέσῳ ἰσοτίμως ὁρᾶται κινούμενον ἀθρόως γὰρ ὁ οἶκος ἅπας ἁφθέντος λύχνου φωτίζεται. οὔτε μὴν κύκλῳ· ἐν γὰρ τοῖς ἀπομήκεσι τῶν στεγασμάτων ἡ τοῦ φωτὸς συμπρόεισιν ἔλλαμψις. ἐχρῆν δήπου καὶ τὸν ἀέρα παχύτερον εἶναι φωτιζόμενον ἢ ἐν σκότει. ἀλλ’ οὐδὲ τοὺς ἀπαρτῶντας τῷ ἡλίῳ τὰς σωματικὰς τοῦ φωτὸς ἀκτῖνας ἀποδεχόμεθα, ὡς ἄν συμπροιούσας φωτίζειν καὶ μὴ γίνεσθαι κίνησιν ἀχρονον τί δ’ ἄν εἴποιεν περὶ σελήνης ἢ τῶν ἄλλων πυρῶν ὁμοίως γὰρ ἅπαντα φωτίζει), ἢ ὅταν ἐν σκότει τῇ παρατρίψει φωτίσαιμεν; οὔκουν οὐδὲ τοὺς σῶμα μὲν τιθεμένους, ἄυλον δὲ διὰ τὸ κεχωρίσθαι· οὕτω δ’ ἄν καὶ ὁ οὐρανὸς ἐν κέγχρῳ συναχθήσεται. καὶ οὐ δι’ ἀέρος μόνον, ἀλλὰ καὶ διὰ γῆς καὶ τῶν στερροτέρων ἔδει χωρεῖν, καὶ ἦν ἄν ἡμέρα καὶ ὑπὸ γῆν ὄντος τοῦ ἡλίου. ἔτι δοκεῖ τὸ φῶς ἐναντίον εἶναι τῷ σκότει· ἔστι δὲ τὸ σκότος στέ- ρησις τῆς τοιαύτης ἕξεως ἐκ τοῦ διαφανοῦς· ἡ δὲ τούτου παρουσία τὸ φῶς. ὥστε δῆλον, εἰ μή τι σῶμα τὸ σκότος, οὐδὲ τὸ φῶς, καὶ οὐκ ὀρθῶς Ἐμπεδοκλῆς οὐδ’ εἴ τις ἄλλος οὕτως εἴρηκεν, ὡς φερομένου τοῦ φωτὸς καὶ γινο- μένου ποτὲ μεταξὺ τῆς γῆς καὶ τοῦ περιέχοντος, ἡμᾶς δὲ λανθάνοντος· τοῦτο γάρ ἐστι καὶ παρὰ τὴν τοῦ λόγου ἐνάργειαν καὶ παρὰ τὰ φαινόμενα· ἐν μικρῷ μὲν γὰρ διαστήματι λάθοι ἄν, ἀπ’ ἀνατολῆς δὲ ἐπὶ δυσμὰς τὸ λανθάνειν μέγα λίαν τὸ αἴτημα. τί οὖν τὸ φῶς καὶ πῶς φωτίζεται τὰ ὁρώμενα; λέγομεν οὖν ἐνέργειάν τινα ἐκπέμπεσθαι ἀσώματον ἐκ τοῦ φωτιστικοῦ σώματος εἰς τὰ διαφανῆ πεφυκότα ταύτην δέχεσθαι, καὶ οὕτω τὸ φωτίζειν γίνεσθαι. ὡς γὰρ τὸ πῦρ καὶ πόρρω που κείμενον ἡμῶν οἶδε θερμαίνειν οὐ τῷ αὐτὸ φοιτᾶν πρὸς ἡμᾶς, ἀλλὰ τῷ αὐτὸ μὲν τὸν προσεχῆ ἀέρα θερμαίνειν πεφυκότα πάσχειν ὑπὸ τοῦ πυρός, ἐκεῖνον δὲ θερμανθέντα γίνεσθαι τοιοῦτον, ὡς δύνασθαι τὰ παρακείμενα αὐτῷ θερμαίνειν, καὶ τούτου μέχρι παντὸς γινομένου τὰ πορρω- τάτω τοῦ πυρὸς θερμαίνεσθαι, οὕτω τοι καὶ τῶν διαφανῶν σωμάτων ἐφεξῆς κειμένων συνεχῆ συμβαίνει τὴν διάδοσιν γίνεσθαι. αἵ τε γὰρ σφαῖραι ἅπτον- τι ἀλλήλων, καὶ τῆς ἐσχάτης ὁ περὶ ἡμᾶς ἀὴρ ἐφεξῆς ὤν, καὶ τούτου τὸ [*](7 καὶ om. C ὑπολειψόμεθα AC 8 τῷ addidi post ἥλιον add. καὶ Α 17 περὶ] ἐπὶ AC 19 κεχωρῆσθαι Α 21 στεροτέρων Β 25 γινομένης C 32 οὐ τῷ—33 θερμαίνειν οm. C ;53 τῷ] τὸ Α 35 τοῦτο Α γινομένου] γίνεσθαι καὶ οὕτω Α 36 θερμαίνεται Α 37 συνεχῆ—γίνεσθαι om. A)
76
ὕδωρ. προσεχῶς οὖν ὁ ἥλιος εἰς τὸ παρακείμενον, σῶμα ὂν καὶ ἁπτόμενον αὐτοῦ, δράσας ποιεῖ αὐτὸ ἐνεργεία διαφανές, κἀκεῖνο τοιοῦτον γινόμενον ὁμοίου ποιητικὸν τῷ μετ’ αὐτὸ γίνεται, κἀκεῖνο ἄλλῳ · καὶ οὕτω μέχρι τῶν ἐσχάτων ἀέρος καὶ ὕδατος ἡ ὁμοία φωτιστικὴ ἐνέργεια ἀφικνεῖται· οὐ τῆς τοῦ ἡλίου ἐνεργείας εἰς τὰ ἔσχατα φοιτώσης ἀμέσως, ἀλλὰ τῶν πλησίων καὶ πρώτως πασχόντων δυναμένων καὶ εἰς τὰ δεκτικὰ τὴν αὐτὴν ἐνεργεῖν ἐνέργειαν· οὐ θαυμαστὸν δέ, εἰ ἀθρόα ἡ ἐν ἅπασιν ἐνέργεια γίνεται, ὁπότε ἀσώματος. ὥσπερ γὰρ εἰ σχοίνου τις μακρᾶς καὶ διατεταμένης τὸ ἄκρον κινήσειεν, ἡ πᾶσα σχοῖνος ἀχρόνως συγκινεῖται, διὰ τὴν τῶν μορίων συνέχειαν τοῦ πρώτου κινοῦντος τὸ μετ’ αὐτό, τοῦτο δὲ τὸ ἐχόμενον, ταῦτα λέγειν <δεῖ> καὶ περὶ τῆς φωτὸς ἐνεργείας καὶ διαδόσεως γίνεσθαι, τῷ ἐφεξῆς ἀλλήλων τὰ τοῦ κόσμου σώματα ἅπτεσθαι. ἔστιν οὖν τὸ φῶς οὔτε πῦρ οὔτε ὅλως σῶμα οὐδ’ ἀπορροὴ σώματος οὐδενός εἴη γὰρ ἄν σῶμά τι καὶ οὕτως), ἀλλ’ ἡ τοῦ διαφανοῦς ἐνέργεια ᾗ διαφανές, ὡς ἄνωθεν εἴρηται, ἥ τις ἐγγίνεται ὑπὸ ποιητικοῦ πρώτως μὲν τοῦ ἡλίου τούτῳ γὰρ ὁ θεὸς τὴν πηγὴν τοῦ φωτὸς ἐναπέθετο), δευτέρως δὲ καὶ ὅσα τῷ μετασχεῖν ἀπορροίας τινὸς τῆς ἐξ ἐκείνου φωτιστικὰ γέγονεν, ὡς σελήνη καὶ ἄστρα καὶ πῦρ. ἀλλ’ ἐοίκαμεν ἐν σκότει τὸν περὶ φωτὸς πε- ποιῆσθαι λόγον τοσαῦτα γὰρ εἰπόντες ἔτι δεδοίκαμεν, μὴ σκιὰν ἀντὶ φωτὸς κατέχοιμεν. εἰ γὰρ μὴ σῶμα, πῶς ἐν τοῖς ἐνόπτροις αἱ ἀνακλάσεις γίνονται; τοῦτο δὲ κἀν τοῖς περὶ ὄψεως ἀπορηθήσεται. τίς δὲ καὶ ἡ τοῖς πυρείοις τῶν ἀκτίνων παράτριψις καὶ θέρμανσις καὶ ἔξαψις; πόθεν δὲ καὶ τῶν ἀκρωρειῶν αἱ πεδιάδες θερμότεραι, εἴπερ μὴ τῇ διπλώσει τῶν ἀκτίνων ὁ ἀὴρ ἐθερμαίνετο; τοῦτο δὲ σώματος. καὶ τοῦτο δὴ παρέντες κατὰ σχολὴν ἐπισκέψασθαι τὸν ὅμοιον τρόπον καὶ περὶ ὄψεως διαλάβωμεν· εἰ μὲν οὖν κατ’ ἐκπομπὴν μόνην σωματικῶν τινων ἀκτίνων τὸ ὁρᾶν γίνεται, αἱ αὐταὶ κἀνταῦθα τῶν ἀποριῶν, αἵπερ καὶ περὶ φωτός. πῶς γὰρ οἷόν τε ἅμα ἀναβλέψαντας μόνῳ τῷ ὀπτικῷ πνεύματι τοῦ οὐρανοῦ ἀντιλαβέσθαι καὶ σῶμα τὸ βραχύτατον το- σαύτην ἀχρόνως κινηθῆναι διάστασιν; τό τε γὰρ ἀπὸ γῆς μέχρις οὐρανοῦ δύο ζωδίων ἐδείχθη διάστημα, ὅπερ ἕκτον τοῦ ὅλου κύκλου τοῦ τὸν οὐρανὸν διεζωκότος ἡ γὰρ ἀπὸ τοῦ κέντρου ἴση τῇ τοῦ ἑξαγώνου πλευρᾷ· ἑξάγωνος δὲ πλευρὰ τῶν δύο ζωδίων ἐστὶ τὸ διάστημα. ἡ δὲ ἀπὸ τοῦ κέντρου ἡμίσεια τῆς διαμέτρου τριπλασιεφέβδομος ἡ περίμετρος τῆς διαμέτρου. ἔτι ἐπεὶ ἀνα- βλέψαντες τὸ τεταρτημόριον ὁρῶμεν τοῦ οὐρανοῦ, εἰ αἱ ὄψεις σῶμα, ἀνάγκη διὰ τοῦ ἀέρος ἰούσας ἢ διὰ τούτου χωρεῖν, καὶ ἔσται πάλιν σῶμα χωροῦν διὰ σώματος, ἢ τέμνειν αὐτόν. καὶ εἰ τοῦτο, οὐκ ἔδει συνεχῆ ὁρᾶν τὸν οὐρανὸν οὔτε τι ἄλλο τῶν ὁρατῶν. καὶ πρὸς τούτοις πόσον ἄν εἰς τοσούτου σώματος [*](1 ὂν] ὢν BC 3 post, μέχρι add. καὶ AC 4 ἀφικνεῖται ἐνέργεια AC 5 πλησίως BC 6 δυναμένων Α Philoponus: διαβαίνειν BC ἐνεργεῖν Α Philoponus: om. BC 7 πᾶσιν Α 10 τῷ μετ’ αὐτό Β δεῖ addidi 14 ἄνωθεν om. C ἥτις] εἴ τις Α ὑπὸ τοῦ ποιητικοῦ C 16 ὅσα] ὑπὸ τῶ Α2 φωτιστικῶν γεγονότων Α2 17 περὶ τοῦ φωτὸς AC 20 ἐν τοῖς πυρείοις Α 21 ἡ θέρμανσις Α ἡ ἔξαψις Α 30 ἑξαγώνου δὲ ΑC 32 τριπλασιεφέβδομος — διαμέτρου Α Philoponus: om. BC 35 αὐτήν C)
77
ἐκπομπὴν ἡ κόρη διήρκεσε περιληψομένη τὸν οὐρανόν; οὕτως οὐκ αὐτάρκης ἑαυτῇ μόνῃ ἡ ὄψις ἐξιοῦσα ὁρᾶν. εἰ δὲ τῇ εἰσδοχῇ τῆς τῶν ὁρωμένων ποιό- τητος τὸ ὁρᾶν, ὡς ἄν οἱ φυσικοὶ λέγοιεν διαβαίνειν τὰς τῶν χρωμάτων ἐνερ- γείας διὰ μέσου τοῦ διαφανοῦς πρὸς τὴν ὄψιν καὶ ἀπαγγέλλειν αὐτῇ τῶν ἰδίων ὑποκειμένων, λέγω δὴ τῶν χρωμάτων, τὴν αἴσθησιν, πῶς τὸ πλῆθος τῶν ὁρωμένων γινώσκεται καὶ τὸ μέγεθος ἢ τὸ διάστημα πάντων ἐπικειμένων τῷ ὄμματι, κἀκείνου μόνου καὶ τοσούτου αἰσθομένης τῆς ὄψεως, ὅσον τὴν κόρην ἐπλήρωσε; διὰ τί δὲ καὶ εἰ πλήρης ὁ ἀὴρ τῶν τοιούτων εἰδώλων, οὐ παντα- χόθεν ὁρῶμεν, ὥσπερ δὴ καὶ ἀκούομεν καὶ ὀσφραινόμεθα; πῶς δὲ καὶ οὐ σύγχυσις τῶν χρωμάτων καὶ ἐπιμιξία τοῦτο; τῷ γὰρ ἅπαξ τὸν ἀέρα τὰ χρώματα δέχεσθαι, μὴ ὥσπερ κατὰ μῆκος, οὕτω καὶ κατὰ πλάτος πάσχειν λέγειν παράλογον. πῶς δὲ καὶ ἀνάκλασις ὄψεως γίνεται, εἰ μή τι ἐκπέμπεται; μή· ποτ’ οὖν ἐξιέναι μέν τι τῶν ὀμμάτων δεῖ λέγειν τοῦτο δὲ αὐγοειδὲς καὶ ὀπτικὸν πνεῦμα) πρὸς τὴν τῶν ὁρατῶν ἀντίληψιν, μὴ μέντοι καθάπαξ ἀρκεῖν, ὥσπερ οἱ ἀπὸ μαθημάτων λέγουσιν, ἀλλὰ δεῖσθαι καὶ τοῦ ἐκτὸς φωτὸς χειραγωγή- σοντος καὶ συναντιληψομένου, καὶ οὕτω κατὰ συναύγειαν τὴν ὄψιν ὁρᾶν. τά τε γὰρ πολλὰ τῶν ἀπόρων ἐν τούτῳ λυθήσεται, καὶ σύμφωνα τοῖς φαινομέ- νοις μᾶλλον ἔσται, εἴπερ τὰ πρότερα. ὅτι μὲν γὰρ ἐξέρχεταί τι τῶν ὀφθαλμῶν, τὸ τῶν ὀπτικῶν νεύρων πρὸς τὰ τῶν ἄλλων αἰσθητηρίων διάφορον παρίστησιν ἐναργῶς. σωλῆνες γὰρ ὥσπερ ταῦτα καὶ πόροι, ναστὰ δέ πως τὰ τῶν ἄλλων καὶ ἄτρητα. οὐχ ὁρῶμεν δὲ ἐν σκότῳ, ὅτι κοινωνίαν δεῖ τῶν φώτων εἶναι καὶ ὅτι κατὰ συναύγειαν τοῖς ὄμμασιν ἡ ἐνέργεια. πολλὴ γὰρ ἡ ἀμφοτέρων τῶν φώτων σχέσις πρὸς ἄλληλα καὶ οἰκείωσις τοῦ ὀπτικοῦ καὶ τοῦ ἔξωθεν· ζητεῖ γὰρ ἄλληλα καὶ ἑνοῦσθαι σπεύδει, καὶ τὸ μεῖζον ἕλκει τὸ ἔλαττον, τὸ δ’ ἕπεται τῆς οἰκείας ὁλότητος ἐφιέμενον. ὅθεν ἐν νυκτὶ καὶ πόρρωθεν ὄντα τὸν πυρσόν, εἰ μή τινι ἐπικρύπτοιτο, κατὰ ἄρρητον ὁρῶμεν ταχυτῆτα· καὶ οἱ ἐπὶ πλέον ἡλίῳ προσδιατρίψαντες ἢ λαμπροῖς ἑτέροις ἠρέμα τὰς ὄψεις ἀμαυροῦνται, συνεκφορουμένου τοῦ ὀπτικοῦ καὶ μερικοῦ πρὸς τὴν ἐκτὸς ὁλότητα. καθ’ αὑτὴν μὲν γὰρ ἡ ὄψις οὐκ ἰσχύει μέχρι πολλοῦ διιέναι, ἐμπίπτουσα δὲ τῷ περιέχοντι διαφανεῖ καὶ τῇ πρώτῃ προσβολῇ τὴν ἀλλοίωσιν ἐργαζομένη διαδίδωσιν ἄχρι πλείστου συνεχοῦς ἑαυτήν, ἕως οὗ καταλάβῃ τὸ ὁρατόν, συνεκτεινομένη τῷ περὶ τὸν μεταξὺ ἀέρα φωτὶ καθὰ συγγενεῖ. ὅ τε γὰρ ἀὴρ ἄχρους ὢν καὶ διαφανὴς εὐδιάχυτός τε καὶ εὐαλλοίωτος ὡς οὐδέν, καὶ ἡ ὄψις δὲ καθαρῶς ὑπάρχει φωτοειδής. καὶ ὅπερ τὸ τοῦ λύχνου φῶς ἐν οἴκῳ δρᾶ σκοτεινῷ τῇ πρώτῃ γὰρ εἰσόδῳ τὸν ἐν αὐτῷ ἀέρα φωτίζει ὁμοῦ), τοῦτο δὴ καὶ τὴν ὄψιν νοητέον ποιεῖν ἐν τῷ μεταξὺ ταύτης τε καὶ τοῦ ὁρατοῦ πεφωτισμένῳ ἀέρι· τῇ πρώτῃ γὰρ προσβολῇ τοῦτον ἀλλοιοῦν ἰσχύει, δυνα- μουμένη τῷ ἐκτὸς φωτὶ καὶ συνεργοῦσα τούτῳ διὰ τὴν οἰκείωσιν. συνᾴδει [*](6 τὸ (ante διάστημα) om. Α 7 μόνον B 9 ὀσφρανόμεθα C 10 τὰ om. B 13 μέντ(??) Α τὸ αὐγοειδὲς AC 24 τῶν ἔξωθεν Α 27 τὴν ταχυτῆτα AC 28 συνεκφερουμένου C 29 αὑτὴ AC 30 διαφανῆ Α 35 αὐτῆ BC)
78
δὲ τῷ περὶ τῆς ἐκπομπῆς τοῦ ὀπτικοῦ πνεύματος καὶ ἡ ἀποδιδομένη αἰτία τοῦ διπλᾶ ὁρᾶν ἐν τῇ παραθέσει τῶν ὀφθαλμῶν ἣ φυσικῶς ἢ τῇ τῶν δακτύλων ἐπεμβολῇ καὶ τῷ μὴ ὑπὸ μίαν καὶ τὴν αὐτὴν εὐθεῖαν τὰς κόρας εἶναι. κωνικῶς γὰρ καὶ κατὰ τρίγωνα ὁρώσης τῆς ὄψεως, ὅταν οἱ κῶνοι ἐξ ἀμφοτερῶν τῶν ὀμμάτων ἐξίωσι καὶ προσβάλωσιν αἱ ὄψεις τοῖς ὁρατοῖς, ποιοῦσι τρίγωνα βάσιν μὲν ἔχοντα κοινὴν τὴν αἰσθητήν, πλευρὰς δὲ τὰς τοῖς κωνικοῖς ἄξοσι παρ’ ἑκάτερα ἐφεστώσας ὄψεις, καθ᾿ ἃς καὶ τῶν ὁρατῶν αἱ κρίσεις γίνονται. ἄξονες δὲ δύο περὶ τοὺς δύο κώνους, περὶ οὓς αἱ λοιπαὶ ὄψεις εἰσίν· δῆλον οὖν ὡς, εἰ μὲν ἀπαρέγκλιτος εἴη ἡ διὰ τῶν κέντρων τῶν κρυσταλλοειδῶν ἐν τοῖς ὄμμασιν ἀγομένη εὐθεία, αἱ ἐκ τῶν δύο κώνων ἴσον ἀφεστηκυῖαι τῶν ἀξόνων ὄψεις κατὰ τὰ αὐτὰ σημεῖα προσβαλοῦσιν, ὡς ἐφαρμόζειν ἀλλήλοις τὰ πέρατα τῶν ὄψεων τῶν ἴσων παρ’ ἑκατέρου τῶν ἀξόνων ἐφεστηκυιῶν. ἐπειδὰν δὲ μὴ ἀπατέγκλιτοι ὦσιν οἱ κῶνοι, ὥσπερ ὅταν ἡ θέσις διαστραφείη τῆς ὄψεως, αἱ ἴσον ἀφεστηκυῖαι τῶν ἀξόνων ἑκατέρου τοῦ κώνου οὐ τοῖς αὐτοῖς προσβαλοῦσι σημείοις, καὶ εἰκότως οὐχ ὡς ἑνὸς τοῦ ἑνὸς ἀντιλαμβάνονται ἀλλ᾿ ὥσπερ κἄν εἰ δύο εἴη τὰ αἰσθητὰ καὶ πλείονα, διὰ τὸ ἄλλας προσπίπτειν ὄψεις κατὰ μηδὲν συμβαλλούσας ἀλλήλαις καὶ τὰς γωνίας διαφόρους γίνεσθαι· συμβαίνει γὰρ εἰς τὸ αὐτὸ αἰσθητὸν ἐξ ἑκατέρου κώνου ὄψεις προσβάλλειν μὴ ἴσον τῶν ἀξόνων ἀφεστηκυίας, καὶ ἐπεὶ διάφοροι πρὸς τὰ αὐτὰ σημεῖα τοῦ αἰσθητοῦ αἱ γωνίαι γίνονται, εἰκότως καὶ δύο αἱ κρίσεις· καὶ διὰ τοῦτο καὶ δύο τὸ ἓν αἰσθητὸν δοκεῖ.

Ἔστι μὲν οὖν χρώματος δεκτικὸν τὸ ἄχρουν, ψόφου δὲ τὸ ἄψοφον, ὀσμῆς δὲ τὸ ἄνοσμον ταῦτα δὲ ὁ ἀὴρ πρώτως καὶ δευτέρως τὸ ὕδωρ. εἰ γὰρ εἶχέ τι τούτων ὁ ἀὴρ οἰκεῖον παρεμφαινόμενον ἐκώλυεν ἄν τὸ ἀλλότριον, ὥσπερ ἐπὶ τῆς ἀχρωματίστου ὑέλου καὶ τῆς κεχρωσμένης ἔστιν ὁρᾶν· ἡ μὲν γὰρ πάντα τὰ ἀλλότρια διαπορθεύσει χρώματα, καὶ μᾶλλον ὅσῳ καὶ μᾶλλον διει- δής· ἡ δὲ οὔτε πάντα οὔτ’ ἀκριβῶς, ἀλλ’ ἓν μόνον προφανεῖ τὸ προκατα- λαβόν. ἔτι δὲ καὶ ἐντεῦθεν μᾶλλον τὰ γὰρ ἐνθαδὶ κείμενα χρώματα διά- φορα ὄντα πολλάκις καὶ ἐναντία οἵ τε ἔμπροσθεν καὶ οἱ ὄπισθεν καὶ ἁπλῶς οἱ κατὰ πᾶν ὄντες μέρος ἐπόψονται καὶ διὰ τοῦ αὐτοῦ μορίου τοῦ ἀέρος, ὅπερ, εἰ αὐτὸς ἐχρώννυτο, οὐκ ἄν ἐγίγνετο οὐ γὰρ ἐδύνατο ἅμα τοῖς ἐναντίοις χρώννυσθαι. καὶ ἡ μὲν ὄψις τοίως ἢ τοίως διατιθεμένη ὑπὸ τῶν χρωμάτων πάσχει, τὸ δὲ μεταξὺ διαφανὲς ἀπαθὲς μένει. ἄχρουν οὖν τὸ διαφανὲς καὶ ἀόρατον ἢ τὸ μόλις ὁρώμενον, οἷον δοκεῖ τὸ σκοτεινόν. τοιοῦτον δὲ τὸ διαφανές, ἀλλ’ οὐχ ὅταν ᾖ ἐντελεχείᾳ διαφανές, ἀλλ᾿ ὅταν δυνάμει· ἡ γὰρ αὐτὴ φύσις ὁτὲ μὲν φῶς ὁτὲ δὲ σκότος ἐστίν. οὐ πάντα δὲ ἃ ὁρατά ἐστιν ἐν φωτί [*](1 τῷ] τὸ ΑC 6 τὴν αἰσθητήν] τὸ αἰσθητόν Philoponus 7 ante ἐφεστώσας add. ἐξ ἴσου Philoponus 8 οὓς ἅς Β 12 τῶν ἴσων—ἐφεστηκυιῶν] τῶν ἴσον παρ’ ἑκάτερα ἀφεστηκυιῶν Philopouus ἀφεστηκυιῶν Α 13 θέσις] λέξις Α1: τάξις A2 16 ἡ πλείονα AC 17 συμβαλούσας Β τὰς] ἔτι τὼ Α2 γίνεσθαι] ποιεῖν Α1 19 πρὸς τὰ αὐτὰ] ἀπὸ τῶν αὐτῶν Α Philoponus σημείων Ἄι· Philoponus 23 δεύτερον A 25 ante ἐπὶ add. καὶ C 27 καταλαβόν Β 35 ἡ ἐντελέχεια B 36 ἁ om. AC)

79
ἐστιν, ἀλλὰ μόνον ἑκάστου τὸ οἰκεῖον χρῶμα· ἔνια γὰρ ἐν τῷ μὲν φωτὶ οὐχ ὁρᾶται, ἐν δὲ τῷ σκότει ποιεῖ αἴσθησιν, οἷον τὰ πυρώδη φαινόμενα καὶ λάμ- ποντα ἀνώνυμα δὲ ταῦτα ἑνὶ ὀνόματι εἰ μή τις κοινὸν τὸ λαμπρὸν θείη), οἷον μύκης, κέρας, κεφαλαὶ ἰχθύων καὶ λεπίδες καὶ ὀφθαλμοί ἀλλ᾿ οὐδενὸς ὁρᾶται τὸ οἰκεῖον χρῶμα τούτων. ἕξ οὖν, ὡς κοινῶς εἰπεῖν, τυγχάνει τὰ ὁρατά· ὧν τὰ μὲν ἐν φωτὶ μόνως ὁρᾶται, ἃ δὴ καὶ καλεῖται χρώματα, τὰ δὲ μόνως ἐν σκότει, οἷον τὰ προειρημένα πυρώδη· νικᾶται γὰρ τὸ τούτων λαμπρὸν μειζοτέρῳ τῷ φωτί· τὰ δὲ καὶ ἐν σκότει καὶ ἐν φωτί, ὡς σελήνη καί τινες τῶν ἀστέρων καὶ τὸ πῦρ. ὁρατὸν δὲ καὶ τὸ ἐνεργείᾳ διαφανὲς ὁ πεφωτισμένος δηλαδὴ ἀήρ. ἔτι δὲ καὶ τὸ σκότος ὁρατὸν τὸ καὶ δυνάμει διαφανές· τῇ γὰρ ὄψει κρίνομεν ἀποφατικῶς. ἕκτον ἐπὶ τούτοις γένος τῶν ὁρατῶν ὁ ἥλιος τὸ μάλιστα πάντων φανότατον, ὃν οὔτε ἐν σκότῳ ὁρατὸν θείημεν ἀφανιστικὸς γὰρ αὐτοῦ) οὔτε ἐν ἡμέρᾳ· αὐτὸς γὰρ τῆς ἡμέρας δημιουργός. δι’ ἣν μὲν οὖν αἰτίαν τὰ προρρηθέντα πυρώδη ἐν νυκτὶ ἢ ὅλως ὁρᾶται μήτε πῦρ ὄντα μήτε χρῶμα ἔχοντα, ἄλλος λόγος πέφυκε γὰρ ὁ ἀὴρ ὑπὸ παντὸς λαμπροῦ φωτίζεσθαι. περὶ δὲ τῶν ἀστέρων ὁρωμένων ἐν νυκτὶ ἀπορήσειεν ἄν τις· εἰ γὰρ αἰτία τοῦ μὴ ἐν ἡμέρᾳ φαίνεσθαι τὸ κρύπτεσθαι τῇ περιουσίᾳ τῆς ἡλιακῆς λαμπρότητος, πῶς ἐν νυκτὶ ὁρῶνται οὐδὲν ἧττον ὄντες ἐν φωτί; τὸ γὰρ κωνικὸν τῆς γῆς ἀποσκίασμα, ὃ δὴ νύξ ἐστιν, οὐχ ὑπερβαίνει τὴν τῆς σελήνης σφαῖραν, ἀλλ’ αὐτοῦ που μυουριζόμενον ἀπολήγει, διηνεκῶς δὲ ὁ ὑπὲρ σελήνην φρυκτωρεῖται τόπος. ἢ πρὸς τοῦτο ἐκεῖνο ἀπο- χρήσει ῥηθέν, ὡς κεχυμένου περὶ ἡμᾶς τοῦ κώνου τῆς σκιᾶς τῆς γῆς τὸν μὲν παρ’ ἑκάτερα πεφωτισμένον ἀέρα οὐχ οἷόν τε ὁρᾶν, τὰ μέντοι ἄστρα ὁρᾶν, ἰσχυροποιουμένης τῷ πολλῷ σκότει τῆς ὄψεως καὶ μὴ διακρινομένης, ὡς κἄν ἐν νυκτὶ πόρρωθεν ὄντες τοῦ πυρσοῦ αὐτὸν μὲν ὁρῶμεν, τὸν δὲ περὶ αὐτὸν πεφωτισμένον οὐχ ὁρῶμεν ἀέρα. ἤρκεσε γὰρ τῇ ὄψει πρὸς τὴν τούτων αἴσθησιν τὸ διὰ τοσούτου προελθεῖν σκότους, ὅπου γε καὶ ἐν σταθερᾷ μεσημ- βρίᾳ ὄψεταί τις ἀστέρας, εἴπερ εἰς φρέαρ κατέλθοι βάθος ἀξιόλογόν τι ἔχον τὸ γὰρ αὐτὸ κἀκεῖ αἴτιον, δυναμουμένης τῆς ὄψεως καὶ περικλωμένης τῇ μέχρι τοῦ στομίου τοῦ ἀέρος παχύτητι καὶ ζοφερότητι. ἐν γὰρ ταῖς τοιαύταις τοῦ ἀέρος καταστάσεσιν μᾶλλόν τι τῇ ὄψει ἡ ἐνέργεια ἔνθεν ἀνατέλλων ἢ δύνων ὁ ἥλιος ἀνεμποδίστως ὁρᾶται καὶ μείζων ἑαυτοῦ, ὡς διὰ νοτεροῦ καὶ ἠρέμα παχέος τοῦ ἀέρος τοῦ προσγείου ὁρώμενος.

Τούτων οὕτω διωρισμένων μικρὸν ἔτι περὶ γενέσεως καὶ διαφορᾶς χρωμάτων φιλοσοφήσωμεν, ὡς ἄν ἐντελέστερον οὕτω τὸν περὶ ὄψεως καταθῶμεν λόγον. ἁπλᾶ μὲν οὖν τῶν χρωμάτων ἐστίν, ὅσα τοῖς στοιχείοις συνακολουθεῖ, οἷον πυρὶ καὶ ἀέρι καὶ ὕδατι καὶ γῇ. ἀὴρ μὲν οὖν καὶ ὕδωρ καθ’ αὑτὰ τῇ φύσει λευκά, τὸ δὲ πῦρ ξανθόν. καὶ ἡ γῆ δέ ἐστι φύσει λευκή, παρὰ δὲ τὴν βαφὴν πολύχρους [*](1 ἐστιν om. AC ἐν μὲν τῷ ΑC 4 μήκης AC 6 τὸ μὲν Β 8 ὡς ἡ σελήνη C 15 μήποτε πῦρ Α 17 μὴ καὶ ἐν Α 18 πῶς καὶ ἐν AC 20 μυουριζούμενον Β 25 κἀν C 27 σταθηρᾷ Β 150 ζοφερότητι scripsi: ζοφότητι libri 33 τοῦ προσγείου ἀέρος AC 30 συνακολουθῆναι Α1 38 ξανθόν] καὶ ὁ ἥλιος ξανθά ΑC: of. de Color. 791 a 3)

80
φαίνεται. δῆλον δὲ τοῦτο ἐπὶ τῆς τέφρας· ἐκκαυθέντος γὰρ τοῦ τὴν βαφὴν πεποιηκότος ὑγροῦ λευκὴ γίνεται, οὐ παντελῶς δὲ διὰ τὸ καπνῷ βεβάφθαι μέλανι ὄντι. τὸ δὲ μέλαν χρῶμα συνακολουθεῖ τοῖ.ς στοιχείοις, εἰς ἄλληλα μεταβαλλόντων· τὰ δὲ ἄλλα ἐκ τούτων εὐσύνοπτα· τῇ μίξει γὰρ κεραννυμένων ἀλλήλοις γίνεται. τὸ δὲ σκότος ἐκλείποντος τοῦ φωτὸς γίνεται· τριχῶς γὰρ τὸ μέλαν ἡμῖν φαίνεται. ἢ γὰρ ὅλως τὸ μὴ ὁρώμενόν ἐστι τῇ φύσει μέλαν, ἢ ἀφ’ ὧν μηδὲν ὅλως φέρεται φῶς πρὸς τὰς ὄψεις· τὸ γὰρ μὴ ὁρώμενον, ὅταν ὁ περιέχων τόπος ὁρᾶται, φαντασίαν ποιεῖ μέλανος· φαίνεται δὲ καὶ ταῦτα ἡμῖν μέλανα, ἀφ’ ὅσων ἀραιὸν καὶ ὀλίγον ἰσχυρῶς ἀνακλᾶται τὸ φῶς. διὸ καὶ αἱ σκιαὶ μέλαιναι φαίνονται· ὁμοίως δὲ καὶ τὸ ὕδωρ, ὅταν τραχυνθῇ, καθάπερ καὶ ἡ τῆς θαλάσσης φρίκη· διὰ γὰρ τὴν τραχύτητα τῆς ἐπιφανείας ὀλίγων τῶν αὐγῶν προσπιπτουσῶν καὶ διασπωμένου τοῦ φωτός, τὸ σκιερὸν μέλαν φαίνεται. καὶ τὸ νέφος ὅταν ᾖ πυκνὸν ἰσχυρῶς, καὶ τὸ ὕδωρ καὶ ὁ ἀήρ, ὅταν μὴ παντελῶς διαδῦνον τὸ φῶς ἔχωσι, διὰ τὸ βάθος μέλανα δοκεῖ. ὥστε τὸ σκότος οὐ χρῶμα, ἀλλὰ μόνον φωτὸς στέρησις. τὸ δὲ μέλαν χρῶμα συμβαίνει γίνεσθαι, ὅταν ὁ ἀὴρ καὶ τὸ ὕδωρ τὰ μεμιγμένα τοῖς σώμασιν ὑπὸ τοῦ πυρὸς διακαυθῇ, καθάπερ ξύλα καὶ ἄνθρακες σβεσθέντος τοῦ πυρός. διὸ καὶ τοῦ καπνοῦ μελάντατος γίνεται ὁ ἀπὸ τῶν πιόνων καὶ λιπαρῶν, οἷον ἐλαίου καὶ πίττης καὶ δᾳδός, διὰ τὸ μάλιστα ταῦτα καίεσθαι καὶ συνέχειαν ποιεῖν. μέλανα δὲ καὶ ταῦτα γίνεται, δι’ ὅσων ῥεῖ τὸ ὕδωρ, ὅταν βρυωθέντων τὸ πρῶτον ἀναξηρανθῇ τὸ ὑγρόν, καθάπερ καὶ τὰ ἐν τοῖς τοίχοις κονιάματα καὶ οἱ καθ’ ὕδατος λίθοι· καὶ γὰρ οὗτοι βρυωθέντες ὕστερον ἀποξηραινόμενοι γίνονται μέλανες. τὰ μὲν οὖν ἀπλᾶ τῶν χρωμάτων ταῦτα καὶ τοσαῦτά ἐστι. τὰ δὲ ὠὰ ἐκ τούτων τῇ κράσει καὶ τῷ μᾶλλον καὶ ἧτον γινόμενα πολλὰς καὶ ποικίλας ποιεῖ χρωμάτων φαντασίας · κατὰ μὲν τὸ μᾶλλον καὶ ἧττον, ὥσπερ τὸ φοινικοῦν καὶ τὸ ἁλουργόν, κατὰ δὲ τὴν κρᾶσιν, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν, ὅταν μιχθέντα φαιοῦ ποιήσῃ φαντασίαν. διὸ τὸ μέλαν καὶ σκιερὸν τῷ φωτὶ μιγνύμενον φοινικοῦν. τὸ γὰρ μέλαν μιγνύμενον τῷ τε τοῦ ἡλίου καὶ τῷ τοῦ πυρὸς φωτί φῶς γὰρ καὶ τὸ τοῦ πυρὸς χρῶμα) θεωροῦμεν ἀεὶ γινόμενον φοινικοῦν, καὶ τὰ μέλανα πυρωθέντα πάντα εἰς χρῶμα μεταβάλλοντα φοινικοῦν· αἵ τε γὰρ καπνώδεις φλόγες καὶ οἱ ἄν- θρακες, ὅταν ὦσι διακεκαυμένοι, φαίνονται χρῶμα ἔχοντες φοινικοῦν. τὸ δ’ ἁλουργὸν εὐανθὲς γίνεται καὶ λαμπρόν, ὅταν τῷ μετρίῳ λευκῷ καὶ σκιερῷ κραθῶσιν ἀσθενεῖς αἱ τοῦ ἡλίου αὐγαί. διὸ καὶ περὶ ἀνατολὰς καὶ δύσεις ὁ ἀὴρ πορφυροειδὴς ἔστιν ὅτε φαίνεται, περὶ ἀνατολὴν καὶ δύσιν ὄντος τοῦ ἡλίου· ἀσθενεῖς γὰρ οὖσαι τότε μάλιστα πρὸς σκιερὸν ὄντα τὸν ἀέρα προσβάλλουσιν. φαίνεται δὲ καὶ ἡ θάλασσα πορφυροειδής, ὅταν τὰ κύματα μετεωριζόμενα [*](14 ἔχουσι AC 22 τοίχοις] στοιχείοις C βρϊωθεντες C 24 καὶ τῷ scripsi, cf. de Col. 792 a 4: κατὰ τὸ libri 26 καὶ τὸ ἧττον C 27 διὸ] διὰ Α 29 καὶ τῷ] καὶ τὸ Α1: καὶ τοῦ Α2 ἀπὸ τοῦ πυρὸς AC, ef. de Color. 792a11 30 θεωρούμενον C 31 αἵ τε—32 φοινικοῦν om. C 33 post)
81
κατὰ τὴν ἔγκλισιν σκιασθῇ πρὸς γὰρ τὸν ταύτης κλισμὸν ἀσθενεῖς αἱ τοῦ ἡλίου αὐγαὶ προσβάλλουσαι ποιοῦσι φαίνεσθαι τὸ χρῶμα ἁλουργόν. ὃ καὶ ἐπὶ τῶν πτερωμάτων θεωρεῖται γινόμενον· ἐντεινόμενα γάρ πως πρὸς τὸ φῶς ἁλουργὸν ἔχει τὸ χρῶμα. ἐλάττονος δὲ τοῦ φωτὸς προσβάλλοντος ζοφερόν, ὃ καλοῦσιν ὄρφνιον. καὶ σχεδὸν τὰ αἴτια κοινῶς τῆς τῶν χρωμάτων γενέσεως ἔν τε τοῖς ἔξω καὶ ἀορίστοις τῶν σωμάτων καὶ ἐν τοῖς ὡρισμένοις ταῦτά ἐστι μάλιστα τό τε ἀπὸ τοῦ ἡλίου φῶς καὶ τὸ ἀπὸ τοῦ πυρὸς καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ· κεραννύμενα γὰρ τῷ μᾶλλον καὶ ἧττον πάσας ὡς εἰπεῖν τὰς χρόας ἀποτελεῖ. ἐπιληπτέον δὲ καὶ ἀπὸ τῶν ἄλλων χρωμάτων ταῖς αὐγαῖς κεραννυμένων τὴν ὁμοιότητα· οἱ γὰρ ἄνθρακες καὶ ὁ καπνὸς καὶ τὸ θεῖον καὶ τὰ πτερώματα κεραννύμενα τὰ μὲν ταῖς τοῦ ἡλίου αὐγαῖς, τὰ δὲ ταῖς τοῦ πυρός, πολλὰς καὶ ποικίλας ποιοῦσι μεταβολὰς χρωμάτων. τὰ δὲ καὶ τῇ πέψει θεω- ρητέον, γινόμενα ἐν φυτοῖς καὶ καρποῖς καὶ τριχώμασι καὶ πτερώμασι καὶ τοῖς τοιούτοις πᾶσι. δεῖ δὲ μὴ λανθάνειν τὸ πολυειδὲς καὶ τὸ ἄπειρον τῶν χρωμάτων, διὰ πόσα συμβαίνει γίνεσθαι· εὑρήσομεν γὰρ ἢ διὰ τὸ τῷ φωτὶ καὶ ταῖς σκιαῖς ἀνίσως καὶ ἀνωμάλως λαμβάνεσθαι καὶ γὰρ αἱ σκιαὶ καὶ τὸ φῶς κατὰ τὸ μᾶλλον καὶ ἧττον πολὺ διαφέρουσιν αὑτῶν, ὥστε καὶ καθ’ αὑτὰς καὶ μετὰ τῶν χρωμάτων μιγνύμεναι ποιοῦσι μεταβολὰς χρωμάτων), ἢ τῷ τὰ κεραννύμενα τῷ πλήθει καὶ ταῖς δυνάμεσι διαφέρειν, ἢ τῷ λόγους ἔχειν μὴ τοὺς αὐτούς. πολλὰς γὰρ καὶ τὸ ἁλουργὸν ἔχει διαφορὰς καὶ τὸ φοινικοῦν καὶ τῶν ἄλλων ἕκαστον τῶν ὡρισμένων ἑπτὰ γὰρ τῶν χρωμάτων ὥρισται καὶ πλέον οὐδέν, λευκόν, μέλαν, φοινικοῦν, ἁλουργόν, πράσινον, κυανοῦν, φαιόν, τὸ δὲ ξανθὸν ὑπάγεται τῷ λευκῷ)· κατὰ γὰρ τὸ μᾶλλον καὶ ἧττον καὶ κατὰ τὴν πρὸς ἄλληλα μῖξιν καὶ εἰλικρίνειαν αὐτῶν ἡ πολυσχιδὴς ἑτερότης γίνεται. ποιεῖ δὲ διαφορὰν καὶ τὸ λαμπρὸν ἢ στίλβον εἶναι τὸ μιγνύμενον ἢ τοὐναν- τίον αὐχμηρὸν καὶ ἀλαμπές. ἔστι δὲ τὸ στίλβον οὐκ ἄλλο τι ἢ συνέχεια φωτὸς καὶ πυκνότης. τὸ γὰρ χρυσοειδὲς γίνεται, ὅταν τὸ ξανθὸν καὶ τὸ ἡλιῶ- δες πυκνωθὲν ἰσχυρῶς στίλβῃ. ἔστι δὲ καὶ ἃ λειούμενα τρίψει καὶ δυνάμεσί τισιν ἀλλοίας ἴσχει καὶ ποικίλας τὰς χρόας. καὶ πρὸς τούτοις ἐκεῖνο ἰστέον, ὡς οὐδὲν τῶν χρωμάτων ὁρῶμεν εἰλικρινὲς οἷόν ἐστιν, ἀλλὰ πάντα κεραννύμενα ἀλλήλοις. καὶ γὰρ ἂν μηδενὶ τῶν ἄλλων, ταῖς γε τοῦ φωτὸς αὐγαῖς καὶ ταῖς σκιαῖς κεραννύμενα ἀλλοῖα, καὶ οὐχ οἷά ἐστι, φαίνεται. διὸ καὶ τὰ ἐν σκιᾷ θεωρούμενα καὶ ἐν φωτὶ καὶ ἡλίῳ, καὶ σκληρᾷ αὐγῇ ἢ μαλακῇ, καὶ κατὰ τὰς ἐγκλίσεις οὕτως ἢ οὕτως, καὶ κατὰ τὰς ἄλλας διαφοράς, ἀλλοῖα φαίνεται καὶ οὐχ οἷά ἐστι. καὶ ταῖς πρὸς τῷ πυρὶ καὶ τῇ σελήνῃ, καὶ ταῖς τῶν λύχνων αὐγαῖς, διὸ καὶ τὸ φῶς ἑκάστου τούτων ἀλλοιοτέραν ἔχει χρόαν. καὶ τῇ πρὸς ἄλληλα δὲ μίξει τῶν χρωμάτων· δι’ ἀλλήλων γὰρ φαινόμενα χρώζεται, ὥσπερ ἂν εἰ καὶ γραφεῖς ποιῶσι. καὶ τὰ βαπτόμενα δὲ πάντα [*](10 post καπνὸς add. καὶ ὁ ἰὸς A: cf. de Color. 27 17 αὑτῶν scripsi: αὐτῶν BC: αὐτῶ Α 24 πολυσχιδὴς scripsi: πολυσχεδὴς libri 26 συνεχείᾳ C 27 πυκνότητος Β 28 στίλβοι Α 29 τισιν] τισὶ δὲ Α 31 μηδενὶ scripsi, cf. de Color, p. 793b14: 14: μηδὲν libri 32 ἀλλ’ οἶα AC τὰ] τὴν Α 35 ταῖς] τῆ Α 37 φαινόμενα] φερόμενα Β2C2 cf. de Color. 793b22)
82
τὰς χρόας ἀπὸ τῶν βαπτόντων λαμβάωει. πολλὰ μὲν γὰρ τοῖς ἄνθεσι βάπτεται τοῖς φυομένοις, πολλὰ δὲ ῥίζαις, πολλὰ δὲ φλοιοῖς ἢ φύλλοις ἢ καρποῖς. ἔτι δὲ γῇ μὲν πολλά, πολλὰ δὲ ἀγρῷ, πολλὰ δὲ καὶ μελαντηρίᾳ. τὰ δὲ καὶ τοῖς ζώων χυλοῖς, καθάπερ καὶ τὸ ἁλουργὲς τῇ πορφύρᾳ. τὰ δὲ οἴνῳ. τὰ δὲ καπνῷ τὰ δὲ κονίᾳ, τὰ δὲ θαλάττῃ, ὥσπερ τὰ τριχώματα τῶν θαλαπίων . πολλὰς δὲ καὶ αἱ στύψεις ἐν τῇ βαφῇ ποιοῦσι διαφορὰς καὶ μίξεις. καὶ οἱ καρποὶ δὲ πεπαινόμενοι μεταβάλλουσιν εἰς τὸ κατὰ φύσιν χρῶμα · καὶ γὰρ λευκοὶ καὶ φαιοὶ καὶ ξανθοὶ καὶ μελανοειδεῖς καὶ φοινικοῖ καὶ οἰνωποὶ καὶ κροκοειδεῖς καὶ σχεδὸν ἁπάσας ἔχοντες γίνονται τὰς τῶν χρωμάτων διαφοράς· ἐπεὶ δὲ τὰ πλεῖστα γίνονται τῶν χρωμάτων πλειόνων κεραννυμένων ἀλλήλοις, φανερὸν ὅτι καὶ τὰς ἐν τοῖς φυτοῖς χρόας ἀνάγκη τὰς αὐτὰς ἔχειν κράσεις· διὰ τούτων γὰρ τὸ ὑγρὸν διηθούμενον καὶ μεθ’ ἑαυτοῦ συνεκβλύζον ἁπάσας λαμβάνει τὰς τῶν χρωμάτων δυνάμεις. καὶ τούτου συνεψομένου περὶ τὰς τῶν καρπῶν πέψεις ὑῶ τε τοῦ ἡλίου καὶ τῆς τοῦ ἀέρος θερμότητος ἕκαστα καθ’ ἑαυτὰ συνίσταται τῶν χρωμάτων, τὰ μὲν θᾶττον τὰ δὲ βραδύτερον, καθάπερ συμβαίνει καὶ περὶ τὴν βαφὴν τῆς πορφύρας. γίνεται δὲ καὶ τὰ τριχώματα καὶ τὰ πτερώματα καὶ τὰ δέρματα καὶ ἵππων καὶ βοῶν καὶ προβάτων καὶ ἀνθρώπων καὶ τῶν ἄλλων ζώων ἀπάντων καὶ λευκὰ καὶ φαιὰ καὶ πυρρὰ καὶ μέλανα ὑπὸ τῆς φύσεως διὰ τὴν αὐτὴν αἰτίαν τῷ γὰρ πολυειδῶς ἐν τῇ μίξει τὸ ὑγρὸν ὑπὸ τοῦ θερμοῦ πεπέφθαι καὶ ἐξηράνθαι πολυειδῆ καὶ τὰ χρώματα γίνεται. λευκὰ μὲν ὅταν ἔτι ὑπὸ τῆς πέψεως τὸ ὑγρὸν τὸ οἰκεῖον ἔχον χρῶμα καταξηρανθῇ, μέλανα δὲ τοὐναντίον, ὅταν αὐτῶν ἐν τῇ γενέσει τὸ περὶ τὸν χρῶτα ὑγρόν, καθάπερ ἐν τοῖς ἄλλοις ἅπασι, παλαιούμενον καὶ χρονιζόμενον διὰ τὸ πλῆθος καταμελανθῇ · πάντων γὰρ τῶν τοιούτων ὅ τε χρὼς καὶ τὰ δέρματα γίνεται μέλανα. φαιὰ δὲ καὶ ξανθὰ καὶ πυρρὰ καὶ τὰς ἄλλας ἔχοντα χρόας, ὅσα φθάνει καταξηραινόμενα πρότερον ἢ τελέως μεταβάλλειν ἐν αὐτοῖς εἰς τὸ μέλαν χρῶμα τὸ ὑγρόν. οἷς δὲ ἀνωμάλως τοῦτο συμβῇ καὶ τὰ χρώματα τοιαῦτα γίνεται ποικίλα · διὸ καὶ πάντα τοῖς δέρμασι καὶ τῷ χρώματι συνανακολουθεῖ, ἐπεὶ καὶ τῶν ἀνθρώπων τῶν ἐμπύρρων καὶ τὰ τριχώματα γίνεται λευκόπυρρα, τῶν δὲ μελάνων μέλανα. οὕτως ἅπαντα τὰ τριχώματα καὶ τὰ πτερώματα τοῖς δέρμασι συνακολουθεῖ, καὶ τὰ κατὰ μέρος καὶ τὰ κατὰ σῶμα ὅλον. ὁμοίως δὲ τούτοις ὁπλαὶ καὶ χηλαὶ καὶ ῥύγχη καὶ κέρατα· καὶ γὰρ ταῦτα τῶν μελάνων γίνεται μέλανα, τῶν δὲ λευκῶν λευκά, διὰ τὸ καὶ τούτοις ἅπασι διὰ τοῦ δέρματος τὴν τροφὴν εἰς τὴν ἐκτὸς περιοχὴν διηθεῖσθαι. ἀνακεφαλαιούμενοι δὲ τὰ εἰρημένα λέγομεν ὡς ἐνδέχεται καὶ παρ’ ἀλληλα τιθέμενα τὸ λευκὸν καὶ τὸ μέλαν, ὥστε ἑκάτερον εἶναι ἀόρατον διὰ [*](1 βαπτόντων Α cf. de Color, p. 794a16: βαπτῶν BC post γὰρ add. ἄν C 3 μελαντηρίω C 4 ζώων χίοις C: ζώοις χιλλοῖς Α 6 στύψεις scripsi: στίψεις libri 8 post μελανοειδεῖς add. καὶ σκιοειδεῖς AC: cf. de Color. 795a33 12 ἑαυτῆς, ut videtur, Β συνεκκλύζον C: συνεκκλήζων Α, cf. de Color. 795b6 13 συνεψημένου Β 16 βαφὴν] γραφὴν 18 πυρὰ Α 22 αὐτὸν C ἐν] ἔνα Α 29 ἐμπύρρων scripsi: ἐμπύρων libri 30 γίωεται—τριχώματα om. C λευκόπυρα B 32 ῥέγχη Β μέλαινα Α cf. de Color. 797 b 21: το οm. BC 35 ante καὶ add. μὲν Α 30 ἀόρατον] ἀόριστον Α)
83
σμικρότητα, τὸ δ’ ἐξ ἀμφοῖν ὁρατὸν γίνεσθαι· καὶ ἐπεὶ οὔτε λευκὸν οὔτε μέλαν οἷόν τε ἀκραιφνὲς τοῦτο εἶναι, ἔχειν δέ τι χρῶμα ἀνάγκη, μικτόν τι τοῦτο καὶ ἕτερον εἶδος χρόας, παρ’ οἷς συνετέθη. ὃ δὲ ἐπὶ τούτων, καὶ ἐπὶ τῶν ἄλλων χρωμάτων κεραννυμένων οὐδὲν κωλύει γίνεσθαι. ἔστι μὲν οὖν οὕτως ὑπολαβεῖν πλείους γίνεσθαι χρόας, πολλὰς δὲ καὶ τῷ λόγῳ· τρία γὰρ πρὸς δύο, καὶ τρία πρὸς τέτταρα, καὶ κατ’ ἄλλους ἀριθμοὺς ἔστι παρ’ ἄλληλα κεῖσθαι, τὰ δὲ ὅλως μὲν κατ’ οὐδένα λόγον, καθ’ ὑπεροχὴν δέ τινα καὶ ἔλλειψιν ἀσύμμετρον, καὶ τὸν αὐτὸν δὴ τρόπον ἔχειν ταῦτα ταῖς συμφωνίαις τὰ μὲν γὰρ ἐν ἀριθμοῖς εὐλογίστοις χρώματα ἥδιστα, καθάπερ ἐκεῖ αἱ συμφωνίαι, οἷον τὸ ἁλουργόν τὸ φοινικοῦν, τὸ χρυσοειδὲς καὶ ὀλίγα ἄττα τοιαῦτα, δι’ ἥνπερ αἰτίαν καὶ αἱ συμφωνίαι ὀλίγαι, τὰ δὲ ἄλλα χρώματα οὐκ ἐν ἀριθμοῖς. ἢ καὶ πάσας μὲν δεῖ λέγειν ἐν ἀριθμοῖς εἶναι τὰς χρόας, ἀλλὰ τὰς μὲν τεταγμένας, τὰς δὲ ἀτάκτους. εἷς μὲν οὖν τῆς τῶν χρωμάτων γενέ- σεως τρόπος οὗτος, ἕτερος δὲ τὸ φαίνεσθαι δι’ ἀλλήλων, οἷον ἐνίοτε οἱ γραφεῖς ποιοῦσιν· ἑτέραν χρόαν ἐφ’ ἑτέραν ἐναργεστέραν ἐπαλείφουσιν, ὥσπερ ὅταν ἐν ὕδατι ἢ ἐν ἀέρι βούλωνταί τι ποιῆσαι φαινόμενον. τὰ δὲ ὅλως οὐκ ἐν λόγῳ, ἀλλ’ ἐν μίξει καὶ κράσει τῇ τῶν στοιχείων καὶ φυσικῶς ἐν τοῖς συνθέτοις τῶν σωμάτων πᾶσιν· ὃς δὴ καὶ κυριώτερος τῶν ἄλλων καὶ πολυειδέστερος ὅσα γὰρ ἔξωθεν ἢ ποιᾷ κράσει ἢ σχέσει ἢ τέχνῃ χρωμάτων εἴδη γίνεται, ταῦτα ἐκ περιτ.τοῦ ἔνδον ἡ φύσις ποιεῖ ἔν τε τοῖς ἁπλοῖς τῶν σωμάτων καὶ συνθέτοις.

Τοσαῦτα καὶ περὶ χρωμάτων ὡς ἐν παρεκβάσει διαλαβόντες πάλιν ἐπανιότες λέγομεν. φανερὸν οὖν ὅτι τὸ μὲν ἐν φωτὶ ὁρώμενον χρῶμα. διὸ οὐχ ὁρᾶται ἄνευ φωτός· τοῦτο γὰρ καὶ ἦν αὐτῷ τὸ χρώματι εἶναι, τὸ κινητικῷ εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς· ἡ δ’ ἐντελέχεια τοῦ διαφανοῦς φῶς ἐστιν. σημεῖον δὲ τοῦ τὰ χρώματα ἐν φωτὶ ὁρᾶσθαι καὶ διὰ μέσου τοῦ διαφανοῦς· εἰ γάρ τις θείη τὸ ἔχον χρῶμα ἐπ’ αὐτὴν τὴν ὄψιν, οὐκ ὄψεται, οὐχ ὡς οὐκ ὄντος τοῦ ὀπτικοῦ αἰσθητηρίου, ἀλλ’ ὡς τοῦ μεταξὺ μὴ ὄντος, λέγω δὴ τοῦ διαφανοῦς. τὸ μὲν γὰρ χρῶμα κινεῖ τὸ διαφανές, λέγω δὴ τὸν ἀέρα, ὑπὸ τούτου δὲ συνεχοῦς ὄντος κινεῖται τὸ αἰσθητήριον. οὐ γὰρ καλῶς τοῦτο λέγει Δημόκριτος οἰόμενος, εἰ γένοιτο κενὸν τὸ μεταξύ, ὁρᾶσθαι ἄν ἀκριβῶς, καὶ εἰ μύρμηξ ἐν τῷ οὐρανῷ εἴη· τοῦτο γὰρ ἀδύνατόν ἐστιν. πάσχοντος γὰρ τοῦ αἰσθητικοῦ γίνεται τὸ ὁρᾶν· ὑπ’ αὐτοῦ μὲν τοῦ ὁρωμένου χρώματος ἀδύνατον. λείπεται δὲ ὑπὸ τοῦ μεταξύ, ὥστ’ ἀναγκαῖον εἶναί τι μεταξύ· κενοῦ δὲ γενομένου οὐχ’ ὅτι ἀκριβῶς, ἀλλ’ ὅλως οὐδὲ ὀφθήσεται. δι’ ἣν μὲν οὖν αἰτίαν τὸ χρῶμα ἀναγκαῖον ἐν φωτὶ ὁρᾶσθαι, εἴρηται. τὸ πῦρ δὲ ἐν ἀμφοῖν ὁρᾶται, καὶ ἐν σκότῳ καὶ ἐν φωτί, καὶ τοῦτο ἐξ ἀνάγκης· τὸ γὰρ διαφανὲς ὑπὸ τούτου γίνεται διαφανές· ἔνθα γὰρ πῦρ, ὁ περὶ αὐτὸ ἀὴρ πεφώτισται, ὡς καὶ ὁρᾶσθαι χρώματα. ὃ γοῦν ἑτέροις, παρέχει πολλῷ μᾶλλον [*](2 μικτόν Α2, cf. de Sensu et seus. p. 439b 24: μικρὸν BC 3 εἶδος χρόας ἕτερον AC 4 κεραννυμένων οm. B 7 κεῖσθαι scripsi, cf. de S. et s. p. 439b29: κινεῖσθαι libri 10 ἅπα AC 16 βούλονταί C 18 πολυειδέσταταος AC 24 κινητῷ Β 30 αἰσθητήριον] αἰσθητικόν Α 32 καὶ ἡ μύρμηξ C 33 post γὰρ add. τι AC)

84
αὑτῷ. χρῶμα γὰρ πυρὸς φῶς. ὁ δ’ αὐτὸς λόγος καὶ περὶ ψόφου καὶ ὀσμῆς ἐστιν. οὐδὲν γὰρ ἁπτόμενον τοῦ αἰσθητηρίου πόει αἴσθησιν, ἀλλ᾿ ὕπο μὲν ὀσμῆς καὶ ψόφου τὸ μεταξὺ κινεῖται, ὑπὸ δὲ τούτων τῶν αἰσθητηρίων ἑκάτερον. ὅταν δὲ ἐπ’ αὐτό τις ἐπιθῇ τὸ αἰσθητήριον τὸ ψοφοῦν ἤ τὸ ὄζον, οὐδεμίαν αἴσθησιν ποιήσει. ἔστι δὲ οὐχ ἡ ῥὶς τὸ τῶν ὀσφραντῶν αἰσθητήριον, ἀλλ’ ἡ ἐντὸς μαστοειδὴς τοῦ ἐγκεφάλου ἀπόφυσις, τὸ οὖς ἀκουστικὸν πρῶτον, ἀλλ’ ἡ ἐντὸς μῆνιγξ ἢ τὸ ἐν αὐτῇ πνεῦμα. περὶ δὲ ἁφῆς καὶ γεύσεως ἔχει μὲν ὁμοίως· κἀκεῖναι γὰρ δία του μεταξὺ ποιοῦνται τὴν αἴσθησιν. οὐ φαίνεται δέ, ἐπείπερ οὐκ ἔξωθεν, ὥσπερ ὁ ἀὴρ τῶν ἄλλων, ἀλλὰ τῇ περιπεφυκυίᾳ σαρκὶ τῶν ἁφῆς καὶ γεύσεως αἰσθανόμεθα· ἔτι δὲ προιοῦσιν ἔσται δῆλον. τὸ μὲν οὖν μεταξὺ χρωμάτων καὶ ψόφων ἀὴρ κυρίως, ὀσμῆς δὲ ὃ καὶ κοινόν τι πάθος ἐπ’ ἀέρος καὶ ὕδατος· ὡς γάρ, ὃ διαφανές, ἐν χρώματι, οὕτω τὸ ἔχον ὀσμὴν ἐν ἀμφοτέροις ὑπάρχει τούτοις, ἀνώνυμον μὲν τοῖς παλαιοτέροις, ἀτμὸς δὲ καὶ δίοσμον τοῖς μεταγενεστέροις ὠνόμασται. φαίνεται γὰρ καὶ τὰ ἔνυδρα τῶν ζώων ἔχειν αἴσθησιν ὀδμῆς καὶ ψόφων ἔστι γάρ πως καὶ τὸ ὕδωρ διηχὲς καὶ δίοσμον, ὡς καὶ ὁ ἀήρ), ἀλλ’ ὁ μὲν ἄνθρω- πος καὶ τῶν πεζῶν ὅσα ἀναπνεῖ, ἀδυνατεῖ ὀσμᾶσθαι μὴ ἀναπνέοντα, τὰ δὲ ἔνυδρα ὀσμᾶται μέν, οὐκ ἀναπνεῖ δέ· ἡ δὲ αἰτία καὶ περὶ τούτου ὕστερον λεχθήσεται.

[*](ΙΙ8)

Νυνὶ δὲ περὶ ψόφου καὶ ὀσφρήσεως διορίσωμεν, κατὰ τὸν ὑφηγημένον τρόπον περὶ τῶν ἀντικειμένων διαλαβόντες πρότερον. ἔστι δὲ διττὸς ὁ ψόφος, ὁ μὲν ἐνεργείᾳ, ὁ δὲ δυνάμει, ὡς καὶ τὸ ὁρατὸν τό τε ἐν σκότει καὶ τὸ ἐν φωτί. τῶν γὰρ σωμάτων τὰ μὲν οὔ φαμεν ἔχειν ψόφον, οἷον σπόγγον καὶ ἔριον, τὰ δὲ ἔχειν, οἷον χαλκόν, λίθον, καὶ τούτων μάλιστα ὅσα στερεώτερα καὶ λειότερα. ταῦτα δέ, ὅταν μὴ πρὸς ἄλληλα φέρηται, δυνάμει ψοφητικὰ καὶ κατὰ μόνην ἐπιτηδειότητα, ὅταν δὲ καὶ πρὸς ἄλληλα κρούηται, ἤδη καὶ ἐνεργείᾳ γίνεται. ψόφος γὰρ κατ’ ἐνέργειαν οὐδὲν ἕτερόν ἐστιν ἢ ἡ μεταξὺ αὐτῶν καὶ τῆς ἀκοῆς τοιώσδε ἐγγινομένη πληγὴ ἀέρος. ἔστι δὲ οὗτος ἀεί τινος πρός τι καὶ ἔν τινι, ἐν ἀέρι ἢ ὕδατι· πληγὴ γάρ ἐστιν ἡ ποιοῦσα. διὸ καὶ ἀδύνατον ἑνὸς ὄντος γίνεσθαι ψόφον· ἕτερον γὰρ τὸ τυπτόμενον καὶ τύπτον· ὥστε τὸ ψοφοῦν πρός τι ψοφεῖ. πληγὴ δ’ οὐ γίνεται ἄνευ φορᾶς. ὥσπερ δὲ εἴπομεν, οὐ τῶν τυχόντων πληγὴ ὁ ψόφος· οὐδένα γὰρ ποιεῖ ψόφον ἔρια ἐν πληγῇ, ἀλλὰ χαλκὸς καὶ ὅσα λεῖα καὶ κοῖλα ὁ μὲν γάρ, ὅτι λεῖος· τὰ δὲ κοῖλα τῇ ἀνακλάσει πολλὰς ποιεῖ πληγὰς μετὰ τὴν πρώτην, ἀδυνατοῦντος ἐξελθεῖν τοῦ κινουμένου. δεῖ μὲν οὗν πρὸς τὸ γενέσθαι ψόφον δύο σκληρῶν καὶ λείων σωμάτων ἀθρόαν συνέμπτωσιν γενέσθαι πρὸς ἄλληλ.α. ἐν γὰρ τούτοις ὁ ἐναπολαμβανόμενος ἀὴρ ἀθρόως ἐκθλιβόμενος καὶ βιαίως ποιεῖ τὸν ἦχον. [*](1 αὐτῷ scripsi: αὐτῷ libri 5 οὐδὲ μίαν C 6 ἀπόφασις Α 7 αὐτῇ] ταύτῃ AC 12 ὃ δὴ καὶ Α ὡς γὰρ—13 τούτοις] cf. de Αn. 419 a 33 ὥσπερ τὸ διαφανὲς χρώματι, οὕτω τῷ ἔχοντι ὀσμὴν ὅ ἐν ἀμφοτέρις ὑπάρχει τούτοις 17 τῶν] τῶ C τὰ δὲ ἔνυδρα κτλ. v. Τοrstrikii ed. p. 145 25 δὲ om. A post ὄταν add. μὲν ΑC 30 γενέσθαι Α 32 οὐθένα Α cf. de An. p. 419b14 οὐδὲν B: οὐθὲν C ψόφος C 33 ἐν πληγῇ] εἰ πληγὴ Α)

85
οὔτε γοῦν τὰ μαλακά, ὥσπερ εἴρηται, τῶν σωμάτων ψοφεῖ οὔτε τὰ σκληρά, μὴ ἀθρόως δὲ προσκρουόμενα ἀλλ’ ἠρέμα καὶ κατὰ μικρόν. φθάνει γὰρ κατὰ μέρος οἷον θρυφθῆναι ὁ ἀήρ. διὸ δεῖ τῆς σφοδρᾶς τῶν σκληρῶν σωμάτων συνεμπτώσεως, ἵνα πολὺς ἀὴρ ἐναποληφθῇ μεταξύ, ὃς ἐναπολαμβανόμενος καὶ ἀθρόως ἐξωθούμενος ποιεῖ τὸν ψόφον· φθάνουσα γὰρ ἡ πληγὴ τὴν ἔξοδον αὐτοῦ ἀποκλείει καὶ ἐκπυρηνίζει. τὰ δὲ μαλακὰ οὐ ψοφεῖ, διότι οὐχ οἷά τέ ἐστιν ἀθρόον ἐξωθῆσαι τὸν ἐναπολαμβανόμενον ἀέρα· διὰ γὰρ τῶν πόρων μανὰ γάρ εἰσι τὰ μαλακά), κατακερματισθεὶς ἔξεισι. δεῖ δὲ καὶ λειότητος τοῖς πληττομένοις, καὶ μάλιστα πρὸς τὸ πλείονα γενέσθαι τὸν ψόφον᾿ ἀθρόως γὰρ ὁ ἀὴρ ἐκ τούτων ἐκθλίβεται, ἐν δὲ τοῖς μὴ λείοις ἐν τοῖς κοιλώμασι κατακερματίζεται πλείοσιν οὖσι, καὶ οὐκ ἀθρόος ἔξεισι. τὰ δὲ ἠχεῖα καὶ τὰ κύμβαλα πληττόμενα ἐπίμονον ποιεῖ τὸν ψόφον. τοῦτο δὲ διὰ τὴν κοιλότητα· ὃ γὰρ ἐναποληφθεὶς ἀὴρ τῇ κοιλότητι εἰλούμενος ἐπὶ πολὺ καὶ ἐξελθεῖν μὴ δυνάμενος παρατείνει τὸν ψόφον. καὶ σημεῖον ὡς, ἄν μὴ ἠρτημένος ᾖ ἀπὸ λεπτοῦ ἱμάντος, ἀλλὰ κατέχηται τῇ χειρὶ κωλυόμενον κραδαίνεσθαι ὑπὸ τῆς πληγῆς, οὐ παρατείνει τὸν ἦχον. τοῦτο δὲ ὅτι μὴ κινούμενον τὸ ἠχεῖον οὐ κινεῖ τὸν ἐντὸς ἀέρα. οὐ μόνον δὲ στερρότητος καὶ λειότητος χρεία πρὸς τὸ ποιὸν ἢ ποσόν τινα τὸν ἦχον γενέσθαι τοῖς πληττομένοις καὶ πλήττουσιν, ἀλλὰ καὶ τῆς τοιᾶσδε φύσεως. διὰ τοῦτο ἧττον μὲν διηχὲς τὸ ξύλον· ὁ γὰρ ἐν αὐτῷ ἀὴρ γῇ σύμμικτος· μᾶλλον δὲ χαλκός, διὰ τὸ τὸν ἐν αὐτῷ ἀέρα ὑγρῷ συμπεφύρθαι. ἐντεῦθεν κατασκευάζειν εἰώθασι καὶ τὰ ὀξύβαφα ἐκ πλειόνων, ὡς ἂν τῇ τε διαφορᾷ τῶν ἀπηχήσεων τὴν ἁρμονίαν ἀποτελέσωσι, συγκατασπαρθῇ δὲ καὶ ἀὴρ μᾶλλον ἐν ταῖς συμμίξεσιν. ἔτι ἀκούεται ἐν ἀέρι καὶ ὕδατι. οὐκ ἔστι δὲ ψόφου καθάπαξ κύριος ὁ ἀὴρ οὐδὲ τὸ ὕδωρ, ἀλλὰ δεῖ καὶ στερεῶν πληγὴν γενέσθαι πρὸς ἄλληλα καὶ πρὸς τὸν ἀέρα. τοῦτο δὲ γίνεται, ὅταν ὑπομένῃ πληγεὶς ὁ ἀὴρ καὶ μὴ διαχυθῇ. διὸ καὶ ἂν ταχέως καὶ σφοδρῶς πληγῇ, ψοφεῖ· δεῖ γὰρ φθάσαι τὴν κίνησιν τοῦ ῥαπίζοντος τὴν θρύψιν τοῦ ἀέρος, ὥσπερ ἂν εἰ σωρὸν. ἢ ὁρμαθὸν ψάμμου ἀπὸ χωνείας τινὸς τύπτῃ τις φερόμενον τάχει. ἠχὼ δὲ γίνεται, ὅταν ἀπὸ τοῦ ἀέρος ἑνὸς γινομένου διὰ τὸ ἀγγεῖον τὸ διορίσαν καὶ κωλῦσαν θρυφθῆναι πάλιν ὁ ἀὴρ ἀπωσθῇ, ὥσπερ σφαῖρα. ὠθοῦντος γὰρ τοῦ προσδιαλεγομένου σχεδὸν μὲν πάντα τὸν κύκλῳ καὶ περὶ αὐτὸν ἀέρα ἢ μάλιστα τὸν ἔμπροσθεν, τὸν δὲ] ὠθούμενον ὅταν ἐνεχθῆναι γένηται ἐπί τι ἀντίτυπον ἔχον κοιλότητα, οἷά εἰσι τὰ ἄντρα, συνεχῆ ὄντα καὶ μείναντα ἀσκέδαστον διὸ τὸ περισχεθῆναι, ὠθεῖται πάλιν ἐκεῖθεν εἰς τὸ ἔμπαλιν, ὥσπερ ἡ ῥιπτομένη κατὰ τοῖχον σφαῖρα, καὶ οὕτω χωρεῖ ἐπὶ τὸν πλήξαντα ἀνακλώμενος εἰς τοὐπίσω μετὰ τῆς οἰκείας ἐνεργειας, [*](4 ἐναποληφθῇ Β Philoponus: ἐναπολειφθῇ AC 6 μαλάκια Α 7 ἀθρόου B 9 ἀθρόως] ἀθρόος AC2 13 ἐναποληφθεὶς C Philoponus: ἐναπολειφθεὶς ΑΒ 17 στερότητος BC 21 ὑγρῷ] γῇ Β ὀξύβαφα Diels cf. Bellermanni anon, de mus. p. 28: ὀξύβαρα libri 28 ἀπὸ χωνείας τινὸς om. Α χωρείας C: χώνης Philoponus τύπη B: τύπτει AC: τύπτοι de An. p. 419 b 24 31 ὁ προσὸ̀ιαλεγούμενος Α1 32 καὶ μάλιστα Α τῶν ἔμπροσθεν Α τοῦ δὲ ὠθουμένου Α2 δὲ expunxi: δὴ Diels 33 γένοιτο Α 34 συνεχὴν Α1 ante ὠθεῖται add. εἶτα Α2 35 κατατοίχων Α 36 χωρεῖ] χωρήσαντα Α2 ἀνακλώμενον Β)
86
λέγω δὴ τοῦ ψόφου· καὶ οὐ πάντως αὐτοῦ τοῦ πληγέτος δήπουθεν πρῶτον ἀέρος φερομένου μέχρι καὶ τοῦ ἀγγείου καὶ πάλιν αὐτοῦ τούτου ἀνακλωμένου μέχρι τοῦ πλήξαντος, ἀλλὰ τῇ ἐφεξῆς μεταλήψει καὶ μεταδόσει τῆς ἐωεργείας γινομένης· ὁ πρῶτος γὰρ πληγεὶς καὶ σχηματισθεὶς τὸν μετ' αὐτὸν ἔπληξε καὶ τοῦ πάθους μετέδωκε, κἀεῖνος πάλιν τὸν ὑπ' αὐτόν, καὶ τοῦτο δι' ὅλου ἔν τε τῇ πρώτῃ πέμψει καὶ ἀνακλάσει. ἔναρθρος δὲ γίνεται ἡ ἠχώ, ὅτι περ πρῶτος ὑφ’ ἡμῶν πληγεὶς ἀὴρ πρῶτος καὶ ἀνέστρεψε φέρων τὴν πρώτην συμβαίνει γε ἐπὶ του ψόφου ἀνακλᾶται καὶ ἀπὸ παντὸς σώματος πεφωτισμένου οὐδὲ γὰρ ἐγίνετο ἄν πάντη φῶς ἔξω τοῦ ἡλιουμένου, καὶ οὔτε τὰ ὑπόστεγα οὔτε τὰ τῶν οἴκων ἐντὸς ἐφωτίζετο, εἰ μήπω ἐκ τῶν κύκλῳ πεφωτισμένων καὶ ἔγγιον καὶ πρὸς αὐτὰ τὸ φῶς διεδίδοτο κατ’ ἀνάκλασιν), ἀλλ’ οὐχ οὕτως ἀνακλᾶται ὥσπερ ἀφ’ ὕδατος καὶ χαλκοῦ ἢ καί τινος ἄλλου, ὡς σκιὰν ποιεῖν, ᾗ τὸ φῶς ὁρίζεται. οὕτω τοι καὶ ἠχὼ μὲν δυνατὸν πάντοτε καὶ ἀπὸ πάντων γίνεσθαι, μὴ σαφῆ δὲ μηδ’ εὔγνωστον πᾶσαν, πλὴν τῆς ἀπὸ τῶν λείων καὶ κοίλων γινομένης τόπων. διὰ ταῦτ’ οὖν ὀρθῶς τοῖς πάλαι φυσιολόγοις τὸ κενὸν κύριον τοῦ ἀκούειν ἐλέγετο. ἐδόκει γὰρ αὐτοῖς εἶναι κενὸν ὁ ἀήρ, οὗτος δέ ἐστιν ὁ ποιῶν ἀκούειν, ὅταν κινηθῇ συνεχὴς καὶ εἷς. ἀλλὰ διὰ τὸ ψαθυρὸς εἶναι οὐ γεγωνεῖ, ἄν μὴ λεῖον ᾖ τὸ πληγέν· τότε γὰρ εἷς γίνεται ἅμα διὰ τὸ ἐπίπεδον. αὐτὸ μὲν δὴ ἄψοφον ὁ ἀὴρ διὰ τὸ εὔθρυπτον· ὅταν δὲ κωλυθῇ θρύπτεσθαι, ἡ τούτου κίνησις ψόφος. καὶ ψοφητικὸν μὲν οὐχ ἀπλῶς πᾶν τὸ τύπτον καὶ τυπτόμενον, ἀλλὰ τὸ κινητικὸν ἑνὸς ἀέρος συνεχοῦς μέχρις ἀκοῆς. τοιαῦτα δὲ μόνα, ὡς πολλάκις εἴρηται, τὰ στερεὰ καὶ λεῖα. τῇ δὲ ἀκοῇ ἐστί τις συμφυὴς ἀὴρ καὶ τοῖς ὠσὶν ἐγκατῳκοδόμηται πρὸς τὸ ἀκίνητος εἶναι, συνεχὴς ὢν τῇ τε ἔνδοθεν μήνιγγι καὶ τῷ ὑμένι καὶ τῷ ἔξωθεν ἀέρι, ὅπως αἰσθάνηται πάσας τὰς δια- φορὰς τῆς κινήσεως. πάσχων γὰρ ὑπὸ τοῦ ἔξωθεν κινουμένου ἀέρος καὶ δε- χομένου τὰς τῶν ψόφων ἐνεργείας διαπορθμεύει ἐπὶ τὸ πρῶτον αἰσθητήριον, τὸ ἀκουστικὸν πνεῦμα τὸ ἐν αὐτῇ τῇ μήνιγγι ἱδρυμένον. νεῦρον δὲ πεποροποιημένον ἡ μῆνιγξ, ἐν ᾗ τὸ πνεῦμα ἀπ’ ἐγκεφάλου μέχρι τῆς ἔδρας τῶν ὤτων προιὸν ὡς κἀν ταῖς ἄλλαις αἰσθήσεσιν. πρόεισι δὲ ὡς ἀπὸ πλατυτέρου τοῦ ἔξωθεν ἐπὶ στενώτερον τὸ ἔνδοθεν. οὐ δεῖ δὲ νομίζειν τοῦτον τὸν ἐν τοῖς ὠσὶν ἀέρα, ἐπείπερ ἀκίνητος καὶ ἀνεξόδευτος, ἤδη καὶ ἄφθαρτον καὶ ἀεὶ τῷ αὐτῷ ἀριθμῷ ἕνα εἶναι, ἀλλ’ ἔστι κατὰ μέρη γενητὸς καὶ φθαρτός, ὡς καὶ τὸ ὅλον σῶμα· εἰ δὲ καθ’ ὅλον ἑαυτὸν πάθοι καὶ φθαρείη, ἀπόλλυταί ἡ ἀκουστικὴ δύναμις. ὥσπερ δὲ τὸ ὀπτικὸν πνεῦμα οὐ πανταχόθεν ἔχει ὑγρόν, [*](4 μετασχηματισθεὶς Β 13 μήπου AC 17 πᾶσαν om. A: πᾶσι C κοίλων καὶ λείων Α γινομένην Α 18 πάλαι] πάλιν B 20 γεγόνει Β μὴ] μὲν Β 21 γὰρ] δὲ A 22 τούτου de An. 420a8: τούτων libri 26 ἀκίνητον C 27 πασῶν τῶν διαφορῶν Α2 28 δεχόμενος AC: fort, recte 29 ἐπὶ] ἀπὸ Α1 30 πεποιημένον Β 31 μῆνιξ C 32 ὡς (ante ἀπὸ) om. AC 33 τοῦ ἔνδοθεν BC 34 ἀκίνητον καὶ ἀνεξόδευτον Β 37 πάντοθεν Α)
87
ἵνα καὶ ἐν ἄλλῳ μέρει τοῦ σώματος ὄψεται, ἀλλ’ ἐν μόνῳ τῷ ὀφθαλμῶ καὶ τῇ κόρῃ τοῦτό ἐστιν, οὕτω καὶ ἐπὶ τῆς ἀκοῆς οὐ πάντη τὸ ζῶον ἀκούει, οὐδὲ πάντη διέρχεται ὁ ἀήρ· οὐ γὰρ πανταχοῦ ἔχει ἀέρα τὸ κινησόμενον μέρος καὶ ἔμψυχον, ἀλλ’ ἐν ὠσὶ μόνοις· ὃς εἰ καὶ συνάπτεται τῷ ἐκτός, ἀλλὰ τοῖς ἐσχάτοις μόνοις, οὐ μήν γε δι’ ὅλου μίγνυται. οὐ γὰρ εἴσεισι δι’ ὅλου αὐτοῦ ὁ περιέχων ἀήρ (ἤδη γὰρ ἄν ἐξέκρουε καὶ ἐκένου καὶ τὴν ἀκοὴν ἔφθειρεν, ὅπερ κἀν τοῖς μεγάλοις τῶν ψόφων καὶ ὑπερβάλλουσι γίνεται· σφόδρα γὰρ ὁ ἐκτὸς πληγεὶς τὸν ἐντὸς ἀπεσφαίρισεν), ἀλλὰ μέχρι τοῦ ἀκροτάτου, ᾦ καὶ συνάmετα., τὰς ἐνεργείας τῶν ψόφων ἀποκομίσας αἰσθέσθαι ἐκεῖνον dcpiV^ai. διὰ ταῦτα δὲ καὶ ἐν ὕδατι dxo6oix£v, ὅτι οὐκ εἰσέρχεται πρὸς αὐτὸν τὸν συμ- φυὴ ἀέρα τὸ ὕδωρ· ἀλλ’ οὐδ’ εἰς τὸ οὖς διὰ τὰς ἕλικας. ὅταν δὲ τοῦτο συμβῇ, οὐκ ἀκούει. οὐδ’ ἄν ἡ μῆνιγξ κάμοι, ὥσπερ τὸ ἐπὶ κόρη δέρμα. ἀλλὰ ση- μεῖον τοῦ ἀκούειν ἢ μὴ τὸ ἠχεῖν αἰεὶ ὥσπερ τὸ κέρας· αἰεὶ γὰρ οἰκείαν τινὰ κίνησιν ὁ ἀὴρ κινεῖται ὁ ἐν τοῖς ὠσίν, εἰ μὴ ἄλλην, αὐτὴν γοῦν τὴν ζωτικὴν καὶ διαπορθιuευτικ̀ŕιν· καὶ εἴπερ τῷ δακτύλῳ τὸ οὖς ἐπιτͅωαάσαντ---- αἰσθα- νοίμεθά τινος βόμβου, ὑγιαίνειν αὐτὸ φήσομεν. ἡ γὰρ τοῦ δακτύλου πίλησις ὠθεῖ ἔξωθεν ἀέρα, ὃς στενούμενος καὶ προσκρούων τῷ συμφυεῖ ποιεῖ τὸν βόμβον· οὐκ ἂν δέ, εἰ μὴ ὑγιῶς εἶχεν, ᾔσθετο. καὶ ὁ ἐν τοῖς κέρασι δὲ τοῖς κοίλοις ἀπειλημμένος ἀὴρ ἦχόν τινα πληττόμενος τῷ ἔξωθεν ἀέρι ποιεῖ προσκρούων. καὶ διὰ τοῦτό φασιν ἀκούειν τῷ κενῷ καὶ ἠχοῦντι, ὅτι ἀκούομεν τῷ ἐντὸς ὡρισμένῳ ἀέρι. ἐπεὶ δὲ οὐχ ἁπλῶς πᾶσα ἡ τινὸς πρός τι καὶ ἔν τινι πλῆξις ψόφος (δῆλον γάρ, εἴπερ ὁ ψόφος ἡ κίνησίς ἐστιν ἀέρος δυναμένου κινεῖσθαι τὸν τρόπον τοῦτον, ὅνπερ τὰ ἀφαλλόμενα ἐκ τῶν λείων, ὅταν τις κρούσῃ), οὐ πᾶν ψοφήσει τὸ τυπτόμενον ἢ τύπτον, ὥσπερ καὶ εἴρηται, ἀλλὰ δεῖ πρὸς τῷ ποιὸν εἶναί τι καὶ ποσόν τι ἔχειν. οὐ γὰρ μόνον σπόγγοι καὶ ἔρια οὐ ψοφεῖ, ὅτι μὴ ποιά τινα, ἀλλ’ οὐδ’ ὅτε πατάξει τις βελόνῃ βελόνην· προσδεῖται γὰρ τοῦ ποσοῦ, ὡς ἄν τῇ τοσῇδε τῶν πληττομένων ὁμαλότητι καὶ στερεότητι ἀθροῦν τὸν ἀέρα ἀφάλλεσθαι καὶ σείεσθαι, καὶ μὴ ὥσπερ ἀπὸ τῶν τραχέων καὶ ἀνωμάλων · οὐ γὰρ ἀθρόως ἐκεῖθεν ἐκπέμπεται κατακ̓---ρυͅατιζ)̔́- μνος. αἱ δὲ διαφοραὶ τῶν ψόφων τῷ κατ’ ἐνέργειαν ψόφῳ δηλοῦνται, οὐκ ἐν τῷ κατὰ δύναμιν· ὃ γὰρ οὐκ ἔστι, σχολῇ γ’ ἄν ἕξει διαφοράν. ὡς γὰρ ἄνευ φωτὸς χροιαὶ οὐχ ὁρῶνται, ὡς οὐκ ἐν τῷ δυνάμει διαφανεῖ, ἀλλ’ ἐν τῷ ἐνεργείᾳ, οὕτως οὐδ’ ἄνευ τοῦ ἐνεργείᾳ ψόφου τὸ ὀξὺ καὶ τὸ βαρύ, αἳ δὴ πρῶται καὶ γενικώταται ἐν ἤχῳ διαφοραί. πλὴν τοσοῦτον τὸ τῶν ψόφων τοῦ τῶν χρωμάτων ἐνδεῖ παραδείγματος, καθ’ ὅσον ἐκεῖ μὲν ἕτερα τὰ χρώματα τοῦ ἀέρος, κινοῦντα δὲ αὐτὸν μόνας διαπορθμεύειν τὰς ἐνεργείας, ἐνταῦθα δὲ οὐχ ἕτερον οἱ ψόφοι τοῦ κατ’ ἐνέργειαν διηχοῦς ἀέρος, ἀλλ’ ἐν αὐτῷ τὴν σύστασιν [*](5 οὐ μήν γε] καὶ οὐ Α2 6 ἄν om. Α ἐκείνου Α1 8 ἀλλὰ del. Α2 ᾦ] οὗ A’BC 11 οὐδεὶς Β 15 τῷ] τὸ C post οὖς add. ἡ x^ χειρὶ AG ἐπιπωμάσαντες AC Pliiloponus: ἐπιπωματίσαντες Β αἰσθανό- μεθ Α 21 πᾶσα διατινὸς A 22 ἡ om. Α τοῦ δυναμένου Α 23 ὥσπερ Α 25 τῷ] τὸ AC 26 ὅταν πατάξῃ Α 28 στερότητι AC ἀρθροῦν C 30 ante τῷ add. ἐν Α 31 ἕξοι Α 32 διαφανῆ C)
88
ἔγουσι. λέγεται δὲ τὸ ὀξὺ καὶ τὸ βαρὺ κατὰ μεταφορὰν ἀπὸ τῶν ἁπτῶν. ὀξὺ γὰρ ἐκεῖ τὸ ταχέως ἐνεργοῦν, οἷον τὸ μαχαίριον, ὅτι ταχέως κεντεῖ, ἀμβλὺ δὲ τὸ βραδέως, καὶ οὐ κεντοῦν ἀλλ’ ὠθοῦν, ὡς ὁ ὕπερος· καὶ ψοφῶν ὀξὺν μὲν διὰ ταῦτα τὸν ταχέως ἰόντα ἐπὶ τὴν αἴσθησιν καὶ παραμένοντα λένομεν, βαρὺν δὲ τὸν βραδέως καὶ μὴ μένοντα· ὡς κἄν ἔπι τῶν χορδῶν ἔχοι· αἱ μὲν λεπταὶ καὶ μᾶλλον τεταμέναι, οἷον ἡ νεάτῃ πληγεῖσα, ὡς μὴ πολὺν ἔχουσαι ἀέρα τὸν ἀντιπίπτοντα, ἔτι δὲ καὶ τὸ ἐπείγεσθαι μᾶλλον τὸν οἰκεῖον τόπον καταλαβεῖν, τὴν εὐθύτητα, καὶ τεινόμεναι ἀπὸ τῶν περάτων ἐν ἀλίγῳ χρόνῳ ὀξύτατα τὸ διηχὲς τοῦ ἀέρος κινοῦσι, πρὸς δὲ καὶ τὴν αἴσθησιν. σώζουσι δὲ καὶ τὸν ἦχον ἐπὶ πολύ· σφοδρῶς γὰρ ὑπ' αὐτῶν πληγεὶς ὁ ἀὴρ ἀντιπλήττει πολλάκις καὶ ἀντιπλήττεται, ὅθεν καὶ ἧττον παλλόμεναι ἀποκαθίστανται. ὑπάτης· βραδὺ γὰρ τὸν ἀέρα κινεῖ καὶ σχολαιότερον ἀποκαθίσταται φθάνουσα τὴν εὐθύτητα. καὶ ἐπὶ τῶν τόξων δὲ τὰ σχολαιότερον ἀποκαθίσταται φθάνουσα τὴν εὐθύτητα. καὶ ἐπὶ τῶν τόξων δὲ τὰ σκληρὰ καὶ μᾶλλον τε ταμένα πορρωτέρω τὸ βέλος ἀφίησιν. ἡ γὰρ νευρὰ τῶν δακτύλων ἀφεθεῖσα θᾶττον τὸν οἰκεῖον καταλαμβάνει τόπον αὐτῆς, τὴν εὐθύτητα, καὶ τὸ βέλος διὰ τὸ ἐν ὀλίγῳ ὠθῆσαι χρόνῳ ἐπὶ πλέον ἀπέτεινε· μείζονος γὰρ δυνάμεως τὸ ἐν ὀλίγῳ τὸ αὐτὸ κινῆσαι χρόνῳ, ὅπερ ἐν πλείονι. ἔστιν οὖν ὀξὺ τὸ ἐν ὀλίγῳ χρόνῳ ἐπὶ πολὺ κινοῦν τὴν αἴσθησιν, βαρὺ δὲ τὸ ἐν πολλῷ ὀλίγον· ὥστε οὐχὶ ταχὺ τὸ ὀξύ, τὸ δὲ βαρὺ βραδύ οὐ γὰρ αὐτὸς ὁ ψόφος βραδὺς ἢ ταχὺς λέγεται, εἴπερ ἐνέργειά τις ἀσώματος καὶ ἀκίνητος), ἀλλὰ γίνεται τοῦ μὲν διὰ τὸ τάχος ἡ κίνησις τοιαύτη, τοὐ δὲ διὰ τὴν βραδυτῆτα· ὥστε συμβαίνει τὸ μὲν ταχὺ τὸ δὲ βραδὺ εἷναι. περὶ μὲν οὖν ἁπλῶς ψόφου ταύτῃ διωρίσθη· ἡ δὲ φωνὴ ψόφος τίς ἐστιν ἐμψύχου· οὐδὲν γὰρ φωνεῖ ἄψυχον, ἀλλὰ καθ’ ὁμοιότητα φωνεῖν λέγεται, οἷον αὐλοὶ καὶ λύρα καὶ ὅσα ἄλλα τῶν ἀψύχων ἀπότασιν καὶ μέλος καὶ διάλεκτον ἔχει· ἔοικε γὰρ ὅτι καὶ ἡ φωνὴ ταῦτ’ ἔχει. οὐ πάντα δὲ τὰ ζῷα φωνὴν ἔχει· τῶν γὰρ ἀναίμων οὐδὲν ἔχει. ἀλλ᾿ οὐδὲ τὰ ἔναιμα πάντα, οἷον ἰχθύες. καὶ τοῦτ’ εὐλόγως, εἴπερ ἀέρος κίνησίς τις ὁ ψόφος ἀλλ’ οἱ λεγόμενοι φωνεῖν ἐν τῷ Ἀχελῴῳ ἰχθύες ψοφοῦσι τοῖς βραγχίοις ἢ τοιούτῳ τινὶ ἑτέρῳ), φωνὴ δέ ἐστιν ζώου ψόφος οὐ τῷ τυχόντι μορίῳ οὐ γὰρ ὁ διὰ τῆς χειρὸς ψόφος φωνή), ἀλλ’ ὁ διὰ τῶν φωνη- τικῶν ὀργάνων, καὶ οὐ δι’ ἐκείνων ἅπας οὐ γὰρ ἡ βὴξ φωνὴ ἢ ὁ πταρμός), ἀλλ’ ὁ μετὰ φαντασίας καὶ τοῦ σημῆναί τι. ἔτι ἐπεὶ ψοφεῖ πᾶν τύπτοντός τινός τι καὶ ἔν τινι, τοῦτο δ’ ἐστὶν ἀήρ, εὐλόγως ταῦτα φωνοίη μόνα ὅσα δέχεται τὸν ἀέρα. ἤδη γὰρ τῷ ἀναπνεομένῳ καταχρῆται ἡ φύσις ἐπὶ ἔργα δύο, καθάπερ τῇ γλώττῃ ἐπὶ τὴν γεῦσιν καὶ τὴν διάλεκτον, ὧν τὸ μὲν ἀναγκαῖον ἡ γεῦσις διὸ καὶ ὑπάρχει πλείοσι), τὸ δὲ τοὐ εὖ εἵνεκα ἡ ἑρμηνεία, ὣς καὶ τῷ πνεύματι πρός τε τὴν θερμότητα τὴν ἐντὸς ὡς ἀναγκαίαν ἡ δ’ [*](1 aute τὸ ὀξὺ add. καὶ AC 3 καὶ οὐ om. Β 5 βαρύδε Α 6 τεταγμέναι Α 7 πολὺν] πολλὴν Α ἔχουσα Β τὸν ἀντιπίπτοντα ἔχουσαι ἀέρα AC τὸ] an τῷ? 8 ἀπὸ scripsi: ὑπὸ libri 19 ὀλίγον] ὀλίγω C 20 παχὺ Β 22 διὰ τάχους Β 36 ἐπὶ] ἐπί τε AC 38 ὢς scripsi: ὡς libri ἀναγκαίῳ AC)
89
αἰτία ἐν ἄλλοις εἴρηται) καὶ πρὸς τὴν φωνήν, ὅπως τὸ εὖ ὑπάρχῃ. τρία δὲ ταῦτα περὶ τὴν τοῦ ἀνθρώπου θεωρεῖται φωνήν ἄνθρωπος γὰρ κυρίως ἔχει φωνὴν ἔκφανσιν οὖσαν νοῦ), ῥυθμός, ἁρμονία καὶ λέξις. ἔστι δὲ ὁ μὲν ῥυθμὸς περὶ τὸν μακρὸν καὶ βραχὺν χρόνον τῆς ἐκφωνήσεως καὶ τὴν ποιὰν τάσιν· ὅθεν οἱ μετρικοὶ τὰ τῶν φωνηέντων ἐν χρόνῳ ἐκφωνούμενα πλείονι μακρὰ κατωνόμαζον, βραχέα δὲ τὰ ἐν ἐλαχίστῳ, καὶ τῇ τούτων πρὸς ἄλληλα συνθέσει τὸ εὔρυθμον τῶν ἐπῶν ἐπονοῦντο· ἡ δὲ ἁρμονία περὶ τὴν τοῦ ὀξέος καὶ βαρέος συμμετρίαν, ἡ δὲ λέξις περὶ τὴν τῶν συλλαβῶν διατύπωσιν, ἐξ ἧς ἡ τῶν λεγομένων διασημαίνεται ἔννοια. διαφέρει δὲ ῥυθμὸς μέτρου τῷ γεμολώτερον καὶ τῷ εἰδικώτερον· πᾶν γὰρ μέτρον ῥυθμός, οὐ τὸ ἔμπαλιν δέ· καὶ ἐπὶ τῶν κροτούντων ἢ χερσὶν ἢ ποσὶν ὁ ῥυθμὸς λέγεται. ὅταν γὰρ ἡ ταχεῖα καὶ βραδεῖα τῶν ποδῶν ἄρσις καὶ θέσις λόγον ἔχῃ πρὸς ἄλληλα, ῥυθμὸς γίνεται. ἐντεῦθεν ἡ τοιάδε τῶν συλλαβῶν τῶν πρὸς μέτρου γένεσιν παρα- λαμβανομένων συμπλοκὴ πόδες ἐκλήθησαν, ὡς ὄντος τοῦ ῥυθμοῦ συμμέτρου χρόνῳ ἐν ᾧ ἡ κίνησις γέγονεν. ὄργανον δὲ ἀναπνοῆς ὁ φάρυγξ. ἔστι δὲ τοῦτο τὸ μόριον ἕνεκα τοῦ πνεύμονος· ἔνθερμος γάρ, καὶ τούτῳ τῷ μορίῳ πλέον ἔχει τὸ θερμὸν τὰ πεζὰ τῶν ἄλλων. δεῖται δὲ τῆς ἀναπνοῆς καὶ ὁ περὶ τὴν καρδίαν πρῶτος τόπος. διὸ ἀνάγκη εἴσω ἀναπνεομένου εἰσιέναι τὸν ἀέρα καὶ τὸν ἔνδον καταψύχειν τόπον τό τε περίττωμα τοῦ θερμοῦ ἀποκρίνειν καὶ ὕλην τῷ καταλελειμμένῳ γίνεσθαι. τῶν δὲ πεζῶν τοῖς μὴ ἔχουσι πνεύ- μονα οἷον τοῖς ἐντόμοις ἡ ἔμψυξις τοῦ ἐμφύτου θερμοῦ δι’ αὐτῶν τῶν ἐν- τομῶν γίνεται, τοῖς βραγχίοις δὲ τῷ ὕδατι [καὶ] τὰ ἔνυδρα τὸ ἐντὸς καταψύ- χουσιν. οὕτως οὖν ἀναγκαῖον τὸ τῆς ἀναπνοῆς πρὸς τὸ εἶναι συμβάλλον· πρὸς δὲ τὸ εὖ εἶναι διὰ τὴν φωνὴν καὶ διάλεκτον. ἐκ δὲ τῶν εἰρημένων συνάγοντες τὴν φωνὴν ὁριζόμεθα· ἡ γὰρ πρὸς τὴν καλουμένην τραχεῖαν ἀρτηρίαν τοῦ ἀναπνεομένου ἀέρος πληγὴ ὑπὸ τῆς ἐν τούτοις τοῖς μορίοις ψυχῆς φαντασιώσης καὶ ἕνεκά του φωνή ἐστιν. οὐ γὰρ πᾶς ζώου ψόφος φωνή ἐστι, καθάπερ εἴρηται· ἔστι γὰρ καὶ τῇ γλώσσῃ ψοφεῖν, καὶ οἷον ποιοῦσιν οἱ βήττοντες· ἀλλὰ δεῖ ἔμψυχόν τε εἶναι τὸ τύπτον καὶ μετὰ φαντασίας τινός· σημαντικὸς γὰρ δή τις ψόφος ἐστὶν ἡ φωνή, καὶ οὐ τοῦ ἀναπνεομένου ἀέρος, ὥσπερ ἡ βήξ· ἀλλὰ τούτῳ τύπτει τὸν ἐν ἀρτηρίᾳ πρὸς αὐτήν· σημεῖον δὲ τούτου· οὐδεὶς γὰρ δύναται φωνεῖν ἅμα ἀναπνέων ἢ ἐκπνέων, ἀλλὰ κατέχων τούτῳ κινεῖ. ὕλη δὲ τῆς φωνῆς ὁ εἰσπνεόμενος ἀήρ, ποιητικὸν δὲ αἴτιον ἡ φύσις, ὀργανικὸν δὲ ἡ τραχεῖα ἀρτηρία, τελικὸν δὲ ἡ περί τι σημασία. τῆς δὲ διαλέκτου ὕλη μέν, ὡς εἴρηται, ἡ φωνή, ποιητικὸν δὲ ἡ λογικὴ ψυχή, ὀργανικὸν δὲ γλῶττα, ὑπερῴα, ὀδόντες καὶ χείλη, τελικὸν δὲ ἡ σημασία τῶν νοημάτων. εὐφωνία δὲ καὶ κακοφωνία καὶ ὀξύτης καὶ βαρύτης παρὰ τὴν ποιὰν [*](1 ἐν ἄλλοις] de Respir. 11sqq. ὅπως] ὅπερ Α ὑπάρχει Α 3 ἔμφασιν Β 4 βραχὺ Α 7 εὔρρυθμον AC 8 βαρέως C 9. 10 τῷ—τῷ] τὸ—τὸ AC 11 τραχεῖα Β 12 ἔχει Α 13 ante ἡ add. καὶ Α 15 χρόνου AC ὁ om. Β 17 πλεῖον AC 20 ὕλην scripsi: ὕλη libri 22 γίνεται om. Β fort, δ’ ἐν τῷ ὕδατι καὶ delevi 25 παχεῖαν Α 26 fort. φαντασιώα δοὺς Β 33 τῆς] τις Β 36 ὑπερῷα AC: ὑπερῶ B)
90
σύστασιν καὶ κατασκευὴν τῆς ἀρτηρίας γίνεται· λεία γὰρ οὖσα καὶ ὁμαλὴς ἐμμελής, τραχυνθεὶσα δὲ ἄρρυθμος· καὶ στενωτέρα μὲν ὀξύν, εὐρυτέρα δὲ βαρὺν τὸν ἦχον ἐργάζεται. ὅθεν νέοι μὲν καὶ γυναῖκες εὔφωνοι καὶ ὀξύφωνοι, καὶ εὐνοῦχοι· γέροντες δὲ τοὐναντίον· γανερὸν δὲ καὶ διότι οἱ ἰχθύες ἄφωνοι· οὐ γὰρ ἔχουσι φάρρυγγα. οὐκ ἔχουσι δὲ τοῦτο τὸ μόριον, ὅτι οὐ δέχονται τὸν ἀέρα οὐδ’ ἀναπνέουσι. δι’ ἣν δ’ αἰτίαν, ἕτερος ἔσται περὶ αὐτῶν λόγος·

[*](II9)

Περὶ δὲ ὀσμῆς καὶ ὀσφραντοῦ ἑξῆς ἄν εἴη λέγειν· εἰ γὰρ καὶ κατὰ τὴν διδασκαλίαν τάξιν αὐτῇ τὴν μέσην τῶν ἄλλων αἰσθήσεων ἀπονείμωμεν, οἵαν κἀν ταῖς ἐνεργείαις καὶ τῷ ὑποκειμένῳ παρὰ τῆς φύσεως ἔλαβε, πρεπῶδες ἂν ποιήσαιμεν. οὔτε γὰρ οὕτω ταῖς ἐνεργείαις πρόεισι πόρρωθεν, ὥσπερ ὄψις καὶ ἀκοή, οὔθ’ οὕτως ἐγγύτατα, ὥσπερ γεῦσις καὶ ἁφή· τῇ θίξει γὰρ αἰσθάνονται. μέση δὲ καὶ κατὰ τὸ ὑποκείμενον· ὄψει μὲν γὰρ ὑπόκειται χρώματα καὶ φῶς, ἢ πῦρ ἢ ὄντα πύρινα, ψόφοι δὲ ἀκοῇ ἀέρος ὄντες, ἁφῇ δὲ τὰ γεωδέστερα, καὶ τῇ γεύσει χυμοί· τῇ δὲ ἀτμοὶ καὶ ὅ φασι δίοσμον, μεταξὺ τυγχάνοντα ἀέρος καὶ ὕδατος. οὐκ ἔστι δὲ ῥᾴδιον διορίσαι ὁμοίως τοῖς εἰρη- μένοις αἰσθητοῖς, οἷον ψόφῳ καὶ χρώματι καὶ τοῖς ἅλοις, καὶ τί ἐστιν ὀσμή. ἐπὶ μὲν γὰρ ἐκείνων οὐ μόνον τί τὸ γένος τῶν αἰσθητῶν, ἀλλὰ καὶ τῶν εἰδῶν ἐγινώσκομεν ἕκαστον, ὡς ἐπὶ ὄψεως χρῶμα μὲν τὸ κοινόν, λευκὸν δὲ καὶ μέλαν τὰ μερικά· καὶ ψόφου δὲ διαφοραὶ ὠνομάσθησαν τὸν μὲν τούτων ὀξὺν τὸν δὲ βαρὺν διελομένοις. πολλὰ δὲ καὶ τὰ τῶν γευστῶν εἴδη καὶ πρός τι κοινὸν τὸν χυμὸν ἀφορίζεται. καὶ τῆς ἁφῆς δέ, εἰ μὴ τὸ κοινόν, ἀλλ’ οὖν τά γε εἴδη οὐδὲν ἧττον ἐφεύρηται καὶ ὠνόμασται θερμὸν καὶ ψυχρὸν καὶ τὰ ὅμοια. μόνης δὲ τῆς ὀσφρήσεως οὔτε τοῦ κοινῶς ὑποκειμένου τὸ ὄνομα ἔχομεν οὔτε τῶν ὑπ’ αὐτό· ὀσφραντὸν γὰρ λέγοντες παρωνύμως λέγομεν, καὶ τὸ εὐῶδες καὶ τὸ δυσῶδες οὔκ εἰσι τῆς τοῦ ὀσφραντοῦ δηλωτικὰ φύσεως, ἀλλὰ τῆς ἐγγινομένης ἐν αἰσθήσει ποιᾶς ὑπ’ αὐτῶν διαθέσεως. αἴτιον δὲ ὅτι οὐκ ἔχομεν ἀκριβῆ ταύτην τὴν αἴσθησιν, ἀλλὰ χείριστα ὀσμᾶται πολλοῖς τῶν ζώων ὁ ἄνθρωπος καὶ οὐδεμίαν ἄνευ τοῦ ἡδέος καὶ λυπηροῦ δύναται αἰσθάνεσθαι ὀσμήν, ὡς τοῦ αἰσθητικοῦ ὄντος οὐκ ἀκριβοῦς. ὥσπερ οὖν τοῖς σκληροφθάλμοις εἰκὸς ἀδήλους εἶναι τὰς τῶν χρωμάτων διαφορὰς καὶ συγκε- χυμένας, ἀλλὰ τῷ φοβερῷ καὶ ἀφόβῳ διορίζειν μόνον, οὕτω καὶ περὶ τὰς ὀσμὰς τοῖς ἀνθρώποις· τῇ γὰρ οὐσία τῶν ὀσφραντῶν μὴ ἐπιστήσαντες, ἅτε μὴ αἴσθησιν λαβόντες, οὐδὲ ὀνομάσαι αὐτὰ ἠδυνήθημεν, ἀλλ’ ἢ ἐκ παραφρά- σεως καὶ ἀπὸ τῶν ὑποκειμένων, ὡς ὅταν κρόκου ὀσμὴν ἢ στύρακος εἴποιμεν, ἢ κατὰ μεταφορὰν τὴν ἐκ τῶν γευστῶν τὰς μὲν γὰρ αὐτῶν γλυκείας τὰς δὲ πικρὰς προσηγορεύκαμεν), ἐπεὶ καὶ ἔοικέ τι καὶ ἀνάλογον ἔχειν πρὸς γεῦσιν καὶ ὅμοιά πως τὰ εἴδη τῶν χυμῶν τοῖς τῆς ὀσμῆς· ἀλλὰ τὴν γεῦσιν ἔχομεν ἀκριβεστέραν διὰ τὸ εἶναι ἁφήν τινα, ταύτην δὲ ἔχει τὴν αἴσθησιν ἀκριβεστάτην [*](4 οἱ om. C 7 λέγει Α 8 ἀπονείμομεν AC 12 ὑπόκειται scripsi: ὑποκείσεται libri 15 τυγχάνον Α 17 τοῦ αἰσθητοῦ Α 20 διελομένοις scripsi: διελόμενοι libri 21 εἰ καὶ μὴ AC 24 παρώνυμα Β 29 οὐκ om. B 35. 36 πικρὰς τὰς δὲ γλυκείας AC καὶ (ante ἀνάλογον) om. A)

91
ὁ ἄνθρωπος. ἐν μὲν γὰρ ταῖς ἄλλαις πολλοῖς τῶν ζώων λείπεται κύνες γὰρ ὀσφραντικώτεροι καὶ ἀετοὶ ὀξυδερκέστεροι), κατὰ δὲ τὴν ἁφὴν πολλῷ τῶν ἄλλων διαφερόντως ἀκριβοῖ. διὸ καὶ φρονιμώτατος τῶν ζώων ἐστί. σημεῖον δέ· καὶ γὰρ αὐτῶν τῶν ἀνθρώπων οἱ μὲν εὐφυεῖς οἱ δὲ ἀφυεῖς παρ’ οὐδὲν ἕτερον αἰσθητήριον ἢ παρὰ ταύτην, ὡς ὑλικὴν εἰπεῖν αἰτίαν. ὧν μὲν γὰρ ἡ σὰρξ μαλακή, εὐφυεῖς, ἀφυεῖς δὲ τὴν διάνοιαν, ὧν σκληρά, τῶν ἄλλων δηλαδὴ τῶν αὐτῶν φυλαττομένων, ἀγωγῆς ἡλικίας καὶ φύσεως· ὁ γὰρ ἐν τούτοις ἐξετασθεὶς μαλακώτερος εὐφυέστερος, ὡς τῶν περιττωμάτων διαφορουμένων ἐν τούτοις μᾶλλον λεπτότερον τὸ ἐν ἐγκεφάλῳ πνεῦμα καὶ φανταστικὸν ὑπολείπεσθαι. ἔτι διττόν πως τὸ τῶν ὀσφραντῶν· τὸ μὲν γάρ ἐστι κατὰ τοὺς χυμοὺς τεταγμένον αὐτῶν, ὥσπερ εἴπομεν, καὶ τὸ ἡδὺ καὶ τὸ λυπηρὸν κατὰ συμβεβηκὸς ἔχουσι· διὰ γὰρ τὸ τοῦ θρεπτικοῦ εἶναι πάθησιν, ἐπιθυμούντων μὲν ἡδεῖαι αἱ ὀσμαὶ τούτων εἰσί, πεπληρωμένοις δὲ καὶ μηδὲν δεομένοις οὐχ ἡδεῖαι οὐδὲ αἱ ὀσμαί· τὸ δὲ ὅπερ ἐπὶ τῶν ἀνθῶν καὶ τῶν ἄλλως ἀρωματωδῶν αἱ καὶ καθ’ αὑτὰς ἡδεῖαι τῶν ὀσμῶν εἰσιν· οὐδὲν γὰρ μᾶλλον οὐδ’ ἧττον πρὸς τὴν τροφὴν παρακαλεῖ, οὐδὲ συμβάλλεται πρὸς ἐπιθυμίαν τροφῆς οὐδέν. καὶ τοῦτο μὲν τὸ εἶδος τοῦ ὀσφραντοῦ καὶ ἴδιον ἀνθρώπου ἐστίν· ἡ δὲ κατὰ τοὺς χυμοὺς τεταγμένη καὶ τῶν ἄλλων ζώων ἐστί. κἀκείνων μὲν διὰ τὸ κατὰ συμβεβηκὸς ἔχειν τὸ ἡδὺ διῄρηται τὰ εἴδη κατὰ τοὺς χυμούς. ἑπτὰ δὲ οὗτοι, ὥστε καὶ ταῦτα), ταύτης δὲ οὐκέτι, διὰ τὸ τὴν φύσιν αὐτῆς καθ’ αὑτὴν εἶναι ἡδεῖαν ἢ λυπηράν. αἴτιον δὲ τοῦ εἶναι ἀνθρώπου τὴν τοιαύτην ὀσμὴν διὰ τὴν περὶ τὸν ἐγκέφαλον ψῦξιν. ψυχροῦ γὰρ ὄντος τούτου τὴν φύσιν καὶ τοῦ αἵματος τοῦ περὶ αὐτὸν ἐν τοῖς φλεβίοις ὄντος λεπτοῦ μὲν καὶ καθαροῦ, εὐψύκτου δέ διὸ καὶ ἡ τῆς τροφῆς ἀναθυμίασις ψυχομένη διὰ τὸν τόπον τὰ ῥευματικὰ νοσήματα ποιεῖ), τοῖς ἀνθρώποις πρὸς ὑγείας. βοήθειαν τὸ τοιοῦτον τῆς ὀσμῆς εἶδος ἡ φύσις πεποίηται· οὐδὲν γὰρ ἄλλο ἔργον αὐτῆς ἡ τοῦτο. ἀναφερομένων γὰρ τῶν ὀσμῶν περὶ τὸν ἐγκέφαλον διὰ τὴν ἐν αὐταῖς τῆς θέρμης κουφότητα, ὑγιεινοτέρως ἔχει τὰ περὶ τὸν τόπον τοῦτον· ἡ γὰρ τῆς ὀσμῆς δύναμις θερμὴ τὴν φύσιν ἐστίν. ἔτι τὸ τοῖς χυμοῖς συγκατατεταγμένον τῶν ὀσφραντῶν τὸ μὲν συμφωνεῖ, τὸ δὲ οὔ. ἔστι γὰρ ὥσπερ χυμὸς ὁ μὲν γλυκὺς ὁ δὲ πικρὸς καὶ οἱ ἕτεροι, οὕτω καὶ ὀσμαί· καὶ γὰρ γλυκεῖα καὶ πικρὰ καὶ αὐστηρὰ καὶ δριμεῖα καὶ ἁλυκὴ καὶ λιπαρὰ καὶ στύφουσα ὀσμὴ κατὰ τοὺς χυμοὺς τῶν ὑποκειμένων ὀνομαζόμεναι· οὐ μέντοι γε ὁμοίως ἐπὶ πᾶσιν ὁ λόγος ἥκει, ἀλλὰ τὰ μὲν ἔχει τὴν ἀνάλογον ὀσμὴν καὶ χυμόν, ὥσπερ εἴρηται, τὰ δὲ διαλλάττει. κρόκου μὲν γὰρ καὶ μέλιτος ὅ τε χυμὸς ἥ τε ὀσμὴ τὰ αὐτά καὶ γλυκέα γάρ) καὶ θύμου καὶ σκορόδου· ἄμφω γὰρ δριμέα· ἀλόη δὲ καὶ στύραξ τὴν γεῦσιν πικραί, γλυκεῖς δὲ τὴν ὀσμήν. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. τοῦτο δὲ διὰ τὸ μὴ σφόδρα διαδήλους εἶναι τὰς [*](8 μαλακότερος AC 12 πάθησιν] cf. de Sens, et sens. 443 b 21, ubi plerique habent πάθη 14 αἰ libri 24 ἡ A, cf. de Sens, et sens. p. 444a 12: om. BC 28 τοῦτον om. B 31 ante γλυκεῖα add. καὶ AC 32 ἁλικὴ BC στίφουσα Α ante ὀσμὴ add. ἐστὶν AC 36 καὶ (ante γλυκέα) om. Α 37 τὴν μὲν γεῦσιν AC πικροὶ AC)
92
ὀσμάς. ὥσπερ τοὺς χυμούς, καθάπερ εἴρηται· ὅθεν καὶ ἀπὸ τούτων εἴληφε τὰ ὀνόματα καθ’ ὁμοιότητα τῶν πραγμάτων·

Ὅπερ δὲ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ἑκάστη γὰρ ἀμφοτέρων αἰσθάνεται τῆς τε οἰκείας ἕξεως καὶ στερήσεως, ἔτι δὲ καὶ τῶν οἰκειῶν ὑπερβολῶν· ὅρασις μὲν γὰρ ὁρατοῦ καὶ ἀοράτου, ἀκουστοῦ δὲ καὶ ἀνηκούστου ἀκοή· τὸ τὲ γὰρ, φῶς καὶ τὸ σκότος ὄψει αἰσθητόν, καὶ ψόφος καὶ σιγὴ ἀκοη), οὕτν καὶ ἐπ᾿ ὀσφρήσεως. ἡ γὰρ αὐτὴ καὶ ὀσφραντοῦ καὶ ἀνοσφράντου κριτικη. οὐ, πὰν δὲ ἁπλῶς τὸ ἄνοσμον κρίνει, ὥσπερ οὐδὲ ἡ ὄψις τὸ ἀόρατον ἅπαν, ἀλλὰ τὸ σύστοιχον καὶ μόνην τῆς οἰκείας καταφάσεως τὴν ἀπόφασιν· λόγου γὰρ ὅτι ἡ φωνὴ ἀόρατος, οὐχ ὁράσεως. ἔτι τριττὸν τὸ ἀνόσφραντον, ὥσπερ καὶ τὸ ἀόρατον· ἢ τὸ μηδ’ ὅλως ἔχον ἢ τὸ ἀμυδρῶς ἢ τὸ ὑπερβαλλόντως καὶ φθαρτικόν, ὡς ἐκεῖ τὸ ὑπέρλαμπρον. ἔστι δὲ καὶ ἡ ὄσφρησις διὰ του μεταξὺ ποιουμένη τὰς ἐνεργείας, ἀέρος καὶ ὕδατος· καὶ γὰρ τὰ ἔνυδρα φαίνεται καὶ ὀσμῆς αἰσθανόμενα, ὥσπερ ἐλέχθη πρότερον, καὶ τὰ ἔναιμα 〈καὶ τὰ ἄναιμα〉, ὥσπερ καὶ τὰ ἐν ἀέρι· καὶ γὰρ ἔνια τούτων πόρρωθεν ἀπαντᾷ πρὸς τὴν τροφὴν αἰσθανόμενα τῆς ὀσμῆς, κύνες καὶ ἔνια τῶν πτηνῶν. πλὴν ὁ τρόπος διάφορος τῇ διόδῳ τῶν ὀσφραντῶν πρὸς τὰ τῆς ἀκοῆς καὶ ὄψεως αἰσθητά· ὀσμὴ γὰρ ὀσμὴν ἐκκρούει τὴν ἐλάττω ἡ μείζων, χρῶμα δὲ χρῶμα οὔ· καὶ μετά τινος ἀπορροίας τὸ ὀσφραντὸν ἐπὶ τὸ αἰσθητήριον πρόεισιν, ὅθεν ἐπὶ τῶν δυσωδῶν ῥάκους ταῖς ῥισὶν ἐπιθεμένου εἴρχθη μὲν ἡ ὀσμή, τῷ δὲ ἀέρι ἡ εἴσοδος οὐκ ἐκωλύετο. ἀπορήσειεν ἄν τις, εἰ μὴ μόνα τὰ πεζὰ τῶν ζώων ὄσφρησιν ἔχει, ἀλλ’ ἤδη καὶ τὰ ἔνυδρα, πῶς τὰ μὲν ἄλλα καὶ μὴ εἰσπνέοντα ὀσφραίνεται, ὁ δὲ ἄνθρωπος καὶ ὅσα πνεύμονα ἔχει ζῷα οὐκ αἰσθάνεται τοῦ ὀσφραντοῦ μὴ εἰσπνέοντα· κατέχοντα γὰρ τὸ πνεῦμα ἢ ἐκπνέοντα οὐκ ὀσμᾶται οὔτ’ ἐγγὺς οὔτε πόρρω, οὐδ’ ἂν ἐπιθῇ τις εἰς τὸν μυκτῆρα ἐντὸς τὸ εὐῶδες καὶ τὸ μὲν ἐπ’ αὐτῷ τῷ αἰσθητηρίῳ τιθέμενον ἀναίσθητον εἶναι κοινὸν πάντων, τὸ δὲ ἄνευ τοῦ εἰσπνεῖν μὴ αἰσθάνεσθαι ἴδιον τῶν ἐχόντων πνεύμονα· καὶ τοῦτο δὲ πειρωμένῳ δῆλον)· ὡς <εἰ> τὰ μὴ ἔχοντα πνεύμονα μὴ ἀναπνεῖ, δὲ τοῦ εὐώδους καὶ τοῦ δυσώδους, ἑτέραν τινὰ αἴσθησιν ὑπολείπεται ἔχειν παρὰ τὰς εἰρημένας. ἀλλ’ ἀδύνατον, εἴπερ τῆς ὀσμῆς αἰσθάνεται· ὧν γὰρ ἐνέργειαι αἱ αὐταί, τούτων καὶ τὸ κρῖνον ἕν· ἡ δὲ τοὐ εὐώδους καὶ τοῦ δυσώδους αἴσθησις ὄσφρησίς ἐστιν. ἔτι φαίνεται καὶ ταῦτα φθειρόμενα ὑπὸ τῶν ἰσχυρῶν ὀσμῶν, ὑφ’ ὧνπερ καὶ τὰ ἔχοντα πνεύμονα, οἷον ἀσφάλτου καὶ θείου, ὡς τῆς αὐτῆς οὔσης ὧδε κἀκεῖσε τῆς συναισθήσεως. ὥστε ὀσφραίνεσθαι μὲν τὰ τοιαῦτα λέγειν δεῖ, μὴ ἐν τῷ ἀναπνεῖν δέ, καὶ ἔοικε τοιοῦτόν τι συμβῆναι περὶ τὴν ὄσφρησιν ὅπερ ἐπὶ τῆς ὄψεως ἔν τισιν· ὡς γὰρ ἐκεῖ τὰ μὲν σκληρόφθαλμα τῶν ζώων βλεφάρων οὐ δεῖται εἰς φυλακὴν καὶ προκά- λυμμα, αὐτόθεν ἔχοντα τὴν ἀσφάλειαν ὄντα δυσπαθῆ τῇ σκληρότητι, καὶ εὐθὺς [*](5 ἀνακούστου Β ἡ ἀκοή AC 9 λόγου] λόγος κρίνει Philoponus 10 τριττὸν δὲ το A 14 καὶ τὰ ἄναιμα addidi: ὁμοίως δὲ καὶ τὰ ἔναιμα καὶ τὰ ἄναιμα de An. p. 421 b 10 15 ἐν τῷ ἀέρι AC 18 μείξω A 20 fort. ἐπιτιθεμένου τὴν ὀσμὴν Α1 21 ἐκώλυτο AC ἔχοι Α 25 τῷ μὲν Α 26 αὐτὸ Α 28 ὡς εἰ scripsi: ὡς Β: ἤγουν C: εἰ οὑν Α 31 κρῖνον] κρίνειν Β 35 μὲν] μέντοι AC)

93
ὁρᾷ, ὅτι ἄν τεθῇ ἐν τῷ διαφανεῖ, τὰ δὲ μαλακόφθαλμα ἀντὶ παντὸς φυλακτηρίου προβάλλει τὰ βλέφαρα ὥσπερ τι πῶμα καὶ ἔλυτρον, ἅπερ ἄν μὴ ἀνασπάσῃ καὶ κινήσῃ, οὐχ ὁρᾷ τὸ ζῶον, οὕτω τοι καὶ τὸ ὀσφραντικὸν αἰσθη- τήριον τοῖς μὲν ἀκάλυφον εἶναι τοῖς μὴ ἔχουσι πνεύμονα, ὥσπερ τὸ ὄμμα τοῖς σκληροφθάλμοις, τοῖς δὲ τὸν ἀέρα δεχομένοις ἔχειν ἐπικάλυμμα, ὃ ἀναπνεόντων ἀνακαλύπτεται, διευρυνομένων τῶν νεύρων καὶ τῶν πόρων. τὰ γὰρ ἐπὶ τῇ βάσει τῆς ῥινὸς ὑπὸ τὸν ἐγκέφαλον ἰσθμοειδῶν ὀστέων συμμεμυ- κότων καὶ πεφραγμένων τῇ τῶν ὑγρῶν ἐπιρρεύσει διανοίγει ὁ ἀὴρ εἰσπνεόμενος καὶ διίστησιν. ὅθεν τὰ ἀναπνεόντα ἐν τῷ ὑγρῷ οὐκ ὀσμᾶται, ὅτι ἀνάγκη ἀναπνεύσαντα ἀσφρανθῆναι, τοῦτο δὲ ποιεῖν ἐν τῷ ὑγρῷ ἀδύνατον.

Ἔστι δὲ ἡ ὀσμὴ τοῦ ξηροῦ, ὥσπερ ὁ χυμὸς τοῦ ὑγροῦ· ὕλη γὰρ ἑκατέ- ρου ἑκάτερον. οὔτε δὲ ξηρὸν οὕτω λέγομεν τὸ παντελῶς ἐστερημένον ὑγρότητος τὸ γὰρ ἄνθος ὑγρὸν καὶ εὐῶδες), οὔτε ὑγρὸν τὸ ξηρότητος τῆς ὁπωσοῦν ἀνεπίδεκτον οἷον τὸ ὕδωρ ἄνοσμα γὰρ τὰ τοιαῦτα καὶ ἄχυμα), ἀλλ’ ἐν ἑκατέροις τὸ μᾶλλον τοῦτο ἢ ἐκεῖνο. καθόλου γὰρ πᾶς χυμὸς καὶ ὀσμὴ ἐν ποιᾷ τινι κράσει τῶν στοιχείων πρὸς ἄλληλα γίνεται. εἰλικρινῆ γὰρ καὶ καθ’ ἑαυτὰ μένοντα ἄνοσμά τε καὶ ἄχυμα· καὶ τῶν ἐν συνθέσει δὲ τὰ μᾶλλον ἁπλὰ μᾶλλον ἄνοσμα καὶ ἄχυμα, οἷον λίθος ἄνοσμον, ὅτι καὶ ἄχυμον, ὀσμώδη δὲ τὰ ξύλα, ὅτι καὶ ἔγχυμα, καὶ τούτων ἔτι] ἧττον τὰ ὑδατώδη. καὶ τῶν μεταλλευομένων δὲ χρυσὸς μὲν ἄοσμον, ἄχυμον γάρ, ὀσμώδη δὲ χαλκὸς καὶ σίδηρος. ὅταν δὲ καὶ τούτων τὸ ὑγρὸν ἐκκαυθῇ, πάντων αἱ σκωρίαι ἀνο- σμότεραι γίνονται. ὃ δὲ ἐν μόνῳ ὕδατι χυμός, τοῦτο ἐν ἀέρι καὶ ὕδατι ὀσμή. κοινὸν δὲ κατὰ τούτων λέγομεν τὸ διαφανές, ἔστι δὲ ὀσφραντὸν οὐχ ᾗ δια- φανές, ἀλλ’ ᾗ πλυτικὸν καὶ ῥυπτικὸν ἐγχύμου ξηρότητος. εἰ οὖν τις θείη τὸν ἀέρα καὶ τὸ ὕδωρ ἄμφω ὑγρά, εἴη ἄν ἡ ἐν ὑγρῷ τοῦ ἐγχύμου ξηροῦ φύσις καὶ πλύσις ὀσμή. τὸ δὲ ὀσφραντικὸν αἰσθητήριον δυνάμει τοιοῦτον. ἀμβλύνει δὲ τοὺς χυμοὺς καὶ τὰς ὀσμὰς τὸ ψυχρὸν κατὰ λόγον· τὸ γὰρ θερμὸν τὸ κινοῦν καὶ δημιουργοῦν ἡ ψύξις καὶ ἡ πῆξις ἐκδιώκει. ποτὲ δὲ τὸ αὐτὸ ξηρὸν καὶ ἀμφοτέρων παραίτιον, ἐν μὲν ὕδατι θερμῷ πλυνθὲν χυμοῦ , ἐν δ’ ἀέρι πυρὶ θυμιώμενον τῆς ὀσμῆς. τοσαῦτα καὶ περὶ ὀσφρήσεως.

Περὶ δὲ γεύσεως, ἐπειδήπερ ἁφή τίς ἐστι τῇ θίξει γὰρ αἰσθάνεται), ΙΙ10 ἔσται καὶ τὸ γευστὸν ἁπτόν τι· καὶ τοῦτο αἴτιον τοῦ μὴ εἶναι τοὺς χυμοὺς αἰσθητοὺς καὶ διὰ μέσου ἀλλοτρίου σώματος, ὥσπερ καὶ τὰ τῶν ἄλλων αἰσθήσεων ὑποκείμενα. δυσὶ γὰρ ἐκεῖναι τοῖς μεταξὺ ἐποιοῦντο τὴν αἴσθησιν, τοῖς τε ἀλλοτρίοις ἀέρι καὶ ὕδατι, καὶ τοῖς συμπεφυκόσιν αἰσθητηρίοις· ἡ μέντοι γε ἁφὴ καὶ γεῦσις ἑνὶ καὶ συμφυεῖ τῇ σαρκί. ἔτι τὸ σῶμα, ἐν ᾧ τὸ γευστὸν ὁ χυμὸς ὡς ἐν ὕλῃ, τὸ ὑγρόν ἐστι· τοῦτο δὲ ἁφῆς. ὥστε τῇ γεύσει ἅψις ἕπεται, καὶ οὐ διὰ τοῦ μεταξύ· εἰ δέ ποτε γευόμεθα καὶ διὰ τοῦ μεταξύ, [*](1 ὅτι Diels: εἴ τι libri 2 ἅπερ ἄν] ἄν περ Β 6 τὰ] πᾶν Β 7 ἰσθμοειδῆ AC ὀστέα C: ὅστε Α συμμεμυκότα AC 8 πεφραγμένα C 13 ξηρό- τητος] ξηρότατον Β 19 ἔτι delevi, of. de Sensu et sens. p. 443a 16 ἧττον ἔτι AC καὶ τὰ ὑδατώδη AC 26 ὀσφραντὸν B 29 πλυθὲν C)

94
ὡς κἂν ἐν ὕδατι ἦμεν, ᾐσθανόμεθα ἂν ἐμβληθέντος τοῦ γλυκέος καὶ διὰ τοῦ μεταξύ, ἀλλ’ οὐχ οὕτως ὥσπερ ἂν εἰ καὶ τῶν χρωμάτων ἢ τῶν ψόφων αἰσθοίμεθα. ἐκείνων γὰρ οὐ τῷ μίγνυσθαί τι τῇ οὐσίᾳ, τῷ ἀέρι καὶ ὕδατι, τούτου δὲ τῇ μίξει· * * εἰ γὰρ μὴ κίνησις ἀρκοῦσα καὶ ἀμφοτέρων ἐν τῇ μίξει τοῦ ὕδατος καὶ τοῦ μέλιτος γένηται, οὐκ ἄν ἐσεῖται μελίκρατον. οὔκουν ὁρῶμεν ταῖς ἀπορροίαις τῶν ὁρατῶν ἦν γὰρ ἄν ἐν τῷ μέσῳ καὶ χρόνος καὶ κίνησις, εἴπερ αἱ ἀπόρροιαι σώματα) οὐδὲ μίγνυται τὸ χρῶμα τῷ ἀέρι. καὶ γευσαίμεθα γλυκέος διὰ τοῦ μεταξὺ ὄντες ἐν ὕδατι τῷ ἀνακεκράσθαι τὰ σώματα. καὶ τὸ μὲν μεταξὺ οὐδέν ἐστι κοινὸν γεύσει πρὸς ὄψιν καὶ ἀκοήν· ὅτι δὲ χρώματι καὶ ψόφῳ καὶ χυμῷ τὸ ὁρατὸν καὶ ἀκουστὸν καὶ γευστὸν ἀφορίζεται, κεκοινώ- νηκεν. ἥνωται γὰρ γεῦσις ἁφῇ μὲν τῷ ἀμέσως ποιεῖσθαι τὴν αἴσθησιν, ὄψει δὲ καὶ ἀκοῇ τῷ τὸ κοινὸν ἔχειν ὠνομασμένον καὶ εἰς ἃ τὸ γένος διῄρηται· ὡς γὰρ ἐκεῖ χρῶμα καὶ ψόφος, χυμὸς ὧδε· ὡς δὲ λευκὸν καὶ μέλαν ἢ ὀξὺς καὶ βαρύς, γλυκὺ καὶ πικρὸν καὶ τὰ ἕτερα. οὐδὲν δὲ ποιεῖ χυμοῦ αἴσθησιν ὑγρότητος ἄνευθεν, ὡς καὶ πρότερον εἴρηται, ἀλλ’ ἢ δυνάμει ἢ ἐνεργείᾳ πᾶν ἔγχυμον μετέχει ὑγρότητος, οἷον τὸ ἁλμυρὸν ἐνεργείᾳ μὲν ξηρόν, δυνάμει δὲ ὑγρόν· τηκτόν τε γὰρ αὐτὸ καὶ τῆς γλώττης συντηκτικόν. οἱ γὰρ ἅλες αὐτοί τε γευόμενοι τήκονται ὡς δυνάμει ὑγροί, καὶ τὴν τῆς γλώττης ὑγρότητα ἐξικμάζουσι προσθέντες τὴν παρ’ αὐτῶν. καὶ εἴ τι δὲ τῶν ἄλλων ξηρῶν γευστὸν ᾖ, οἷον ἄρτος, πέπερι καὶ τὰ ὅμοια, οὐχ ᾗ ξηρά, ταύτῃ γευστά εἰσιν, ἀλλὰ τὰ μὲν τῷ δυνάμει μετέχειν ὑγρότητος τὰ δὲ τῷ προσκτᾶσθαι τῷ ὑγρῷ πλησιάσαντα, τῷ τε ἔξωθεν καὶ τῷ ἐν τῷ στόματι· ὅθεν τὰ ὑπερκαυ- θέντα ὡς φυσικῆς καὶ ἐπεισάκτου ὑγρότητος ἀνεπίδεκτα ἢ ἀμυδρῶς ἢ παντελῶς ἄγευστα. ὥσπερ δὲ ἡ ὄψις αἰσθητική, ὡς καὶ πρόσθεν ἐλέγετο, τοῦ τε ὁρατοῦ, οἷον τοῦ ἐν φωτὶ χρώματος, καὶ τοῦ ἀοράτου ὅ τε γὰρ σκότος ἀόρατος κατὰ στέρησιν καὶ ὁ ἥλιος ὑπερβάλλων λαμπρότητι, ἄμφω δὲ ὅμως τῇ ὄψει κρίνεται), καὶ ἡ ἀκοὴ ψόφου καὶ σιγῆς καὶ μεγάλου ψόφου ὡς γὰρ ὁ μικρὸς ἀνήκουστος, τρόπον τινὰ καὶ ὁ μέγας δήπου καὶ βίαιος), οὕτω τοι καὶ γεῦσις γευστοῦ καὶ ἀγεύστου. ἔτι ἐπεὶ ἀόρατον τὸ μὲν φύσει λέγεται, ὡς τὸ ἀσώματον καὶ ἄχρουν, οἷον ἡ φωνή, ἡ ψυχή, τὸ δὲ ἄν πεφυκὸς μὴ ἔχῃ ἢ φαύλως, καθάπερ ὁ ἐσκοτισμένος ἀὴρ καὶ τῶν χρωμάτων ὅσα ἢ τῇ ἀποστάσει ἢ τῷ συγχεῖσθαι μὴ καθαρὰν τῇ ὄψει τὴν ἀντίληψιν δίδωσιν, ὡς κἂν τὸ ἀδύνατον ἡ τὸ ἄπουν τό τε μηδ’ ὅλως, ὡς οἱ ἰχθύες, ἢ τὸ κακῶς, ὡς ἡ νυκτερίς, διττόν τι ἔσται δήπουθεν καὶ τὸ ἄγευστον, τό τε μηδαμῶς ἔχον χυμὸν ἢ μικρὸν καὶ φαῦλον, καὶ τὸ φθαρτικὸν ἔχον τῆς γεύσεως, οἷον τὰ τῶν δηλητηρίων ἄκρατα. ἐπεὶ δὲ ἡ γεῦσις ἁφή, ἁφὴ δήπου φθείρεται φθειρομένης γεύσεως. τὸ δὲ ζῶον τῇ ἁφῇ ὥρισται· ἀνάγκη ἄρα τῆς γευστικῆς φθαρείσης δυνάμεως καὶ τὸ ζῶον [*](1 κἄν εἰ ἐν de An. 422 a 11 3 ἐκείνων μὲν γὰρ Α 4 lacunam indicavi: fort, excidit αὕτη δὲ οὐκ ἄνευ κινήσεως 7 μίγνυται] τῷ μίγνυσθαι Α τῷ] τὸ C post ἀέρι add. καὶ ὕδατι Α 8 τὸ] τῷ Α 15 ὡς καὶ προείρηται C 16 τὸ om. AC ἁλμηρὸν Β 19 ξηρὸν C 21 ἀλλὰ scripsi: ἀλλ’ ἧ libri προκτᾶσθαι B 23 ἢ καὶ παντελῶς AC 29 φύσει] φύσις Β 31 ἢ (post ὅσα) om. C τε] μὲν, ὂ Α 35 τῆς repctit B ἐπεὶ δὲ — 37 ἁφῇ om. C)
95
ἀπόλλυσθαι. ἔτι ἄνωθεν διαιρουμένοις ἔσται τῶν γευστῶν τὸ μὲν ποτὸν τὸ δὲ ἄποτον· δοκεῖ γὰρ ἀρχὴ ταῦτα εἶναι καὶ πρώτη διαίρεσις. γεῦσις γάρ τι ἀμφότερα, ἀλλὰ τὸ μὲν φαύλη καὶ φθαρτική, τὸ δὲ τελειωτικὸν καὶ κατὰ φύσιν, τὸ ποτόν. τούτου δὲ τὸ μὲν γλυκύ, τὸ δὲ πικρόν, τὸ δὲ ἁλμυρόν, τὸ δὲ δριμύ, τὸ δὲ αὐστηρόν, τὸ δὲ στρυφνόν, τὸ δὲ ὀξύ· τὸ δὲ λιπαρὸν γλυκύ τι. ἑπτὰ δὲ οἱ χυμοί, ὅσα καὶ τὰ χρώματα, λευκόν, μέλαν, φαιόν, φοινικοῦν, ἁλουργόν, πράσινον, κυανοῦν· τὸ δὲ ξανθὸν τῷ λευκῷ συντέτακται. ἁπλᾶ μὲν οὖν πως καὶ ὡρισμένα χυμοὶ καὶ χρώματα ταῦτα· ἡ δὲ τούτων πρὸς ἄλληλα μῖξις καὶ τὸ μᾶλλον καὶ ἧττον τήν τε τῶν χυμῶν ἀπειρίαν καὶ τὰ τῶν χρωμάτων ἐγέννησαν. ἐπεὶ δὲ κοινὸν ἁφῆς καὶ γεύσεως τὸ ποτόν ὑγρὸν γάρ ἐστιν ἔγχυμον, οὗ τὸ μὲν ἁπτὸν τὸ δὲ γευστόν), ἀνάγκη τὸ αἰσθητήριον αὐτοῦ μήτε ὑγρὸν εἶναι ἐντελεχεία μήτε ἀδύνατον ὑγραίνεσθαι, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων. ἔτι πάσχει ἡ γεῦσις ὑπὸ τοῦ γευστοῦ, ᾗ γευστόν, καὶ διὰ τοῦτο ἀνάγκη τὸ γευστικὸν αἰσθητήριον ὑγραίνεσθαι δύνασθαι καὶ ὑγρὸν μὴ εἶναι. σημεῖον δὲ τὸ μήτε κατάξηρον οὖσαν τὴν γλῶτταν αἰσθάνεσθαι μήτε λίαν ὑγράν· αὕτη γὰρ ἁφὴ γίνεται τοὐ πρώτου ὑγροῦ· ὥστε εἰ τοιαύτη, οὐκ ἂν φθάνοι ὑπὸ τῆς ἐν τοῖς χυμοῖς παθεῖν ὑγρότητος, πάσχουσα ὑπὸ τῆς ἐν αὐτῇ καὶ οἰκείας, ὥσπερ ὅταν τις προγευματίσας ἰσχυροῦ χυμοῦ γεύηται ἑτέρου, καὶ τοῖς ἰκτεριῶσιν ἢ πυρέττουσι πικρὰ τὰ προσφερόμενα φαίνεται ὡς τοιαύτης αὐτοῖς πεπληρωμένης τῆς γλώττης. οὔτ’ αὖ ὅταν ἄγαν κατάξηρος ᾖ· ἧττον γὰρ πάσχει ὑπὸ τοῦ ὑγροῦ καὶ διὰ πλείονος χρόνου. τὰ δὲ ἀπηριθμημένα τῶν χυμῶν εἴδη ὥσπερ καὶ τὰ τῶν χρωμάτων ἁπλᾶ μὲν τὰ ἐναντία, ὥσπερ ἐκεῖ τὸ λευκὸν καὶ τὸ μέλαν, οὕτως ὧδε τὸ γλυκὺ καὶ τὸ πικρόν, ἐχόμενα δὲ τοῦ μὲν τὸ λιπαρόν, τοῦ δὲ τὸ ἁλμυρόν· μεταξὺ δὲ τούτων τὰ ἕτερα. καὶ σχεδὸν αὗται μόναι δοκοῦσι διαφοραὶ χυμῶν. ἐπεὶ δὲ χυμῶν μὲν ὑποκείμενον τὸ ὑγρόν, ὑγροῦ δὲ τὸ ὕδωρ πηγή, ἢ ἐν τῷ ὕδατι καθάπαξ τοὺς χυμοὺς ἐνεῖναι δεῖ λέγειν, καὶ τοῦτο διττῶς, ὥσπερ τε Ἐμπεδοκλῆς πάντα ἐν πᾶσιν ὑποθέμενος τὰ γένη τῶν χυμῶν ἐν ὕδατι προσομολογεῖν, ἀναίσθητα δὲ διὰ τὴν σμικρότητα, ἢ τοιαύτην ὕλην ἐναποκεῖσθαι τῷ ὕδατι οἷον πανσπερμίαν χυμῶν, καὶ ἅπαντα μὲν ἐξ ὕδατος εἶναι, μᾶλλον δὲ γίνεσθαι ἄλλα ἐξ ἄλλων ἄμφω δὲ ψευδῆ, ὡς κύριον τῶν χυμῶν καὶ μόνον τὸ ὕδωρ ὑπολειπόμενον, τὸ δὲ καθ’ αὑτὸ εἶναι ἄχυμον βούλεται)· τρίτη δὲ δόξα τὸ μηδεμίαν διαφορὰν τοῦ ὕδατος ἔχοντος τὸ ποιοῦν αἴτιον εἶναι, τὸ θερμὸν μετὰ τῆς γεώδους ξηρότητος. φαίνονται δὲ καὶ οἱ χυμοί, ὅσοιπερ ἐν τοῖς καρποῖς, ἐνεῖναι πρότερον δυνάμει καὶ ἐν γῇ, γῇ. ὥσπερ οὗν οἱ ἐναποπλύνοντες ἐν τῷ ὑγρῷ τὰ χρώματα καὶ τοὺς χυμοὺς τοιοῦτον ποιοῦσιν ἔχειν τὸ ὕδωρ, οὕτω καὶ ἡ φύσις ἐν τοῖς φυτοῖς καὶ τοῖς ζώοις τὸ ὕδωρ διὰ τοῦ ξηροῦ καὶ γεώδους διηθοῦσα καὶ τῷ θερμῷ κινοῦσα καὶ μεταβάλλουσα ποιόν τι τὸ ὑγρὸν παραὡρισμέναι [*](8 Α 9 καὶ τὸ ἧττον C 19 φαίνηται Β 20 post γλώττης add. ὑγρότητος Α κατάξηρεν AB ᾖ om. Β 28 ὑπο- θέμενος] ὑπέθετο Α1 καὶ τὰ γένη Α 31 ὑπολειπόμεναι in ras. Α: ὑπολείποι μενα C 32 post ἄχυμον add. εἶναι Β 37 καὶ τοῦ γεώδους AC 38 διηθῶσα Α1)
96
σκευάζει. καὶ ἔστι τοῦτο χυμὸς τὸ γινόμενον ὑπὸ τοῦ εἰρημένου ξηροῦ ἐν τῷ ὑγρῷ πάθος· ἀπόπλυνσις γὰρ ξηροῦ τροφίμου ἐν ὑγρῷ πεφθέντος τῷ θερμῷ ὁ χυμός. τὸ μὲν οὖν θερμὸν αὐξάνει καὶ δημιουργεῖ τὴν τροφὴν καὶ τὸ μὲν κοῦφον ἕλκει ἄνω, τὸ δὲ ἁλμυρὸν καὶ πικρὸν καταλείπει. ὃ γὰρ ἐν τοῖς ἔξω σώμασι ποιεῖ τὸ ἔξωθεν θερμόν, τοῦτο ἐν τῇ φύσει καὶ τῶν φυτῶν καὶ τῶν ζώων τὸ ἔνδον. τρέφεται δὲ τὰ τρεφόμενα προηγουμένως μὲν τῷ γλυκεῖ, συμμίγνυνται δὲ οἱ ἄλλοι χυμοὶ εἰς τὴν τροφὴν τὸν αὐτὸν τρόπον τῷ ἁλμυρῷ καὶ ὀξεῖ, ἀντὶ ἡδύσματος· ταῦτα δὲ τῷ ἀντισπᾶν τῷ λίαν εἷναι τρόφιμον καὶ ἐπιπολαστικὸν τὸ γλυκύ.

[*](ΙΙ 11)

Οὕτω διῃτημένων καὶ τῶν περὶ τῆς γεύσεως λέγειν περὶ ἁπτοῦ καὶ ἁφῆς ὑπολείπεται. δυσὶ δὲ προβλήμασι τὸν περὶ αὐτῆς πλεῖστον λόγον διεξοδεύσομεν, εἰ πολλαὶ καὶ μὴ μία, καὶ εἰ ἡ σὰρξ αἰσθητήριον. ἐπ’ ἄμφω δὲ τοὺς λόγους γυμνάσαντες, ἡμεῖς γοῦν τοῖς πιθανωτέροις ἑψόμεθα, καὶ τὰ πολλὰ τῷ δευτέρῳ πρὸς ἀπόδειξιν τοῦ προτέρου προσχρησόμεθα. οὕτω δὲ προάγομεν· πότερον μία αἴσθησις ἡ ἁφὴ ἢ πλείους; εἰ μὲν μὴ μία ἀλλὰ πλείους, ἀνάγκη καὶ τὰ ἁπτὰ πλείω αἰσθητὰ εἶναι. τί δὲ καὶ τὸ τοῦ ἁπτικοῦ αἰσθητήριον; πότερον ἡ σὰρξ καὶ ἐν τοῖς ἄλλοις τὸ ἀνάλογον, ἢ οὐ, ἀλλὰ τοῦτο μέν ἐστι τὸ μεταξύ, ὥσπερ ἐν ταῖς ἄλλαις τὸ διαφανὲς ἢ διηχὲς ἢ δίοσμον, τὸ δὲ πρῶτον αἰσθητήριον ἄλλο τί ἐστιν ἐντός, καὶ τοῦτο ἢ τὸ πνεῦμα, ὃ πασῶν κοινόν, ἢ τὸ τῆς ζωτικῆς ἀρχῆς μόριον. καὶ δὴ μίαν μὲν αἴσθησιν τὴν ἁφὴν λέγειν οὐκ ἀνάγκη, ὅτι περ μιᾶς ἐναντιώσεως μία δήπου καὶ αἴσθησις καὶ τὸ ἔμπαλιν· ὄψις γὰρ λευκοῦ καὶ μέλανος μόνη μόνης, καὶ ἀκοὴ βαρέος καὶ ὀξέος, καὶ τὸ μὲν πικρὸν τὸ δὲ γλυκὺ τὸ τῆς γεύσεως· πλείους δὲ τῆς ἁφῆς αἱ ἀντιθέσεις. ὀκτὼ γὰρ αἱ πᾶσαι καὶ οὐχ ὑπάλληλοι οὐδ’ ὑπὸ μίαν συνάγονται, θερμότης ψύξις, ξηρότης ὑγρότης, σκληρότης μαλακότης, κουφότης βαρύτης, καὶ αἱ λοιπαί. οὐκ ἄρα μία ἡ τῶν ἁπτῶν αἴσθησις. ἔτι τῇ μιᾷ αἰσθήσει ἓν καὶ τὸ ὑποκείμενον, ὄψει μὲν χρῶμα, ἀκοῇ δὲ ψόφος· περὶ ἓν γάρ τι γένος ἑκάτερον ἰδίως συμφέρεται· ἀφῇ δὲ οὔτι που τὸ γένος ὡρι- σμένον, εἰς ὃ καταγίνεται· οὐ γὰρ ἕν. οὐ μία δήπου οὐδὲ κατὰ τοῦτο ἡ ἁπτικὴ αἴσθησις. ἔτι δηλοῖ τὸ πλείους ἁφὰς εἶναι καὶ ἡ ἐπὶ τῆς γλώσσης ἁφή· ἀπάντων γὰρ τῶν ἁπτῶν, θερμοῦ ψυχροῦ καὶ τῶν ἄλλων αἰσθάνεται, ἔτι δὲ καὶ χυμοῦ κατὰ τὸ αὐτὸ μόριον· ὥστε καθάπερ ὧδε, εἰ μὲν καὶ ἡ ἄλλη σὰρξ χυμοῦ ᾐσθάνετο, μία ἂν ἐδόκει ἡ ἁφὴ καὶ ἡ γεῦσις τίνι γὰρ δια- κρίνοιτο;) νυνὶ δὲ τῷ μὴ ἀντιστρέφειν κεχώρισται, οὕτω καὶ ἁφῆς διαφόρους εἶναι τὰς αἰσθήσεις οὐδὲν κωλύει, τῷ δὲ δι’ ἀλλήλων ἥκειν καὶ πάσας πάντων καὶ τῶν πασῶν ἑκάστην ἀντιλαμβάνεσθαι συγκεχύσθαι καὶ εἰς ἓν φύρεσθαι. οὕτω δὲ πρὸς ταῦτα ἀνθυποφέρεται· εἰσὶ γὰρ οἳ λέγουσιν ὡς εἰσί πως πλείους αἱ ἀντιθέσεις κἀν ταῖς ἄλλαις αἰσθήσεσιν. οὐ γὰρ μόνον ὀξύτης καὶ βαρύτης ἐν ἀκοῇ, ὥσπερ ἐλέγετο, ἀλλὰ καὶ μικρότης καὶ μέγεθος, καὶ φωνὴν λείαν [*](5 καὶ (post φύσει) om. AC τῶν ζώων καὶ τῶν φυτῶν AC 10 τῶν] τῷ Α1 13 πιθανοτέροις AC 23 τῶν τῆς γεύσεως Α2: τὰ τῆς γεύσεως C 26 καὶ βαρύτης AC 31 ἄλλων] λοιπῶν Α 35 τῷ δὲ scripsi: τὸ δὲ libri)

97
καὶ τραχεῖαν ἠκούσαμεν, καὶ τοιαῦται διαφοραὶ ἕτεραι· καὶ περὶ ὄψιν δὲ οὐ μόνον χρῶμα λευκὸν καὶ μέλαν, ἀλλὰ καὶ σφοδρὸν καὶ ἀμυδρόν. εἰ δὲ ταῦτα, τί κωλύει, ὥσπερ ἐπ’ ἐκείνων μίαν συνεωρῶμεν ἐν πλείσταις ἐναντιώσεσιν αἴσθησιν, οὕτω τοι καὶ περὶ ἁφῆς τίθεσθαι; ἢ τοῦτο μὲν καὶ παραλογισμὸς ἐστιν· οὐ γὰρ κυρίως ἐπὶ φωνῆς τὸ λευκὸν ἢ τὸ μέλαν οὐδὲ τὸ μέγα καὶ μικρὸν λέγεται ἢ τραχὺ καὶ λεῖον, οὔτ’ ἐπὶ χρώματος τὸ σφοδρὸν καὶ ἀμυδρόν. μόνῃ γὰρ ἀκοῇ συγγενὴς ἡ τοῦ ὀξέος καὶ βαρέος ἀντίθεσις, ὄψει δὲ ἡ τοῦ λευκοῦ καὶ μέλανος. ἐκεῖνο δὲ δεῖ λέγειν, ὃ πρὸς τὸ δεύτερον ἀντιτίθεται, ὡς ὅν τι καὶ τὸ τῆς ἁφῆς ὑποκείμενον. εἰ δ’ ὅτι μὴ δῆλον, εἰ ἕν, μηδ’ ὠνόμασται, τί δεῖ μᾶλλον περὶ ἁφῆς ταῦτα ζητεῖν ἢ περὶ ὀσφρήσεως; προσβιά- σαιτο δ’ ἄν τις κἀνταῦθα κοινόν πως τὸ ἀντιτυπὲς ὑποθέσθαι, μὴ τὸ ἀντιδιεσταλμένον τῷ μαλακῷ, ἀλλ’ ἀπλῶς τὸ τῷ μαθηματικῷ ὡς φυσικόν, ὥσπερ ἐκεῖ τὸ δίοσμον. ἔτι εἰ, διότι τὸ γευστικὸν καὶ ἅπτεται, ἔστιν ἐγχωροῦν καὶ ἁφὰς εἶναι πλείονας, οὐκ ἐπὶ γλώσσης μόνον τοῦτο προσίσταται, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων. ὡς γὰρ αὕτη μετὰ τοῦ ἰδίου καὶ τῶν τῆς ἁφῆς συναισθάνεται, καὶ ὀφθαλμὸς ὁρᾷ καὶ θερμαίνεται ἢ ψύχεται, καὶ ἀκοὴ δὲ ὁμοίως καὶ ὄσφρησις· κοινὸν γάρ τι τοῖς αἰσθητηρίοις τὸ ἁπτικόν, ὡς τούτῳ τὸ αἰσθητικὸν ἅπαν σῶμα συνέστηκε. καὶ τὸ μὲν πρῶτον τῶν ἠπορημένων οὕτως εὐθύνθη τοῖς λόγοις. πότερον δὲ ἡ σὰρξ αἰσθητήριον ἢ δι’ οὗ; τοῦτο γὰρ ζητηθῆναι προβέβληται δεύτερον. πῶς μὲν οὗν θεωροῦσι τοῦτο ἐσεῖται πρῶτον, πῶς δ’ οὔ. εἰ μὴ γὰρ ἡ σὰρξ πρῶτον αἰσθητήριον, † ἥττονος ἔδει ἢ ἀχρόνως τὴν ἅψιν γίνεσθαι. οὐ γὰρ ἐπ’ ἀκοῆς οὕτως· οὐ γὰρ ἅμα τῷ πληγῆναι τὰ νέφη τὸν ψόφον ἠκούσαμεν, ἀλλ’ ἦν τις μεταξὺ καὶ χρόνος καὶ κίνησις, ὅσον ἡ βροντὴ τῆς ἀστραπῆς καθυστέρησεν· ἅμα γὰρ τὸ πλῆξαν πνεῦμα τῇ τε ῥήξει τὸν ἦχον καὶ τῇ πυρώσει τὴν λάμψιν ἐποίησεν, ὅρασις δὲ ἀκοῆς καὶ ψόφου φῶς ταχινώτερα. τί δ’ ἄν τις καὶ ἄλλο εἴποι ταύτην παρείς; οὐ γὰρ ἕτερον ὁρῶμεν ἔξω σαρκός. ἔτι ὃ ἄν τις καὶ ἐπ’ ἄλλων ἴδοι παρατηρήσας καὶ κοινὸν ταῖς αἰσθήσεσι, τὸ μὴ ποιεῖσθαι ἄμεσον τὴν ἐνέργειαν, τοῦτο καὶ ἐπὶ τῆς σαρκὸς ὄψεται· οὐ γὰρ ἄμεσος ταύτῃ τῶν ἁπτῶν ἡ θίξις, ἀλλ’ ἔστι τὸ μεταξὺ ἢ ὕδωρ ἢ ἀήρ. ὡς γάρ, εἰ βάψαις ἐν ὕδατι ἢ ἐν ἐλαίῳ τὸν δάκτυλον, εἶτα τοῦ λίθου ἅπτῃ, ἐστί ·τι μεταξὺ αὐτὸ δὴ τὸ ὑγρόν, οὕτω τοι καὶ ἐπὶ τῶν ἐν ἀέρι ἁπτομένων πάντων ἀὴρ ἐν μέσῳ δι’ ὅλου συνείληπται, καὶ ὕδωρ τοῖς ἁπτομένοις ἐν ὕδατι, εἰ καὶ λανθάνει τὴν αἴσθησιν τῇ βραχύ- τητι. τοῦτο δὲ καὶ τοῖς πάλαι ἠπόρηται, ὅπως ἅψις γίνεται, καὶ εἰ διεροῦ διερόν ἐστι κυρίως ἁπτόμενον· εἰ γὰρ ἅπαν σῶμα βάθος ἔχει, τοῦτο δ’ ἐστὶ τὸ τρίτον μέγεθος, ὧν δ’ ἐστὶ δύο σωμάτων μεταξὺ σῶμα, ταῦτ’ ἀδύνατον ἀλλήλων ἅπτεσθαι, τὸ δὲ ὑγρὸν ἄνευ σώματος οὐκ ἔστιν οὐδὲ τὸ διερόν, ἀλλ’ ἀναγκαῖον ἢ ὕδωρ εἶναι ἢ ὕδωρ ἔχειν, οὐκ ἂν εἴη διεροῦ διερὸν κυρίως ἁπτόοφο [*](2 (??)ρὸν B 4 ἁφῆς] αὐτῆς Β 7 γὰρ om. Β 8 δεῖ om. Α 10 δεῖ] δὴ Α 12 φυσικός Β 14 post γλώσσης add. τοῦτο Β 19 τοῖς λόγοις εὐθύνθη AC 21 fort, ἡττόνως ἔδει καὶ μὴ ἀχρόνως 26 ταχεινότερα Β 30 βάψαις] fort, βάψας 31 ἁπτὴ C 33 λανθάνοι Α 34 ὅπως] ὅπερ C 37 τὸ δὲ] ὅτι δὲ C)
98
μενον. ὡς δὲ καὶ τὰ ἁπτόμενα ἀλλήλων ἐν τῷ ὕδατι μὴ ξηρῶν τῶν ἄκρων ὄντων ἀναγκαῖον ὕδωρ ἔχειν μεταξύ, οὗ ἀνάπλεα τὰ ἔσχατα, εἰ δὲ τοῦτο, ἀδύνατον ἄλλο ἄλλο ἐν ὕδατι ἅψασθαι, τὸν αὐτὸν τρόπον καὶ ἐν ἀέρι. ὁμοίως γὰρ ἔχει ὁ ἀὴρ πρὸς τὰ ἐν αὐτῷ ὥσπερ τὸ ὕδωρ πρὸς τὰ ἐν αὐτῷ τῷ ὕδατι· λανθάνει δὲ ἡμᾶς ἥ τε ἅψις τῶν ἐν τῷ ὕδατι ζώων καὶ δοκεῖ ἄμεσος καὶ μᾶλλον ἡ τῶν ἐν ἀέρι διὰ τὴν τοῦ μέσου βραχύτητα καὶ λεπτότητα· καὶ τοῦ σκληροῦ οὖν καὶ τοῦ μαλακοῦ δι’ ἑτέρου ἄν αἰσθανοίμεθα, ὥσπερ δήπου καὶ τοῦ ὁρατοῦ καὶ τοῦ ψόφον ἔχοντος· ἀλλ’ ὅτι τὰ μὲν πόρρωθεν ἐναργές, τὰ δὲ διὰ τὸ λίαν ἐγγὺς λανθάνει. καὶ ὥσπερ καὶ δι’ ὑμένος περ.ιπεφυκότος τῇ σαρκὶ ἁπάντων ἂν αἰσθανοίμεθα τῶν ἁπτῶν, καὶ εἰ τὸ διεῖργον ἐλάνθανεν, οὕτως ἔχει ἐπὶ τῆς γεύσεως καὶ ἁφῆς ἐν ἀέρι καὶ ὕδατι· δοκοῦμεν γὰρ αὐτῶν θιγγάνειν καὶ μηδὲν εἶναι μέσον διὰ τὸ πολὺ τῆς ἐγγύτητος. πλὴν διαφέρει τοῖς μέσοις τὰ ἁπτὰ τῶν ὁρατῶν καὶ ψοφητικῶν, ὅτιπερ ἐκείνων ᾐσθανόμεθα τῷ τὸ μεταξὺ πάσχειν τι, εἶτα ποιεῖν εἰς ἡμᾶς, τῶν μέντοι ἁπτῶν καὶ γευστῶν οὐχ ὑπὸ τοῦ μεταξὺ πάσχοντος ἢ ποιοῦντος ἀντιλαμβάνομεν, ἀλλ’ ἅμα σὺν τῷ μεταξύ, ὥσπερ οἱ διὰ τῆς ἀσπίδος πληγέντες· οὐ γὰρ ἡ ἀσπὶς πληγεῖσα ἐπάταξεν, ἀλλ’ ἅμα ἀμφοῖν συνέβη παθεῖν. ἧττον δὲ καὶ οὗτοι τῶν λόγων ἀκίνητοι· εἰ γὰρ διὰ τοῦτο ἡ σὰρξ αἰσθητήριον, διὰ τὴν ἄχρονον αἴσθησιν, τί μᾶλλον ἐπὶ ἁφῆς τοῦτο δεῖ λέγειν ἢ ἐπὶ ὄψεως; ἀμφοῖν γὰρ ἡ αἴσθησις ἄχρονος, ὥσπερ δήπου καὶ ἐπὶ πάσης ἡ γένεσις. οὐ γάρ ἐστιν αἰσθήσεως γένεσις· οὐ γὰρ κατὰ μικρὸν καὶ ἐν παρατάσει τὸ τέλειον, ἀλλ’ ἅμα τε ᾔσθετο καὶ αἰσθάνεται καὶ ὁρᾷ καὶ ἑώρακε, καὶ ὁ μὲν χρόνος παρατείνας ἠλλοίωται, αἴσθησις δὲ ἡ αὐτὴ τῇ φύσει τῇ προτέρᾳ ἡ δευτέρα· ἐν μέντοι τῇ γενέσει οὐ ταὐτὸν οὐσίᾳ τοῖς ὑστέροις τὰ ἐν ἀρχῇ. καὶ πρὸς τούτοις εἴ τις ὑμένα προσφύσει περὶ τὸν δάκτυλον, οὐδὲν ἧττον ἅμα τῇ θίξει τῶν ὑποκειμένων αἰσθήσεται, καὶ οὐ δήπου κἀν τῷ ὑμένι τὸ αἰσθητήριον. οὕτως οὐδ’ ἄν εἴη διὰ ταῦτα τὸ πρῶτον τῆς ἁφῆς ἡ σὰρξ αἰσθητήριον, ἀλλὰ τὸ δι’ οὗ. ὃ γὰρ προσφυὲν ποιεῖ τὸ ἀλλότριον, μᾶλλον ἄν τὸ οἰκεῖον καὶ συμφυές. οὐδὲν γὰρ τὸ κωλῦον ἐντὸς μὲν εἶναι τὸ αἰσθητήριον, εἴτε καρδία τοῦτό ἐστιν, εἴτε καὶ ἕτερον, τὴν σάρκα δὲ εἶναι μεταξὺ περικειμένην καὶ συμφυῆ. εἰ γὰρ ἐκεῖ περὶ τὴν σάρκα παρατεινόμενος ὁ ὑμὴ·ν εὐθὺς παρεῖχε τὸ ἅπτεσθαι, πόσῳ μᾶλλον θᾶττον διικνοῖτο ἄν ἡ αἴσθησις, εἰ συγγενὲς ὑποτεθείη τὸ μεταξύ. ἔτι οὐ πάνυ τοι ἀληθὲς καὶ τὸ τὰ ἁπτόμενα πάντα λέγειν διὰ μέσου τινὸς ἅπτε- σθαι· ἐπ’ ἄπειρον γὰρ οὗτος ὁ λόγος βαδιεῖται. εἰ γὰρ ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἁπτά αἰσθανόμεθα γοῦν αὐτῶν ὡς θερμῶν καὶ ψυχρῶν), πότερον ἁπτομένων τούτων ἡμῶν ἐστί τι μεταξὺ ἢ οὔ; εἰ μὲν μὴ ἔστιν, ἔχομεν εὐθὺς ὃ ζητοῦμεν· εἰ δὲ ἔστιν, ἡμεῖς καὶ περὶ ἐκείνου ταῦτα εἴποιμεν, καὶ περὶ τοὐ μετ’ αὐτὸ καὶ ἔτι· καὶ οὐχ ἅψεταί τί τινος, πρὶν ἡμεῖς στῶμεν ἀπείρως τὸν λόγον [*](3 τὸν δὲ αὐτὸν AC 4 ὕδωρ πρὸς τὴν Α 11 ἐπί τε τῆς Α 20 ἐπὶ πάσαις Α: ἐπίτασις Β 27 ἡ γὰρ σὰρξ ΒC 30 εἶναι τὸ μεταξὺ Α 31 ὁ ὑμὴν| ὑμῖν Α πόσον C 32 δι·ικν(??)ῖτο Β 33 τοι] τι AC 34 γὰρ καὶ ὁ ἀὴρ AC: fort, recte 37 τὰ αὐτὰ AC 38 τι om. C)
99
διεξοδεύσαντες· θαυμαστὸν δὲ καὶ τὸ οἴεσθαι κινεῖν τῇ χειρὶ τὸν λίθον τῇ ἐπιπολαζούσῃ ὑγρότητι, ὅταν ἱδρῶμεν ἢ ὕδατι νίζωμεν, τῷ οὕτω φαύλῳ καὶ μαλακῷ τόσον ὄγκον μετὰ βαρύτητος καὶ στερρότητος. καὶ πρὸς τούτοις τῷ κυρίως αἰσθητηρίῳ τὸ αἰσθητὸν ἐν χρῷ ἐπιθέμενον κατέχει ἀναίσθητον, καίπερ τοσούτου ἐναπειλημμένου ἀέρος τῷ μεταξύ, ὅσος κἀν τῇ ἁφῇ. εἰ γάρ τις τὸ λευκὸν θείη ἐπὶ τοῦ ὄμματος ἔσχατον ἢ τὸ ψοφοῦν ἐπ’ αὐτὴν τὴν ἀκοήν, οὐκ αἰσθήσεται. λείπεται οὗν ἐντὸς εἶναι τὸ αἰσθητήριον, ᾧ ἄν προσθη- σόμενα οὐκ αἰσθήσεται, ταῦτα δέ, γλῶσσα καὶ σάρξ, εἶναι δι’ ὧν, ὥσπερ ὁ ἀὴρ καὶ τὸ ὕδωρ πρὸς τὴν ὄψιν καὶ τὴν ἀκοὴν καὶ τὴν ὄσφρησιν. ἀλλ’ οὗτοι μὲν οἱ λόγοι ἰδιαζόντως ἑκατέρῳ τῶν προβλημάτων ἐπήχθησαν· οἱ δὲ κοινοὶ καὶ διάλληλον δεῖξιν ἔχοντες καὶ παρὰ μέρος τὰ ζητούμενα ὡς ὁμολογούμενα προσλαμβάνοντες, ἔτι δὲ ὡς τοῖς πρώτοις ἐπιχειροῦντες ἀμφότερα οὗτοι. εἰ τῆς μιᾶς αἰσθήσεως ἓν καὶ τὸ αἰσθητήριον, ἓν δὲ ἁφῆς αἰσθητήριον ἓν γὰρ ἡ σάρξ), μία ἄρα καὶ ἡ ἁπτικὴ αἴσθησις. τούτου δὲ ἔνστασις πρῶτον μὲν ὅτι οὐ καλῶς λαμβάνει. ὃ γὰρ ἀποδειχθῆναι ἔδει προσείληπται ὡς ὁμολο- γούμενον. ἀδήλου γάρ, εἰ ἡ σὰρξ αἰσθητήριον, αὐτόθεν ἠξίωται. εἶτα πῶς ἕν; εἰ μὲν τῇ συνεχείᾳ, οὐδὲν κωλύει πολλὰ εἶναι· τῇ δυνάμει καὶ διάφορα αἰσθητήρια παρ’ ἑαυτῇ κατέχειν τῶν διαφόρων αἰσθήσεων· εἰ δὲ καὶ τῇ δυνάμει, τίς ἡ ἀωάγκη; ἡ γὰρ αὐτὴ σὰρξ καὶ λευκὴ καὶ μαλακή, καὶ θερμὴ καὶ ὑγρά· καὶ οὐ δήπου ταῦτα πάντα ἐν. εἰ δὲ μὴ δῆλα μηδὲ τόπῳ χωρί- ζεται, οὐδὲν πρᾶγμα. ὡς γὰρ ἄν εἰ κύκλῳ ἡμῖν περιεπεφύκει ὁ ἀήρ, ἑνὶ ἄν ἐδοκοῦμεν αἰσθάνεσθαι ὀσμῆς καὶ ψόφου καὶ χρώματος, καὶ μίαν τινὰ αἴσθησιν εἶναι ὄψιν τε καὶ ἀκοὴν καὶ ὄσφρησιν, νυνὶ δὲ τῷ κεχωρισμένον εἶναι, δι’ οὗ αἱ κινήσεις γίνονται, ἡ τῶν αἰσθητηρίων ἑτερότης γινώσκεται, οὕτω καὶ ἐπὶ σαρκὸς ἔχει καὶ τῆς ἁπτικῆς αἰσθήσεως. τῷ γὰρ κύκλῳ εἶναι καὶ συμφυὲς τὸ τῶν διαφόρων ἁφῶν αἰσθητήριον ἡ σὰρξ τὸ πλείους εἶναι τὰς ἁπτικὰς αἰσθήσεις ἄδηλον τίθεται. ὃ δὲ αἴτιον τοὐ δι’ ὧν μὲν αἱ ἄλλαι χωριστὰ εἶναι, προσπεφυκὸς δὲ δι’ οὗ ἡ ἁφή· ἐπεὶ γὰρ ἀδύνατον ἐξ ἑνὸς τῶν ἁπλῶν ἀέρος ἢ ὕδατος ἢ πυρὸς συστῆναι τὸ ἔμψυχον σῶμα δεῖ γὰρ στερεὸν εἶναι τὸ διατρῖψον ἐν γῇ), λείπεται ἐκ γῆς καὶ τῶν τοιούτων εἶναι μικτόν, οἷον βούλεται εἶναι ἡ σὰρξ ἢ τὸ ἀνάλογον, ἐφ’ οἷς μὴ ἔχει σάρκα τῶν ζώων. συντέθειται μὲν οὖν ἐκ πάντων, εἰδοπεποίηται δὲ κατὰ τὴν τοῦ ἑνὸς ἐπικράτειαν· στερεὸν γὰρ καὶ ἀντιτυπές, ὅτι μᾶλλον γήινον. ὥστ’ ἀνάγκη τὸ σῷα μεταξὺ εἶναι τοῦ ἁπτικοῦ προσπεφυκός, δι’ οὗ πλείους οὖσαι αἱ τῆς ἁφῆς αἰσθήσεις γενήσονται. ὅτι δὲ οὐδὲ ταῦτα κινεῖν ἀδύνατον, δηλώσει τὰ παρὰ πόδας. εἰ μὲν γὰρ πολλὰ τὰ αἰσθητήρια μιᾶς οὔσης τῆς σαρκὸς ζητοῦμεν, τίς αὐτοῖς ἡ διάκρισις καὶ πόθεν οὗτοι κατέλαβον; εἰ δ’ ἄδηλα τῷ δι’ [*](3 ὄγγον Α στερότητος C τῷ μὲν κυρίως Α 5 τῷ] τὸ Α1: ἐν τῷ Α2 ὅσης Β 6 ἐπὶ τὸ τοῦ Α 7 ante εἶναι add. μὲν Α 11 ἔχοντες scripsi: ἔχουσι libri 18 καὶ om. C 20 πάντα ταῦτα Α 27 χωρισταὶ ΑΒ 29 ἡ (ante ὕδατος) om. Α 31 ἡ] καὶ Α ἔχη AC 32 δὲ om. Α1 36 αἰσθητήρια] ἁφῆς αἰσθητικὰ C post σαρκὸς add. αἰσθητηρίου C)
100
ἀλλήλων ἥκειν καὶ πάντα πάντων ἀντιλαμβάνεσθαι, κατ’ αὐτὸ μάταιον· τί γὰρ ἔδει πολλῶν, ἀρκοῦντος ἑνός, εἴπερ ἡ φύσις τῆς χρείας καὶ φεύγει τὸ περιττόν; ἑνὶ γὰρ μᾶλλον ὀργάνῳ ἐνεργείαις πλείοσι προσχρήσαιτο ἢ πολλοῖς πρὸς μίαν. τὰ αὐτὰ δήπου καὶ ἐπὶ τῶν ἁφῶν, εἰ πλείους. εἰ μὲν γὰρ ἑκάστη αἴσθεται τὰ πασῶν, ἀπόχρη μία· εἰ δὲ ἄλλη ἄλλων, καὶ διάφορον ἴσχουσι τὴν ἐνέργειαν, τίς ἡ ἀπόδειξις; γελοῖος δὲ καὶ ὁ συμφυὴς ἀὴρ εἰς ὑπόδειγμα· οὐ γὰρ ὥσπερ ἡ σὰρξ καὶ δι’ ὅλου τοῦ αὐτοῦ καὶ κατὰ τὸ αὐτὸ τῶν ὅλων ἐφήπτετο, κἀκεῖνος ἄν ἀπὸ παντὸς ἑαυτοῦ ἢ διὰ τοῦ αὐτοῦ πάσαις παρεῖχεν αἰσθάνεσθαι, ἀκοῇ λέγω καὶ ὄψει καὶ ὀσφρήσει, ἀλλ’ ἡ κατ’ εὐθὺ πρὸς ἕκαστον αἰσθητήριον προσβολὴ καὶ τότε τὴν κρίσιν ἐτίθετο, ὡς οὐδὲν μᾶλλον πρότερον ἢ ὕστερον διακεκρι·μένα τὰ αἰσθητήρια. ἀλλ’ εἰ καθάπαξ τοῖς λόγοις λόγους εἰσφέρομεν καὶ τοῖς δευτέροις τοὺς πρώτους ἐκκρούομεν, λήσομεν ἑαυτοὺς εἰς οὐδὲν τὴν σχολὴν κατατρίβοντες· οὐ γὰρ ἔσται πέρας, παντὸς τοῦ προσλη- φθέντος ἐν τοῖς μέσοις τῶν πραγμάτων καὶ τὸν ἀντίθετον συνεισφέροντος. μήποτε δὲ καὶ μίαν καὶ πολλὰς δεῖ λέγειν τὴν ἁπτικὴν αἴσθησιν καὶ τὰς ἄλλας, καὶ τὴν σάρκα ἔστιν ὡς αἰσθητήριον ἔστιν ὡς μεταξὺ καὶ τἄλλα· ἐζήτηται δὲ οἰκείως ἐν τῇ ἀφῇ ὡς ἐκδηλοτέρᾳ πρὸς τοῦτο καὶ τῶν ἄλλων ὑλικωτέρᾳ. εἰ γὰρ ἡ ψυχὴ μᾶλλον ἓν οὖσα τὸν μερισμὸν οὐκ ἐκπέφευγε πῶς γὰρ ἄν ἅμα, εἰ μὴ ἀπλοῦν καὶ ἀμέριστον, κατὰ τὸ αὐτὸ τὸν τοῦ λευκοῦ καὶ μέλανος ἐπεσκόπει λόγον) καὶ τῷ τῷ ὄγκῳ συνεκτετάσθαι τοῦ σώματος μεμέρισταί πως, ὡς κἄν ὁ τοῦ σχήματος πάθοι λόγος ἑνοειδὴς ὢν δήπου καὶ καθόλου καὶ ἀδιάστατος, τοῖς δὲ καθ’ ἕκαστα καὶ αἰσθητοῖς σώμασι μερίζεται διιστάμενος, οὕτω ὅ ἄν καὶ τὰς τῆς ψυχῆς δυνάμεις ἔχειν οὐδὲν κωλύει τάς τε αἰσθητικὰς καὶ τὰς ζωτικὰς καὶ διαφερόντως τὴν ἁπτικήν. καὶ τί δεῖ τοῦτο ἐπὶ τῆς ἀλόγου διαπορεῖν, ὅπου γε ἡ λογικὴ ψυχὴ ὡς πρὸς ἑστῶτα τὸν νοῦν ἐξεταζομένη μερίζεται καὶ πρός τι χρονικὴν ὑπομένει τὴν κίνησιν; καὶ περὶ μὲν ἁφῆς τοσαῦτα. ῾Απτὰ δέ εἰσιν αἱ διαφοραὶ τοῦ σώματος ᾗ σῶμα, αὗται δὲ αἷς τὰ στοι- χεῖα εἰδοποιεῖται καὶ διορίζεται, αἱ δύο μόναι συζυγίαι τῶν ἁπτῶν ἀντιθέσεων, θερμὸν ψυχρόν, ὑγρὸν ξηρόν, περὶ ὧν καὶ πρότερον εἴρηται ἐν τοῖς περὶ στοι- χείων, ὡς ἐπὶ παντὸς ἥκουσαι σώματος καὶ δρῶσαι πρὸς ἀλλήλας κὼ πάσχουσαι καὶ κατ’ αὐτὰς τὰ στοιχεῖα· ὅθεν φθορᾶς ἁπάσης καὶ γενέσεως αἴτια. εἰσὶ μὲν γὰρ καὶ αἱ τῶν χρωμάτων καὶ τῶν ψόφων διαφοραί, ἔτι δὲ καὶ τῶν ἄλλων αἰσθήσεων ἐν τοῖς σώμασιν, ἀλλ’ οὐ, καθὸ σῶμα, χρῶμα ἔχει οὐ γὰρ ἅπαν), ἀλλ῾ ᾗ ὁρατόν, κὼ γευστὸν καὶ ἀκουστὸν καὶ ὀσφραντὸν ὁμοίως· καὶ οὕτε τι πρὸς ἀλλήλας ἢ δρῶσιν ἢ πάσχουσιν οὐθ’ ὑπ’ αὐτῶν τὸ σῶμα, ἀλλ’ αἱ τῆς ἁφῆς μόνης, καὶ πρὸς αὑτὰς ἰδίως καὶ πρὸς τὴν σάρκα κοινῶς. καὶ τούτων [*](2 ἀρκούντως Α1 3 ἐνεργειῶν πλειόνων Α 5 ἔχουσι Α 7 οὐ γὰρ ὥσπερ] ὡς γὰρ BC 8 ἄν om. Α 8. 9 π;σας—ἀκοήν—ἄψιν—ὄσφρησιν Α1 15 τἀς ἁπτικὰς αἰσθήσεις Β2 17 ἐζήτηται scripsi: ἐξήτηται libri 17. 18 ἐκδηλοτέρᾳ — ὑλικωτέρα scripsi: ἐκδηλοτέρας — ὑλικωτέρας libri 19 καὶ κατὰ Α λευκοῦ] ἁπλοῦ BC 20 ἐπεσκόπουν Β τῷ τῷ] τοῦ τῷ C: τῷ Α1 22 αἰσθητοῖς — (24) τάς τε om. C 28 ᾗ] ἢ Β οἶς Β 30 ἐν τοῖς περὶ στοιχείων] de Gener. et Corr. B, 2. 3. 36 ἢ (ante δρῶσιν) om. Α 37 αὑτὰς scripsi: αὐτὰς libri)
101
οὐχ ὁμοίως πᾶσαι· οὔτε γὰρ τὸ ἁπτικὸν αἰσθητήριον ὑπὸ πάσης ἁπλοΪκῆς ὁμοίως ποιοῦται αἰσθήσεως, οὔτε ἴσην τὴν ἐπ’ ἀλλήλαις δρᾶσιν ἢ πεῖσιν ἔχουσιν. οὔκουν ὑπὸ βαρύτητος ἢ κουφότητος, οὐδὲ λεαίνεται ἢ τραχύνεται τοιούτοις ὁμιλοῦσα ἡ σάρξ, ἀλλ’ ἢ γνωστικῶς αὐτῶν μόνα τὰ εἴδη δέχεται· θερμοῦ δὲ προσβαλόντος ἢ ὑγροῦ ἢ ψυχ·ροῦ καὶ ξηροῦ ἅμα τε ἔπαθεν ὑλικῶς διατεθεῖσα, θερμανθεῖσα καὶ ψυχρανθεῖσα, καὶ τὸ εἶδος ἐγνώρισε· καὶ τὸ μὲν ὡς φυσικὸν σῶμα τοῖς ἐξ ὧν συνέστηκε συμπαθές, τὸ δὲ ὡς αἴσθησις κριτική. τί δὲ καὶ κουφότης πάθοι ὑπὸ βαρύτητος; οὐδενὸς γὰρ μεταδοίη τοῖς παρα- κειμένοις ἑκάτερον. κατὰ ταῦτα καὶ αἱ λοιπαί. φανερὸν οὖν ὡς μόνα τῶν ἁπτῶν θερμὸν καὶ ξηρὸν καὶ τὰ ἀντικείμενα τῶν τε στοιχείων ὁριστικὰ καὶ τῷ δρᾶν καὶ πάσχειν τἄλλα πάντα καὶ γεννῶσι καὶ φθείρουσι· τῶν δ’ ὑπο- λοίπων ἓξ συζυγιῶν τῶν ἁπτῶν αἱ μὲν ὡς μηδὲν ποιοῦσαι πρὸς ἀλλήλας ἢ πάσχουσαι οὐδὲν πρὸς γένεσιν ἢ φθορὰν συνεισφέρουσιν, αἱ δὲ ταῖς εἰρημέναις συγκλείονται. αὗται δὲ κουφότης καὶ βαρύτης, λειότης καὶ τραχύτης, λεπτότης καὶ παχύτης, πυκνότης καὶ μανότης, σκληρότης <καὶ> μαλακότης, γλισχρότης κραυρότης. ἔστι δὲ ὑγρὸν μὲν τὸ τῷ οἰκείῳ ὅρῳ δυσόριστον, τῷ δὲ ἀλλοτρίῳ εὐόριστον· ξηρὸν δὲ τὸ ἔμπαλιν· καὶ θερμὸν μὲν τὸ τὰ ὁμογενῆ καὶ ἑτερο- γενῆ διακρῖνον, ψυχρὸν δὲ τὸ συγκρῖνον ἀμφότερα· καὶ λεῖον μὲν καὶ μαλακὸν τὸ μὲν οὗπερ ἐξ ἴσου τὰ τῆς ἐπιφανείας συνάπτονται μόρια, τ·ὸ δὲ ὃ εὐένδοτον δι’ ὑγρότητα· γλίσχρον δὲ καὶ λεπτὸν καὶ πυκνὸν τὸ μὲν ὃ μετὰ πάθους ἔχει ὑγρότητα, τὸ δὲ ὃ τῶν πόρων ἀναπληστικὸν διὰ τὴν τῶν μερῶν σμικρότητα καὶ διαίρεσιν, τὸ δὲ οὗ τὰ μόρια σύνεγγυς· τοῖς δὲ ἐναντίοις τὰ ἐναντία. καὶ γλίσχρον μὲν καὶ μαλακὸν τῷ ὑγρῷ συνυπάγονται, ξηρῷ δὲ τὰ ἀντικείμενα. βαρὺ δὲ καὶ κοῦφον τὸ μὲν ἐπὶ τὸ μέσον φέρεται, τὸ δὲ ἀπὸ τοῦ μέσου. ταῦτα δὲ καὶ τῶν ἄλλων κοινότατα· ἅπαν γὰρ σῶμα βαρὺ ἢ κοῦφον. μήποτε δὲ μόνῃ τῇ τοῦ μέσου πρὸς τὸ πέριξ σχέσει καὶ τῇ παρὰ τόπον θέσει τὸ βαρὺ καὶ τὸ κοῦφον γνωρίζεται. ἡ γὰρ πρὸς τὸ κάτω καὶ τὸ ἄνω καὶ ἡ ἐκ τῶν οἰκείων πρὸς τοὺς ἀλλοτρίους τόπους τῶν σωμάτων μετάβασις τὸ βαρὺ καὶ τὸ κοῦφον ἐγγέννησε· τὸ γὰρ ἐν τοῖς οἰκείοις μένον καὶ μὴ κινούμενον οὔτε κοῦφον οὔτε βαρύ ἐστιν. ἁπτὰ μὲν οὖν ταῦτα· τὸ δὲ αἰσθητήριον αὐτῶν τὸ ἁπτικόν, ἐν ᾧ ἡ καλουμένη ἁφὴ ὑπάρχει πρώτως, τὸ δυνάμει τοιοῦτόν ἐστι μόριον. τὸ γοῦν ποιοῦν ἐνεργείᾳ αὐτὸ αἰσθητικὸν δυνάμει ὂν τὸ αἰσθη- τόν ἐστι. πάσχει δὲ οὐδὲν ὑπὸ τοῦ πάντη ὁμοίου· τὸ δὲ ἅπτεσθαι καὶ αἰσθάνεσθαι πάσχειν τί ἐστιν. οὐκ ἔσται ἄρα τῶν ὁμοίων ἁφή. διὸ τοῦ ὁμοίως θερμοῦ ἢ ψυχροῦ ἢ σκληροῦ ἢ μαλακοῦ οὐκ αἰσθανόμεθα, ἀλλὰ τῶν ὑπερβολῶν ἢ τῶν ἐνδειῶν· ὑγιαίνοντες γὰρ καὶ τοῦ περιέχοντος μήτε καύμασιν ἰσχυροῖς μήτε κρυμοῖς ὑπερβάλλοντος καὶ ἐν ἰσότητι τῆς ἐκτὸς οὔσης τῇ ἐν σώματι κράσει οὗτ’ οἰκείας οὔτ’ ἀλλοτρίας ψυχρότητος ἢ θερμότητος αἰσθοίμεθ’ ἄν. εἰ ὅ ἢ τῶν ἐν σώματι στοιχείων ἑτέρου ἕτερον ὑπερβάλοι ἢ ὁ ἀὴρ ἀνωἁπλοϊκῆς] [*](1 ἁπτικῆς Α 2 ποιοῦται] ποροῦται BC ἀλλήλοις BC 3 λειαίνεται AC 12 ἁπτῶν scripsi: ἁπτικῶν libri 15 καὶ (aute μαλακότης) addidi 18 διακρίνειν Β 26 τῇ (post μόνῃ) om. Β 27 κατὰ Β 29 ἐγέννησαν Α 31 καὶ ἐν 10 AC, de An. 423 b 30 37 κρυμμοῖς B 38 κράσεως Α αἰσθοίμεθ’ ἄν] αἰσθησόμεθα Α1)
102
μάλως πρὸς τὸ σῶμα ἕξει, αἰσθοίμεθ’ ἄν · πυρέττοντες γὰρ ἡμᾶς αὐτοὺς θερμοτέρους συνέγνωμεν, ὡς ἑνὸς τῶν χυμῶν προελθόντος θερμότητι, κἀν τοῖς ἀλεεινοτέροις δὲ ἢ κρυμωδεστέροις γεγονότες τόποις ἢ καταστάσεσιν, ὅπως ὁ ἀὴρ ἔχει, διέγνωμεν καὶ ἐπὶ τῶν ἄλλων οὕτως, ὡς ἄν τοὐ αἰσθητηρίου διὰ τὴν αἴσθησιν οἷον μεσότητός τινος ὄντος τῆς ἐν τοῖς αἰσθητοῖς ἐναντιώσεως καὶ διὰ τοῦτο κρίνοντος τὰ αἰσθητὰ εἰς ἑκάτερον κλίναντα· τὸ γὰρ μέσον κριτικόν· γίνεται γὰρ πρὸς ἑκάτερον αὐτῶν θάτερον τῶν ἄκρων, θερμὸν πρὸς τὸ ὑπερβάλλον ψυχρότητι, ψυχρὸν δ’ αὖ πρὸς τὸ πλεονάσαν θερμότητι. οὐχ ὁμοίως δὲ τὸ μέσον ἐπὶ τῆς ἁφῆς καὶ τῶν ἄλλων αἰσθήσεων· αἱ μὲν γὰρ οὐκ ἐξ ὧν ἄκρων αἰσθάνονται κέκρανται· οὐδὲ γὰρ ὄψις ἐκ λευκοῦ καὶ μέλανος, οὐδ’ ἐξ ὀξέος καὶ βαρέος ἡ ἀκοή· μῖξις δὲ θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ἄλλων ἡ ἁπτική, ἣν ἄν τις ·καὶ κυρίως προσείποι μεσότητα. ὥσπερ δὲ τοῦ τε ὁρατοῦ καὶ ἀοράτου. ἧν πως τὸ κρῖνον ἡ ὄψις, ὁμοίως δὲ καὶ αἱ ἄλλαι τῶν ἀντικει- μένων, οὕτω καὶ ἡ ἁφὴ τοῦ ἁπτοῦ καὶ ἀνάπτου· ἄναπτον δὲ τό τε μικρὰν ἔχον πάμπαν διαφορὰν τῶν ἁπτῶν, οἷον πέπονθεν ὁ εὔκρατος ἀήρ, καὶ αἱ ὑπερβολαὶ τῶν ἁπτῶν· ἄναπτοι γὰρ ὥσπερ τὰ φθαρτικά. φανερὸν οὖν ὡς διττῶς μεσότης ἅπασα αἴσθησις· τὸ μὲν ὅταν ἕξις ἄμφω τὰ ἀντικείμενα ἔχουσα, τὸ δὲ ὅταν ἕξιν καὶ στέρησιν. καθ’ ἑκάστην μὲν οὖν αἴσθησιν εἴρηται ὡς τύπω εἰπεῖν.

[*](ΙΙ12)

Καθόλου δὲ περὶ πάσης αἰσθήσεως δεῖ λαβεῖν ὅτι ἡ μὲν αἴσθησίς ἐστι τὸ δεκτικὸν τῶν αἰσθητῶν ἄνευ τῆς ὕλης, οἷον ὁ κηρὸς τοῦ δακτυλίου ἄνευ τοῦ σιδήρου καὶ τοῦ χρυσοῦ δέχεται τὸ σημεῖον· λαμβάνει γὰρ τὸ χαλκοῦν ἢ χρυσοῦν σημεῖον, ἀλλ’ οὐχ ᾗ χαλκὸς ἢ χρυσός. ὁμοίως δὲ καὶ ἡ αἴσθησις ἑκάστη, οἷον ὑπὸ τοῦ ἔχοντος χρῶμα ἡ ὄψις, ἢ χυμὸν ἢ ψόφον ἡ γεῦσις καὶ ἀκοὴ 〈πάσχει〉, ἀλλ’ οὐχ ᾗ ἕκαστον ἐκείνων λέγεται ἀλλ’ ᾗ τοιονδί, κατὰ λόγον. εἰ γὰρ καθὸ χρυσῆ ἡ σφραγὶς ἢ σιδηρᾶ ὡμοίωται τῷ κηρῷ, γένεσις ἂν τοῦτο ἐλέγετο καὶ φθορά, γένεσις μὲν χρυσοῦ καὶ σιδήρου, φθορὰ δὲ κηροῦ. οὔκουν ὡς λευκῆς γινομένης τῆς αἰσθήσεως ἢ γλυκείας ἢ εὐώδους ἢ δυσώδους, ὅταν τοιούτων αἰσθάνηται, ἡ ἀντίληψις γίνεται, ἀλλ’ ὡς ἀύλως καὶ γνωστικῶς καθαρῶς τοὺς λόγους αὐτῶν ἀποματτομένης, καὶ τοῦτ’ ἂν διαφέροι τῶν ἄλλων τὰ κατ’ αἴσθησιν ὑπὸ τῶν αἰσθητῶν πάσχοντα· τῶν γὰρ ἁπλῶς ὑπ’ αὐτῶν πασχόντων, ὡς ὑπὸ σωμάτων σώματα, καθάπερ ἀὴρ καὶ ξύλα ὑπὸ πυρός, τῷ τοῖς μὲν κατὰ τὸ εἶδος μόνον τὴν μετάληψιν καὶ τὴν πάθησιν γίνεσθαι, τοῖς δὲ καὶ τὸ] τὴν ὕλην προσπάσχειν πάσχει γὰρ καὶ κατ’ οὐσίαν ὑπὸ τοῦ πυρὸς τὸ ξύλον)· τῶν δ’ αὗ δεχομένων τὰ εἴδη ἀπαθῶν δὲ τὴν ὕλην οἷον ἐνόπτρων καὶ ἐκμαγείων τῷ τὰ μὲν ζωτικὴν ποιεῖσθαι τοὐ εἴδους τὴν μέθεξιν καὶ συγγι- νώσκειν τὸ πάθημα καὶ εἰδέναι τὸ πάθημα ὅ τι, τὰ δὲ οὔ. ἐπεὶ γὰρ τὸ [*](1 ἕξοι AC ἡμᾶς om. Α: ἡμεῖς C αὐτοὺς] ἑαυτοὺς Α 3 κρυμμοδεστέροις Β 4 ἔχη Α: ἔχοι C 6 κλίναντος C 7 post θερμὸν add. μὲν Α 12 προσείπῃ C 15 πάμπαν ἔχον Α 17 ἕξις] ἕξεις AC 25 πάσχει addidi ἡ τοιονδί Α καὶ κατὰ Α 28 καὶ δυσώδους AC 29 καθαροὺς Α 30 διαφέροι scripsi: διαφέρῃ BC: διαφέρει Α 31 τῶν μὲν γὰρ Α 34 τὸ delevi: τὸ καὶ AC 35 post δεχομένων add. μὲν AC 37 τὸ πάθημα (post εἰδέναι) del. Α)

103
αἰσθητὸν σῶμα, τοῦτο δ’ ἐξ ὕλης καὶ εἴδους, εἰ μὲν κατ’ ἄμφω δρᾶ, καὶ κατ’ ἄμφω πάσχει τὸ πάσχον, οὐκ ἔστι τοῦτο αἰσθάνεσθαι, ἀλλὰ πάθος ἀπλῶς ἐν σώματι ὑπὸ σώματος, κἄν ἐν ἐμψύχοις ἢ ἀψύχοις· εἰ δὲ καθ’ ἓν τὸ εἶδος, εἰ μὲν ζωτικῶς τὸ μεταλαβὸν καὶ κατὰ κρίσιν μετέσχηκεν, αἰσθητικὸν καλεῖται καὶ αἴσθησις, εἰ δὲ μόνον ἄζων καὶ κρίσεως ἄνευ ἐδέξατο τὴν τοῦ εἴδους ἐμφέρειαν, κάτοπτρον καὶ ἀνάκλασις. τεκμηριοῖ δὲ τὸ λεγόμενον τὰ γινόμενα· τὰ γὰρ εὐώδη ἢ δυσώδη οὐ τῷ εἴδει μόνῳ δρῶσι τὸν ἀέρα καὶ τὰ ἱμάτια, ὡς ἄν εἰ καὶ τὴν ὄσφρησιν, ἀλλὰ καὶ τῷ σώματι· οὐχ ἑτέρῳ γὰρ ἡ ὀσμὴ παραμόνιμος ἢ τῷ προσμεμῖχθαι καὶ οὐσίᾳ τινί. κατὰ ταῦτα καὶ τὰ χρωννύμενα τῶν ἱματίων πάσχει, καὶ οἱ χυμοὶ δὲ· ὑλικώτεροι ἄλλοι ἄλλως τὸ σῶμα διατιθέασιν· οὐ γὰρ κατ’ αὐτὸ 〈τὸ εἶδος〉 τὰ γλυκέα τῶν ὑδάτων καὶ ἁλμυρὰ τοῖς σώμασι προσφερόμενα δράσουσιν. ὃ δὲ προσίσταται ἐπὶ τῆς ἁφῆς, ὅτι θερμοὶ καὶ ψυχροὶ γινόμεθα τοιούτων αἰσθανόμενοι καὶ ξηροὶ καὶ ὑγροί, οὐ καθ’ ἓν ἄμφω, ἀλλ’ ἡ μὲν αἴσθησις γνωστικῶς καὶ ὑπὸ μόνου ἐπεπόνθει τοῦ εἴδους· ἡ μέντοι σὰρξ οὖσα τὸ αἰσθητήριον ὑπὸ τοῦ συναμφοτέρου πάσχει τῷ φθάνειν ἅπαν σῶμα ὑπὸ τῶν εἰρημένων ἁπτῶν ποιοτήτων συντεθεῖσθαι καὶ διὰ ταῦτα πάσχειν. καὶ οὐ θαυμαστόν γε ἄλλως μέν γε ὑπὸ τῶν αἰσθη- τῶν τὴν αἴσθησιν διατίθεσθαι ἄλλως δὲ ὡς σῶμα τὸ αἰσθητήριον· ἄλλο γὰρ τὸ χρώμασιν ἢ θερμοῖς ἢ χυμοῖς εἶναι, καὶ ἄλλο τὸ αἰσθητοῖς. ὅθεν ἀναιρεῖται μὲν αἰσθητὸν ἀναιρουμένης αἰσθήσεως, χρῶμα δὲ μένει καὶ θερμὸν καὶ χυμὸς καὶ ψόφος. τὸ ·δὲ κοινὸν πασῶν αἰσθητήριον, ἐν ᾧ πρώτως ἡ τοιαύτη δύναμις καὶ εἰς ὃ τὰ τῶν αἰσθητηρίων πέρατα κατὰ ταὐτὸ συννενεύκασι, τὸ πνεῦμά ἐστι τὸ καὶ τῇ ἀλόγῳ ψυχῇ ὑποκείμενον καὶ πρῶτον τῆς λογικῆς ὄργανον. τοῦτό ἐστι μέν πως τὸ αὐτὸ καὶ ἓν τῇ αἰσθητικῇ δυνάμει, ἔστι δ’ ὡς οὔ· τῷ μὲν γὰρ ὑποκειμένῳ καὶ ἀριθμῷ ἕν, τὸ αἰσθητικὸν δ’ εἶναι καὶ τὸ σῶμά τι ἕτερον· καθὸ μὲν γὰρ πάντη εἴη ἐν σώματι τὸ πνεῦμά τὸ αἰσθανόμενον, μέγεθος ἔχει· οὐ μέντοι τό γε αἰσθητικῷ εἶναι <οὐδ᾿> ἡ αἴσθησις μέγεθός ἀλλὰ λόγος τις καὶ δύναμις ἐκείνου. φανερὸν δὲ ἐκ τούτου καὶ διὰ τί ποτε τῶν αἰσθητῶν αἱ ὑπερβολαὶ φθείρουσι τὰς αἰσθήσεις, οἷον τὰ ὑπέρλαμπρα τὴν ὄψιν καὶ τὴν ἀκοὴν οἱ τῶν ψόφων σφοδρότεροι. ἄν γὰρ ᾖ ἡ κίνησις ἰσχυρο- τέρα, τοῦ αἰσθητηρίου ἐν συμμετρίᾳ ὄντος λύεται ὁ λόγος τοῦτο δὲ ἦν αἴσθησις), ὥσπερ καὶ ἡ συμφωνία καὶ ὁ τόνος σφόδρα κρουομένων τῶν χορδῶν. ἐπεὶ γὰρ τὸ αἰσθάνεσθαι ἐν κινήσει, διττῶς ἄν πάθοι τὸ αἰσθητήριον· τοῦτο μὲν ὑπὸ τῆς τῶν αἰσθητῶν ἐνεργείας ὡς αἰσθητήριον, τοῦτο δὲ ὡς σῶμα ὑπὸ σώματος· οἷον τὸ ὄμμα ὡς μὲν αἰσθητικὸν συγκριθήσεται καὶ διακριθήσεται ὑπὸ [*](5 μόνον, ut videtur, Β: μόνην AC 8 εἰ καὶ] καὶ om. 9 τινί] τινός Α 10 ὑλικώτερον Α 11 τὸ εἶδος addidi 13 αἰσθόμενοι AC 15 τὸ] τοῦ Α2 post αἰσθητήριον add. εἶναι Α2 16 ἁπτῶν scripsi: ἁπτικῶν libii 17 γε (post μὲν) om. AC 18 ante γὰρ add. καὶ Α 19 χυμοῖς ἡ θερμοῖς AC 24 τὸ] καὶ Β 2,5 τῷ αἰσθητικὸν Β2 τῷ σῶμά τι Β 27 τῷ γε Β οὐδ’ addidi, cf. de An. p. 424 a 26 μεγέθει A1C: ἐν μεγέθει Α2 30 ᾖ] ἧ Α1 33 τοῦτο μὲν —(34) αἰσθητήριον in margine add. Β τοῦτο μὲν] ἓν μὲν Α 34 αἰσθητη- ρίου Β τοῦτο δὲ] τὸ δὲ Α)
104
χρώματος, ὡς δὲ σῶμα ὑπὸ πυρὸς θερμανθήσεται ἢ καυθήσεται· καὶ ἡ ἀκοὴ ὑπὸ μὲν τῶν ψόφων ὡς αἰσθητικόν, ὑπὸ δὲ τῆς σφοδρᾶς τοῦ ἀέρος καὶ μεγάλης κινήσεως ὡς σῶμα πείσεται· τοῖς γὰρ μεγάλοις τῶν ψόφων ἀναλόγου γενομένης καὶ τῆς κινήσεως, τῇ ταύτης πιλήσει βλάπτεται ὁ ἀκουστικὸς ἐν τοῖς ὠσὶν ἀὴρ προσπεφυκώς· καίπερ <γὰρ> οὐ ταὐτὸν ψόφος καὶ ἀέρος ὅμως οὐκ ἄνευ κινήσεως. δῆλον οὖν καὶ διὰ τί ποτε τὰ φυτὰ οὐκ αἰσθάνεται, ἔχοντά τι μόριον ψυχικὸν καὶ πάσχοντα ὑπὸ τῶν ἁπτῶν· καὶ γὰρ ψύχεται καὶ θερμαίνεται. αἴτιον δὲ τὸ μὴ ἔχειν μεσότητα μηδὲ τοιαύτην ἀρχήν, ἥτις τὰ εἴδη μόνα τῶν αἰσθητῶν δέχεται, ὥσπερ ἐν τοῖς ζώοις τὸ πνεῦμα καὶ τὰ αἰσθητήρια· καὶ διὰ τοῦτο μετὰ τῆς ὕλης πάσχει καὶ σωματικῶς διατίθεται· τὸ γὰρ οὕτω πάσχον οὐ κατὰ τὴν τοῦ ποιοῦντος ἀλλὰ κατὰ τὴν οἰκείαν ὕλην μεταβαλλόμενον τρέπεται. καὶ καθόλου πᾶν ποιοῦν τοῦ μὲν εἴδους μεταδοίη τῷ πάσχοντι, τῆς ὕλης δ’ οὔ· μία γὰρ αὕτη καὶ κοινή. ἐπεὶ δὲ ὅλως τὸ πάσχειν ὑπὸ τῶν ἁπτῶν καὶ τοῖς ἀψύχοις τῶν σωμάτων ἐνδέδοται, ἀπορήσειεν ἄν τις, εἰ καὶ κατ’ ἄλλα οὕτως ἔσται· ἆρα γὰρ πάθοι ἄν ὑπ’ ὀσμῆς τὸ μὴ δυνάμενον ἀσφρανθῆναι, ἢ ὑπὸ χρώματος τὸ μὴ δυνάμενον ἰδεῖν; ἢ τοῦτο μὲν καὶ τὴν ἀρχὴν ἀπορεῖν οὐκ ἔδει· εἰ γὰρ ἡ ὀσμὴ τοῦ ὀσφρανθῆναι καὶ τοῦ ἀκούειν ὁ ψόφος καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος, ὀσφραίνεται δὲ ὄσφρησις καὶ ὄψις καὶ ἀκοὴ ὁρᾷ καὶ ἀκούει, τὸ μὴ τὰς τοιαύτας ἔχον ἀρχὰς πῶς ἂν τὰ αὐτὰ ὑπὸ τῶν αὐτῶν κατὰ ταὐτὸ πείσεται; εἰ γὰρ καὶ τὰ αἰσθάνεσθαι δυνατὰ οὐχ ἁπλῶς ἀλλ’ ᾗ αἰσθητικὸν ἕκαστον διατίθεται, καὶ οὐ πρὸς τοῦ τυχόντος ἀλλ’ ἢ παρὰ τοὐ οἰκείου καὶ ἰδίου, σχολῇ γ’ ἄν τὰ ἀναίσθητα. δῆλον δὲ καὶ τῇ ἐναργείᾳ· ὁρῶμεν οὖν οὔτε τὸ φῶς ἢ τὸ σκότος οὔτε ὅλως χρῶμα ἢ ψόφον, καθὸ ὁρατὰ ἢ ἀκουστά, ποιοῦντα εἰς τὰ μὴ ὁρατικὰ ἢ μὴ ἀκουστικὰ τῶν σωμάτων τι. εἰ δέ τι ἐν φωτὶ ἢ ψόφῳ τῶν τοιούτων πάσχειν δοκεῖ, οὐχ ὑπὸ τούτων ἀλλ’ ὑπ’ ἐκείνων, ἐν οἷς ταῦτα ὑπόκειται· ὁ γὰρ μετὰ βροντῆς ἀὴρ σφοδρότερος κινηθεὶς τὸ ξύλον διίστησιν. οἱ μέντοι χυμοὶ καὶ τὰ ἁπτὰ προδηλότατα ποιοῦσιν εἰς τὰ σώματα· εἰ γὰρ μή, ὑπὸ τίνος ἂν πάσχοι τὰ ἄψυχα, εἰ ἀλλοιοῖτο; πλὴν οὐχ ὡς αἰσθητὰ εἰς αἰσθητικά, ἀλλ’ ὡς ἁπλῶς εἰς σώματα σώματα. μήποτε δὲ κατά τι καὶ ἐπὶ τῶν ἄλλων ὁ λόγος ἥξει· χρῶμα μὲν γὰρ καὶ ψόφος ἐν ἀέρι καὶ ὕδατι δρᾷ, διὰ δὲ τὸ τῶν δεξαμένων ἀόριστον μὴ παραμένοντος τοῦ πάθους οὐ δοκοῦσι ποιεῖν. ὀσμὴ δὲ δοκεῖ οὐ μόνον ἐν τούτοις, ἀλλὰ καὶ ἐν στερεωτέροις, τῷ μᾶλλον παραμένειν ὡς ὑλικώτερον, οἷον ὁ ἀὴρ ὄζει ὡς παθών τι· οὐδὲν γοῦν ἐστι τὸ ὀσμᾶσθαι παρὰ τὸ τὸν ἀέρα πάσχειν τι. ἀλλ’ οὖν διαφέρει· τὸ μὲν γὰρ ὀσμᾶσθαι αἰσθάνεσθαί ἐστι καὶ αἰσθητικοῦ· ὁ δὲ παθὼν ἀὴρ τοῦτο ταχέως μὲν αἰσθη- τὸς γίνεται, αἰσθητικὸς δ’ οὔ· οὒ γὰρ ἐν τούτῳ ἑαυτοῦ ὡς ἀλλοιουμένου συνῄσθετο. πάσχει μὲν οὖν ἕκαστον τῶν ἀψύχων ὑπὸ τῶν αἰσθητῶν οὐχ [*](2 αἰσθητικόν scripsi: αἰσθητικῶν libri 4 τῆς] τοῖς Α 5 post ἀὴρ add. καὶ AC γὰρ addidi 8 ἥτις] οἵαν Α1: ἱκανὴν οὖσαν Α2 9 δέχεσθαι Α 13 αὑτὴ B 15 κατ’ ἄλλα] τἄλλα Α ἄρα Β 19 ἀκοὴ καὶ ὁρᾷ Β 21 ἡ] ἡ AC 23 ἐναργία Α: ἐνεργείᾳ BC 32 παραμένοντος] παρόντος C τὸ πάθος BC 34 οὐδὲν—(35) πάσχειν τι in marg. habet Β)
105
ὡς αἰσθανόμενον, ἀλλ’ ὡς καθ’ αὑτό, καὶ αὐτὸ γινόμενον αἰσθητόν· κτὰ γὰρ τὴν οὐσίαν αὐτὴν τὸ πάθος ὑπομένει· τὰ μέντοι αἰσθητικὰ κτὰ μόνην τὴν ὑπ’ αὐτῶν ἐνδιδομένην ἐνέργειαν. ἔτι τὸ μὲν ἀπλῶς εἰς τὰ σώματα πάθος ἀόριστον· οὔτε γὰρ ἀθρόως ἐγγίνεται καὶ ἐγγινόμενον οὐ τὸ αὐτὸ μένει, ἀλλ’ ἐν ἐπιτάσει καὶ ἀνέσει· πρὸς γὰρ τὸ ἐγγὺς ἢ πόρρω τοῦ θερμοῦ μᾶλλον ἢ ἧττον θερμαίνεται· ἡ ὅ αἴσθησις ἅμα τῇ προσβολῇ ἀθρόου συνῄσθετο καὶ τὸ αὐτὸ ἴσχει πάθος καὶ τὴν κρίσιν τὴν ἐπ’ αὐτῷ ἀναλλοίωτον.