Fragmentum commentarii in Aristotelis rhetorica

Anonymi in Aristotelis Artem Rhetoricam

Anonymi in Aristotelis Artem Rhetoricam. Anonymi et Stephani in Artem Rhetoricam Commentaria. Commentaria in Aristotelem graeca, Vol. 21, part 2. Rabe, Hugo, editor. Berlin: Typ. et impensis G. Reimeri, 1896.

15.[1416a 28] Ὁ Εὐριπίδης τὸν Ὑγιαίνοντα νάγκασε δοῦναι ἀντί δοσιν. ἡ δὲ ἀντίδοσις λειτούργημα ἦν ὑπὲρ τῆς πόλεως εἰς τριηραρχίας, εἰς σιτίσεις, εἰς ἐκστρατείας, εἰς πλωίμους, ἵνα ἀνθ’ ἑαυτοῦ δώσει τις τόσους ἢ τόσους. διὰ τοῦτο τοίνυν κατηγόρησε τοῦ Εὐριπίδου οὗτος ὁ Ὑγιαίνων ὡς ἀσεβοῦς γράψαντος ἐν τῷ δράματι Ἱππολύτου τὸ ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρήν. καὶ γὰρ ἡ θεράπαινα ἡ τροφὸς τῆς Φαίδρας περὶ τοῦ τῆς δεσποίνης μὲν αὐτῆς μητρυιᾶς δὲ τοῦ νεανίσκου μέλλουσα εἰπεῖν αὐτῷ περὶ ἔρωτος ὅρκοις αὐτὸν προεκράτησε, μὴ πρός τινα εἰπεῖν τὸ λαλη θησόμενον· ὁ δὲ ὑπέσχετο ὁρκώσας· εἶτα ὡς ὕστερον εἶπεν ἐκείνη τὸν ἔρωτα πρὸς Ἱππόλυτον, ὁ δὲ γανάκτησεν, ἀνέμνησεν ἐκείνη περὶ τοῦ ὅρκου ὁ δ’ εἶπεν ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρήν ἤτοι οὐκ ἐπιώρκησα, ὦ τροφέ· τότε γὰρ γίνεται ἐπιορκία, ὅταν ὁ νοῦς συμφωνήσῃ καὶ ἡ γλῶττα· ἐγὼ δὲ πρὸ τοῦ μαθεῖν τὴν φρένα μου τὸ λαληθησόμενον συνηρπάγην κατὰ μόνην τὴν γλῶτταν ὀμόσας· καὶ λοιπὸν οὔτε ὤμοσα, εἰ δὲ καὶ ὤμοσα, οὐκ ἐπιώρκησα. ἀσεβὴς ἄρα ἐστὶν ὁ Εὐριπίδης, φησὶν ὁ Ὑγιαίνων, διδάξας ἀπὸ τούτου τοῦ ἰαμβείου ὁρκωμοτεῖν τοὺς ἀνθρώπους. πάλιν δὲ καὶ οὗτος ὁ Εὐριπίδης οἷον ἀσεβῆ αὐτὸν λέγει, διότι, φησίν, εἰ καὶ δί κησά τι, ἐν Διονυσίοις ἐκρίθην ἂν παρ’ αὐτοῖς τοῖς ἐξάρχοις τῆς ἑορτῆς. νῦν δὲ κακῶς ποιεῖς, ὧ Ὑγιαίνων, κατηγορῶν μου ἐν τοῖς δημοσίοις δικα στηρίοις· τὰ γὰρ ἐν τῇ τελετῇ τοῦ θεοῦ Διονύσου παρ’ αὐτοῖς τοῖς τελετ άρχαις δικάζονται.

16.[1417a 6] Φησὶν Ἡρόδοτος περὶ Αἰγυπτίων ἐν τῷ λόγῳ τῆς μούσης Εὐτέρπης, ὅτι τὸν Ψαμμήτιχον ἀπεδίδρασκον τὸν βασιλέα αὐτῶν τινὲς Αἰγύπτιοι· οὗτοι δὲ καὶ παρ’ αὐτοῦ πάλιν ἐκαλοῦντο ἀναμνήσαντος

αὐτοὺς παίδων καὶ γυναικῶν· τῶν δέ τινα λέγεται δείξαντα τὸ αἰδοῖον 156 εἰπεῖν, ἔνθα ἂν τοῦτο ἦ, ἔσεσθαι αὐτοῖς καὶ γυναῖκας καὶ τέκνα.

[1417a 12] Ὅσα μὴ πραττόμενα ἢ οῖκτον ἤ. ἐἀν γὰρ πραάξῃς τινὰ εἰς οἶκτον κινοῦντα τοὺς δικαστάς, πάντως ἐκεῖνα κακά εἰσιν, οἷον εἰ πέπρακταί σοι φόνος ἤ τι ἕτερον τῶν ἀπειρημένων, τότε οἰκτίζονται ἐπὶ σοὶ οἱ ἀκροαταί. σίγα οὖν περὶ τῶν τοιούτων. ἀλλὰ καὶ περὶ τῶν, ὅσα δείνωσιν φέρει ἢ ἀγανάκτησιν ἢ δεικνύουσί σε δεινὸν ῥήτορα· δεινὸς γὰρ οὐχ ὁ φρόνιμος καὶ ἀγαθός, ἀλλ’ ὁ πονηρὸς ἄνθρωπος καὶ εὐφυὴς τὰ πράγματα μεταχειρίσασθαι καὶ τοιῶσδε καὶ τοιὼσδε· οἷος ἦν τὰ πολλὰ ὁ Ὀδυσσεύς, περὶ οὖ Κύκλωψ εἶπε πρὸς τοὺς Κύκλωπας Οὔτις με βιάζεται δόλῳ δὲ βίηφι καὶ εὐθὺς ἀκούσαντες ἐκεῖνοι ἀπηλλάγησαν.

[1417a 13] Ἡ Ἀλκίνου παραδιήγησις. μέμνηται τούτου ὁ λάτων ἐν τῷ λόγῳ τῶν ολιτειῶν, ἔνθα περί τε τοῦ Ἀρμενίου Ἠρὸς λέγει ἀλλὰ καὶ περὶ τοῦ Ἀριδαίου τοῦ ἐπὶ ἀσπαλάθων κναμπτομένου, περὶ οὗ ὁδῷ προιόντες ἐροῦμεν.

17.[1418b 29]Χρημάτων ἃ ἔλιπον οὐδὲν ἔτι. τί γάρ, ὅτι ἴσως ὁ πατὴρ ταύτης ἦν ἐν τῇ οἰκείᾳ πατρίδι πλούσιος, ἐπεὶ δὲ πολιορ κουμένης τῆς αὐτοῦ πόλεως ἔφυγεν, ἃ ἔλιπον, φησίν, ἐκεῖ χρήματα, νῦν οὐδέν εἰσι. καὶ μή μοι ἀπιστήσητε· οὐδὲ γὰρ ἀπώμοτόν ἐστιν ὃ λέγω καὶ ἀνέλπιστον, ἀλλ’ οἱ σωφρονέστεροι πιστεύουσί μοι.

18.[1418b 39] Περὶ δὲ ἐρωτήσεως. τότε ποίει τὴν ἐρώτησίν σου, ὧ ῥῆτορ, ὅτε εἰς ἀτοπίαν εὐφυῶς κατακυλίσεις τὸν ἐρωτώμενον, ἐκ μιᾶς ρωτημένης προτάσεως καὶ ἑτέρας ἢ ὁμολογουμένης ἢ δοθείσης· ὁμολογουμένου γὰρ εἰλημμένου ὡς παρὰ πάντων γινωσκομένου τοῦ ὅτι ὁ Λάμπων ἀτέλεστος ἦν ἢ δοθέντος παρ’ αὐτοῦ τοῦ Λάμπωνος ἐρωτηθέντος οὕτω συλλόγισαι·| οἶδε τὰ μυστήρια ὁ Λάμπων καὶ πάλιν ἐξ ἀνάγκης τετελεσμένος ἀτέλεστος τὸ συμπέρασμα ἄρα ἄτοπον.

καὶ πάλιν ὡς ὡμολογημένου εἰλημμένου τοῦ οἱ δαίμονες ἢ θεοὶ ἢ παῖδες θεῶν πλέκε τὸν συλλογισμὸν θεοὺς εἶναι δοξάζει δαιμόνια δοξάζει, ὡς ὁ Σωκράτης, κατὰ ἀλήθειαν ὁ Μέλητος εἶπεν κατηγορήθη δὲ ὅτι τὰ δαιμόνια σέβεται Σωκράτης, ἐπεὶ πολλάκις ἔλεγεν, ὅτι σύνεστιν αὐτῷ τὸ δαιμόνιον θείᾳ μοίρᾳ παραπεμπόμενον ἐκ παιδὸς αὐτῷ. ἔστι δὲ τοῦτο φωνή, ἢ ὅταν γένηται αἰεί μοι σημαίνει, ὃ ἂν μέλλω πράττειν, τοῦτο ἀποτρέπειν, προτρέπει δὲ οὐδέποτε. καὶ ἐάν τίς μοι τῶν φίλων ἀνακοινῶται καὶ γένηται ἡ φωνή, ἀποτρέπει. ταῦτα καὶ λάτων ἐν Θεάγει. τρίτον εἶδος ἐρωτήσεως τὸ εἰς ἐναντία ἄγον, ὡς τοῦτο· ὁμολογουμένου γὰρ τοῦ τὴν ἀνδρίαν ἀρετὴν εἶναι συνάγεται ἡ ἀν δρία κακία. ἀλλὰ καὶ τὸ εἰς παραδοξολογίαν, ὃ παρὰ τὰς διαφόρους γίνεται αἱρέσεις, ὡς καὶ ἐν τοῖς πολιτικοῖς ἔμαθες. οἱ Στωικοὶ εὐδαίμονα λέγουσι τὸν τὰς ριαμικὰς συμφορὰς ὑπομένοντα, οἱ δὲ εριπατητικοὶ τὸν μηδ’ ὅλως συμφοραῖς περιπίπτοντα. συλλόγισαι οὖν δυσδαίμων Πριαμικαῖς συμφοραῖς ὁ εὐδαίμων περιπεσὸν καὶ ὑπομεί- νας αὐτάς

17.[1418b 27] Ἀνώτερον εἴρηται τὸ ὅπερ Ἰσοκράτης ποιεῖ ἐν τῷ Φιλίππῳ καὶ ἐν τῇ Ἀντιδόσει· ἔγραψε γὰρ μετὰ τὴν γεγονυῖαν εἰρήνην μεταξὺ τοῦ Φιλίππου καὶ τῶν Ἀθηναίων παρ’ Αἰσχίνου καὶ Δημο σθένους τῷ Φιλίππῳ ὡς φίλῳ καὶ παραινεῖ αὐτῷ ἀπὸ τοῦ νῦν διαλλά ξαντα τὰς Ἑλληνικὰς πόλεις τὰς μεγάλως στασιαζούσας πρὸς ἑαυτὰς στρα τεῦσαι κατὰ ερσῶν. εἰ καὶ ὁ Φίλιππος οὐκ ἐπείσθη αὐτῷ, ἀλλ’ ὕστερον ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος ἀναγνοὺς τὸν λόγον· ἐστράτευσε γὰρ οὗτος κατὰ Δαρείου τοῦ καὶ Ὤχου λεγομένου. ἡ στάσις τοῦ λόγου πραγματικὴ καὶ ἐν τῇ Ἀντιδόσει. περὶ τριηραρχίας ἔμελλε γενέσθαι ἀντίδοσις πρὸς τοὺς συγγενεῖς τοῦ Ἰσοκράτους. ὁ γοῦν ἐχθρὸς τοῦ Ἰσοκράτους ὁ Λυσίμαχος ἔπεισε τοὺς Ἀθηναίους ἀντιδοῦναι παρὰ τοὺς ἄλλους αὐτοῦ συγγενεῖς αὐτὸν τὸν Ἰσοκράτην ὡς πλούσιον κατὰ πολὺ γεγονότα ἀπὸ τῶν μαθητῶν αὐτοῦ καὶ ἐντεῦθεν δυνατὸν εὑρισκόμενον εἰς τὸ λειτούργημα· τοὺς γὰρ ἥττους λόγους ἐδίδαξε τοὺς μαθητὰς κρείττους ποιεῖν· δεινοπαθήσας οὖν ἐφ’ οἷς

τε κατ’ αὐτοῦ εἶπεν ὁ ἀντίδικος καὶ ἐπὶ τῇ τριηραρχίᾳ (πολλὰ γὰρ δαπανήματα ἀντεδίδου ἐν τῇ ἐπιζημίῳ ταύτῃ ἀρχῇ) τὸν παρόντα γέγραφεν πβ´ γεγονὸς ἐτῶν λόγον.

18.[1419a 25] Καὶ συμπεραινόμενον. ἐὰν ἐρωτήσῃ τις τὸ συμπέρασμα, μὴ ἀποκρίνου τηνικαῦτα ναί, ἀλλὰ λέγε μὲν καὶ τὸ ναί, προστίθει δὲ συνάμα καὶ τὴν αἰτίαν, ἵνα μὴ μεγάλως βλαβῇς. καὶ πλέκε τὸν συλλογισμὸν μετὰ τοῦ συμπεράσματος καὶ τῆς αἰτίας οὕτως πονηρὰ ἔπραξας ἀπεδέξω τοὺς τετρακοσίους καὶ σύ, Σοφόκλεις; ναί· οὐ γὰρ ἦν ἄλλα βελτίω. ὁρᾷς, πῶς εὐθὺς ἐτέθη ἐν τῷ συμπε ράσματι ἡ αἰτία, ἵνα μὴ καὶ αὐτὸς τιμωρηθῇ, εἰ ταύτην ἐσίγησεν.

[1419a 31] Καὶ ὡς ὁ Λάκων. ἴδε καὶ τὸν τοῦ Λάκωνος συλλογισμόν, ὅπως ἀφορῶντος τοῦ συμπεράσματος εἰς βλάβην αὐτοῦ ὁ δὲ ἀπέφησεν αὐτὸ θεὶς τὴν αἰτίαν δικαίως ἀπώλοντο τούτοις τοῖς ἀποσφαγεῖ- καὶ σὺ * σιν ἐφόροις συνέπραξας ἔφορος ὤν; οὐ δῆτα· γνώμῃ γὰρ οἰκείᾳ ἔπραξα καὶ οὐ χρήμησιν, ὡς οὗτοι.

[1419a 28] Πρόβουλοι δὲ παρ’ Ἀθηναίοις ἦσαν ὥσπερ οἱ παρὰ Ῥωμαίοις λεγόμενοι ὕπατοι.

[1419b 1] Ἐὰν μὴ πολὺ περιῇ τοῦ ἀληθοῦς· ὅταν γὰρ ἀληθέ στερον ᾖ τὸ συμπέρασμα, τότε καὶ χωρὶς αἰτίας τίθει.

[1419b 2] Περὶ δὲ γελοίων, δεῖ πονηρεύεσθαί σε, ὦ ῥῆτορ· ἐὰν μὲν ὁρᾷς τὸν ἀντίδικόν σου κατὰ σοῦ λέγοντα καὶ γενναῖα καὶ πιθανὰ 159 καὶ ὑπὸ τῶν ἀκροατῶν προσεκτικῶς ἀκουόμενον, τότε κίνησον γέλωτας, ἵνα συγχεθεῖεν καὶ ὁ λέγων ἅμα καὶ οἱ ἀκούοντες, ὡς ὁ Δημοσθένης ἐποίησε κατ’ Αἰσχίνου· εἶπε γὰρ ὁ Αἰσχίνης μισθωτός ἐστι καὶ προδότης, οἷον βαρβαρίσας τάχα ἀπὸ περιπετείας τῆς γλώττης, καὶ ὁ δῆμος ἅπας διωρθώσατο ὥσπερ τὸν λόγον ἀνακαγχάσας καὶ ἀναβοήσας ὁ Αἰσχίνης μισθωτός ἐστι καὶ προδότης, τότε ἀνθυποστρέψας ὁ Δημοσθένης τὸν λόγον πρὸς Αἰσχίνην εἶπεν ἀκούεις, Αἰσχίνη, πῶς ὁ δῆμος ἅπας βοᾷ, ὡς ὁ Αἰσχίνης προδότης ἐστὶ καὶ μισθωτός; εἶτα δὲ πάλιν, εἰ ὁ ἀντίδικός σου κατὰ σοῦ ἐκίνησε γέλωτα, ἔνδειξαι σὺ σπουδὴν εἰπὼν οὐκ ἔστι νῦν καιρὸς γέλωτος· περὶ σπουδαίων γάρ μοι ὁ λόγος καὶ ἀναγκαίων τῇ πόλει.

[1419b 5] Εἴρηται δὲ καὶ ἐν τοῖς ερὶ ποιητικῆς, πόσα εἴδη γελοῖα, ἀλλὰ καὶ ἐν τοῖς Νικομαχείοις Ἠθικοῖς περὶ τὸ τέλος που τοῦ Δ, ἔνθα λέγει περὶ τῆς ἀληθευτικῆς ἕξεως καὶ τῶν ἄκρων αὐτῆς, ἀλαζο νείας καὶ εἰρωνείας· ἀληθὴς μὲν γάρ ἐστιν ὁ τὰ ἀληθῆ καὶ οἰκεῖα αὐτῷ ἐπιμαρτυρῶν, ὡς εἰ ὁ πολλοῦ ἄξιος πολλῶν ἑαυτὸν ἀξιοῖ καὶ μεγάλων, ἀλαζῶν δὲ ὁ, εἰ μικρῶν ἄξιος εἴη, μεγάλων ἑαυτὸν ἀξιῶν, εἴρων δὲ ὁ ἀνά παλιν ὁ, εἰ μεγάλων ἄξιος εἴη. μικρῶν ἢ οὐδενὸς ἑαυτὸν ἀξιῶν. λέγει δὲ ἐκεῖ ὁ Ἀριστοτέλης, ὅτι ἔστι καὶ δι’ ἀνάπαυσιν ἡμῶν εὑρημένη οἷον μεσότης, ἡ οὕτως ὀνομαζομένη εὐτραπελία καὶ ἐπιδεξιότης, ἄκρα δὲ αὐτῆς τὸ ἄγριον, ἀλλὰ καὶ τὸ βωμολόχον, οἷοι οἱ θυμελικοὶ καὶ ἑαυτοὺς κατὰ παρειῶν βάλλοντες ἢ κατὰ τῆς ἑαυτῶν πυγῆς λακτίζοντες καὶ ἄσεμνα πολλὰ καὶ καθ’ ἑαυτῶν καὶ κατ’ ἄλλων πραγματευόμενοι, ἵνα κινήσωσι γέλωτα διὰ τῶν τοιῶνδε ψόφων ἢ παροινήσεων ἢ σκωμμάτων. μεσότης δ’ ἐν τούτοις ἡ ἐπιδεξιότης. ᾗ χρᾶται καὶ ἡ παλαιὰ κωμῳδία καὶ ὁ ἐλευθέ ριος καὶ πεπαιδευμένος.

[1419b 7] Ἔστι δὲ εἰρωνεία. | ἄλλως μεσότητος ἄκρον ἡ εἰρωνεία κακία τις οὖσα καὶ ἄλλως ἡ βωμολοχία. ἀλλὰ καὶ τὰ τάχα ἀστεῖα, ὧν μνήμην ποιεῖται ἐν τῇ ερὶ παίδων ἀναγωγῆς ὁ Χαιρωνεὺς λού ταρχος, βωμολοχίας ἄντικρύς εἰσιν, οὐκ εὐτραπελίας· ἅπαντες γὰρ οἰ ταῦτα εἰπόντες καὶ τοῖς, δι’ οὓς εἶπον, λύπην προὐξένουν καὶ καθ’ ἑαυτῶν φθόνους.

19.[1419b 33] Ἀρχὴ μὲν τοῦ ἐπιλόγου ὀφείλει εἶναι τοιαύτη ὅτι ἃ ὑπεσχόμην ἢ ἐν τῷ προοιμίῳ ἢ ἐν τῇ διηγήσει εἰπεῖν κατὰ τοῦδε, ἀπέδειξα ἐν τοῖς ἀγῶσι διὰ τῶνδε καὶ τῶνδε τῶν ἐπιχειρημάτων. [1419b 33] καὶ δι᾽ ὅ· ταῦτα δὲ εἶπον διὰ τὸ δεῖξαι τὸν Αἰσχίην δύσνουν εἶναι κατὰ τῆς πόλεως καὶ μὴ θαρρεῖν αὐτῷ ὑμᾶς· [1420a 1] ἢ ἐξ εἰρωνείας, οἷον οὗτος μὲν ὁ ἀντίδικός μου εἶπε τὰ μεγάλα ἐκεῖνα καὶ θαυμαστὰ οὐδὲν ὄντα, ἐγὼ δὲ τὰ μικρὰ ἐκεῖνα καὶ ἀγεννῆ ἐξ ἐναντίας τοῖς λαληθεῖσι. [1420a 2] καὶ τί ἂν ἐποίει· πάντως ἐκενοδόξει καὶ ἐβρενθύετο καὶ ἐνεκαυχᾶτο ταῖς ἀποδείξεσιν, εἰ καλῶς εἶπε· τοῦτο ἕτερος τόπος τοῦ ἐξ εἰρωνείας ἐπιχειρῆσαι. [1420b 2] τέλος δὲ τοῦ ἐπιλόγου τοιοῦτον αὖθις ὀφείλει ὡς ἐπὶ τοῖς ἄνω λόγοις εἰρημένον εἴρηκα, παρακατ έχετε, μιμνήσκεσθε, φυλάττετε.

14.[1415a 4] Ὄπισθεν πρὸ δύο ἴσως τετραδίων περὶ ἐπιδεικτικῶν προοιμίων λέγων ἐμνήσθη ὁ Ἀριστοτέλης ἔπους τοῦ Κοιρίλλου. ἡ δὲ ὑπόθεσις τούτου τοιάδε· δάκνεται ἐπὶ τοῖς ποιητικοῖς ἀνδράσι τοῖς ἀκμάζουσιν

ὡς ἔοικεν ἐπὶ τῶν ἡμερῶν αὐτοῦ καὶ οὕτω χαλεπαίνων ἀποφθέγγεται ταῦτα τὰ ἔπη
ἆ μάκαρ, ὅστις ἔην κεῖνον χρόνον ἴδρις ἀοιδῆς, μουσάων θεράπων, ὅτ’ ἀκήρατος ἦν ἔτι λειμών· νῦν δ’ ὅτε πάντα δέδασται, ἔχουσι δὲ πείρατα τέχναι, ὕστατοι ὥστε δρόμου καταλειπόμεθ’ οὐδέ πῃ ἔστι πάντῃ παπταίνοντα νεοζυγὲς ἅρμα πελάσσαι
καὶ τὰ ἑξῆς. αἰτιᾶται οὖν τὴν σύγχυσιν τῶν ποιητῶν καὶ ἀποδύρεται διὰ τὴν ποιητικὴν κοινωθεῖσαν καὶ συγχυθεῖσαν καὶ ὡσανεὶ μοιρασθεῖσαν παρὰ συγκλύδων καὶ ἀγελαίων καὶ βωμολόχων ἀνδρῶν, οἳ ὡς ἔοικεν ἐθρασύνοντο κατὰ τοῦ ἀνδρός. |
[1415b 20]Ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.
ὁ Κρέων ἐπεὶ ἔπεμψέ τινα ὥστε ἰδεῖν, εἰ ἄθαπτος ὁ ολυνείκης, ὁ δὲ εὗρεν ἐκεῖνον τεθαμμένον, ἀνεπτερωμένος τὴν ἀκοὴν ἵστατο. ἔρχεται οὖν ὁ ἄγγελος καὶ ταῦτα τὰ ἰαμβεῖά φησιν οὐ τοσοῦτον εἴπω σοι τὸ πῶς ὀλίγα — ὁ δὲ ἐλθὼν δύσπνους εἰμὶ διὰ τὸ πολὺ τάχος —, ἀλλ’ ὅτι οὐδέν σοι μέλλω εἰπεῖν ἤτοι οὐχ ὃ ἀποδεκτόν σοι μέλλω ἐρεῖν, ἀλλ’ ὃ εἰς λύπην μᾶλλόν σοί ἐστιν, τὸ μαθεῖν σε δηλαδή, ὅτι παρά του τέθαπται ολυ νείκης. ἐν τῷ μεταξὺ δὲ τίθησι καὶ τὴν αἰτίαν τοῦ βραχεῖαν μὲν εἶναι τὴν μεταξὺ ὁδόν, δύσπιστον δὲ αὐτὸν φαίνεσθαι διὰ τὸ ἀργεῖν κατὰ τὴν ὁδὸν καὶ βουλεύεσθαί με καθ’ ἑαυτὸν ὑποχωρῆσαι καὶ φυγεῖν, ἵνα μή σοι ἄγγελος γένωμαι τοῦ λυπηροῦ· εἶτά φησι χοὕτως ὁδὸς βραχεῖα γίνεται μακρά· τέλος δὲ ἐνίκησέ με ὁ λογισμὸς τὸ ἐλθεῖν εἰς σὲ καὶ παθεῖν με τὸ μόρσιμον. διὰ γοῦν τὸ βραδύνειν με πολλὰ διὰ τὴν ἀνέλιξιν τῶν λογισ μῶν ὕστερον ὀξέως ἐβάδισα καὶ διὰ τοῦτο πλήρης ἱδρώτων γέγονα. τὸ δὲ 'τί φροιμιάζῃ' τοῦ Κρέοντός ἐστι λέγοντος τί προφέρεις τὰ κύκλῳ καὶ τὰ ἔξω τῆς ἀποστολῆς; τάχιον οὖν εἰπὲ τά, ἐφ’ οἷς ἀπεστάλης, καὶ μὴ φοβοῦ.

16.[1417a 13] Φησὶν ὁ λάτων ἐν τῷ δεκάτῳ τῶν ολιτειῶν ἀλλ’ οὐ μέντοι σοι, ἦν δ’ ἐγώ, Ἀλκίνου γε ἀπόλογον ἐρῶ, ἀλλ’ ἀλκίμου μὲν ἀνδρός, Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος αμφύλου, ὅς ποτε ἐν πολέμῳ τελευτήσας ἀναιρεθέντων δεκαταίων τῶν νεκρῶν ἤδη διεφθαρμένων ὑγιὴς μὲν ἀνῃρέθη, κομισθεὶς δ’ οἴκαδε μέλλων θάπτεσθαι δωδεκαταῖος ἐπὶ τῇ πυρᾷ κείμενος ἀνεβίω. οὕτως ὡς παροιμίᾳ τινὶ ὁ λάτων χρῆται τῷ ἀπολόγῳ Ἀλκίνου. |

14.[1415b 21] Τὸ δὲ 'τί φροιμιάζῃ' ἐν τισὶ τῶν ἀντιγράφων οὐ κεῖται.

16.[1417a 19] Ἐν οἷς ἀνώτερον περὶ προδιηγήσεως ἔλεγε καὶ ἤθους, εἶπεν, ὅτι οὐκ ἔχουσι τὰ μαθηματικὰ ἦθος, ὅτι οὐδὲ προαί ρεσιν οὐδὲ τὸ προαιρετὸν τέλος. φησὶν ἐν τῷ τρίτῳ τῶν Ἠθικῶν, ὅτι τὸ προαιρετὸν βουλευτόν ἐστι καὶ ἐφ’ ἡμῖν, οὐδεὶς δὲ βουλεύεται περὶ δια μέτρου ἢ κύκλου οὐδὲ περὶ τῶν καθ’ εἱρμὸν γινομένων οἷον τροπῆς ἰση μερίας, ἀλλὰ περὶ τῶν ἐφ’ ἡμῖν πρακτῶν. ὄντος δὲ τοῦ προαιρετοῦ βουλευτοῦ ὀρεκτοῦ τῶν ἐφ’ ἡμῖν, καὶ ἡ προαίρεσις ἂν εἴη βουλευτικὴ ὄρεξις τῶν ἐφ’ ἡμῖν. ἡ δὲ μαθηματικὴ ζήτησιν μὲν ἔχει, οὐ μὴν βού λευσιν· πᾶσα μὲν γὰρ βούλευσις ζήτησις, οὐ μὴν δὲ πᾶσα ζήτησις βού λευσις· καθολικωτέρα γὰρ ἡ ζήτησις.

[1417a 13] Ὅν ὁ λάτων λέγει ἐν τῷ μύθῳ τῆς νεκυίας αὐτοῦ περὶ τῆς ἀναβιώσεως τοῦ Ἠρὸς καὶ περὶ τῶν ἐν Ἅιδου κολαστηρίων ἀπό λογον τοῦ Ὀδυσσέως πρὸς Ἀλκίνοον τὸν Φαίακα, τοῦτον ὧδε ὁ Ἀριστο τέλης λέγει παραδιήγησιν· ρώτα γὰρ ἐν Ἅιδου ὁ Ὀδυσσεὺς τὸν Τερεσίαν περὶ τῶν οἴκοι καὶ τὴν ἑαυτοῦ μητέρα περὶ ηνελόπης καὶ τοῦ υἱοῦ καὶ εἰ ἔγημέ τις αὐτοῦ τὴν γυναῖκα ἢ οὔ, καὶ ἐν ὀλίγοις ἔπεσιν Ὅμηρος τὴν τοιαύτην παραδιήγησιν γράφει. φησὶν ὁ ρόκλος κατὰ δή τινα ζῆλον τῶν παρ’ Ὁμήρῳ νεκυιῶν μετάγεται καὶ ὁ λάτων ἐπὶ μύθους, ἐν οἷς ὁ ποιητὴς ἀφηγούμενον ποιεῖ τὸν Ὀδυσσέα ⟨τὰ⟩ ἐν Ἅιδου θεάματα πρὸς τὸν Ἀλκίνουν.