In Aristotelis artem rhetoricam commentarium

Anonymi in Aristotelis Artem Rhetoricam

Anonymi in Aristotelis Artem Rhetoricam. Anonymi et Stephani in Artem Rhetoricam Commentaria. Commentaria in Aristotelem graeca, Vol. 21, part 2. Rabe, Hugo, editor. Berlin: Typ. et impensis G. Reimeri, 1896.

Δεύτερον δὲ τὸ περὶ τὴν λέξιν, ἤτοι διὰ ποίων λέξεων θέλο μεν ἐξαγγέλλειν τὰ πράγματα. [b 8] τρίτον πῶς δεῖ τὰ μέρη τοῦ λόγου τάττειν, ἤτοι ποῖον τῶν ἐνθυμημάτων δεῖ πρῶτον λέγειν καὶ ποῖον δεύτερον, ὅπερ ἐστὶ τῆς μεθόδου ἴδιον. καὶ ὁ Ἑρμογένης τὸ ἐνθύμημα ἐκεῖνό φησι δεῖν πρῶτον τάττεσθαι, ὅπερ ἐστὶ τοῦ ἑτέρου προκλητικόν· ὅταν δὲ μέλλῃς συγχῦσαι καὶ ταράξαι τὸν ἀντίδικον καὶ τὸν ἀκροατήν, τότε δεῖ ἀνατρέπειν τὴν τάξιν καὶ τὸ δεύτερον λέγειν πρῶτον. [b 10] ἢ γὰρ τῷ αὐτοὶ πεπονθέναι οἱ κριταί τι ἤτοι ἢ ἐν τῷ εἰς ὀργὴν παρακινηθῆναι ἢ εἰς οἶκτον, ἢ ἐν τῷ εἶναι τοὺς λέγοντας ποιούς τινας ἤτοι ἀγαθοὺς ἢ πονηρούς, ἢ πείθονται ἐν τῷ ἀποδεδεῖχθαι ἤτοι ἐν τῷ εἶναι ὁμολο γούμενα καὶ ἀποδεδειγμένα, ἃ ἐλάβομεν εἰς πίστιν ἐνθυμήματος. [b 14] ἔστι γὰρ τὰ μὲν εἴδη τῶν ἐνθυμημάτων, εἰσὶ δὲ τὰ εἴδη τῶν ἐνθυ μημάτων δύο, ἐλεγκτικὰ ἢ δεικτικά, τὰ δὲ τόποι, ὅθεν δεῖ λαμβάνειν τὰ ἐνθυμήματα, τὸ ἀπὸ τοῦ ἐναντίου, τὸ ἀπὸ τοῦ ἴσου καὶ τὰ λοιπά. ἀλλ’ ἀνάγκη καὶ ταῦτα τὰ ἐνθυμήματα εἰπεῖν ἤτοι ἐξαγγέλλειν καὶ ἐκφράζειν, ὡς δεῖ καὶ γὰρ ἡ λέξις, δι’ ἧς ἀπαγγέλλομεν τὰ πράγματα, συμβάλ λεται μεγάλα πρὸς τὸ φανῆναι τὸν λόγον ποιόν τινα ἤτοι πιθανόν. [b 18] τὰ πράγματα φύσει εἰσὶ πρῶτα, δεύτερον δὲ τὸ διαθέσθαι καὶ ἀπαγγέλλειν ταῦτα τῇ λέξει, τρίτον δὲ τούτων τὰ περὶ τὴν ὑπο κριτικὴν ἤτοι τὸ ὑποκριτικὸν καὶ ἀπαγγελτικόν· δεῖ γὰρ ἐν ταῖς ἀναγνώ σεσι τῶν λόγων ὑποκρίνεσθαι καὶ ποτὲ μὲν ἐπιτείνειν τὴν φωνὴν ἐπὶ τὸ ὀξύ, εἰ περὶ γυναικός τινος λέγομεν, ποτὲ δὲ ὑφειμένα λέγειν καὶ ἀνα

γινώσκειν, εἰ τὸ πρόσωπον ἐκεῖνο, περὶ οὗ ὁ λόγος, ἀσθενές ἐστι καὶ οὐ [*](f. 50r) δύναται λαβραγορεῖν, ποτὲ δὲ διὰ βαρείας φωνῆς ἀναγινώσκειν, εἴ γε περὶ ἥρωος λέγομεν· μεγάλα γὰρ συμβάλλεται ἐν ταῖς ἀναγνώσεσι τῶν ῥητο ρικῶν λόγων τὸ ὑποκριτικόν, [b 21] ὃ οὔπω ἐπικεχείρηται καὶ παρε δόθη. καὶ γὰρ αὐτοὶ οἱ ποιηταὶ ὑπεκρίνοντο τὰς τραγῳδίας, οἷον ὁ Σοφοκλῆς, ὅταν παρεισῆγε δούλους λέγοντας, ἐμιμεῖτο αὐτοὺς καὶ ἔλεγε φωνὰς βαρβαρικάς, ὅταν δὲ παρεισῆγε γυναῖκας λεγούσας, ἔλεγεν ὡς [*](f. 50v) γυνή, καθάπερ καὶ νῦν οἱ ἀναγινώσκοντες τὰ μαρτυρογράφια ποιοῦσιν. εἰ καὶ ὄπισθεν ἐν τῇ ἀρχῇ τοῦδε τοῦ τρίτου βιβλίου τρίτην ἔταξε τὴν μέθο δον, ἀλλ’ οὖν ἐνταῦθα τρίτον ἔταξε τὸ ὑποκριτικόν. [b 24] δῆλον οὖν, ὅτι καὶ τὸ περὶ τὴν ῥητορικήν ἐστι τοιοῦτον ἤγουν ὑποκριτικόν (μεγάλα γὰρ ἐν τοῖς ῥήτορσι τὸ ὑποκριτικὸν ἐν τῇ ἀναγνώσει συμβάλλεται), ὥσπερ καὶ ἐν τῇ ποιήσει· ὃ (τὸ ὑποκριτικόν) ἐπραγματεύθη καὶ ἐπετηδεύθη καὶ παρὰ τοῦ Γλαύκωνος. [b 27] ἔστι δὲ αὕτη ἡ τῆς ὑποκρί σεως μέθοδος θεωρουμένη ἐν τῇ φωνῇ ἤτοι ἐν τῇ ἀναγνώσει, πῶς δεῖ χρᾶσθαι τῇ ἀναγνώσει πρὸς τὰ πάθη εἰ γὰρ ὀργιζόμενόν ἐστι τὸ πρόσωπον, περὶ οὗ ὁ λόγος, δεῖ χρᾶσθαι μεγάλῃ φωνῇ καὶ τραχείᾳ, εἰ δὲ λυπού μενον καὶ θρηνοῦν, δεῖ χρᾶσθαι ὀξείᾳ φωνῇ, εἰ δὲ νοσαζόμενον, μέση. [b 29] καὶ πῶς τοῖς τόνοις τῆς φωνῆς χρηστέον· ἢ γὰρ ὀξεῖαν φωνὴν ἀφιέναι μέλλομεν, εἰ θρηνεῖ τὸ πρόσωπον, περὶ οὗ ὁ λόγος, ἢ βαρεῖαν, εἰ ἡρωικόν ἐστι τὸ πρόσωπον καὶ ὀργιζόμενον. ὁ ῥυθμὸς σύγκειται καὶ ἀναφαίνεται ἐκ τῆς τοιᾶσδε συνθήκης· ἄλλος γὰρ ῥυθμὸς γίνεται, εἰ πρῶτον ἀναπαίστους εἴπωμεν, εἶτα δακτύλους, καὶ ἄλλος ἂν ἀποτελεσθῇ, ἢ ταπεινὸς δηλονότι ἢ μέσος, εἰ τοὺς δακτύλους πρῶτον εἴπωμεν, εἶτα τοὺς ἀνα παίστους· καὶ γὰρ πρὸς τὰ πάθη ὀφείλει καὶ ὁ ῥυθμὸς ἐξαλλάττεσθαι. [b 30] τρία δέ εἰσι, περὶ ἃ σκοποῦσιν οἱ ῥήτορες· μέγεθος, ἤτοι εἰ μεγάλην δεῖ ἀφιέναι φωνὴν εἴτε μικράν· ἁρμονία ἤτοι συνθήκη ἀλλαχοῦ μὲν τιθέασι πρῶτον τοὺς δακτύλους, ἀλλαχοῦ δὲ τοὐναντίον· ὁ δὲ ῥυθμὸς ἐκ τῆς τοιᾶσδε συνθήκης τοιόσδε ἢ τοιόσδε ἀναφαίνεται. ἢ μέγεθος νοητέον τὰ κῶλα, ἡ μὲν ἁρμονία ἐν τῇ μουσικῇ περὶ τὰς ὀξείας καὶ μικρὰς καὶ μέσας καὶ μεγάλας φωνὰς γίνεται, ὁ δὲ ῥυθμὸς περὶ τὸ ταχὺ καὶ βραδύ. [b 32] οὗτοι μὲν οἱ ὑποκριτικοὶ ἤτοι οἱ δυνάμενοι καλῶς ἐν ταῖς ἀνα γνώσεσιν ὑποκρίνεσθαι τὰ πρόσωπα, περὶ ὧν ὁ λόγος, λαμβάνουσι τὰ ἆθλα καὶ τὰ βραβεῖα ἐν τῷ ἀγωνίζεσθαι. προσέθηκε δὲ τὸ σχεδόν, ἵνα ὅτι οὐκ ἀεὶ οὗτοι λαμβάνουσι τὰ ἆθλα· ἀλλ’ εἰ μὲν οἱ ἀκροαταί εἰσι σοφοί,
οὐ θαυμάζουσι τοὺς ὑποκρινομένους τὰ πρόσωπα, περὶ ὧν ὁ λόγος ἐν ταῖς [*](f. 50v) ἀναγνώσεσιν, ἀλλὰ μᾶλλον τοὺς ποιητὰς ἤτοι τοὺς ποιήσαντας καὶ συγγραψ ψαμένους αὐτά· πολλάκις γὰρ ἄλλοι μὲν συγγράφονται τὰ ποιήματα, μὴ ἔχοντες δὲ εὐφυῶς καὶ ἐπιτηδείως εἰς τὸ ἀναγινώσκειν αὐτὰ διὰ τὸ κακόφωνον προβάλλονται ἄλλους εἰς τὸ ἀναγινώσκειν αὐτά. εἰ δὲ μή εἰσιν οἱ ἀκροαταὶ σοφοί, τότε θαυμάζουσι μᾶλλον τοὺς ἀναγινώσκοντας καὶ ὑπο κρινομένους παρὰ τοὺς ποιητὰς ἤτοι τοὺς συγγραψαμένους. [b 33] καὶ καθάπερ ἐκεῖ ἤτοι ἐπὶ τῶν τραγικῶν οἱ ὑποκριταὶ ἤτοι οἱ καλῶς ὑποκρινόμενοι μεῖζον δύνανται ἐν τοῖς ἀγῶσι καὶ ἐπαινοῦνται μᾶλλον τῶν ποιητῶν ἤτοι τῶν συγγραψάντων, οὕτως καὶ κατὰ τοὺς πολιτικοὺς ἀγῶνας διὰ τὴν μοχθηρίαν τῶν πολιτειῶν ἤτοι διὰ τὸ φθαρῆναι τὰς πολιτείας ἐν τοῖς ῥητορικοῖς ἀγῶσι μᾶλλον δύνανται καὶ ἐπαινοῦνται οἱ ἀναγινώσκοντες τοὺς λόγους τοὺς ῥητορικοὺς ἐπὶ συνεδρίου καὶ καλῶς ὑποκρινόμενοι παρὰ αὐτοὺς τοὺς ῥήτορας τοὺς συγγράψαντας. τοῦτο δὲ συμβαίνει τὸ ἐπαινεῖσθαι τοὺς ὑποκρινομένους μᾶλλον αὐτῶν τῶν ῥητόρων τῶν συγγραψάντων διὰ τὸ μὴ εἶναι ὅλους τοὺς ἀκροατὰς ἐν ταῖς πολιτείαις σοφούς· ἐν τῷ διαφθαρῆναι γὰρ τὰς πολιτείας διεφθάρησαν καὶ οἱ ἀκροαταί. [b 35] οὔπω δὲ σύγκειται ἤτοι ἐξετέθη καὶ ἐγένετο τέχνη τις περὶ αὐτῶν ἤτοι τῶν ὑποκρίσεων, ἤτοι οὐκ ἐτέχνωσε δέ τις ταύτας καὶ συνεγράψατο περὶ αὐτῶν, ἐπεὶ καὶ τὸ περὶ τὴν λέξιν ἤτοι τὸ κομμωτικαῖς χρᾶσθαι λέξεσι καὶ ἀνθηραῖς καὶ ὑπογαργαλιζούσαις τὰς τῶν ἀκροατῶν ἀκοὰς ὀψέ ποτε ἦλθε καὶ εὑρέθη· οἱ γὰρ παλαιοὶ τῶν ῥητόρων οὐ τῆς λέξεως ἐφρόντιζον καὶ τῆς φράσεως τῆς ἀποκρότου καὶ τῆς καλλιεπείας ἀλλὰ τῶν πραγμάτων, πῶς ἂν αὐτὰ τὰ πράγματα παρα στήσωσιν, οἱ δὲ νέοι ῥήτορες ἐλθόντες τοῦ κάλλους τῆς λέξεως ἐφρόντισαν μᾶλλον τοῦ παριστᾶν τὰ πράγματα. [b 36] καὶ δοκεῖ τοῦτο φορτικὸν ἤτοι τὸ ἀφορᾶν πρὸς λέξιν καὶ πρὸς κάλλος λόγου παρ’ ὃ πρὸς παράστασιν τῶν πραγμάτων, καλῶς ὑπολαμβανόμενον καὶ νομιζόμενον φορτικὸν [*](f. 51r) τὸ τοιοῦτον ἤτοι τὸ πρὸς λέξιν καὶ κάλλος τοῦ λόγου ἀφορᾶν παρ’ ὃ πρὸς τὴν τῶν πραγμάτων παράστασιν. φορτικὸν δὲ νομίζεται τοῖς σοφοῖς, ἐπεὶ καὶ ὁ Πλάτων ἀπεδίωκε τῆς αὐτοῦ διατριβῆς τὸν Δημοσθένην ὡς θηρολέκτην. [1404a 1] ἀλλ’ ὅλης οὔσης τῆς πραγματείας τῆς περὶ τὴν ῥητορικὴν ἀφορώσης πρὸς δόξαν (οἱ γὰρ ῥήτορες ἀφώρων πρὸς τὸ δοξάζεσθαι διὰ τὸ ἀφορᾶν πρὸς δόξαν) ποιητέον τὴν ἐπιμέλειαν καὶ τῆς λέξεως καὶ τοῦ κάλλους οὐ διὰ τὸ ἔχειν ὀρθῶς τοῦτο τὸ φροντίζειν τῆς λέξεως, ἀλλὰ διότι ἐστὶν ἀναγκαῖον νῦν τὸ φροντίζειν τοῦ κάλλους καὶ
τῆς λέξεως, διὰ τοῦτο ἐπιμελητέον τῆς λέξεως, ἐπεὶ κατὰ τὸ δίκαιον [*](f. 51r) οὐδὲν ἄλλο ἔδει ζητεῖν ἐν τῷ λόγῳ ἢ τοῦτο ἤτοι τὸ μήτε λυπεῖν τοὺς ἀκροατὰς ἐν τῷ λαμβάνειν λέξεις τροπικὰς καὶ μεταφορικὰς (πολλάκις γὰρ καί τινες λέξεις τροπικαὶ λυποῦσι καὶ τὸν ἀναγινώσκοντα ἐν τῷ μὴ δύνασθαι ἐκφωνεῖν ταύτας καλῶς) μήτε εὐφραίνειν καὶ γαργαλίζειν τὰς τῶν ἀκροατῶν ἀκοὰς τῷ ἀνθηρῷ τῆς λέξεως· [a 5] δίκαιον γὰρ ἦν αὐτοῖς χρᾶσθαι τοῖς πράγμασιν, ἤτοι † οὐ δυνατὸν ἦν, ἔδει αὐτὰ τὰ πράγματα ψιλὰ παριστᾶν τὸν ῥήτορα καὶ μὴ σπουδάζειν διὰ λέξεων αὐτὰ παριστᾶν· ἀλλ’ εἰ ἦν ἡ ζήτησις περὶ κυνός, αὐτὸν ἔδει τὸν κύνα ἐπὶ μέσον παράγειν, μὴ μέντοι γε ἀνθηραῖς χρᾶσθαι ταῖς λέξεσιν. [a 6] ὥστε τὰ ἄλλα ἤτοι τὰ προοίμια καὶ τὸ κάλλος τῆς λέξεως ἐν τοῖς ῥητο ρικοῖς λόγοις περιττά εἰσιν ἄνευ τῶν ἀποδείξεων· ἀλλ’ ὅμως καὶ ἡ λέξις συμβάλλεται μεγάλα εἰς τὸ δοξάζεσθαι διὰ τὴν μοχθηρίαν καὶ ἀγροικίαν τῶν ἀκροατῶν. [a 8] τὸ μὲν τῆς λέξεως συμβάλλεται μικρὸν ἐν πάσῃ διδασκαλίᾳ· διαφέρει γὰρ καὶ συμβάλλεται ἡ λέξις πρὸς τὸ δηλοῦν τὰ πράγματα ὡδὶ ἢ ὡδὶ ἤτοι τοιώσδε ἢ τοιώσδε· εἰ γὰρ αἱ λέξεις εἰσὶ σαφεῖς, καὶ τὸ πρᾶγμα φανερῶς δηλοῦται, εἰ δὲ τροπικαί εἰσιν, οὐ παρι στῶσι τὸ πρᾶγμα φανερῶς. [a 10] οὐ μέντοι τοσοῦτον ἤτοι μεγάλως συμβάλλονται, ἀλλ’ ἅπαντα ταῦτα ἤτοι τὰ προοίμια καὶ αἱ λέξεις καὶ τὸ κομμωτικὸν αὐτῶν φαντασίαι εἰσὶν ἤτοι ἐπιδείξεις καὶ πρὸς τὸν ἀκροατὴν ἤτοι καὶ πρὸς ἡδονὴν ἀφορῶσι τοῦ ἀκροατοῦ, οὐ μέντοι γε δὲ περὶ τὰς ἀποδείξεις συμβάλλεται· διὸ οὕτως ἤτοι διὰ τῶν λέξεων μόνων οὐδεὶς διδάσκει τὴν γεωμετρίαν, εἰ μὴ χρήσεται αὐτοῖς τοῖς πράγμασι καὶ καταγραφαῖς ἐν τῇ σανίδι. [a 12] ἐκείνη μὲν ἡ λέξις, ὅταν ἔλθῃ, δύναται ταὐτὸν τῇ ὑποκριτικῇ· ὡς γὰρ τὸ ὑποκρίνεσθαι καὶ ἀπομι μεῖσθαι τὰ πρόσωπα καὶ αὐτὰ τὰ πράγματα τῆς ἐπιτηδειότητός ἐστιν ἑκάστου καὶ τῆς φύσεως, οὐχὶ τέχνης, οὕτω καὶ ἐκείνη ἡ τέχνη ἡ περὶ λέξεων διαλαμβάνουσα, ἐὰν ἔλθῃ, οὐδὲν ἄλλο ποιῆσαι δυνηθῇ, ἢ ὃ ἡ φύσις δίδωσιν ἤγουν τὸ στομφάζειν καὶ στομφαστικῶς καὶ κομπηρῶς ἐκφέ ρειν αὐτάς· ἡ γοῦν τέχνη οὐ δίδωσι τὸ στομφάζειν, ἀλλ’ ἡ διάπλασις τῆς ἀρτηρίας καὶ τῆς γλώττης καὶ τῆς ὑπερῴας ἡ ὑπὸ τῆς φύσεως δημιουρ γηθεῖσα. [a 13] τινὲς δὲ τῶν παλαιῶν ἐπεχείρησαν ἐπ’ ὀλίγον εἰπεῖν περὶ λέξεως. ὁ Θρασύμαχος περὶ ἐλέους ἔγραψε. καὶ τὸ ὑποκριτικὸν ἤτοι τὸ στομφάζειν ἐν τῇ ἀναγνώσει καὶ λαβραγορεῖν τῆς φύσεώς ἐστιν
ἤτοι ἡ φύσις δίδωσι καὶ ἄτεχνόν ἐστιν ἤτοι ἡ τέχνη οὐ δίδωσι· περὶ [*](f. 51r) δὲ τὴν λέξιν ἤτοι τὸ λαμβάνειν δὲ λέξεις τοιάσδε ἢ τοιάσδε καὶ τὸ περὶ τὴν λέξιν ὑποκριτικόν ἐστιν ἔντεχνον· [a 16] διὸ καὶ τοῖς δυναμένοις εὐδοκιμεῖν κατὰ τοῦτο τὸ ὑποκριτικὸν ἤτοι τὸ στομφαστικόν, ὅπερ ἡ φύσις δίδωσιν, οὐχ ἡ τέχνη, πάλιν παρὰ τῶν ἀκροατῶν δίδονται ἆθλα ἤτοι ἔπαινοι καὶ νῖκαι (εἰ γάρ τις ἀκούσει τινὸς στομφάζοντος, οἷάπερ εἰώθει γίνεσθαι, ἐπαινοῦσιν αὐτὸν καὶ θαυμάζουσιν), ὥσπερ καὶ τοῖς ῥήτορσι τοῖς κατὰ τὸ ὑποκριτικὸν ἤγουν τοῖς ὑποκρινομένοις περὶ τὴν ἀνάγνωσιν καὶ ὑποκρινομένοις καὶ τὰ πρόσωπα καὶ τὰ πράγματα, περὶ ὧν ὁ λόγος, καὶ ποτὲ μὲν ἀφιεῖσι φωνὴν ὀξεῖαν, ποτὲ δὲ βαρεῖαν. [a 1] οἱ γὰρ γραφό μενοι λόγοι μεῖζον δύνανται διὰ τὸ ἀνθηρὸν τῆς λέξεως παρ’ ὃ διὰ τὴν διάνοιαν· οἱ γὰρ ἀκροαταὶ προσέχουσιν οὐ τῷ νῷ καὶ τῇ διανοίᾳ ἀλλὰ τῷ κάλλει καὶ τῷ ἀνθηρῷ τῆς λέξεως. [a 19] πρῶτον μὲν ἤρξαντο οἱ ποιηταὶ κινῆσαι τὰ περὶ τὴν λέξιν καὶ χρᾶσθαι τῇ λέξει καὶ κατα γίνεσθαι περὶ ταύτην, ὥσπερ καὶ πέφυκεν ἤτοι προσῆκόν ἐστι· τῶν γὰρ ποιητῶν ἴδιόν ἐστι τὸ καταγίνεσθαι περὶ τὴν λέξιν. τὰ γὰρ ὀνόματα [*](f. 51v) ἤτοι αἱ λέξεις, αἷς χρῶνται οἱ ποιηταί, μιμήματά εἰσι καὶ ὠνοματοπε ποίηνται ἀπὸ τῆς τῶν πραγμάτων ἰδιότητος, οἷον ἀπὸ τοῦ ἤχου τῆς θαλάσσης ὠνοματοποιήθη ὁ φλοῖσβος, ἀπὸ δὲ τοῦ πυρὸς ὁ ῥοῖζος. [a 21] ἔστι δὲ καὶ ἡ φωνὴ ἡμῶν μιμητικωτέρα· καὶ διὰ τὸ τὴν φωνὴν ἡμῶν ἀπομιμεῖσθαι πάντα διὰ τοῦτο καὶ ἡ ῥαψῳδία συνέστηκε καὶ ἡ ὑπο κριτικὴ ἤτοι ἡ τραγικὴ καὶ αἱ ἄλλαι ἤτοι ἡ κωμῳδία. τινὰ ἔχουσιν [a 24] ἀήθη ἤτοι λέξεις ἀήθεις καὶ παραξένους· διὰ γοῦν τὸ λέγειν λέξεις ἀήθεις τοῖς πολλοῖς διὰ τοῦτο ἐκτήσαντο δόξαν παρὰ τῶν ἀνθρώπων. τινὰ δὲ τῶν βιβλίων ἔχουσιν εὐήθη· νοεῖται δὲ οὕτως, ὅτι οἱ ποιηταί, εἰ καὶ εὐήθη καὶ μωρὰ καὶ μυθώδη εἶπον, ἀλλ’ οὖν διὰ τὸ χρᾶσθαι λέξεσιν ἀήθεσιν ἐδοξάσθησαν. Γοργίαν ἐνταῦθα μὴ τὸν ῥήτορα νοητέον ἀλλὰ ποιητήν τινα πρὸ αὐτοῦ. [a 27] τοὺς τοιούτους οἴονται κάλλιστα διαλέγεσθαι τοὺς χρωμένους ἀήθεσι λέξεσι καὶ ποιητικαῖς. νοεῖται καὶ οὕτως· [a 25] διὰ τοῦτο καὶ ἡ ποιητικὴ λέξις πρώτη ἤτοι προτιμοτέρα τῶν ἄλλων ἐνομίσθη παρὰ τοῖς ῥήτορσιν, ὡς ἂν δόξαν κτῶνται. [a 19] ἤρ ξαντο μὲν κινῆσαι. νοεῖται τοῦτο καὶ οὕτως· ἤρξαντο οἱ ποιηταὶ κινῆσαι καὶ μεταβαλεῖν καὶ ἐκστῆσαι τὸ ἀρχαῖον ἔθος, ὥσπερ κατὰ φύσιν ἤτοι τοῦ κατὰ φύσιν. [a 27] οὐκ ἔστι δὲ ἐπαινετὸν τοῦτο ἤτοι τὸ ποιητικαῖς λέξεσι
χρᾶσθαι ἐν τῷ πεζῷ λόγῳ· ἑτέρα γάρ ἐστιν ἡ λέξις τοῦ λόγου τοῦ πεζοῦ [*](f. 51v) καὶ ἑτέρα ἡ τῆς ποιήσεως. δηλοῖ δὲ τὸ συμβαῖνον, ἤτοι εἰ δὲ καὶ οἱ παλαιοὶ ῥήτορες ἐχρῶντο ποιητικαῖς λέξεσιν, ἀλλ’ οὖν νῦν μετέπεσον καὶ ἐξέστησαν τοῦ ταύταις χρῆσθαι διὰ τὸ συνιέναι ἄλλην εἶναι τὴν ποιητικὴν λέξιν παρὰ τὴν τοῦ πεζοῦ λόγου. καὶ δῆλόν ἐστι τὸ ἐκστῆναι αὐτοὺς ἀπὸ τοῦ συμβάντος· [a 30] ὥσπερ καὶ οἱ τραγῳδοὶ τετραμέτροις στίχοις χρώ μενοι κατέλειψαν τὸ τετράμετρον καὶ χρῶνται τῷ ἰαμβείῳ διὰ τὸ μόνον τὸν ἴαμβον ἀπὸ πάντων τῶν ἄλλων μέτρων ἐγγίζειν τῷ λόγῳ τῷ πεζῷ, οὕτω καὶ οἱ ῥήτορες ἀφήκασι τὸ χρᾶσθαι λέξεσιν, ὅσαι εἰσὶ παρὰ τὴν διάλεκτον, ἤτοι τῆς ποιητικῆς διαλέκτου. [a 31] τετράμετρον λέγει τὸ ἀναπαιστικόν· ἴσως γὰρ ἐχρῶντο ὀκτὼ ἀναπαίστοις· ἐπεὶ δὲ κατὰ διποδίαν ἐμετροῦντο οἱ στίχοι, λοιπὸν κατὰ διποδίαν μετρησάντων καὶ τὸ ἀναπαιστι κὸν τετράμετρον γίνεται. ἀφήκασι δὲ οἱ νῦν τραγῳδοὶ τά, οἷς πρότερον τραγῳδοὶ ἐκόσμουν τὴν οἰκείαν ποίησιν καὶ ἔτι καὶ νῦν κοσμοῦσιν οἱ τὰ ἑξάμετρα ἤτοι τὰ ἡρωικὰ ποιοῦντες. [a 35] διὸ γελοῖόν ἐστι μιμεῖσθαι τούτους ἤτοι ἢ τοὺς ῥήτορας τοὺς παλαιοὺς τοὺς χρωμένους λέξεσι ποιητικαῖς διὰ τὸ πάλαι τοῦτο καταργηθῆναι ἢ τούτους τοὺς τραγῳ δούς. διὸ οὐκ ἀκριβολογητέον περὶ λέξεως εἰπεῖν ἢ ἁπλῶς περὶ πάσης λέξεως, ἀλλ’ ἀκριβολογητέον περὶ τῆς τοιαύτης λέξεως, οἵας λέγομεν, ἤτοι ἀνηκούσης τῷ ῥήτορι. [a 38] περὶ δὲ ἐκείνης τῆς ποιητικῆς εἴπομεν ἐν τῇ Περὶ τῆς ποιητικῆς πραγματεία.

Καὶ ἔστω ἐκεῖνα τὰ περὶ τῆς ποιητικῆς λέξεως τεθεωρημένα καὶ ἐγνωσμένα ἀπὸ τῆς Περὶ ποιητικῆς πραγματείας. [b 1] ἀρετὴ δὲ λέξεως ἐστι τὸ εἶναι ταύτην σαφῆ· καὶ γὰρ ὁ λόγος σημεῖόν τί ἐστιν ἤτοι σημαντικόν ἐστι πράγματος· ὥστε ἂν ὁ λόγος ἀσαφὴς ὤν οὐ δηλοῖ καὶ οὐ σημαίνει τι, λοιπὸν οὐ ποιεῖ τὸ ἔργον αὐτοῦ ἤτοι τὸ σημαίνειν. [b 3] καὶ οὔτε ταπεινὴ ὀφείλει εἶναι ἡ λέξις ἀλλὰ πρέπουσα καὶ κατάλ ληλος τῷ ὑποκειμένῳ πράγματι. ταπεινή ἐστι λέξις ἡ κοινὴ καὶ ᾖ χρῶνται οἱ τυχόντες· ὑπὲρ δὲ τὸ ἀξίωμά ἐστιν ἡ ἀκατάλληλος τῷ πράγματι· οἷον εἰ περὶ Θερσίτου ἐστὶν ὁ λόγος, οὐκ ὀφείλω εἰπεῖν ὁ πολύ μητις Θερσίτης· τὸ γὰρ πολύμητις ἀκατάλληλόν ἐστι τῷ Θερσίτῃ. ἀλλὰ πρέπουσα ὀφείλει εἶναι τῷ πεζῷ λόγῳ. [b 4] ἡ γὰρ ποιητικὴ ἴσως οὐ ταπεινή. εἶπε δὲ τὸ ἴσως διὰ τὸ εἶναι καί τινας λέξεις ποιητικὰς ταπεινάς. ἀλλ’ οὐ πρέπουσα τῷ λόγῳ τῷ πεζῷ. κύρια ὀνόματα λέγει τὰς κυριολεξίας. [b 8] τὸ γὰρ ἐξαλλάξαι ἤτοι ἡ ἐναλλαγὴ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων ποιεῖ φαίνεσθαι τὴν λέξιν σεμνήν· οἷον ἐν

οἷς λέγω τῷ ῥητορικῷ λόγῳ τῷ πεζῷ λέξεις πρεπούσας, ἐναλλάξω καὶ [*](f. 51v) χρήσομαι ἐν τῷ μεταξὺ καὶ ποιητικῇ λέξει, ἡ ποιητικὴ λέξις παρεμπεσοῦσα μεταξὺ ἐπὶ τοῦ πεζοῦ λόγου φαίνεται σεμνή. [b 9] ὅπερ γὰρ συμβαίνει [*](f. 52r) περὶ τοὺς ξένους καὶ περὶ τοὺς πολίτας (τὸν μὲν γὰρ πολίτην καὶ ὁμό φυλον ὁρῶντες παρατρέχομεν ὡς συνήθη, ἡνίκα δὲ ἴδωμεν ξένον τινὰ ἐλθόντα εἰς τὴν ἡμετέραν πόλιν, οἷον Πέρσην ἢ Σκύθην, καὶ ταῦτα εἰ μήτε ἦλθε Σκύθης εἰς τὴν πόλιν μήτε ἀλλαχοῦ εἴδομεν, εὐθὺς ξενιζόμεθα ἐπὶ τῷ θεάματι καὶ πάντες συναθροιζόμεθα εἰς τὴν τοῦ Σκύθου θέαν),τὸ αὐτὸ πάσχουσι καὶ περὶ τὴν λέξιν· εἰ μὲν ὁ λογογραφῶν χρᾶται λέξεσι ῥητορικαῖς, οἱ ἀκροαταὶ παρατρέχουσιν αὐτὰς ὡς συνήθεις, εἰ δὲ μεταξὺ χρήσεται καὶ λέξει ποιητικῇ, εὐθὺς οἱ ἀκροαταὶ ταύτην ξενίζονται ὡς ξενικὴν καὶ παράξενον καὶ θαυμάζουσι. [b 10] διὸ δεῖ τοὺς λογο γραφοῦντας ποιεῖν τὴν ὄι ἄλεκτον ξένην ἤτοι παράξενον διὰ τοῦ χρᾶσθαι ποιητικαῖς λέξεσιν· οἱ γὰρ ἄνθρωποι ἀεὶ εἰώθασι θαυμάζειν τὰ ἀπόντα, ἤτοι ἃ οὐκ εἰώθασιν ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ βλέπειν, καὶ οἱ ἀκροαταὶ θαυ μάζουσιν ἐκείνας τῶν λέξεων, ἃς οὐκ εἰώθασιν ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ ἀκούειν· καὶ διὰ τοῦτο, ἡνίκα παρεμπέσῃ τις λέξις ποιητική, εὐθὺς θαυ μάζεται παρ’ αὐτῶν ὡς ἀσυνήθης. διὸ καὶ ὁ Ἑρμογένης παρακελεύεται χρᾶσθαι καὶ ἐν τῷ μεταξὺ τοῦ λόγου στίχῳ ἡρωικῷ, πλὴν καὶ παραφθεί ρειν αὐτόν, ἵνα μὴ ᾖ πάντῃ ἔμμετρος, ἀλλὰ καὶ τελευτᾶν εἰς πεζόν. [b 12] ἐπὶ μὲν τῶν μέτρων ἤτοι τῶν ἐμμέτρων λόγων ἤτοι τῶν ἡρωικῶν στίχων πολλὰ δύναται τοῦτο ἤτοι τὸ ποιητικαῖς χρᾶσθαι λέξεσι καὶ ἁρμόττει τοῦτο ἤτοι ἡ τῶν ποιητικῶν λέξεων χρῆσις ἐκεῖ ἤτοι περὶ τοὺς ἡρωικοὺς στίχους· τὰ γὰρ πράγματα, περὶ ἃ ἡ ποίησις καταγίνεται, καὶ τὰ πρόσωπα, περὶ οὒς ἤτοι περὶ ἃ ὁ ποιητικὸς λόγος καταγίνεται, κατὰ πολὺ διαφέρουσι τῶν προσώπων καὶ τῶν πραγμάτων, περὶ ἃ ἡ ῥητο ρικὴ καὶ ὁ ῥήτωρ καταγίνεται· ἐκεῖ μὲν γὰρ ἐπὶ τῆς ποιήσεως οἱ ἀκροαταὶ τῶν ποιητικῶν λόγων σοφοί, ἐνταῦθα δὲ ἐπὶ τῶν ῥητορικῶν λόγων οἱ ἀκροαταὶ πολλοὶ ἤτοι χυδαῖοι καὶ διὰ τοῦτο δεῖ τοὺς ῥήτορας χρᾶσθαι λέξεσι συνήθεσι· καὶ ἐπὶ μὲν τῆς ῥητορικῆς τὰ πράγματα πολιτικά, ἐπὶ δὲ τῶν ποιητικῶν λόγων τὰ πράγματά εἰσιν ἱστορικὰ καὶ πεπλασμένα· ὥστε κατὰ πολὺ ἐξέστηκεν ἤτοι διαφέρει. [b 14] ἐν δὲ τοῖς ψιλοῖς λόγοις ἤτοι τοῖς ῥητορικοῖς χρώμεθα κατὰ πολὺ ἐλάττοσι πράγμασιν· τὰ γὰρ πολιτικὰ ἐλάττω εἰσὶ τῶν ἱστορικῶν αἱ γὰρ ἱστορίαι πράγματα μεγάλα ἀφηγοῦνται. [b 15] ἡ γὰρ ὑπόθεσις. ᾗ χρᾶται ὁ ῥήτωρ, ἐλάττων ἐστίν· ἡ γὰρ πολιτικὴ ὑπόθεσις ἐλάττων ἐστὶ τῆς ἱστορικῆς· ἐπεὶ καὶ ἐνταῦθα ἤτοι ἐπὶ τῆς ποιήσεως
εἰ παρεισάγεται παρὰ τοῦ ποιητοῦ δοῦλος καλλιεπείᾳ χρώμενος καὶ ῥητορικῶς [*](f. 52r) δημηγορῶν ἢ λίαν νέος οἷον πέντε χρόνων ὢν εἰ παρεισάγεται δημη γορῶν ἀνθηραῖς λέξεσι χρώμενος, ἀπρεπές ἐστι· δεῖ γὰρ τὸν δοῦλον παρεισάγειν βαρβαρικὰ λέγοντα καὶ ἀνάλογα ἑαυτῷ καὶ τὸν λίαν νέον παρεισάγειν τραυλίζοντα καὶ παιδικὰ λέγοντα καὶ μὴ κομψά· τοῦτο γάρ ἐστι τὸ ἄριστον ὑποκριτικόν. [b 16] ἢ περὶ λίαν μικρῶν, ἤτοι ἐάν εἰσι τὰ πράγματα μικρά, οὐ δεῖ μεγαληγορεῖν καὶ κομψεύεσθαι ἐν τούτοις ἀλλὰ ταπεινῶς πάλιν ἐπαγγέλλειν αὐτά. ἀλλ’ ἔστιν ἐν τούτοις πρέπον τὸ συστέλλειν καὶ ταπεινοῦν τὸν λόγον, εἰ καὶ τὰ πράγματά εἰσι ταπεινά, ἢ αὐξάνειν καὶ μεγεθύνειν, εἰ καὶ τὰ πράγματά εἰσι μεγάλα καὶ ἔνδοξα, καὶ ὅλως ἀπομιμεῖσθαι τὰ πράγματα· εἰ γὰρ ταπεινῶν ὄντων τῶν ὑποκειμένων πραγμάτων ἐπιχειρήσεις αὔξειν αὐτά, περίεργος ἂν δόξῃς καὶ ἐπιβουλεύων καὶ σπεύδων ἀπατῆσαι τοὺς ἀκροατάς. [b 18] διὸ δεῖ τοὺς ῥήτορας ποιοῦντας ἤτοι ποιητικῶς λέγοντας λανθάνειν τοὺς ἀκροατάς, ὅτι ποιη τικῷ στίχῳ ἐχρήσαντο, διὰ τὸ καταφθείρειν τὸν ποιητικὸν στίχον, ὡς παρακαταλήγειν εἰς λόγον πεζόν. καὶ δεῖ τὸν ῥήτορα μὴ δοκεῖν λέγειν πέπλασμένως· πεπλασμένως δὲ δοκεῖ λέγειν καὶ ἀπατητικῶς καὶ ἐπιβουθέντας λευτικῶς, ὅταν μικρῶν ὄντων τῶν πραγμάτων ἐπιχειρήσῃς αὔξειν ταῦτα καὶ δεικνύειν μεγάλα ταῦτα καὶ ἐν τούτοις κομψεύεσθαι. ἀλλὰ πεφυ κότως, ἤτοι ἀλλὰ δεῖ ἐξαγγέλλειν αὐτά, ὡς πεφύκασιν ἤτοι ὡς ἔχουσι φύσεως. [b 19] τοῦτο γὰρ τὸ λέγειν αὐτὰ τὰ πράγματα, ὡς ἔχουσι [*](f. 52v) φύσεως, πιθανόν ἐστιν, ἐκεῖνο δὲ ἤτοι τὸ μὴ ἐξαγγέλλειν τὰ πράγματα, ὡς ἔχουσι φύσεως, τοὐναντίον ἤτοι οὐκ ἔστι πιθανόν. [b 20] διαβάλ λονται γάρ, ἤτοι διαβάλλουσι γὰρ αὐτοὺς τοὺς μὴ λέγοντας καὶ ἀπαγγέλ λοντας τὰ πράγματα, ὡς πεφύκασιν, ἤτοι ὡς ἔχουσι φύσεως, ὡς ἐπιβου λεύοντας ἤτοι ἐπιβουλευομένους τοὺς ἀκροατάς· καὶ παρὰ τῶν ἀκροατῶν ὑφορῶνται ὡς ἐπίβουλοι, ὥσπερ καὶ τοὺς οἴνους τοὺς μεμιγμένους οἱ προσφερόμενοι αὐτοὺς διαβάλλουσιν ὡς συναναμιχθέντας καὶ συναναφυρ ὕδατι. [b 22] ἡ Θεοδώρου φωνὴ ἦν φυσικὴ φαινομένη πρὸς πᾶσαν ὑπόκρισιν, καθ’ ἣν τὰ πράγματα ἐξήγγελλε καὶ ἄλλο ἢ ἄλλο ἐμι μεῖτο πρόσωπον, αἱ δὲ φωναὶ τῶν ἄλλων ὑποκριτῶν, καθ’ ἣν ἀπήγγελλον τὰ πράγματα, ἀλλότριαι ἦσαν ὁρώμεναι καὶ οὐκ οἰκεῖαι αὐτῶν τῶν, οὓς ἐμιμοῦντο. [b 24] κλέπτεται δὲ εὖ ἡ ἀλλοτρία λέξις, ὡς μηδὲ νομίζεσθαι ἀλλοτρία ἀλλὰ φυσική, ἐάν τις ἐκ λέγων καὶ λαβὼν λέξεις ἀπὸ διαλέκτου εἰωθυίας ἤτοι συνήθους ἐγγιζούσης τῇ οἰκείᾳ αὐτοῦ διαλέκτῳ
ἤτοι εἰ λαβὼν ἀπὸ τῆς Ἀττικῆς διαλέκτου ὁ Ἀθηναῖος καὶ μὴ ἀπὸ τῆς [*](f. 52v) Δωρίδος ἢ Ἰωνικῆς συντιθῇ αὐτὰς καὶ ποιεῖ λόγον. δεῖ γοῦν, ὡς πέφυκεν ἕκαστος λέγειν καὶ ὡς εἴωθεν ἀπαγγέλλειν τὰ πράγματα, οὕτω σπουδάζειν ἀπαγγέλλειν τὰ πράγματα· εἰ γὰρ οὐχ οὕτως ποιεῖ ἀλλὰ ποιητικαῖς χρᾶται λέξεσιν, οὐ δοκεῖ ἡ φράσις αὐτοῦ οἰκεία ἀλλ’ ἀλλοτρία καὶ ἀπωθεῖται ὡς πρὸς ἀπάτην ἀφορῶν. [b 27] εἴδη δέ εἰσι τῶν ὀνομάτων τοσαῦτα, ὅσα ἐν τῷ Περὶ ποιήσεως λόγῳ παραδεδώκαμεν· αἱ μὲν γάρ εἰσι γλῶτται Δωρικαί, αἱ δὲ Ἰωνικαί, αἱ δὲ Ἀττικαί. ταύταις ταῖς γλώτταις ἤγουν ταῖς διαλέκτοις καὶ τοῖς διπλοῖς ὀνόμασιν ἤτοι τοῖς συνθέτοις (σύνθετα δὲ ὀνόματα, ὡς τὸ Καλλίστρατος, Καλλίνικος) καὶ τοῖς πεποιημένοις (πεποιημένα δὲ ὀνόματά εἰσι τὰ ἐκ τῶν ἤχων καὶ ψόφων τῶν ἀψύχων καὶ ἀφώνων παρωνομασμένα, ὡς τὸ δοῦπος, φλοῖσβος, ῥοῖζος)· τὸ δὲ διὰ τί ὀλιγάκις χρηστέον τοῖς τοιούτοις ὀνόμασιν ὕστερον ἐροῦμεν [b 31] τὰ γὰρ τοιαῦτα ὀνόματα ἐξαλλάττει ἤτοι ἐξαλλαγὴν ποιοῦσι τοῦ πρέ ποντος ἐπὶ τὸ μεῖζον. πρέπον δέ ἐστι τὸ τὰ μικρὰ πράγματα ἐξαγγέλλειν δι’ εὐτελῶν καὶ συνήθων λέξεων· εἰ δέ τις ἐπὶ τῇ τῶν μικρῶν πραγμάτων ἐπαγγελίᾳ χρήσεται Ἀττικῆς ὀνόμασι καὶ Δωρικῆς διαλέκτου ἢ καὶ πεποιημένοις, ἐξαλλάττει τὸ πρᾶγμα ἐπὶ τὸ μεῖζον ἤτοι μεγεθύνει τὸ πρᾶγμα καὶ ἀξίωμα τούτῳ ἐπιτίθησι· καὶ μέγα τι δοκεῖ καὶ ἡρωικόν, κἂν τῇ αὐτῶν φύσει εὐτελὲς καὶ μικρόν ἐστι. κύρια ὀνόματα λέγει τὰ κατὰ κυριο λεξίαν λαμβανόμενα· ἐκ παραλλήλου δὲ ἔλαβε τὸ κύριον καὶ τὸ οἰκεῖον ὡς ταὐτὰ ὄντα. [b 33] ψιλοὺς δὲ λόγους νοητέον τοὺς πεζούς. σημεῖον δὲ τοῦ δεῖν ἐν τοῖς πεζοῖς λόγοις κυρίοις ὀνόμασι χρᾶσθαι, διότι πάντες οἱ παλαιοὶ ῥήτορες τούτοις χρῶνται· πάντες γὰρ διαλέγονται ἤτοι ἀλλήλοις συνομιλοῦσιν ἐν μεταφορικοῖς ὀνόμασι καὶ οὐ κυρίοις· ὥστε δῆλον, ὅτι, ἐὰν ποιῇ τις εὖ, ἤτοι ἐὰν ταῖς ποιητικαῖς λέξεσι καλῶς χρῆται καὶ ὡς ἡ τέχνη ἀπαιτῇ, ἔσται καὶ ἡ λέξις ἡ ποιητικὴ καὶ ἡ μεταφορικὴ καλῶς ληφθεῖσα τὸ ξενικὸν ἔχουσα, τουτέστι τὸ παράδοξον καὶ τὸ θαυ μαστόν. [b 36] ἀλλὰ καὶ ἐνδέχεται τὸν ῥήτορα λανθάνειν τοὺς ἀκροα τάς, ὡς τὸν Νέστορα καὶ δεῖνα καὶ δεῖνα, ὡς λέξεσι ποιητικαῖς καὶ μεταφορικαῖς ἐχρήσατο. καὶ σαφηνιεῖ ἤτοι ἐνδέχεται εἶναι καὶ τὸν λόγον σαφῆ· τοῦ γὰρ ῥητορικοῦ λόγου ἡ σαφήνεια ἀρετή. [b 39] συνωνυ μίας ἐνταῦθα λέγει τὰς πολυωνυμίας, ὡς τὸ ἄορ, τὸ ξίφος, τὸ φάσγανον,
τὸ πορεύεσθαι καὶ τὸ βαδίζειν κύριά εἰσιν ἤτοι κυριολεξίαι εἰσὶ καὶ [*](f. 52v) πολυώνυμα. [1405a 4] καὶ ὅτι αἱ μεταφοραὶ μεγάλα δύνανται καὶ ἐν τῇ ποιήσει καὶ ἐν τοῖς λόγοις τοῖς ῥητορικοῖς, εἴρηται ἐν τῇ Περὶ ποιητικῆς πραγματείᾳ, καθάπερ ἐλέγομεν. [a 6] τοσοῦτον δὲ δεῖ φιλοπονεῖσθαι περὶ αὐτῶν ἤτοι τῶν μεταφορικῶν λέξεων ἐν τῷ λόγῳ τῷ πεζῷ, ὅσον ὁ λόγος ὁ πεζός ἐστιν ἐκ βοηθημάτων καὶ θεραπείας ἐλάττονος καὶ μικρᾶς παρὰ τὰ μέτρα ἤτοι τὰ ἔμμετρα καὶ ἡρωικά· ἐν μὲν γὰρ τῷ πεζῷ λόγῳ, κἂν μεταφορικαῖς χρησώμεθα, ἀλλ’ οὖν μικρᾶς σαφη νείας τούτου δεόμεθα, ἐν δὲ τοῖς ἐμμέτροις στίχοις, εἰ μεταφορικαῖς [*](f. 53r) χρησόμεθα, πλείονος καὶ τῆς σαφηνείας χρήζομεν τούτου οἷον εἰ σπέρμα πυρὸς εἴπομεν, ἀρκεῖ εἰπεῖν εἰς σαφήνειαν τούτου, ὅτι σπέρμα λόγον ἐπέχει ἀρχῆς [a 8] ἔχει δὲ ἡ μεταφορικὴ λέξις καὶ τὸ σαφές· οὐ γάρ ἐστιν ἀσαφὴς πάντῃ· ἔχει δὲ καὶ τὸ ξενικὸν ἤτοι τὸ παράξενον ὡς ἐξ ἄλλου μετακομισθεῖσα. καὶ οὐκ ἔστι λαβεῖν αὐτὴν παρ’ ἄλλου ἤτοι οὐ δέεταί τινος τοῦ ἑρμηνεύοντος. ἔσται δὲ τοῦτο ἤτοι τὸ ἁρμοττούσας λέγειν τὰς μεταφοράς, εἴ τις τηρήσει τὴν ἀναλογίαν ἀρίστην, οἷον σπέρμα λέγεται πυρὸς κατὰ ἀναλογίαν τοῦ σπέρματος τοῦ ἀνθρώπου· ὡς γὰρ τὸ σπέρμα τοῦ ἀνθρώπου ἀρχή ἐστι τοῦ βρέφους. οὕτω καὶ ἡ ἀρχὴ τοῦ πυρὸς λέγεται σπέρμα· καὶ ὡς τὸ σπέρμα τοῦ ἀνθρώπου μικρὸν ὂν μεῖζόν τι ἐξαίφνης δημιουργεῖ, οὕτω καὶ ἡ ἀρχὴ τοῦ πυρὸς σπέρμα λέγεται, διότι μικρὰ οὖσα κατὰ τὴν ἀρχὴν ἐξαίφνης πυρκαϊὰν μεγάλην ἐξανάπτει ὕλης δραξάμενον. [a 11] εἰ δὲ μή, ἤτοι εἰ δὲ οὐ φυλάξει τὴν ἀναλογίαν ἀρίστην, ἀπρεπὴς φανεῖται μᾶλλον ἡ ἀναφορὰ καὶ μὴ ἁρμόττουσα, διότι ἐν τῇ ἀναλογίᾳ παρ’ ἄλληλα κεῖνται τὰ ἐναντία καὶ ἐν παραθέσει θεωροῦνται, οἷον λέγεις ὡς τὸ σπέρμα τοῦ ἀνθρώπου βραχὺ ὂν μεῖζόν τι ποιεῖ, οὕτω καὶ τὸ σπέρμα τοῦ πυρός· εἰσὶ δὲ ἐναντία, διότι τὸ σπέρμα τοῦ ἀνθρώπου ἐστὶν ἀρχὴ ἐμψύχου, τὸ δὲ σπέρμα τοῦ πυρὸς ἀρχὴ ἀψύχου τὸ δὲ ἔμψυχον καὶ ἄψυχον ἐναντία, καὶ ἐπεί εἰσιν ἐναντία, διὰ τοῦτο παρ’ ἄλληλα κειμένων καὶ ἐν παραθέσει, εἰ μὴ σῴζει ἡ ἀναλογία, ἐναργεστάτη φαίνεται ἡ κακία τῆς παραθέσεως. [a 13] φοινικές ἐστι τὸ πορφυροῦν ἱμάτιον· ἄλλη ἐστὶν ἐσθὴς ἡ τῷ νέῳ ἁρμόζουσα (ἔστι δὲ ἡ πορφύρα) καὶ ἄλλη
ἡ τῷ γέροντι. [a 11] τὸ σπέρμα τοῦ ἀνθρώπου καὶ τὸ σπέρμα τοῦ [*](f. 53r) πυρὸς ὑπὸ τὸ αὐτὸ γένος ἀνάγονται ἤτοι τὴν ἀρχήν. [a 14] καὶ εἰ βούλει κοσμεῖν τὸν λόγον, ἀεὶ μετακόμιζε τὰς μεταφορὰς ἀπὸ τοῦ βελτίονος καὶ τοῦ τιμιωτέρου· τιμιώτερον δέ ἐστι τὸ ἔμψυχον τοῦ ἀψύχου, καὶ λοιπὸν τὸ ἀπὸ τοῦ ἐμψύχου μεταφέρειν ἐπὶ τὰ ἄψυχα τὰ ὀνόματα βέλτιον. ὥστε εἰ μὲν ἐπαινεῖς, μετακόμιζε τὰ ὀνόματα ἀπὸ τῶν ἐμψύχων ἐπὶ τὰ ἄψυχα καὶ ὅλως ἀπὸ τοῦ βελτίονος, εἰ δὲ βούλει ψέγειν, ἀπὸ τῶν χειρόνων μετακόμιζε τὰς μεταφορὰς ἐπὶ τὸ βέλτιον, εἴτε ἔμψυχόν ἐστι τὸ χεῖρον εἴτε ἄψυχον· οἷον ὡς οἱ στρουθοὶ εἰς τὰ δίκτυα ἐμπεσόντες πειρῶνται διαφυγεῖν, οὕτως καὶ ὁ δειλὸς ἐμπεσὼν πρὸς τὸν πόλεμον σπουδάζει διαχεύοντα δρᾶσαι· τιμιώτερον δὲ ὁ ἄνθρωπος τοῦ στρουθοῦ ὡς λογικόν. [a 17] λέγω δὲ οἷον ἐπὶ τὸ ἐναντίον, ἤτοι τὸ πτωχεύειν καὶ τὸ εὔχεσθαι, εἰσὶν ἐν τῷ αὐτῷ γένει· ὑπὸ γὰρ τὸ αἰτεῖν ἄμφω ἀνάγονται· καὶ ὁ πτωχὸς γὰρ καὶ ὁ εὐχόμενος αἰτοῦσιν· ὥστε εἰ μὲν εἴπω τὸν πτωχεύοντα εὐχόμενον ἤτοι αἰτοῦντα, ἀπὸ τοῦ βελτίονος ἐποίησα τὴν μεταφοράν· τὸ γὰρ εὔχεσθαι τιμιώτερον τοῦ πτωχεύειν· εἰ δὲ εἴπω τὸν εὐχόμενον πτω ἤτοι αἰτοῦντα, ἀπὸ τοῦ χείρονος ἐποίησα τὴν μεταφοράν. [a 19] διὰ τοῦτο ἔστι ποιεῖν τὸ εἰρημένον, ἤτοι διότι ὑπὸ τὸ αὐτὸ γένος ἀνά γονται τὸ αἰτεῖν καὶ ὁ πτωχὸς καὶ ὁ εὐχόμενος, διὰ τοῦτο καὶ τὸν πτωχὸν λέγω εὐχόμενον καὶ τὸν εὐχόμενον πτωχόν. [a 20] οἱ μὲν λέγουσι μιτραγύρτην τὸν τὰς ζώνας συνάγοντα, οἱ δὲ ἀνθρώπους τινὰς εἶναι λέγουσιν ἔχοντας τὰς ἑαυτῶν κεφαλὰς δεδεμένας ὑπὸ μίτρας ὡς κεφαλοδεσμίων καὶ διαδέτων καὶ ἄνω καὶ κάτω τῆς πανηγύρεως διαστρεφομένους. δᾳδοῦχοι ἐλέγοντο οἱ τὰς δᾷδας βαστάζοντες, ὅτε ἐτελοῦντο τὰ τῆς Δήμητρος μυστήρια. καὶ τὸ μιτραγυρτεῖν καὶ τὸ δᾳδουχεῖν εἰσι περὶ θεὸν ἤτοι πρὸς ὑπηρεσίαν τῆς θεοῦ, τὸ μέν, τὸ δᾳδουχεῖν, τίμιον, τὸ δέ, τὸ μιτραγυρτεῖν, ἄτιμον. [a 23] τὸ τεχνίτης τιμιώτερόν ἐστι τοῦ διονυσο κόλακος· ἐλέγοντο δὲ διονυσοκόλακες οἱ τὸν Διόνυσον κολακεύοντες καὶ οἱ περὶ αὐτὸν ἀναστρεφόμενοι. καὶ οἱ μὲν ἐκάλουν αὐτοὺς τοὺς περὶ τὸν Διόνυσον διονυσοκόλακας — ἡ μεταφορὰ ἀπὸ τοῦ χείρονος —, οἱ δὲ τεχνίτας ἑαυτοὺς ἐκάλουν ὡς ἐπιστημονάρχας — ἀπὸ τοῦ βελτίονος [*](f. 53v) ἡ μεταφορά —. ἡ μὲν ἤτοι ἡ μεταφορὰ ἡ διονυσοκόλακας αὐτοὺς
καλοῦσά ἐστι ῥυπαινόντων ἤτοι διαβαλλόντων, ὑβριζόντων, ἡ δὲ ἤτοι [*](f. 53v) ἡ μεταφορὰ ἡ καλοῦσα αὐτοὺς τεχνίτας ἐστὶ τοὐναντίον ἤτοι ἐπαινοῦσα. καὶ οἱ λῃσταὶ καλοῦσιν ἑαυτοὺς ποριστὰς μεταφορικῶς ἀπὸ τοῦ κρείτ τονος ὡς προσπορίζοντας ἑαυτοῖς πολλά. [a 26] τὸ μὲν ἁμαρτάνειν λέγεται ἐπὶ τοῦ ἀποτυγχάνειν, τὸ δὲ ἀδικῆσαι ἐπὶ τοῦ ἁρπάζειν. ὁ λέγων μεταφορικῶς τὸν ἀδικήσαντα ἁμαρτάνοντα ἀπὸ τοῦ κρείττονος ἐποίησε τὴν μεταφοράν, ὁ δὲ λέγων ἁμαρτάνοντα ἀδικήσαντα ἀπὸ τοῦ χείρονος. [a 28] καὶ τὸν κλέψαντα εἰ εἴπωμεν, ὅτι ἐπόρθησεν, ἐποίησε τὴν μεταφορὰν ἀπὸ τοῦ βελτίονος· τὸ γὰρ πορθεῖν μέγα ἐστί· λέγεται γὰρ ἐπὶ τροπαίων καὶ κατασχέσει πόλεων· εἰ δὲ εἴπωμεν, ὅτι ἔλαβεν, ἀπὸ τοῦ χείρονος ἐποίησε τὴν μεταφοράν· χεῖρον γὰρ τὸ λαβεῖν. [a 29] κώπης εἷπεν ἀνάσσειν τὸν ναύαρχον τὸν ἐπιστατοῦντα τῶν κωπηλατῶν καὶ κατα ναγκάζοντα αὐτοὺς κωπηλατεῖν, ἤτοι τὸν κόμητα, τὸν δέκαρχον· μεταφορά ἐστι καὶ αὕτη ἀπὸ τοῦ βελτίονος. καὶ τὸ ἀποβὰς εἰς Μυσίαν ἐτραυμα τίσθη πολεμίῳ βραχίονι· τὸ ἀποβάς μεταφορικὴ ἡ λέξις ἀπὸ τοῦ βελτίονος ληφθεῖσα· τὸ γὰρ ἀποβάς ἐπὶ στόλου λέγεται, οὗτος δὲ ἐξελάβετο αὐτὸ ἐπὶ ἑνὸς ἀνθρώπου. [a 30] τὸ γοῦν ἀνάσσειν ἐπὶ βασιλέως λέγεται καὶ ἔστιν ἀξίωμα μεῖζον ἢ κατὰ ἀξίαν ἤτοι τοῦ ἀξιώματος τοῦ δεκάρχου καὶ ναυάρχου ἤτοι τοῦ ἁρμόττοντος τῷ ἐπιστατοῦντι τῶν κωπηλατῶν. [a 31] οὐ κέκλεπται ἤτοι οὐκ ἔλαθεν ἡ μεταφορὰ αὕτη ἡ μετακομίσασα τὸ ἀνάσσειν ἀπὸ τοῦ βασιλέως ἐπὶ τὸν ναύαρχον, ὡς ἔστι ψυχρά. ἔστι δὲ καὶ ἐν ταῖς συλλαβαῖς ἤτοι ταῖς λέξεσιν ἁμαρτάνειν, εἰ οὔκ εἰσιν αἱ συλλαβαὶ σημεῖα φωνῆς ἡδείας, εἴ γε συγκρούσεις συμφώνων ἔχουσι· τραχύνουσι γὰρ τὴν γλῶτταν ὡς μὴ δυναμένην ῥᾳδίως ἐκφωνεῖν αὐτάς. [a 2] χαλκοῦν Διονύσιον λέγει τὴν Διονυσίου στήλην· οὗτος οὖν τοῖς ἐλεγείοις τοῖς ἀναγεγραμμένοις ἐν τῇ στήλῃ αὐτοῦ τὴν ποίησιν προσα γορεύει καὶ καλεῖ κραυγὴν Καλλιόπης· ἄμφω γὰρ ἤτοι καὶ ἡ κραυγὴ καὶ ἡ ποίησις φωναί εἰσι· τὸ γοῦν κραυ ἐν τῇ ἐκφωνήσει· τῇ κραυγῆς τραχύνει τὴν φωνὴν καὶ λυπεῖ τὸν ἐκφωνοῦντα διὰ τὴν τῶν συμφώνων παρεμπλοκήν. ἀσήμους φωνὰς λέγει τὰς τραχείας τὰς συγκρούσεις συμ
φώνων ἐχούσας. [a 35] ἔτι δὲ οὐ δεῖ ποιεῖν τὰς μεταφορὰς πόρρωθεν, [*](f. 53v) ἀλλ’ ἐκ τῶν συγγενῶν καὶ ὁμοειδῶν τὰ ἀνώνυμα ὠνομασμένως, ἤτοι ὅταν, ἐφ’ οἷς οὐ κεῖται ὄνομα, εὑρεθῇ κατάλληλον ὄνομα ἀπὸ ἑτέρου πράγματος, ὅπερ (τοῦτο τὸ εὑρεθὲν ὄνομα κατάλληλον) ῥηθὲν εὐθὺς δηλώσει, ὅτι συγγενές ἐστιν, ἤτοι ὅτι ἀπὸ συγγενοῦς καὶ ὁμοειδοῦς ἐλήφθη. [b 1] εὐδοκιμοῦν αἴνιγμα λέγει τὸ ἄριστον. πυρίχαλκον λέγει τὸ ὑέλιον ὡς ἐν πυρὶ χαλκευθέν· λέγει δὲ πυρίχαλκον τὴν συκίαν ἤγουν τὸ βικίον, δι’ οὗ ἡ ὁλκὴ τοῦ αἵματος γίνεται· ὅπερ (τοῦτο τὸ βικίον) προσκολλᾶται τῷ συκιαζομένῳ ἀνδρί· οὐ δεῖ οὖν τὴν μεταφορὰν ποιεῖν ἀπὸ τῶν πόρρω καὶ ἀνομοειδῶν, ὥσπερ ἐν τῷ αἰνίγματι τούτῳ· αἴνιγμα γάρ ἐστι τὸ ἄνδρ’ εἶδον πυρίχαλκον. οὐκ ἐγένετο ἡ μεταφορὰ ἀπὸ ὁμοειδοῦς· ποίαν γὰρ κοινωνίαν ἔχει τὸ ὑέλινον βικίον πρὸς ἄνδρα; ἢ ποίαν ἐγγύτητα ὡς ἐπονομάσαι ἄνδρα πυρίχαλκον τὸ ὑέλινον βικίον; ψυχρὰ γοῦν ἐστιν ἡ μεταφορὰ αὕτη. [b 2] τὸ γὰρ πάθος ἤτοι ἡ ὁλκὴ τοῦ αἵματος γινομένη διὰ τοῦ βικίου ἀνώνυμόν ἐστιν ἤτοι οὐκ ἔχει ὄνομα, πῶς δεῖ καλεῖν αὐτήν, καὶ διὰ τοῦτο τὴν προσβολὴν τοῦ βικίου τὴν γινο μένην πρὸς τὸν ἄνδρα ἐπωνόμασε κόλλησιν· πάθος γὰρ λέγει τὴν προσ βολήν. ἔστι δὲ ἄμφω ἤτοι καὶ ἡ προσβολὴ καὶ ἡ κόλλησις προσθέσεις τινές· καὶ γὰρ καὶ τὸ προσβαλὸν καὶ τὸ προσπεσόν τινι προστίθεται αὐτῷ καὶ τὸ προσκολλώμενον προστίθεται. ἢ καὶ οὕτως· ἔστι δ’ ἄμφω ἤτοι τὸ πυρίχαλκον καὶ τὸ κολλήσαντα πρόσθεσίς τις· ἀλλ’ οὔ μοι δοκεῖ τοῦτο καλόν. ἢ καὶ οὕτως· ἔστι δ’ ἄμφω ἤτοι ἡ τοῦ βικίου πρὸς τὸν ἄνδρα προσβολὴ πρόσθεσίς τις καὶ ἡ τοῦ ἀνδρὸς πρὸς τὸν ἄνδρα προσ βολὴ πρόσθεσις· ὥσπερ γάρ, εἰ προσβάλῃ ἀνδρὶ ἀνὴρ καὶ προσπλακῇ, προστίθεσθαι οὗτος τῷ ἑτέρῳ λέγεται, οὕτω καὶ τὸ βικίον προστίθεται τῷ ἀνδρὶ ἐν τῷ προσβαλεῖν αὐτῷ. [b 4] καὶ ὅλως ἔστι λαβεῖν τὰς μεταφορὰς ἐπιεικεῖς ἤτοι καλῶς μετενεχθείσας ἐκ τῶν εὖ ἡνιγμένων [*](f. 54r) ἤτοι ἐκ τῶν ἐπαινουμένων αἰνιγμάτων· καὶ γὰρ καὶ αἱ μεταφοραὶ αἰνίγματά εἰσι, καθ᾽ ὅσον αἰνίττονται σκοτεινῶς καὶ οὐ καθαρῶς τὰ πράγ ματα· ἐπὶ πλέον δέ εἰσι τῶν μεταφορῶν τὰ αἰνίγματα· αἱ μὲν γὰρ μετασθησαν φοραὶ λέγονται καὶ αἰνίγματα, τὰ δὲ αἰνίγματα μεταφοραὶ οὔκ εἰσιν. ἢ καὶ οὕτως· καὶ ὅλως ἐκ τῶν ἐπαινουμένων αἰνιγμάτων ἔστι λαβεῖν μετα φορὰς ἐπιεικεῖς ἤτοι συγγενεῖς τοῖς πράγμασιν, ἐξ ὧν καὶ μετεκομί μεταφορικῶς· ἀρίστη γὰρ μεταφορά ἐστιν ἡ μετενεχθεῖσα ἀπὸ τῶν
ἐγγὺς καὶ ὁμοειδῶν, ὡς τὸ ποιμένα λαῶν † εἴποι τις τὸν βασιλέα· τὸ γὰρ [*](f. 51r) ποιμήν μετηνέχθη ἀπὸ ὁμοίων ἤτοι ἐμψύχων ἤτοι τῶν βοσκῶν· ἄνθρωπος γὰρ καὶ ὁ βασιλεύς, καὶ ὡς ἐκεῖνος ἡγεῖται τῶν προβάτων, οὕτω καὶ οὗτος τοῦ λαοῦ. φαύλη δὲ καὶ ψυχρὰ μεταφορὰ ἡ μετενεχθεῖσα ἀπὸ τῶν πόρρω καὶ τῶν ἀνομοειδῶν, ὥσπερ ἄν τις εἴπῃ χρυσέ. κακῶν ἀρχηγέ· τὸ γὰρ ἀρχηγεῖν καὶ βασιλεύειν τῶν ἀνθρώπων ἐστίν, οὐ τῶν ἀψύχων· ψυχρὸν γοῦν ἐστι τὸ λέγειν τὸν χρυσὸν βασιλέα· ποία γὰρ ὁμοιότης καὶ ἐγγύτης τοῖς ἐμψύχοις πρὸς τὰ ἄψυχα; [b 5] ὥστε δῆλον, ὅτι ἡ μεταφορά, ἐὰν ὑπαινίττηται καὶ σημαίνῃ τι αἰνιγματωδῶς, καλῶς μετηνέχθη. καὶ ἀπὸ καλῶν ἤτοι ὁμοειδῶν ἢ καλῶν ὀνομάτων. [1404b 29] πεποιημένα λέγει τὰ περὶ τὰς τῶν ἤχων ἰδιότητας μιμητικῶς εἰρημένα, οἷον φλοῖσβος, ῥοῖζος. τὸ ἀτεράμων ἤτοι ὁ ἀνένδοτος μεταφορικὴ λέξις ἐστί. τετραχῇ ἡ μεταφορὰ λέγεται· ἢ ἀπὸ ἐμψύχου εἰς ἔμψυχα ὡς τὸ ποιμένα λαῶν, ἢ ἀπὸ ἀψύχου εἰς ἄψυχα ὡς τὸ σπέρμα σῴζων πυρός, ἢ ἀπὸ ἐμψύχου εἰς ἄψυχον ὡς τὸ αἰχμὴν † δὲ ἐν γαίῃ πέσε λιλαιομένη χροὸς ἆσαι, ἢ ἀπὸ ἀψύχων εἰς ἔμψυχα ὡς τὸ ῥέει λόγους. Περὶ κάλλους λέξεως. Ὁ μὲν Λικύμνιος λέγει τὸ κάλλος τῶν λέξεων ἐν τοῖς ψόφοις θεωρεῖσθαι ἤτοι ταῖς στομφαστικαῖς λέξεσι καὶ κρότον ἐχούσαις ἢ τῷ σημαινομένῳ, ἤτοι κάλλος δὲ λέξεως καὶ ὀνομάτων τὸ σημαίνειν τι. καὶ αἶσχος τῶν λέξεων καὶ τῶν ὀνομάτων ὡσαύτως τὸ μὴ ἔχειν κρότον καὶ τὸ στομφαστικὸν ἢ τὸ σημαίνειν. [b 8] ἔτι δὲ τρίτον κάλλος τῶν ὀνομάτων τὸ μὴ εἶναι ὁμώνυμον τὸ ὄνομα, καθ’ ὃ (τὸ μὴ εἶναι δηλονότι ὁμώνυμον) λύομεν τὰ περὶ τὴν ὁμωνυμίαν σοφίσματα. [b 9] ὁ Βρυσῶν φιλόσοφος ἦν. ὁ Βρυσῶν ἔλεγε μηδένα αἰσχρολογεῖν καὶ ἀκαλλῶς λέγειν, εἴπερ ἀντὶ τοῦ εἰπεῖν τοῦδε εἴπῃ τόδε· ταὐτὸν γὰρ σημαίνειν καὶ τὸ τόδε καὶ τὸ τοῦδε ἔλεγε. καὶ οὕτως μὲν εὕρηται ἐν τοῖς ἀντιγράφοις τὸ [b 10] εἴπερ τὸ αὐτὸ σημαίνει τόδε ἀντὶ τοῦ τοῦδε εἰπεῖν. σφάλμα δέ ἐστι γραφικὸν τὸ εἰπεῖν ἀντὶ τοῦ τοῦδε· ἔδει γὰρ
εἰπεῖν ἀντὶ τοῦ τόδε· καὶ ὅσα τῶν ἀντιγράφων εἰσὶ παλαιά, οὕτως εὕρηται [*](f. 54r) ἔχοντα εἴπερ τὸ αὐτὸ σημαίνει τόδε ἀντὶ τοῦδε εἰπεῖν. ἔστι δὲ τοιοῦτον· ἐπεὶ γὰρ τὸ τόδε καὶ τὸ τοῦτο καὶ εὐθεῖαν δηλοῦσι καὶ αἰτια τικήν, ἔλεγεν ὁ Βρυσῶν, ὡς οὐδεὶς αἰσχρολογεῖ, εἴπερ εἴπῃ τόδε καὶ ἐκλά βηται αὐτὸ ἐπὶ αἰτιατικῆς ἀντὶ τοῦ εἰπεῖν τόδε ἢ τόδε καὶ ἐκλαβέσθαι αὐτὸ ἐπ’ εὐθείας· ταὐτὸν γὰρ σημαίνει καὶ τὸ τόδε καὶ τὸ τοῦτο, κἂν ἐπ’ εὐθείας καὶ αἰτιατικῆς ληφθῇ. τὸ αὐτὸ σημαίνει· μεγάλη δέ ἐστιν ἡ δια φορὰ τοῦ λαβεῖν τὸ τόδε καὶ τὸ τοῦτο ἐπὶ αἰτιατικῆς, καὶ ταῦτα τοῦ λόγου ἀπαιτοῦντος λαβεῖν ἐπ’ εὐθείας· ἢ πάλιν εἰ ἐνδέχεται λαβεῖν ἐπ’ αἰτια τικῆς αὐτὸ καὶ λάβωμεν αὐτὸ ἐπ’ εὐθείας, μεγάλη ἐστὶν ἡ διαφορά· ἀκαλλῆ γὰρ ποιεῖ τὸν λόγον καὶ σόλοικον καὶ ψευδῆ· οἷον ἆρ’ ὃ ὁρᾷ, τοῦτο ὁρᾷ, ὁ μὲν λόγος ἀπαιτεῖ λαβεῖν τὸ τοῦτο ἐνταῦθα αἰτιατικήν· εἰ δὲ λάβοιμεν αὐτὸ ἐπ’ εὐθείας, ψευδόμεθα· ἐντεῦθεν γὰρ καὶ ὁ σολοικισμὸς παρὰ τοῖς σοφισταῖς γίνεται. [b 11] τοῦτο γάρ ἐστι ψεῦδος ἤτοι ψεύτικῆς δεται καὶ ψευδὴς ὁ λόγος γίνεται, εἴπερ τὸ τοῦτο ὁρᾷ οὐ λάβω ἐπὶ αἰτια ἀλλ’ ἐπ’ εὐθείας. καὶ πάλιν ἀλλαχοῦ ἀπαιτησόμεθα λαβεῖν τὸ τόδε καὶ τὸ τοῦτο ἐπ’ εὐθείας· εἰ δὲ λάβωμεν αὐτὸ ἐπὶ αἰτιατικῆς, ψευδῆ τὸν λόγον ποιήσομεν. [b 11] ἔστι γὰρ ἄλλο ἄλλου κυριώτερον, ἤτοι ἐπὶ τινῶν μέν ἐστιν οἰκειότερον λαβεῖν τὸ τοῦτο καὶ τόδε ἐπ’ εὐθείας, κἂν [*](f. 54v) καὶ ὑπεμφαίνῃ καὶ αἰτιατικήν, καὶ ψευδὴς καὶ ἀκαλλὴς γίνεται, εἰ ληφθῇ ἐπὶ αἰτιατικῆς, ἐπὶ τινῶν δὲ πάλιν ἐστὶν οἰκειότερον τὸ λαβεῖν ἐπὶ αἰτιατικῆς αὐτό, κἂν καὶ παρεμφαίνῃ καὶ εὐθεῖαν· καὶ ἐπὶ τινῶν ὡς εὐθεῖα ληφθὲν οἰκεῖον τῷ πράγματι φαίνεται καὶ παριστᾷ τὸ πρᾶγμα πρὸ ὀμμάτων ἤτοι φανερόν, ἐπὶ τινῶν δὲ ὡς αἰτιατικὴ ληφθὲν οἰκεῖον τοῦ πράγματος φαίνεται καὶ ποιεῖ αὐτὸ φανερόν· εἰ μὲν γὰρ εἴπω, ὡς τοῦτο ἔστι, δηλοῖ εὐθεῖαν μᾶλλον, εἰ δὲ εἴπω τοῦτο εἶναι, δηλοῖ αἰτιατικήν, εἰ δὲ εἴπω τοῦτο ἔστιν εἶναι, δηλοῖ καὶ εὐθεῖαν καὶ αἰτιατικήν, ἡ δὲ σύνταξις παρεμ φαίνει, ποῖον μᾶλλον σημαίνει· πολλάκις γὰρ ἀπὸ τῆς συντάξεως οἰκειότερον φαίνεται τὸ τοῦτο λαβεῖν ἐπ’ εὐθείας, πολλάκις δὲ οἰκειότερον φαίνεται τὸ τοῦτο λαβεῖν ἐπὶ αἰτιατικῆς. [b 13] ἔτι οὐχ ὁμοίως σημαίνει τὸ τόδε ἐπ’ εὐθείας καὶ τὸ τόδε ἐπὶ αἰτιατικῆς, ἀλλ’ εἰ μὲν πρόσκειται αὐτῷ τὸ ἔστι, σημαίνει εὐθεῖαν, εἰ δὲ τὸ εἶναι, αἰτιατικήν, κἂν ἔμφασιν ἔχῃ, ὅτι σημαίνει καὶ εὐθεῖαν. [b 14] ὥστε καὶ οὕτως ἄλλο ἄλλου κάλλιον καὶ αἴσχιον· οἷον ἐπὶ μὲν τῆς τοιᾶσδε συντάξεως καὶ ὅτε πρόσκειται
αὐτῷ τὸ ἔστι, καλλιώτερόν ἐστι τὸ λαβεῖν αὐτὸ ἐπ’ εὐθείας παρ’ ὃ ἐπὶ [*](f. 54v) αἰτιατικῆς· αἴσχιον γὰρ καὶ ἀκαλλές ἐστι τὸ λαβεῖν αὐτὸ ἐπὶ αἰτιατικῆς, ὥσπερ ἐπὶ ἄλλης συντάξεως καὶ ὅτε ἔχει προσκείμενον τὸ εἶναι, κάλλιόν ἐστι τὸ λαβεῖν αὐτὸ ἐπὶ αἰτιατικῆς παρ’ ὃ ἐπ’ εὐθείας, ἀκαλλὲς δέ ἐστι τὸ λαβεῖν αὐτὸ ἐπ’ εὐθείας καὶ αἴσχιον. [b 15] ἄμφω μὲν γὰρ τὸ τόδε ἔστιν, ἤτοι ὅταν ἔχῃ τὸ ἔστι, καὶ τὸ καλὸν καὶ τὸ αἰσχρὸω σημαίνουσιν· ᾗ μὲν καὶ εὐθεῖαν σημαίνει, ἔχει τὸ κάλλιον, εἰ οὕτω ληφθῇ, ἦ δὲ καὶ ἔμφασιν ἔχει αἰτιατικῆς, ἔχει τὸ αἴσχιον, εἰ ἐπὶ αἰτιατικῆς ληφθῇ· μᾶλλον γὰρ σημαίνει εὐθεῖαν παρ’ ὃ αἰτιατικήν· καὶ τὸ τόδε εἶναι· εἰ γὰρ καὶ εὐθεῖαν σημαίνει καὶ αἰτιατικήν, ἀλλὰ μᾶλλόν ἐστι κάλλιον τὸ λαβεῖν αὐτὸ ἐπὶ αἰτιατικῆς, αἰσχρὸν δὲ καὶ ἀκαλλὲς τὸ λαβεῖν ἐπ’ εὐθείας. ἄμφω γάρ, τὸ τόδε ἔστι καὶ τὸ τόδε εἶναι (σημαίνει δὲ τὸ τόδε ἔστι καὶ τὸ τόδε εἶναι τὸ καλὸν ἢ τὸ αἰσχρὸν οὐχὶ καθ’ ὅ εἰσι καλὰ τῇ ἑαυτῶν φύσει οὐδὲ καθ’ ὅ εἰσιν αἰσχρὰ τῇ ἑαυτῶν φύσει, ἀλλὰ οὔτε φύσει ἔχουσι τὸ καλὸν οὔτε τὸ αἰσχρόν, ἀλλὰ τῇ τοιᾷδε συντάξει καὶ συνθέσει ἔχουσι τὸ καλὸν ἢ τὸ αἰσχρὸν ἢ τὸ τόδε ἔστι καὶ τὸ τόδε εἶναι), ταῦτα μὲν σημαίνουσιν ἤτοι τὸ καλὸν καὶ τὸ αἰσχρόν, ἀλλὰ τῷ ἑτέρῳ μὲν αὐτῶν μᾶλλον μέν ἐστιν οἰκεῖον καὶ καλὸν τὸ λαβεῖν ἐπ’ εὐθείας, ἧττον δὲ καλὸν καὶ ἀνοίκειον τὸ λαβεῖν ἐπὶ αἰτιατικῆς, καὶ μᾶλλον τοὐναντίον· πάλιν τῷ ἑτέρῳ μέν ἐστι καλὸν καὶ οἰκεῖον τὸ λαβεῖν ἐπὶ αἰτιατικῆς, ἧττον δὲ καλὸν τὸ λαβεῖν ἐπ’ εὐθείας. [b 17] τὰς δὲ μεταφορὰς ὀφείλομεν κομίζειν ἀπὸ καλῶν λέξεων ἢ τῇ φωνῇ ἢ τῇ δυνάμει ἢ τῇ ὄψει. καλὸν μέν ἐστι τῇ δυνάμει ἤτοι τῇ ἀναλογίᾳ καὶ τῇ φύσει τοῦ πράγματος, ὥσπερ λέγομεν ποιμένα λαῶν τὸν βασιλέα διὰ τὸ ἔχειν τὴν αὐτὴν δύναμιν πρὸς τὸν ποιμένα τῶν προβάτων· ὡς γὰρ ὁ βοσκὸς ἡγεῖται τῶν προβάτων, οὕτω καὶ ὁ βασιλεὺς τοῦ λαοῦ ἡγεῖται. ἢ καλὸν τῇ ὄψει, ὥσπερ τὸ ῥόδον κάλλιόν ἐστι καὶ ἡδὺ τῇ ὄψει παρ’ ὃ τὸ φοινικοῦν· καὶ διὰ τοῦτο, εἰ μετακομίσομεν μεταφορικῶς τῇ ἠοῖ ὄνομα ἀπὸ τοῦ ῥόδου, κάλλιόν ἐστι παρ’ ὃ ἀπὸ τοῦ φοινικοῦ, οἶον ῥοδοδάκτυλος ἠώς. ἡδὺ δὲ τῇ φωνῇ ἤτοι τῇ ἐκφωνήσει, ὅταν οὐ τραχεῖά ἐστι διὰ τὴν σύγκρουσιν τῶν συμφώνων καὶ λυποῦσα τὸν λέγοντα αὐτὴν ὡς μὴ δυνάμενον ῥᾳδίως ἐκφωνῆσαι, ὡς τὸ μισγάγκεια καὶ ἀταρπός· ὥστε δεῖ τὰς μεταφορὰς μετα φέρειν καὶ μετακομίζειν ἀπὸ ὀνομάτων καλῶν ἢ τῇ φωνῇ ἢ τῇ ὄψει ἢ τῇ δυνάμει ἤτοι τῇ σημασίᾳ καὶ τῇ ἀναλογίᾳ. [b 21] καὶ τὰ ἐπίθετα ὀφείλομεν μεταφέρειν ἀπὸ καλῶν, εἰ ἐπαινοῦμέν τινα, καὶ ἐπιτιθέναι τοῖς πράγμασιν ἢ ἀπὸ φαύλων ὀφείλομεν μεταφέρειν αὐτά, εἰ ψέγομεν· οἷον τὸν
Ὀρέστην ψέγοντες μὲν ἐπιθήσομεν αὐτῷ ὄνομα τὸ μητροφόντης ἀπὸ [*](f. 54v) φαύλου ἔργου ἤτοι τοῦ φονεῦσαι τὴν μητέρα, ἐπαινοῦντες δὲ ἐπιθήσομεν αὐτῷ ἐπίθετον ὄνομα ἀμύντωρ πατρὸς ἀπὸ ἔργου καλοῦ τοῦ βοηθῆσαι πατρί. [b 24] ὁ Σιμωνίδης ἦν λυρικός· καὶ οἱ τρέχοντες μετὰ [*](f. 55r) ἵππων ἢ ἡμιόνων καὶ [μὴ] νικῶντες κατηνάγκαζον αὐτὸν καὶ ἠξίουν στιχί ζειν, καὶ εἰ μὲν ἔδωκαν αὐτῷ πολλά, ἐποίει, εἰ δὲ μή. παρῃτεῖτο· οἷον καί τις νικήσας ἐν τῷ δραμεῖν μετὰ τῶν ὀρέων ἡμιόνων ἠξίωσεν αὐτὸν ἐπαινέσαι διὰ στίχων τοὺς ὀρεῖς καὶ ταῦτα μὴ δοὺς μισθὸν τοῦ κόπου, ὁ δὲ οὐκ ἠθέλησε λέγων ἡμιόνους οὐ δύναμαι ἐπαινεῖν· ἐξ ὄνου γὰρ ἔχουσι τὴν γένεσιν. ψέγων γοῦν τοὺς ὀρεῖς πρὸς τὸν ὄνον ἀπιδὼν ἀπὸ τοῦ χείρονος ἤτοι τοῦ ὄνου εἶπεν αὐτοῖς ἐπίθετον τὸ ἡμίονοι. ἐπὰν δὲ ἔλαβε μισθόν, καὶ θέλων αὐτοὺς ἐπαινέσαι θυγατέρας ἵππων αὐτὰς εἶπεν ἀπὸ τοῦ κρείττονος ἤτοι τοῦ ἵππου, σιγήσας τὸ καὶ ἐξ ὄνων γεννηθῆναι. [b 27] ἀελλόποδες λέγονται οἱ ποδήνεμοι, οἱ ταχεῖς, ἐκ τοῦ ἄελλα. ἔτι συμβάλλεται εἰς τὸ ψέγειν καὶ τὸ ὑποκορίζειν καὶ εἰς τὸ ἐπαινεῖν· ὁ γὰρ ὑπο κορισμὸς σμικρύνων τὸ μεῖζον ἀγαθόν, οἷον ἀρετίδιον, ψέγει καὶ πάλιν σμικρύνων τὸ μεῖζον κακὸν ἐπαινεῖ αὐτό. [b 30] ὁ Ἀριστοφάνης δρᾶμα ἐποίησεν εἰς τοὺς Βαβυλωνίους. [b 33] καὶ παρατηρεῖν ἐν ἀμφοτέροις ἤτοι καὶ ἐν τῇ μειώσει τοῦ ἀγαθοῦ καὶ ἐν τῇ ὑποκορίσει καὶ ἐν τῇ τοῦ κακοῦ ὑποκορίσει τὸ μέτριον· οὐ δεῖ γὰρ ὑπερβολικοὺς καὶ μεγάλους ποιεῖν τοὺς ὑποκορισμούς, ἀλλ’ οὐ πυκνοὺς ποιεῖν ἐν τῷ λόγῳ.

Διπλοῦν ὄνομά ἐστι τὸ πολυπρόσωπον ἤτοι σύνθετον· τὸ γοῦν καλέσαι τὸν οὐρανὸν πολυπρόσωπον διὰ τὰ ἄστρα καὶ τὰ ζῴδιά ἐστι ψυχρόν. [b 36] καὶ ἡ μελανοκόρυφος λέξις ψυχρά ἐστι· ψυχρὸν γάρ ἐστι τὸ καλέσαι κορυφὴν τῆς γῆς τὰ ὄρη. Λυκόφρων ἄλλος καὶ οὐχ ὁ ποιητής. καὶ τὸ καλέσαι τὴν ἀκτὴν ἤτοι τὸν αἰγιαλὸν στενοπόρον ψυχρόν ἐστι· στενοπόρος γὰρ λέγεται ὁ ἰσθμός. στενοπόρος ἡ τρυμαλιὰ τῆς ῥαφίδος. ἰσθμὸς δέ ἐστιν ἡ στενοτάτη γῆ καὶ δίκην αὐλοῦ ἐπιτα θεῖσα στενοῦ μεταξὺ δύο γαιῶν. [b 37] πτωχόμουσον ἤτοι τὸν πένητα κατὰ τὸ λέγειν καὶ κολακεύειν καὶ ἀνεπιτήδειον· οὐ γὰρ πρὸς κόλακα ἡ τοιαύτη λέξις ἁρμόζει ῥηθῆναι ἀνεπιτήδειον, ἀλλὰ πρὸς γραμματικὸν κακόν. τὸ ἐπιορκῆσαι λέγεται ἐπὶ τοῦ ψευδῶς ὀμόσαντος, οὐχ ἁρμόζει δὲ τὸν ἁπλῶς ψευσάμενον εἰπεῖν ἐπιορκήσαντα· καὶ τὸ κατευορκῆσαι λέγεται ἐπὶ τοῦ ἀληθῶς ὀμόσαντος, οὐχ ἁρμόζει δὲ ἡ λέξις αὕτη ῥηθῆναι ἐπὶ τοῦ ἁπλῶς εἰπόντος τι ἀληθές, οἷον ὅτι ὑπὲρ γῆν ὄντος τοῦ ἡλίου ἡμέρα ἐστί.

[1406a 1] καὶ ὡς Ἀλκιδάμας εἶπε πρός τινα ὀργίλον μένους ἤτοι [*](f. 55r) ὀργῆς· τὸ δὲ λέγειν τὸν ὀργίλον ἔχειν τὴν ὄψιν πυρίχροον ἤτοι ὡς πῦρ εἶναι τὴν ὄψιν αὐτοῦ ἀνοίκειόν ἐστι καὶ ψυχρόν. τὸ τελεσφόρον λέγεται ἐπὶ κυήματος ἢ ἐπὶ καρποῦ, οὐ μὴν δὲ ἐπὶ προθυμίας ἢ πειθοῦς. [a 5] ἔδαφος λέγειν τὴν ἐπιφάνειαν τῆς θαλάσσης καὶ πάνυ ἐστὶ ψυχρόν· καὶ πάλιν εἰπεῖν τὴν θάλασσαν χροιὰν ἔχειν κυανίζουσαν καὶ πάνυ ἐστὶν αἰσχρόν. [a 7] τὸ χρῆσθαι γλώτταις ἤτοι διαλέκτοις ποιητικόν ἐστι. τὸ πελώριον ἀντὶ τοῦ μέγα καὶ τὸ σίνις ὁ βλαπτικὸς ποιητικόν ἐστι, τὸ Σκίρων δὲ ὄνομα κύριον. [a 9] τὴν ποίησιν εἶπεν ἄθυρμα ἤτοι παίγνιον, καὶ τὸ ἀθύρω τὸ παίζω ποιητικόν ἐστι· καὶ τὴν βλάβην τῆς φύσεως ἔδει εἰπεῖν ἀνωμαλίαν καὶ εἶπεν ἀτασθαλίαν καὶ τὸ τεθηγ μένον ποιητικόν ἐστιν ἐπὶ σπάθης κυρίως λεγόμενον καὶ οὐκ ἐπὶ ὀργῆς. [a 10] τρίτον ψυχρόν ἐστι καὶ τὸ χρᾶσθαι ἐπιθέτοις μακροῖς, ὡς ὁ Ἀριστοφάνης ἐν ταῖς Νεφέλαις σφραγιδονυχαργοκομήτης. [a 12] ἄκαιρόν ἐστι καὶ ἀπρεπὲς τὸ ἐν λόγῳ πεζῷ χρᾶσθαι τῇ περιφράσει καὶ εἰπεῖν γάλα λευκόν· τοῦτο γὰρ ἀδολεσχία ἐστίν ἤρκει γὰρ ἐν τῷ πεζῷ λόγῳ τὸ εἰπεῖν γάλα μόνον, ἐν ποιήσει δὲ καὶ λίαν ἐστὶν εὔκαιρον γάλα λευκόν εἰπεῖν καὶ βίη Ἡρακλείη καὶ ἁπλῶς χρᾶσθαι ταῖς περιφράσεσιν. ὁμοίως ἀτερπές ἐστι καὶ τὸ χρᾶσθαι πυκνότερον τοῖς ποιητικοῖς. ἐν δὲ λόγῳ πεζῷ ἄλλα μὲν τῶν ποιητικῶν λέξεών ἐστιν ἀπρεπὲς λέγειν, ἄλλα δὲ τῶν ποιητικῶν, εἰ χρώμεθα αὐτοῖς κατακόρως καὶ πυκνῶς καὶ οὐχὶ καθάπαξ ἢ δίς, ἀπρεπές ἐστι. καὶ τὸ χρᾶσθαι συχνῶς ταῖς ποιητικαῖς λέξεσι ἐν λόγῳ πεζῷ ποιεῖ τὸν λόγον μὴ πεζὸν ἀλλὰ ποίησιν φαίνεσθαι, ἐπεὶ δεῖ μὲν χρᾶσθαι ταῖς ποιητικαῖς λέξεσιν ἐν αὐτῷ τῷ πεζῷ λόγῳ ἀλλὰ σπανίως καὶ ὀλιγάκις· [a 15] ἡ γὰρ ποιητικὴ λέξις ἐμπεσοῦσα καθάπαξ τῷ πεζῷ λόγῳ ποιεῖ τὸ εἰωθὸς ἤτοι τὸ ἔθος καὶ τὸ ἰδίωμα τῆς γραφῆς τοῦ ῥήτορος παρηλλαγμένον καὶ θαυμαστόν ξενικὴ γὰρ καὶ παράξενος [*](f. 55v) ἡ τοιαύτη λέξις δοκεῖ. [a 16] ἀλλὰ δεῖ στοχάζεσθαι τοῦ μετρίου ἤτοι τοῦ συμμέτρου ἤτοι συμμέτρως δεῖ χρᾶσθαι ταῖς λέξεσι ταῖς ποιητι καῖς ἐν τῷ πεζῷ λόγῳ· εἰ δὲ μὴ ἤτοι εἰ δὲ μὴ χρᾶται συμμέτρως, τὸ χρᾶσθαι κατακόρως ταῖς ποιητικαῖς λέξεσιν ἐν λόγῳ πεζῷ μεῖζόν ἐστι
κακὸν παρὰ τὸ λέγειν εἰκῇ ἤτοι τὸ μὴ χρᾶσθαι ἐν τῷ πεζῷ ποιητικαῖς [*](f. 55v) λέξεσιν· ἔλαττον γάρ ἐστι κακὸν τὸ εἰκῇ ἤτοι χωρὶς ποιητικῆς λέξεως εἶναι τὸν λόγον [a 17] ἡ μὲν γὰρ λέξις ἡ ἁπλῆ καὶ πεζὴ οὐκ ἔχει τὸ εὖ, ἡ δὲ ἡ ἐπίθετος λέξις καὶ ποιητικὴ ἔχει τὸ κακὸν ἤτοι ψεκτή ἐστιν. ἥδυσμά ἐστι τὸ ὀλίγον καὶ προτιθέμενον καὶ χρώμενον ὡς τὰ γρανάτα, ἐδέσματα δὲ λέγονται τὰ πληθυντικῶς καὶ προτιθέμενα καὶ χρώμενα. ὁ γοῦν Ἀλκιδάμας οὐκ ἐχρᾶτο ὀλίγοις καὶ ὡς ἡδύσμασι ταῖς ποιητικαῖς λέξεσιν, ἀλλ’ ὡς ἐδέσμασιν ἤτοι πυκνῶς καὶ κατακόρως. [a 21] ὑγρὸς ἱδρώς περίφρασις. Ἴσθμια ἑορτὴ καὶ πανήγυρις ἐπὶ τοῖς τελουμένοις ἐν Ἀθήναις. [a 22] ἐπεὶ καὶ ὁ νόμος ἄρχειν λέγεται καὶ βασιλεύειν τῶν πόλεων. [a 27] ὁ ῥήτωρ λέγεται οἰκονόμος τῆς τῶν ἀκουσόντων ἡδονῆς. περίφρασίς ἐστι τοῦτο· ἤρκει γὰρ εἰπεῖν ὁ τοὺς ἀκροατὰς θέλγων. τοῖς κλάδοις τῆς ὕλης ἤτοι τῆς συνδένδρου τοποθεσίας. παρήμπισχεν ἀντὶ τοῦ ἔκρυπτεν. [a 29] ἀντίμιμον ἤτοι ἴσα τοῖς μιμητικοῖς δυναμένην. ὁ δὲ μητροπολίτης οὕτως ἡρμήνευσεν· ἀντίμιμον, καθ’ ὅσον ἡ τῆς ψυχῆς ἐπιθυμία ἐναντία ἐστὶ καὶ ἀντιπράττουσα τῇ ἐπι θυμίᾳ καὶ τῷ θελήματι τοῦ σώματος. [a 30] τοῦτο δὲ τὸ ἀντίμιμον καὶ διπλοῦν ἐστι καὶ ἐπίθετον, ὥστε ποίημα, ἤτοι ποιητικόν ἐστιν. ἔξεδρος ἤτοι ἐκπίπτουσα τοῦ πρέποντος ἡ ὑπερβολὴ τῆς μοχθηρίας ἤτοι τῆς ψυχρολογίας καὶ ἀπρεπείας. [a 32] διὸ οἱ λέγοντες ἐν τῷ πεζῷ λόγῳ καὶ καταχρώμενοι ταῖς ποιητικαῖς λέξεσιν ἅμα τῇ ἀπρεπείᾳ ἐμποιοῦσι καὶ τὸ γελοῖον. ὅταν γὰρ ἐπεμβάλῃ ἤτοι χρήσηται τῇ περι φράσει ἐν τῷ γινώσκοντι ἀνθρώπῳ τὴν φύσιν τοῦ λευκοῦ καὶ εἴπῃ γάλα λευκόν, διαλύει τὸ σαφὲς καὶ ἀδολεσχίαν ποιεῖ ἐν τῷ ἐπισκο τεῖν· ὅταν δὲ τὸ πρᾶγμα ᾖ ἀνώνομον ἤτοι οἰκεῖον ὄνομα οὐκ ἔχῃ, τότε χρώμεθα τοῖς διπλοῖς ἤτοι τοῖς ἐπιθέτοις, καὶ ὅταν ὁ λόγος ᾖ εὐσύνθετος (ἀπὸ κοινοῦ γὰρ τὸ ὅταν ληπτέον)· [a 37] οἶον τὸ χρο νοτριβεῖν καὶ ἐπίθετός ἐστι λέξις καὶ εὐσύνθετος καὶ κεῖται ἐπὶ πράγματι μὴ ἔχοντι ὄνομα· τῇ γὰρ ἐπί τινι πράγματι χρονίσει οὐκ ἔθεντο οἱ παλαιοὶ ὄνομα. ἀλλ’ ἂν πολὺ ἤτοι κατακόρως χρώμεθα τοῖς ἐπιθέτοις, δόξει ποιητικὸν ἤτοι ποίησις ὁ πεζὸς λόγος. [b 1] διθύραμβοι λέγονται οἱ λυρικοὶ ὡς ὁ Πίνδαρος καὶ ἁπλῶς οἱ πρὸς τὸν Διόνυσον ὕμνοι· ὁ γὰρ Διόνυσος διθύραμβος ἐλέγετο, καθ’ ὃ εἶχε καὶ αἰδοῖον ἀνδρὸς καὶ αἰδοῖον
γυναικὸς καὶ ἐτέλει καὶ τὰ τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν· οἱ δὲ εἶπον [*](f. 55v) διθύραμβα τὰ ἔχοντα ἐρωτήσεις καὶ ἀποκρίσεις. [b 2] οὗτοι γὰρ οἱ διθυραμβοποιοὶ ψοφώδεσιν ἤτοι κομπηραῖς λέξεσι χρῶνται. αἱ δὲ γλῶτται ἤτοι αἱ διάλεκτοι χρήσιμοι τοῖς ἐποποιοῖς· τὸ σεμνὸν γὰρ ἤτοι τὸ ὀγκηρὸν τῆς λέξεως καὶ τὸ αὔθαδες ἤτοι ἡ ψόφον ἀποτελοῦσα λέξις, ὃ ἔχουσιν αἱ διάλεκτοι, ἁρμόζει τοῖς ἔπεσιν. ὁ μὲν Πλάτων ἐτυμολογεῖ τὸ αὔθαδες ἐκ τοῦ ἁδεῖν καὶ ἀρέσκειν ἑαυτῷ· κατεβιβάσθη γὰρ τὸ πνεῦμα τοῦ ε εἰς τὸ ἄλφα οἱ δὲ λέγουσι παρὰ τὸ ἅδης εἶναι ἑαυτοῦ. [b 3] ἡ δὲ μεταφορικὴ λέξις ἁρμόζει τοῖς ἰαμβείοις στίχοις· τούτοις γὰρ τοῖς ἰαμβείοις χρῶνται νῦν. [b 6] αἱ μέν εἰσι γελοῖοι· οἷον εἰ εἴπῃς τι ἀναίσχυντον, οἷον ὅτι καὶ τοὺς ὄρχεις ἐδάρδαψεν. ἀσαφεῖς δὲ γίνονται αἱ μεταφοραί, εἰ πόρρωθεν καὶ ἀπὸ ἀνομοειδῶν μετακομίζονται. [b 9] τὰ πράγματά εἰσι συμβεβηκότα, τὸ δὲ ἄναιμον καὶ χλωρὸν ἐπὶ ζῴων λέγεται· ὥστε ἀπὸ τῶν πόρρω μετεκομίσθη. πάλιν τὸ σπείρειν καὶ τὸ θερίζειν ἐπὶ καρπῶν λέγεται· ἀπρεπὲς γοῦν ἐστι τὸ λέγειν σπείρειν τὰ πράγματα μεταφορικῶς καὶ πάλιν θερίζειν. [b 11] τὴν φιλοσοφίαν ἔλεγεν ἐπιτείχισμα ἤτοι βοηθὸν καὶ φυλακὴν τῶν νόμων. ψυχρὰ ἡ μεταφορὰ καὶ αὕτη ἐπὶ γὰρ τῶν πόλεων λέγεται τὸ ἐπιτείχισμα. [b 13] καὶ οὐδὲν τοιοῦτον ἄθυρμα ἐν τῷ λόγῳ τοῦ Ἀλκιδάμαντος γράφει· [*](f. 56r) καὶ τὸ ἄθυρμα ψυχρὰ μεταφορά, ληφθὲν ἐπὶ ἡδονῆς. [b 14] ἅπαντα ταῦτα ἀπίθανα δοκοῦσι διὰ τὰ εἰρημένα ἤτοι διὰ τὸ εἶναι τὰς μεταγὰρ φορὰς ἀπὸ τῶν πόρρω καὶ ἀνομοειδῶν. ἡ χελιδὼν ἔχεσε τὸν Γοργίαν· τὸ περίττωμα γάρ ἐστι κόπρος. ὁ Γοργίας ἄριστα ἤτοι κρειττόνως πάντων τῶν τραγικῶν ἐχρήσατο τῇ μεταφορᾷ εἰπὼν αἰσχρόν, ὦ Φιλομήλα, ἐποίησας ἀπέσκωψε γὰρ αὐτὴν ὡς παρθένον, οὐχ ὡς ὄρνιν· † τὸ γὰρ αἰσχρόν, εἰ ὡς ὄρνις τοῦτο ἐποίησεν· αὕτη δὲ ἦν πρώτη παρθένος, ἧς τὸ ὄνομα Φιλομήλα, καὶ ἀπωρνεώθη. [b 18] εἰπὼν ὃ ἦν ἦν παρθένος —. ἀλλ’ οὐχ ὃ ἔστιν — ἔστι γὰρ ὄρνις —. [b 6] οἱ γὰρ κωμῳδοποιοὶ χρῶνται τοιαύταις μεταφοραῖς γέλωτα κινούσαις. [b 7] αἱ δέ εἰσιν ἀπρεπεῖς διὰ τὸ σεμνὸν ἄγαν ἤτοι διὰ τὸ ὀγκηραῖς λέξεσι χρᾶσθαι· τοῦτο γὰρ δηλοῖ τὸ σεμνὸν ἐνταῦθα οἱ γὰρ τραγικοὶ εὐτελῆ πράγματα λέγοντες ἀποσεμνύνουσιν αὐτὰ καὶ ἐξαίρουσι σεμναῖς ἤτοι ὀγκηραῖς λέξεσιν.

Ἔστι δὲ καὶ ἡ εἰκὼν μεταφορά· διαφέρει δὲ ἡ εἰκὼν ταύτης, [*](f. 56r) διότι ἡ εἰκών ἐστιν ἀσαφής, ἡ δὲ μεταφορὰ δήλη. διαφέρει καὶ κατὰ τοῦτο ἤτοι κατὰ τὴν ἐκφώνησιν καὶ φράσιν· ἐπὶ μὲν γὰρ τῆς εἰκόνος λέγεις τὸ ὥς καὶ τὸ καθά καὶ ἠύ καὶ ἠύτε καὶ τὸ καθάπερ, ἐπὶ δὲ τῶν μεταφορῶν οὔτε τὸ ὥς κεῖται οὔτε τὸ ἠύ οὔτε ἄλλο τι ὧν εἴπομεν. [b 23] ἐπεὶ γὰρ ἄμφω ἤτοι καὶ ὁ λέων καὶ ὁ Ἀχιλλεὺς ἀνδρεῖοί εἰσι, διὰ τοῦτο μεταφορικῶς εἶπε τὸν Ἀχιλλέα λέοντα. καὶ ἐν λόγῳ δὲ πεζῷ χρησιμεύει καὶ ἡ εἰκών, πλὴν ὀλιγάκις ἤτοι σπανιάκις δεῖ χρᾶσθαι αὐταῖς ἐν τῷ πεζῷ λόγῳ· τὸ γὰρ πλειστάκις χρῆσθαι ταῖς εἰκόσι ποιητικόν ἐστιν. [b 25] ὥσπερ δὲ αἱ μεταφοραί εἰσιν οἰσταί, ἤτοι ὥσπερ ταῖς μεταφοραῖς ὀλιγάκις χρώμεθα ἐν τῷ πεζῷ λόγῳ, οὕτως δεῖ ἐν αὐτῷ χρᾶσθαι καὶ ταῖς εἰκόσιν ὀλιγάκις· ἐπεὶ καὶ αἱ εἰκόνες μεταφοραί εἰσι, κατὰ τοῦτο δὲ καὶ μόνον διαφέρουσι τῶν μεταφορῶν, διότι ἐν μὲν ταῖς μεταφοραῖς οὔτε τὸ ὥς κεῖται οὔτε τὸ καθώς, ἐν δὲ ταῖς εἰκόσι κεῖται τὸ ὥς καὶ τὸ καθώς. ἥντινα εἰκόνα ὁ Ἀνδροτίων εἰς τὸν ἰδριέα ἤτοι συκοφάντην, ὅτι ὁ ἰδριεὺς ὅμοιός ἐστι τοῖς κυνιδίοις τοῖς ἀπολυθεῖσιν ἐκ τῶν δε σμῶν· καὶ ὁ ἰδριεὺς ἀπολυθεὶς ἐκ τῶν δεσμῶν, ἤτοι εἰ ἀπολύσομεν ἐκ τοῦ δεσμωτηρίου, πάλιν καταβλάψει ἡμᾶς· ἢ τὸ Ἰδριεύς ληπτέον ὡς ὄνομα κύριον. [b 30] εἰ ὁ Ἀρχίδαμος ἔοικε τῷ Εὐξείνῳ μὴ εἰδότι γεω μετρεῖν, λοιπὸν ἄρα καὶ ὁ Εὔξεινος ἔοικε τῷ Ἀρχιδάμῳ· ἀγεωμέτρητος ἄρα κατὰ τοῦτο ὁ Ἀρχίδαμος, τὸ δὲ Ἀρχίδαμος γεωμετρικός ἤτοι ἀγεωμέτρητος. [b 33] ὅτι οἱ δέροντες τοὺς τεθνεῶτας διὰ τὸ ἀμύνα σθαι αὐτοὺς ἐοίκασι τοῖς κυνιδίοις, ἃ τῶν μὲν ἀφιέντων τοὺς λίθους οὐχ ἅπτονται, δάκνουσι δὲ τοὺς λίθους· ζῶντας γὰρ ἔδει τούτους ἀμύνα σθαι. καὶ ἡ εἰκὼν ἡ ῥηθεῖσα εἰς τὸν δῆμον παρὰ τοῦ Δημοσθένους, ὅτι ὁ δῆμος ἔοικε ναυκλήρῳ ἰσχυρῷ μὲν εἰς τὸ ἀποκρούσασθαι τὰ ἐπιφερόμενα κύματα, κωφῷ δέ· καὶ ὁ δῆμος ἰσχυρὸς μέν ἐστιν εἰς τὸ ἀποκρούσασθαι τοὺς καὶ τὰ τῆς πόλεως καταλυμαινομένους, οὐκ ἀκούει δὲ τῶν λεγόντων καὶ συμβουλευόντων τὰ λυσιτελῆ καὶ πῶς δεῖ ταῦτα ποιῆ σαί. [b 36] καὶ ἡ εἰκὼν ἡ ῥηθεῖσα εἰς τὰ μέτρα τῶν ποιητῶν ὡραίους λέγει ἄνευ κάλλους τοὺς μὴ ὄντας μὲν ἀμόρφους φύσει, τῇ ἐπι χρίσει δὲ τῶν φυκαρίων δοκοῦντας εὐμόρφους· οὗτοι γὰρ εἰ ἀπανθήσουσιν

ἐν τῷ ἀπονίψασθαι καὶ ἐκβαλεῖν φυκάριον δι’ ὕδατος, ἀκαλλεῖς εἰσι. καὶ [*](f. 56r) τὰ μέτρα, οἷον τὸ μῆνιν ἄειδε, θεά, εἰ διαλύσεις εἰς τὸ μ καὶ τὸ η καὶ ἁπλῶς εἰς τὰ στοιχεῖα, ἐξ ὧν συνετέθη, φαίνονται οὐδὲν καὶ ἄρρυμεναι θμα. [1407a 1] καὶ ἡ εἰκών, ἣν ὁ Περικλῆς εἰς Σαμίους εἴρηκεν οὕτως οἱ Σάμιοι δέχονται μὲν τὰς εὐεργεσίας παρὰ τῆς πόλεως, δυσχε ραίνουσι δὲ ἐν τῷ λαμβάνειν αὐτάς. [a 3] ὁ πρῖνος μόνος αὐτὸς ὑφ’ ἑαυτοῦ θρύπτεται· † εὔθρυπτον γάρ. [a 5] ὥσπερ γὰρ οἱ ἐν τῷ πλοίῳ ὄντες ὑπὸ τοῦ σάλου τῶν κυμάτων ταρασσόμενοι ναυτιῶσι καὶ ἁπλῶς ἀφορῶντες πρὸς τὴν θάλασσαν, οὕτω καὶ ὁ δῆμος ναυτιᾷ καὶ ἰλιγγιᾷ ἀφορῶν πρὸς τὰ πράγματα. [a 7] αἵτινες, αἱ τίτθαι, τὸν ψωμὸν μασσώ τὸν μὲν ἐκ τούτου χυμὸν καταπίνουσι καὶ τὸ εὔχρηστον, τὸ δὲ άχρηστον καὶ πιτυρῶδες παραβάλλουσι τὰ παιδία· καὶ οἱ ῥήτορες τὰ [*](f. 56v) μὲν λυσιτελοῦντα τὴν πόλιν παρακατέχουσι καὶ οὐ λέγουσι, τὰ δέ γε ἀλυσιτελοῦντα λέγουσιν. [a 9] ὁ Κηφισόδοτος ὄνομα κύριον. τὰ μὲν τῶν ἀντιγράφων ἔχουσι τὸν λεπτόν· λεπτὸς γὰρ ἦν καὶ ἀσθενὴς καὶ ἰσχνός· τὰ δὲ τῷ λεπτῷ, ἐπεὶ καὶ ὁ λιβανωτός, ὅταν λεπτυνθῇ καὶ τριβεὶς κατα κερματισθῇ εἰς μικρά, τότε καὶ τὴν εὐωδίαν προΐησιν. [a 10] ὅτι ὁ λιβανωτὸς ἀπολλύμενος ἤτοι καιόμενος καὶ ἀφανιζόμενος ὑπὸ τοῦ πυρὸς εὐφραίνει· ἀφίησι γὰρ εὐωδίαν· καὶ ὁ Κηφισόδοτος εἰ φονευθῇ ἢ λεπτυνθῇ, ἐν τῷ λαβεῖν πᾶσαν τὴν οὐσίαν αὐτοῦ ὠφεληθείη ἡ πόλις· βλαπτικὸς γὰρ ἦν. πάντα γὰρ ταῦτα ἔστι λέγειν καὶ ὡς εἰκόνας καὶ ὡς μεταφοράς· εἰ μὲν λέγομεν αὐτὰ μετὰ τοῦ ὥς ἢ τοῦ καθώς, λέγονται εἰκόνες, εἰ δὲ χωρὶς τοῦ ὥς καὶ τοῦ καθώς λέγονται, εἰσὶ μεταφοραί ὥστε τῇ προσθήκῃ τοῦ ὥς καὶ πάλιν τῇ ἀφαιρέσει τοῦ ὥς τὸ αὐτὸ ῥηθήσεται πὴ μὲν εἰκών, πῂ δὲ μεταφορά. [a 11] ὥστε ὅσαι μεταφοραὶ εὐδοκιμοῦσιν ἤτοι ἄρισταί εἰσι, δῆλον ὡς καὶ αὗται καὶ εἰκόνες ἔσονται τῇ προσθήκῃ τοῦ ὥς καὶ αἱ εἰκόνες αὗται πάλιν τῇ ἀφαιρέσει τοῦ ὥς ἔσονται μεταφοραὶ λόγου δεόμεναι ἤτοι οἰκονομίας· δεῖ γὰρ ἀφελεῖν τὸ ὥς ἐξ αὐτῶν. ἢ τὸ λόγου δεόμεναι ἤτοι ἑρμηνείας· αἱ γὰρ εἰκόνες ἀσαφέστεραί εἰσι τῶν μεταφορῶν καὶ διὰ τοῦτο προσθήκῃ τινὸς σαφεστέρας ταύτας ποιήσομεν, σὺν τῷ ἀφελέσθαι καὶ τὸ ὥς ἔσονται μεταφοραί. [a 14] ἀεὶ δὲ δεῖ τὴν μεταφορὰν τὴν ἐκ τοῦ ἀνάλογον ἀνταποδιδόναι καὶ ἀντιστρέ φειν ἐπὶ τὸ ἕτερον. καὶ ἐπὶ τῶν ὁμογενῶν δεῖ τὴν ἐκ τοῦ ἀνάλογον μεταφορὰν ἀντιστρέφειν· ὁμογενῆ γάρ εἰσιν ἡ ἀσπὶς καὶ ἡ φιάλη, καθ’
ὃ ἀνάγονται ὑπὸ τὸ ἄψυχον· οἷον εἰ ἡ φιάλη ἤτοι ὁ κώθων ὁ μέγας [*](f. 56v) ἀσπίς ἐστι τοῦ Διονύσου· ὁ γὰρ Διόνυσος ἅτε μέθυσος ὢν ὡς ἀσπίδα ἔχει τὸν κώθωνα τὸν μέγαν † τὴν ἀσπίδα· ἀεὶ γὰρ ἔχαιρε ταύτῃ, ὡς ἄλλος τῷ κώθωνι. ἢ καὶ ἐπὶ τῶν ὁμογενῶν νοητέον ἤτοι ἐπὶ τῶν θεῶν· ὡς γὰρ ἐν τοῖς ἄλλοις τοῖς ἐν τῇ γενέσει χρώμεθα τῇ ἐκ τοῦ ἀνάλογον μεταφορᾷ, οὕτω δεῖ καὶ ἐπὶ τῶν θεῶν χρᾶσθαι τῇ ἐκ τοῦ ἀνάλογον μεταφορᾷ θεοὶ γὰρ ἄμφω, ὅτε Ἄρης καὶ ὁ Διόνυσος. [a 17] ὁ μὲν οὖν λόγος συντίθεται ἐκ τούτων ἤτοι εἰκόνων καὶ μεταφορῶν.

Περὶ σαφηνείας ἐντεῦθεν. ἀρχὴ δὲ τῆς λέξεως τῆς σαφοῦς τὸ ἑλληνίζειν ἤτοι Ἑλληνικὰς λέξεις λέγειν καὶ σαφεῖς, μὴ βαρβαρικάς. τοῦτο δὲ τὸ ἑλληνίζειν ἐν πέντε θεωρεῖται· [a 20] πρῶτον μὲν γίνεται σαφήνεια, ἐὰν [δὲ] ἀποδιδῷ τις τοὺς συνδέσμους, ὡς πεφύκασκευῶν σιν ἀποδίδοσθαι, τὸν πρῶτον πρῶτον καὶ τὸν ὕστερον ὕστερον· οἷον ὁ μέν πέφυκε πρῶτος ἀποδίδοσθαι καὶ τεθεὶς πρῶτος ἀπαιτεῖ ἀποδοθῆναι τὸν δέ, οἷον ὁ μὲν ἐποίησε τόδε, ὁ δὲ τόδε καὶ ὁ ἐγώ πρῶτος τίθεται, εἶτα οὗτος ἀπαιτεῖ καὶ τὸ οὗτος, οἷον ἐγὼ μὲν ἐποίησα τόδε, ὁ δὲ τόδε. εἰ δὲ πρῶτον εἴπῃς τὸ δέ, εἶθ’ οὕτω τὸ μέν, ποιεῖς ἀσάφειαν. [a 23] δεῖ δὲ ἀνταποδιδόναι ἀλλήλοις τοὺς συνδέσμους, οἷον τῷ μέν τὸν δέ, συντόμως, ἕως οὗ μέμνηται ὁ ἀκροατής· οἷον ἡνίκα εἴπῃς τὸ ὁ μέν, εὐθὺς ὀφείλεις ἐπαγαγεῖν τὸν δέ, ἵνα ἔτι ἐν μνήμῃ ἔχη ὁ ἀκροατὴς τὴν ἀπόδοσιν τοῦ δέ ἐὰν δὲ εἰπὼν ὁ μέν ἐπάξῃς πολλὰς ἐπεμβολὰς πρὸ τοῦ ἀποδοῦναι τὸν δέ, ἀσάφεια γίνεται καὶ εἰς λήθην ἔρχεται ὁ ἀκροατὴς τοῦ ὅτι ἐρρήθη τὸ μέν καὶ διὰ τοῦτο τοῦ δέ μετὰ τὸ εἰπεῖν τὸ μέν ἐν τῷ ἐπεμβάλλειν πολλὰ μεταξὺ πρὸ τῆς τοῦ δέ ἀποδόσεως. [a 24] καὶ μὴ σύνδεσμον πρὸ τοῦ συνδέσμου ἀποδοῦναι τοῦ ἀναγκαίου· οἷον μετὰ τὸ ῥηθῆναι τὸν μέν ἀναγκαῖόν ἐστιν ἀποδοθῆναι τὸν δέ σύνδεσμον· εἰ δὲ εἰπὼν τὸ μέν ἐπάξεις τὸ γάρ καὶ μετὰ τοῦτο τὸ ἐπεί καὶ οὕτω τὸν δέ. μεγάλην ἀσάφειαν ἐποίησας. [a 25] ὀλιγαχοῦ γὰρ δεῖ· καὶ ἀπαιτεῖ καὶ ἡ τέχνη πρὸ τῆς ἀποδόσεως τοῦ δέ μετὰ τὸ εἰπεῖν τὸ μέν ἑτέρους συνδέσμους ἐπεμβαλεῖν μεταξύ, τὸν γάρ καὶ τὸν ἐπεί, ἔνθα δεόμεθα κατασκευῶν τῶν πραγμάτων καὶ ἐγκατάσκευον τὸν λόγον ποιῆσαι· οἷον ἐὰν εἴπῃς [a 26] ἐγὼ δὲ ἐπορευόμην παραλαβὼν αὐτούς, σαφῆ ἐποίησας τὸν λόγον· ἀπεδόθη γὰρ τὸ ἐγώ εἰς τὸ ἐπορευόμην· ἐὰν δὲ εἰπὼν τὸ ἐγώ οὐκ εὐθὺς ἐπάξῃς τὸ ἐπορευόμην, ἀλλὰ πρὸ τοῦ ἐπορευόμην ἐπεμβάλῃς ἑτέρους ἄλλους συνδέσμους, οἷον ἐπεί μοι εἶπεν· ἦλθέ τε γὰρ κλαίων

δεόμενός τε καὶ ἀξιῶν, εἶτα ἀποδώσεις τὸ ἐπορευόμην, ἀσαφῆ [*](f. 57r) τὸν λόγον ἐποίησας· ἐν τούτοις γὰρ πολλοὶ προβέβληνται σύνδεσμοι καὶ ἐνεβλήθησαν μεταξύ, ἤγουν ὁ ἐπεί καὶ γάρ, πρὸ τοῦ ἀποδοθησο μένου συνδέσμου ἤτοι πρὸ τοῦ ἐπορευόμην, ὅπερ ἐστὶν ἀπόδοσις τοῦ δέ συνδέσμου τοῦ κειμένου ἐν τῷ ἐγὼ δέ. [a 29] ὅταν δὲ πολὺ γένη ται τὸ μεταξύ, ἤτοι ὅταν δὲ πολλαὶ γένωνται αἱ μεταξὺ ἐπεμβολαὶ τῶν ἄλλων συνδέσμων, ἤτοι τοῦ ἐπεί καὶ τοῦ γάρ, πρὸ τοῦ ἀποδοῦναι τὸ ἐπο ρευόμην, ἀσαφῆ τὸν λόγον ἐποιήσω. σαφὲς δ’ ἂν εἴη, εἴπερ εἶπεν ἐγὼ δὲ ἐπορευόμην παραλαβὼν αὐτούς ἀφεὶς τὰ μεταξὺ τὸ ἐπεί μοι εἶπε καὶ τὰ λοιπά. [a 30] ἐν μὲν δὴ τὸ εὖ ἤτοι καθ’ ἕνα μὲν τρόπον τὸ εὖ ἢ τὸ σαφὲς θεωρεῖται ἐν τοῖς συνδέσμοις ἤτοι ἐν τῷ συντόμως ποιεῖν τὴν τῶν συνδέσμων ἀπόδοσιν. δεύτερος δὲ τρόπος ποιῶν σαφήνειαν τὸ τοῖς ἰδίοις καὶ κυρίοις ὀνόμασιν ἕκαστον ὀνομάζειν καὶ μὴ τοῖς περιέχουσιν ἤτοι τοῖς καθ’ ὅλου, οἷον τὸν Σωκράτην· σαφήνειαν ἂν ποιήσῃς, εἰ Σωκράτην εἴπῃς παρ’ ὃ εἰ ἄνθρωπον ἢ ζῷον. [a 31] καὶ τρίτος τρόπος ποιῶν σαφήνειαν τὸ μὴ ἀμφιβόλοις ὀνόμασι χρᾶσθαι ἤτοι ὁμωνύμοις· ταῦτα δὲ δεῖ παραφυλάττειν, ἤτοι τὸ τοῖς ἰδίοις ὀνόμασι χρᾶσθαι καὶ μὴ τοῖς καθ’ ὅλου, τὸ μὴ ὁμωνύμοις χρῆσθαι φωναῖς, ποιοῦσιν ἀσάφειαν, ἐὰν μὴ προαιρῆται ὁ ῥήτωρ τἀναντία ἤτοι τὴν ἀσάφειαν καὶ ἔμφασιν ποιῆσαι δεινότητος· εἰ γὰρ τοῦτο αἱρεῖται, χρησι μεύσῃ ἂν εἰς ἀσάφειαν καὶ τὸ τοῖς καθ’ ὅλου χρᾶσθαι καὶ ὁμωνύμοις· [a 33] ὅπερ, τοῦτο τὸ ὁμωνύμοις χρᾶσθαι, ποιοῦσιν οἱ ῥήτορες, καὶ τὸ ἐπεμβάλλειν μεταξὺ πρὸ τῆς ἀποδόσεως συνδέσμους πολλούς, ὅταν μηδὲν μὲν ἔχωσι λέγειν οἱ ῥήτορες, ἤτοι ὅταν τὰ πράγματα οὐ παρέχωσιν αὐτοῖς ὕλην εἰς τὸ λέγειν, προσποιοῦνται δὲ ὕλην εἰς τὸ λέγειν ἔχειν· καὶ διὰ τὸ προσποιεῖσθαι ἔχειν ὕλας πολλὰς εἰς τὸ λέγειν λέγουσι ταῦτα ἤτοι ὁμωνύμως· ἐπεμβάλλουσι γὰρ μεταξὺ συνδέσμους πολλούς. [a 35] φησὶ δὲ καὶ ὁ Ἐμπεδοκλῆς, ὅτι τὸ κύκλῳ ἤτοι τὸ παρεμβάλλειν μεταξὺ πρὸ τῆς ἀποδόσεως συνδέσμους πολλούς, ἐὰν γένηται πολλὴ ἡ περιβολή, φενακίζει καὶ ἀπατᾷ καὶ ἀσάφειαν ποιεῖ· κἀντεῦθεν συμβαίνει τοὺς ἀκροατὰς πάσχειν καὶ μὴ νοεῖν ἐκ τοῦ λέγειν τοὺς ῥήτορας ἀμφίβολα· ὥσπερ καὶ οἱ πολλοὶ συμπαρανεύουσι καὶ ἀμφιβάλλουσιν, ὅταν ἀκούωσι τῶν μάντεων ἀμφίβολα λεγόντων. [b 1] ἔλαττον δέ ἐστιν
ἁμάρτημα τὸ λέγειν τὰ πράγματα αὐτά, ἀλλὰ μὴ τὰ γένη αὐτά· καὶ [*](f. 57r) διὰ τοῦτο καὶ οἱ μάντεις οὐ τὰ πράγματα λέγουσι διὰ τὸ εὐόλισθον, ἀλλὰ τὰ γένη αὐτῶν μᾶλλον γὰρ ἐπιτυγχάνει λέγων τὰ γένη, οἶον καὶ εἴ τις ἐν τῇ χειρὶ αὑτοῦ περικαλύψει κυάμους δέκα ἢ δεκαπέντε, εἶτα προτείνῃ τῷ ἑτέρῳ τὸ εἰπεῖν; ζυγὰ τὰ λέγεις ἢ μόνα; ἐὰν ἀποκριθῇ ὁ ἐρωτώμενος ἄρτια ἢ περισσά, μᾶλλον ἐπιτύχῃ, παρ’ ὃ ἐὰν εἴπῃ πόσα εἰσίν, ἤτοι παρ’ ὃ ἐὰν εἴπῃ τρία ἢ τέσσαρα ἢ πέντε· καὶ πάλιν ἐὰν εἴπῃ τις, ὅτι ἔσται ἤτοι μέλλει γενέσθαι τόδε ἀορίστως. μᾶλλον ἐπιτύχῃ, παρ’ ὃ ἐὰν εἴπῃ πότε ἔσται ἤτοι μετὰ τρεῖς ἢ καὶ πέντε ἡμέρας, τουτ έστιν ὡρισμένως. [b 4] διὸ καὶ οἱ χρησμολόγοι ἤτοι οἱ μάντεις ἐρωδόσεις τώμενοι καὶ πότε ἔσται, ἃ λέγουσι γενέσθαι, οὐ προσορίζονται τὸ πότε ἤτοι τὸν καιρόν, ἀλλ’ ἀορίστως λέγουσι τὸ μέλλει τόδε γενέσθαι. ἅπαντα δὴ ταῦτα, ἤτοι τὸ ἀντὶ τῶν πραγμάτων λέγειν τὰ γένη αὐτῶν, τὸ μὴ ὡρισμένον λέγειν τὸν καιρόν, τὸ ἐπεμβολὰς ποεῖν ἐκτεταμένας ὅμοιά εἰσιν ἤτοι ἀσάφειαν ποιοῦσιν· οἷον εἰ μὲν εἴπῃς ὅτι ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέσεις τῶν λόγων ἀεὶ προτιθεὶς ὁ μέγας Βασίλειος ἑαυτὸν ἡμῖν νῦν προθήσειν ὑπόθεσιν. σαφὴς ὁ λόγος διὰ τὸ σύντομον γενέσθαι καὶ τὴν ἀπόδοσιν ἐὰν δὲ εἰπὼν τὸ ἔμελλεν ἐπεμβάλῃς μεταξὺ καὶ γὰρ ἐφιλοτιμεῖτο, ἀσαφῆ τὸν λόγον ἐποίησας. [b 6] ὥστε φευκτέον τὰ τοιαῦτα ἤτοι τὸ ἀορίστως λέγειν τὸ ὁμώνυμον, τὸ τὰ γένη ἀντὶ τῶν πραγ μάτων λέγειν, εἰ μὴ ἕνεκα τοιούτου τινός, ἤγουν εἰ μή που μέλλεις ἀσάφειαν ποιῆσαι· τότε γὰρ καὶ μάλα χρηστέον αὐτοῖς ὡς λυσιτελοῦσιν [*](f. 57v) εἰς τὴν ἀσάφειαν· ἢ εἰ μή που ἔχων πράγματα λέγειν προσποιεῖται λέγειν, καὶ τότε χρηστέον αὐτοῖς. [b 6] τέταρτος τρόπος σαφηνείας τὸ τὰ γένη τῶν ὀνομάτων διαιρεῖν ἤτοι τὰ ἀρσενικά, τὰ θηλυκὰ καὶ τὰ σκεύη ἤτοι τὰ οὐδέτερα, ὡς ὁ Πρωταγόρας ἔλεγεν· δεῖ γὰρ ἀποδιδόναι ταῦτα τὰ γένη ὀρθῶς· οἶον εἰ ἀρσενικὰ λέγεις ὀνόματα, ὀφείλεις καὶ τὰς ἀποἀρσενικὰς ποιεῖν, εἰ δὲ θηλυκὰ λέγεις ὀνόματα, ὀφείλεις ἐπισυνάπτειν αὐτοῖς ὀνόματα θηλυκὰ καὶ τὰς ἀποδόσεις θηλυκάς· ὁ γὰρ Ψαλμῳδὸς ἐπιέμιξε συνάψας τοῖς θηλυκοῖς καὶ ἀρσενικοῖς ὀνόμασι τὸ ἅ διὰ τοῦ ἅ ἐποίησεν ἀσάφειαν, οἷον σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας. καὶ τοῖς οὐδε τέροις ὀνόμασι δεῖ ἐπισυνάπτειν οὐδέτερα ὀνόματα, οἷον [b 9] ἡ δ’ ἐλθοῦσα καὶ διαλεχθεῖσα· ὁρᾷς, πῶς τοῖς θηλυκοῖς ὀνόμασι συγκατθηλυκά, οἷον καὶ διαλεχθεῖσα, καὶ οὐχὶ ἀρσενικὰ ἢ οὐδέτερα.πέμπτος τρόπος σαφηνείας τὸ ὀνομάζειν τὰ πολλὰ ἤτοι τὸ τὰ πολλὰ πληθυντικῶς λέγειν καὶ ἀποδιδόναι πληθυντικῶς, οἷον [b 10] οἱ δ’ ἐλθόντες
ἐτύπτησάν με, οὐκ εἶπεν ἔτυπτέ με, καὶ τὸ τὰ ὀλίγα ἤτοι τὰ [*](f. 57v) δυϊκὰ δυϊκῶς λέγειν καὶ τὴν ἀπόδοσιν ποιεῖν δυϊκήν, οἷον αὐτὼ δὲ μάρ τυρε ἠιόν· εἰκότως δὲ εἶπε τὰ δύο ὀλίγα, τῶν γὰρ δύο οὐδέν ἐστιν ὀλι γώτερον· καὶ τὸ ἐν ὀρθῶς ὀνομάζειν ἤτοι καὶ τὸ ἑνικὸν ἑνικῶς ἀποδιδόναι, οἷον ὁ δ’ ἐλθὼν ἔτυπτέ με. [b 11] ὅλως δὲ δεῖ τὸ γεγραμμένον εἶναι εὐανάγνωστον καὶ μὴ τραχὺ καὶ δυσχέρειαν ποιοῦν περὶ τὴν ἐκφώνησιν· τοιαῦτα δ’ εἰσὶ τὰ μὴ ἔχοντα συγκρούσεις συμ φώνων, ὡς τὸ Ἀτρεὺς σκῆπτρον κρούει. καὶ τὸ λεγόμενον δεῖ εἶναι εὔφραστον, ἤτοι ἃ δύναται ῥᾳδίως ἐκφωνεῖν ὁ ἀναγινώσκων καὶ μὴ ἔχειν δυσχέρειαν περὶ τὴν φράσιν αὐτοῦ ὁ ἀναγινώσκων ὡς συγ κρούσεις ἔχον συμφώνων, ἤτοι δεῖ εἶναι εὐανάγνωστον. [b 12] ἔστι δὲ τὸ αὐτὸ ἤτοι σαφὴς ὁ λόγος, εἰ εὐανάγνωστός ἐστιν. ὅπερ (τοῦτο τὸ σαφές) οὐκ ἔχουσιν οἱ πολλοὶ σύνδεσμοι, ἤτοι ἔνθα παρεμπλοκὴ γένηται συνδέσμων πολλῶν πρὸ τῆς ἀποδόσεως τοῦ λόγου. οὐδὲ ταῦτά εἰσι σαφῆ, ἃ οὐ ῥᾴδιόν ἐστι διαστίξαι, ἤτοι οὕτως δεῖ ἀναγινώσκειν ἤτοι Ἡροκλέα χρυσοῦν ἢ οὕτως χρυσοῦν ῥόπαλον· ἀσάφεια γὰρ γίνεται διὰ τὸ ἄδηλον εἶναι, τίνι δεῖ τὸ χρυσοῦν ἐπισυνάψαι, Ἡρακλεῖ ἢ τῷ ῥοπάλῳ. [b 14] διαστίξαι ἔργον ἤτοι δύσκολον ἄδηλον γάρ ἐστι, ποίῳ δεῖ προσκεῖσθαι τὸ ἀεί, τῷ προτέρῳ ἤτοι τῷ δέοντος, οἷον τοῦ λόγου τοῦ δέοντος ἀεὶ ἀξύνετοι, ἢ τῷ ὕστερον ἤτοι τῷ ἀξύνετοι, οἷον τοῦ λόγου τοῦ δέοντος ἀεὶ ἀξύνετοι. ἐντεῦθεν περὶ σολοι κισμοῦ. [b 18] σολοικίζειν ποιεῖ καὶ τὸ μὴ ἀποδιδόναι, ὅπερ ἁρμόττει ὑποκείμενον ἀμφοῖν ἤτοι ἑκατέρᾳ αἰσθήσει, ἐν μὴ ἐπιζευγ νύῃς, ἤτοι ἐὰν μὴ καθ’ ὅλου εἴπῃς· οἷον τῇ μὲν ὄψει ὑπόκεινται τὰ χρώματα, τῇ δὲ ἀκοῇ οἱ ψόφοι· εἰ μὲν οὖν εἴπῃς καθ’ ὅλου ὅτι αἰσθά νομαι τῶν φωνῶν τῶν φωνούντων ὀξέα, οὐ σολοικίζεις, ἐὰν δὲ εἴπῃς εἶδον τὴν φωνήν, σολοικίζεις· οὐ γὰρ ἁρμόττει ἡ φωνὴ ὑποκείμενον εἶναι τῇ ὄψει. ὁμοίως σολοικίζει καὶ ὁ λέγων εἶδε τὸ θερμόν. [b 20] τὸ μὲν οὖν ἰδών ἐστιν οὐ κοινὸν ἤτοι μερικόν, τὸ δὲ αἰσθάνομαί ἐστι κοινὸν ἤτοι καθ’ ὅλου. δεῖ γοῦν ἐπιζευγνύειν ἤτοι καθ᾽ ὅλου λέγειν αἰσθάνομαι τῶν φωνῶν, ἀλλὰ μὴ εἶδον τὰς φωνάς. ἀσαφὴς δὲ γίνεται ὁ λόγος, ἐὰν μέλλων πολλὰ εἰπεῖν μεταξὺ καὶ ἐπεμβαλεῖν μὴ εἴπῃς πρὸ τῆς ἐπεμβολῆς τὴν ἀπόδοσιν, οἷον τοῦ ἔμελλον ἐστὶν ἀπόδοσις τὸ πορεύ εσθαι· οἷον εἰπὼν [b 22] ἔμελλον διαλεχθεὶς ἐκείνῳ μὴ εὐθὺς ἀποδώσει τὸ πορεύεσθαι, ἀλλὰ μεταξὺ ἐπεμβάλῃ τὸ τάδε καὶ τάδε καὶ
ὦδε, εἶτα ἐπάξει τὴν ἀπόδοσιν, ἀσαφὴς ὁ λόγος γίνεται. ἐὰν δὲ εἴπῃς [*](f. 57v) ἔμελλον διαλεχθεὶς ἐκείνῳ πορεύεσθαι, εἶτα καὶ εἰπεῖν τάδε καὶ τάδε καὶ ὧδε, σαφὴς ὁ λόγος γίνεται. καὶ πάλιν εἰ εἴπῃς ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέσεις τῶν λόγων ἀεὶ προτιθεὶς ὁ μέγας ασίλειος καὶ εὐθὺς ἐπάξεις τὴν ἀπόδοσιν ἑαυτὸν ἡμῖν νῦν προθήσειν τῶν λόγων ὑπόθεσιν, εἶτα ἐφιλοτιμεῖτο γὰρ τοῖς ἑαυτοῦ λόγοις, σαφὴς ὁ λόγος [*](f. 58r) ἐγένετο. τὸ δὲ ποιεῖν μέγεθος τῷ λόγῳ ἐστὶ τῆς σεμνότητος. εἰ δὲ εἰπὼν ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέσεις καὶ τὰ λοιπὰ πρὸ τοῦ ἀπο διδόναι ἑαυτὸν ἡμῖν νῦν ἐπεμβάλῃ καὶ γὰρ ἐφιλοτιμεῖτο τοῖς ἑαυτοῦ λόγοις, εἶτα ἀποδώσει τὸ ἑαυτὸν νῦν ἡμῖν προθήσειν, ἀσαφὴς ὁ λόγος ἐγένετο.

Ὄγκον δὲ ἤτοι τὸ μέγεθος δὲ λέξει ἤτοι τῇ φράσει καὶ μῆκος χαρίζεται τὸ λέγειν τὸν ὁρισμὸν ἀντὶ τοῦ ὀνόματος, οἷον μὴ εἰπεῖν κύκλον, ἀλλὰ σχῆμα ἐπίπεδον, οὗ αἱ ἐκ τοῦ μέσου ἐκβληθεῖσαι περιχαί. φέρειαι ἴσαι ἀλλήλαις εἰσίν. [b 28] εἰ δὲ σύντομον καὶ γοργὸν τὸν λόγον μέλλομεν ποιῆσαι, ἀντὶ τοῦ λόγου ἤτοι τοῦ ὁρισμοῦ δεῖ εἰπεῖν τὸ ὄνομα ἤτοι κύκλον. ἂν δὲ ἐν τῷ ὀνόματι ᾖ τὸ αἰσχρόν, ἤτοι [τὸ] ἐπεὶ αἰσχρόν ἐστι τὸ λέγειν ὁ δεῖνα τὴν δεῖνα διέφθειρε, δεῖ τὸν λέγοντα λέγειν ὅτι λῦσε δὲ παρθενικὴν ζώνην. [b 31] δεῖ δὲ δηλοῦν τὸ πρᾶγμα, εἰ αἰσχρόν ἐστι, διὰ μεταφορῶν καὶ ἐπιθέτων, εὐλαβεῖσθαι δέ, ἵνα μὴ πυκνοτέρως χρᾷ ταῖς μεταφοραῖς καὶ τοῖς ἐπιθέτοις, ἵνα μὴ ὁ λόγος δόξῃ ποίησις. συμβάλλεται δὲ εἰς τὸν ὄγκον καὶ τὸ μέγεθος καὶ μῆκος τοῦ λόγου τὸ ποιεῖν τὸ ἐν πολλά, οἷον μὴ λέγειν λιμένα ἀλλὰ λιμένας. [b 35] μία ἐστὶν ἡ διαπτυχὴ τῆς δέλτου ἤτοι βίβλου καὶ εἴρηκε διαπτυ διαπτυχή ἐστιν ἡ τῶν δύο σανίδων συνοχὴ ἡ συνέχουσα ἐντὸς τὰ τετράδια. διαπτυχή ἐστι καὶ ἐπὶ τοῦ οὐρανοῦ καὶ ἐπὶ θύρας συμβαλτῆς. ἀπὸ τῆς δέλτου οὖν τῆς ἀνοιγομένης καὶ συγκλειομένης εἶπε καὶ περὶ τοῦ οὐρανοῦ ἀνοίγεσθαι αὐτοῦ τὰς διαπτυχάς. [b 35] καὶ μὴ ἐπιζευγνύναι τὰ δύο ὑπὸ τοῦ ἑνὸς ἄρθρου, οἷον τῆς ἡμετέρας γυναικός, ὅπερ ποιεῖ συντομίαν, ἀλλ’ ἑκάτερα, ἤτοι καὶ τῆς γυναικὸς καὶ τῆς ἡμετέρας. ἔχειν ἑκάτερον ἤτοι τὰ οἰκεῖα ἄρθρα ἤτοι τῆς γυναικὸς τῆς ἡμετέρας.

[b 37] μετὰ συνδέσμου λέγω τοῦ καί, ἐὰν εἴπω πορευθεὶς καὶ διαλεχθείς· [*](f. 58r) εἰ δὲ μέλλω σύντομον ποιῆσαι τὸν λόγον, ἄνευ συνδέσμου ἤτοι οὐ δεῖ χρᾶσθαι τοῖς συνδέσμοις· πλὴν κἂν ἄνευ συνδέσμου δεῖ λέγειν, ἀλλ’ οὐχὶ καὶ ἀσύνδετος ἤτοι ἀναπόδοτος καὶ ἀσυνάρτητος, οἷον πορευ θεὶς διελέχθην· τὸ γὰρ διελέχθην ἀπόδοσις ὂν συνδέει καὶ τελειοῖ τὸν λόγον. τὸ δὲ πόρευθεῖς καὶ διαλεχθείς παράδειγμά ἐστι τοῦ μετὰ συνδέσμου λόγου· τὸ δὲ πορευθεὶς διελέχθην παράδειγμά ἐστι τοῦ ἄνευ συνδέσμου λόγου, οὐκ ἀσυνδέτου δέ. [1408a 1] καὶ τὸ Ἀντιμάχου χρήσιμον εἰς τὸ ποιεῖν μέγεθος τῷ λόγῳ, ἐξ ὧν μὴ ἔχει λέγειν ἤτοι ἐν οἷς μὴ ἔχει ὕλας εἰς τὸ λέγειν, ποιεῖ περιφράσεις ἢ μᾶλλον εἰπεῖν μεταφορὰς διὰ μέγεθος τοῦ λόγου. ὅπερ ἐκεῖνος ὁ Ἀντίμαχος ποιεῖ· ἀντὶ τοῦ εἰπεῖν ὁ Τευμησσὸς ὄρος ἐστί λέγει ὁ Τευμησσός ἐστιν ἠνε μόεις ὀλίγος λόφος. καὶ γὰρ οὕτως ὁ λόγος αὔξεται ἐπ’ ἄπειρον ἤτοι ταῖς περιφράσεσιν· οἷον εἰ ἀντὶ τοῦ εἰπεῖν Ἡρακλῆς εἴποι τις ἔστι βίη Ἡρακλείη. [a 4] ἔστι δὲ τοῦτο ποιεῖν καὶ ἐπὶ ἀγαθῶν καὶ κακῶν· κἂν γὰρ κακὸν ᾖ, ἔστι χρήσασθαι τῇ περιφράσει, κἂν ἀγαθὸν ᾖ, ἔστι χρήσασθαι καὶ ἐπ’ αὐτῷ τῇ περιφράσει, ὁποτέρως ἄν σοι χρησι μεύῃ. εἰ μὲν μέγεθος μέλλεις τῷ λόγῳ ποιῆσαι, δεῖ ποιεῖσθαι τὰς περι φράσεις (οὕτως γὰρ αὔξεται, εἴτε τὸ προκείμενον ἀγαθόν ἐστιν εἴτε κακόν)· εἰ μέλει σοι συντομίας καὶ μειῶσαι τὸ προκείμενον ἀγαθὸν ἢ κακὸν θέλεις καὶ σμικρῦναι, οὐ δεῖ χρᾶσθαι ταῖς περιφράσεσιν, ἀλλὰ λέγειν ὁ Τευ μησσὸς ὄρος ἐστί καὶ Ἡρακλῆς. [a 5] ὅθεν ἤτοι τῇ περιφράσει οἱ ποιηταὶ τὰ ὀνόματα φέρουσιν· ἀντὶ γὰρ τοῦ εἰπεῖν μέλος ἄλυρον λέγουσι μέλος καὶ ἄχορδον· ἐπιφέρουσι γὰρ τὰ ὀνόματα ἐν τοῖς πράγ μασιν ἐκ τῶν στερήσεων ἤτοι α στερητικοῦ· τοῦτο γὰρ ἤτοι τὸ χρᾶσθαι τῇ περιφράσει καὶ ἐπιτιθέναι καὶ ὀνόματα τοῖς πράγμασιν ἐκ τῶν στερήσεων εὐδοκιμεῖ λεγόμενον ἐν ταῖς μεταφοραῖς ταῖς ἀνά λογον ἤτοι ταῖς ἀναλογίᾳ θεωρουμέναις· οἷον εἰ ἡ σάλπιγξ μέλος ἐστὶν ἄλυρον, λοιπὸν ἡ λύρα ἐστὶ μέλος εὔλυρον.

Καὶ ἀνάλογον ἤτοι ἁρμόζουσα τοῖς ὑποκειμένοις πράγμασιν ἠθική ἐστι λέξις ἡ ἐμφαίνουσα τὸ ἦθος τοῦ λέγοντος ὀργίλον ἢ χάριεν ἢ ἀλη θευτικὸν ἢ σεμνόν. [a 12] αὐτοκιβδήλως ἤτοι ταπεινῶς καὶ εὐτελῶς.

γράφεται καὶ αὐτοκαβδάλως. λέγεται δὲ καὶ αὐτοκάβδαλον τὸ [*](f. 58v) ταπεινὸν καὶ εὐτελὲς καὶ αὐτόξεστον καὶ αὐτοσχέδιον ἐκ μεταφορᾶς τῶν κονταρίων, ἐν οἷς οὐχὶ ἀπεξέσθη τὸ ἄκρον παρὰ τοῦ τέκτονος, ἐν ᾧ τὸ ξίφος ἐντίθεται, ἀλλὰ τοιοῦτόν ἐστι φύσει ἀπεξεσμένον πρὸς τὸ ὀξύ, ὥσπερ εἰ ἀπεξέσθη παρὰ τοῦ τέκτονος πρὸς τὸ ὀξὺ καὶ ἐξεπίτηδες. τὸ δὲ ἀνά λογόν ἐστι καὶ ἁρμόζον ἐστὶ τοῖς ὑποκειμένοις πράγμασιν, εἴ γε τὰ εὔογκα ἤτοι τὰ ἐξῃρμένα καὶ μεγάλα πράγματα μὴ αὐτοκιβδήλως ἤτοι εὐτελῶς καὶ ταπεινῶς λέγηται ἤτοι ἀπαγγείληται, ἀλλὰ σεμνῶς καὶ μεμεγέλλουσι γεθυσμένως· καὶ πάλιν τὰ εὐτελῆ δεῖ ταπεινῶς ἀπαγγέλλειν καὶ εὐτελῶς, ἀλλὰ μὴ σεμνῶς καὶ ὀγκηρῶς καὶ διῃρημένως, ἤτοι τὰ εὔογκα πράγματα καὶ μέγεθος ἔχοντα δεῖ ἀπαγγέλλειν σεμνῶς καὶ διῃρημένως καὶ ὀγκηρῶς καὶ τὰ εὐτελῆ δεῖ ἀναλόγως ἀπαγγέλλειν εὐτελῶς καὶ ταπεινῶς. [a 13] ἀλλ’ οὐδὲ ἐπὶ τῷ εὐτελεῖ πράγματι ἢ ὀνόματι ἐπῇ κόσμος, ἤτοι κεκαλλωπισμένας λέξεις δεῖ λαμβάνειν· εἰ δὲ μή, ἤτοι εἰ δὲ ἐν τοῖς εὐτελέσι πράγμασι χρώμεθα ὀνόμασι καὶ λέξεσι κεκαλλωπισμέναις, κώμῳδίαν ποιοῦμεν· οἱ γὰρ κωμῳδοὶ τὰ εὐτελῆ καὶ οὐδαμινὰ πράγματα ἀπαγ διὰ λέξεων κεκαλλωπισμένων. ταὐτὸν γάρ ἐστι βροντὴ καὶ σπουδή. [a 15] καὶ γὰρ ὁ Κλεοφῶν ῥήτωρ ὢν ὁμοίως τοῖς κωμῳδοῖς ἔνια ἔλεγεν ἤτοι τινὰ τῶν εὐτελῶν πραγμάτων ἀπήγγελλε καὶ ἔλεγε διὰ λέξεων κεκαλλωπισμένων, οἷον εἰ εἴποιεν ὧ πότνια συκῆ· ἡ γὰρ συκῆ εὐτελὲς πρᾶγμα, τὸ δὲ πότνια θείοις καὶ θεοῖς ἁρμόζουσα. [a 16] παθητικὴ δὲ λέξις ἐστίν· εἰ μὲν ὑβρίζεις, ὀφείλεις λέγειν λέξιν ὑβριζομένου, οἵαν εἰκὸς λέγειν τὸν ὑβριζόμενον, οἷον
οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλάφοιο,
εἰ δὲ ἀσεβῆ καὶ αἰσχρά εἰσι τὰ πράγματα, δεῖ λέγειν αὐτὰ ὡς δυσχε ραίνων καὶ εὐλαβούμενος καὶ λυπούμενος ἐπ’ αὐτοῖς, οἷον ὦ τῆς συμφορᾶς, ὡς δεινά μοι τὰ συναντήματα. [a 18] εἰ δέ εἰσιν ἐπαινετά, δεῖ πάλιν ἀγαμένως καὶ θαυμαστικῶς ἀπαγγέλλειν αὐτά· ἡ γὰρ λέξις ἡ οἰκεία καὶ ἁρμόζουσα τῷ πράγματι, οἷον ἡ θαυμαστικὴ λέξις ἀνήκει τοῖς ἐπαινετοῖς πράγμασι καὶ ἡ περιπαθὴς καὶ ἡ σχετλιαστικὴ ἀνήκει τοῖς λυπηροῖς καὶ ἐλεεινοῖς πράγμασι, πιθανὸν τὸ πρᾶγμα ποιεῖ καὶ ἀληθὲς δοκεῖ φαίνεσθαι· [a 20] ἡ γὰρ ψυχὴ τοῦ ἀκούοντος παραλογίζεται καὶ ἀπατᾶται καὶ οἴεται ὡς ἀληθῶς λέγοντος, ἤτοι ὅτι ἀληθῶς λέγει ὁ ῥήτωρ, ἀπὸ τοῦ λέγειν λέξεις ἁρμοζούσας καὶ ἀναλόγους τοῖς πράγμασιν· ἐπὶ τοῖς τοι
ούτοις γὰρ πράγμασιν, οἷς καὶ ἀνάλογος λέξις παρὰ τοῦ ῥήτορος τίθεται, [*](f. 58v) ἀπατᾶται ὁ ἀκροατὴς καὶ οἴεται, ὡς οὕτως ἔχουσι τὰ πράγματα, καθὼς καὶ παρὰ τῷ ῥήτορι ἀπαγγέλλονται. [a 22] ὥστε οἱ ἀκροαταὶ οἴονται οὕτως ἔχειν τὰ πράγματα, ὡς ὁ λέγων ἀπαγγέλλει αὐτά, κἂν καὶ μὴ οὕτως ἔχωσιν. εἰ δὲ τῶν πραγμάτων λυπηρῶν ὄντων καὶ περιπαθῶν θαυμαστικῶς ἀπαγγέλλει αὐτὰ ἢ τὰ ἐπαινετὰ ἀπαγγέλλει σχετλιαστικῶς καὶ περιπαθῶς, ἀπίθανος δοκεῖ ὁ τοιοῦτος ῥήτωρ καὶ ψευδὴς καὶ πρὸς τὸ ἀπατᾶν ἀφορῶν, καὶ διὰ τοῦτο ἀπεστραμμένως ἀπαγγέλλει τὰ πράγματα καὶ οὐκ ἀναλόγως. [a 23] καὶ ὁ ἀκούων συλλυπεῖται τῷ λέγοντι περιπαθῶς τὰ περιπαθῆ πράγματα, κἂν μηδὲν ἀληθὲς λέγη, ἀλλ’ οὖν οἱ ἀκροαταὶ οἴονται ἀληθεύειν αὐτόν· διὸ καὶ πολλοὶ ἀπὸ τοῦ σχετλιάζειν ἐν τοῖς λυπηροῖς θορυβοῦσι τοὺς ἀκροατὰς ἀκούοντας αὐτοῦ λέγοντος ὦ τῆς συμφορᾶς, οἷά μοι ἐπεσυνέβησαν· ὁμοίως δὲ θορυβοῦνται οἱ ἀκροαταὶ καὶ ἐὰν ἀκούσωσι τοῦ λέγοντος θαυμάζοντός τι, καὶ διὰ τοῦτο προσέχουσιν αὐτῷ. [a 25] ἠθικὴ δέ ἐστι καὶ ἡ τῶν σημείων δεῖξις. ἄλλα εἰσὶ σημεῖα τοῦ γέροντος, ἤτοι τὸ προβουλεύεσθαι, τὸ εἰδέναι τὰ ὄντα, τὰ προ όντα, τὰ μέλλοντα, καὶ ἄλλα εἰσὶ σημεῖα τοῦ νέου, ἤτοι τὸ θαρραλέον, τὸ ἀνδρεῖον, οἶον νέῳ πάντ’ ἔοικεν Ἄρεϊ δεδαιγμένῳ ὀξέι χαλκῷ· πρέπει γὰρ καὶ τῷ νέῳ τὸ κεῖσθαι ἀπεκταμένῳ ἐν πολέμῳ. [a 26] ἡ ἀρμότ τουσα δεῖξις ἑκάστῳ γένει καὶ ἔξει. [a 29] ἕξεις δέ, καθ’ ἅς [*](f. 59r) ποιός τις λέγεται· ἢ γὰρ ἕξιν ἔχει τοῦ ὀργίζεσθαι, καθ’ ἣν ὀργίλος λέγεται, ἢ ἔξιν ἔχει τοῦ μὴ ὀργίζεσθαι, καθ’ ἣν πρᾶος λέγεται· καὶ ἄλλα μὲν ἁρμόττουσι τῷ ὀργίλῳ, ἄλλα δὲ τῷ πράῳ. οὐ γὰρ καθ’ ἅπασαν ἕξιν ποιός τις παρονομάζεται, ἤτοι οὐ γάρ, εἰ ἕξιν ἔχει τις τοῦ ἀσκεπὴς περιπατεῖν ἢ βραδέως ἐσθίειν, ἤδη καὶ ἀπ’ αὐτοῦ παρονομάζεται. [a 30] καὶ τὰ ὀνόματα καὶ αἱ λέξεις οἰκεῖαι ὀφείλουσιν εἶναι ἑκάστου τῇ ἕξει· ἄλλα γὰρ ὀνόματά εἰσιν οἰκεῖα τῷ ἀγροίκῳ καὶ ἄλλα οἰκεῖα τῷ πεπαιδευμένῳ ἤτοι τῷ σοφῷ· οὕτω γάρ, εἰ λέγεις τὰ ὀνόματα τὰ οἰκεῖα ἑκάστῳ, τὸ ἦθος ἑαυτοῦ μᾶλλον δείξεις, ὅτι ἐστὶν ἀληθευτικόν. [a 32] πάσχουσι δὲ οἱ ἀκροαταὶ ἤτοι ἀπατῶνται καὶ τῷ συνήθει καὶ καθωμιλημένῳ καὶ γνωρίμῳ τοῖς πᾶσιν, ᾧτινι πάντες οἱ λογογράφοι κατακόρως χρῶνται καὶ ἀεὶ ἀπατῶντες, οἷον ὅταν τις εἰσελθὼν εἴπῃ ἐπὶ δικαστηρίου τοῦτο δέ, ὃ μέλλω εἰπεῖν, πάντες ἴσασι καὶ οὐδεὶς ἀγνοεῖ [a 35] ὁ γοῦν ἀκροατὴς ἢ καὶ ὁ δικαστὴς αἰσχυνόμενος τὸ θρυλλούμενον οὔτις τοι τῶνδ’
ἐπαίτιός ἐστι, μή πως δόξῃ ἀγνοῶν, ὅπερ οἱ ἄλλοι πάντες γινώσκουσι, [*](f. 59r) δέχεται τὸ παρ’ ἐκείνου λεγόμενον καὶ ὁμολογεῖ. τὸ δὲ χρᾶσθαι τούτῳ ἤτοι τῷ λέγειν ὅτι τοῦτο, ὅ φημι, καὶ οἱ σκυτοτόμοι γινώσκουσιν, εὐκαίρως ἢ ἀκαίρως κοινόν ἐστιν ἀπάντων τῶν εἰδῶν, ἤτοι καὶ ἐν τῷ δικανικῷ καὶ συμβουλευτικῷ καὶ ἐν τῷ πανηγυρικῷ χρώμεθα τῷ λόγῳ τούτῳ ἤτοι ὅτι πάντες τοῦτο γινώσκουσι, πλὴν ποτὲ μὲν εὐκαίρως ποτὲ δὲ ἀκαίρως. ἢ τῶν εἰδῶν ἤτοι τοῦ παθητικοῦ καὶ ἠθικοῦ. [b 1] ἄκος δέ ἐστιν ἐπὶ πάσης ὑπερβολῆς, ἤτοι ὅταν δὲ εἴπῃς τι ἀκαίρως καὶ ὑπερβάλλῃ τὸ πρᾶγμα ἤτοι οὐκ ἔστι τοῦ πράγματος, τότε λέγε τὸ θρυλλούμενον ἤτοι τότε δεῖ προσεπιπλήττειν ἑαυτὸν ἐν τῷ λέγειν οἷόν με φύγεν ἕρκος ὀδόντων, ἢ ὅτι ἀλλ’ οἷόν με διέλαθε καὶ εἶπον εἰ γὰρ οὕτως προσεπι πλήττεις ἑαυτόν, δοκεῖ τὸ λεγόμενον ἀεὶ παρὰ σοῦ εἶναι ἀληθὲς καὶ σὺ ἀληθὴς δοκεῖς· λέγουσι γὰρ οἱ ἀκροαταί, ὅτι, εἰ μικρόν τι παρεγκλίνας τῆς ἀληθείας καὶ εἰπὼν ἄκαιρον ἤτοι ὃ τοῦ παρόντος οὐκ ἔστι καιροῦ ἑαυτὸν προσεμέμψατο καὶ συνέπληξε, λοιπὸν φιλαλήθης ἐστὶ καὶ τῆς ἀληθείας ἐξέχεται. [b 3] ἐπεὶ τὸ προσεπιπλήττειν ἑαυτὸν οὐ λανθάνει τὸν λέγοντα ἤτοι τὸν ῥήτορα, δι’ ὃ ταῦτα ποιεῖ· ποιεῖ γὰρ τοῦτο ἤτοι τὸ ἑαυτὸν προσε πιπλήττειν, κἂν μικρόν τι τῆς ἀληθείας παρεκτραπῇ καὶ ἄκαιρα δοκῇ λέγειν, ἵνα τὰ ἄλλα τὰ παρ’ αὐτοῦ λεγόμενα δοκῶσιν ἀληθῆ τοῖς ἀκροαταῖς. [b 4] ἔτι οὐ δεῖ χρᾶσθαι πᾶσιν ἀνάλογον ἤτοι ἀναλόγως τοῖς πράγμασιν, ἤτοι οὐ δεῖ χρῆσθαι πᾶσι τοῖς τῷ πράγματι ἁρμόζουσιν· οὕτω γάρ, εἰ μὴ πᾶσι τοῖς ἁρμόζουσι τῷ πράγματι ἅμα χρᾷ, κέκλεπται καὶ ἀπατᾶται ὁ ἀκροατής. [b 5] οἷον εἰ τὰ ὀνόματα σκληρὰ ἤτοι αἱ λέξεις καὶ τραχέα εἰσὶ καὶ ὑβριστικά, ἅτινα λέγεις πρός τινα ἀντιδικοῦντά σοι, οὐ δεῖ ταύτας τὰς τραχείας λέξεις καὶ σημαινούσας ὕβριν ἐκφέρειν καὶ μετὰ φωνῆς ἀγρίας καὶ τραχείας καὶ ἐν οἷς ταύτας λέγεις δεικνύειν καὶ πρόσωπον ὀργι ζομένου καὶ τὰ ἄλλα τὰ ἁρμόττοντα ἤτοι βλέμμα καὶ κίνημα καὶ ἰδίωμα ἄγριον· ἀλλ’ εἰ μὲν αἱ λέξεις εἰσὶν ὑβριστικαί, δεῖ σε ταύτας ἐκφέρειν μετὰ φωνῆς ὑφειμένης καὶ μὴ ἀγρίας καὶ πρόσωπον ἔχειν ἱλαρὸν καὶ βλέμμα πρᾶον, ἵνα τὸ τῶν λέξεων τραχὺ συγκαλύπτηται διὰ τῆς ὑφειμένης φωνῆς καὶ τοῦ ἱλαροῦ προσώπου καὶ μὴ φαίνῃ μελάγχολος καὶ ὑβριστικός· [b 7] εἰ δὲ μή, ἤτοι εἰ δὲ καὶ αἱ λέξεις εἰσὶ τραχεῖαι καὶ ἐκφέρεις ταύτας μετὰ φωνῆς ἀγρίας καὶ πρόσωπον ἐνδείκνυσαι ἄγριον, φανερὸν γίνεται, ὅτι μελάγχολος εἶ καὶ ψευδὴς καὶ ἐπίκεισαι τῷ, ὃν ἀδικεῖς. εἰ δὲ τόδε μέν, ἤτοι εἰ δὲ αἱ λέξεις εἰσὶ σκληραὶ καὶ ὕβριν ὑποσημαίνουσαι, τόδε
δὲ μή. ἤτοι ἡ δὲ φωνή. δι’ ἧς ταύτας ἐκφέρεις. ἐστὶ μαλακὴ καὶ ὑφειμένη [*](f. 59r) καὶ τὸ πρόσωπον ἐνδείκνυσαι ἱλαρόν, λανθάνεις ποιῶν τὸ αὐτὸ ἤτοι λεληθότως ὑβρίζεις αὐτὸν καὶ οὐδὲ δοκεῖς ὕποπτος τοῖς ἀκροαταῖς τὸ αὐτὸ δὲ ποιεῖς λεληθότως ἤτοι τὸ ὑβρίσαι τὸν ἀντιδικοῦντα, ὅπερ ἂν ἐποίησας, καὶ εἰ μετὰ τραχείας φωνῆς ἐξέφερες τὰς τραχείας λέξεις καὶ ὑβριστικάς. εἰ δὲ βούλει δοκεῖν, ὡς ἃ λέγεις πιθανά εἰσι, δεῖ τὰ μαλακὰ ὑφειμένως ἀπαγγέλλειν καὶ δι’ εὐτελῶν λέξεων καὶ τὰ σκληρὰ πάλιν σκληρῶς καὶ ὀγκηρῶς ἀπαγγέλλειν· [b 9] εἰ δὲ τὰ μαλακὰ καὶ ταπεινὰ [*](f. 59v) ἀπαγγέλλεις σκληρῶς καὶ ὀγκηρῶς, δόξεις περίεργος καὶ δολερὸς καὶ μωρὸς ὡς σπουδάζων ἀντιστρέφειν τὰ πράγματα καὶ ἀπίθανα δόξεις λέγειν. [b 11] τῷ δὲ λέγοντι παθητικῶς ἁρμόζουσιν αἱ ἐπίθετοι λέξεις ὡς τὸ πελώριος καὶ διπλᾶ ὡς τὰς συνθέτους λέγειν ὡς τὸ οὐρανόμηκες καὶ ξένας λέξεις ἤτοι διαλέκτου καὶ τῆσδε ἢ τῆσδε τῆς γλώττης· τῷ γὰρ λέγοντι κακὸν οὐρανόμηκες συγγνώμη ἐστὶν ὡς ὀργιζομένῳ· δοκεῖ γὰρ ὁ ὀργιζόμενος μὴ προσέχειν οἷς λέγει ὡς ὑπὸ τῆς ὀργῆς τὰς φρένας ἐξεστηκώς, καὶ διὰ τοῦτο συγγνωμονοῦσιν αὐτῷ, κἂν ἀνοίκεια καὶ ἀκατάλ ληλα λέγη· τὸ γὰρ οὐρανόμηκες ἐπὶ θείων λέγεται, οὐ μὴν δὲ ἐπὶ κακῶν· εἴ τι γὰρ ἔλθῃ εἰς τὴν γλῶτταν τοῦ ὀργιζομένου, τοῦτο καὶ λέγει καὶ οὐ σκοπεῖ τὰ κατάλληλα. [b 13] καὶ ὅταν ἔχῃ ἤδη τοὺς ἀκροα τάς, ἤτοι ὅταν τοὺς ἀκροατὰς ποιήσῃ ὥστε αὐτῷ προσέχειν ὡς ἀληθῆ λέγοντι, εἴτε ψέγει, εἴτε ἐπαινεῖ, εἴτε ὀργίζεται, ἤτοι ὅταν καὶ οἱ ἀκροαταὶ χαίρωσι τοῖς ἐπαίνοις ἢ τοῖς ψόγοις καὶ κρίνωσι τὸν ῥήτορα δικαίως ὀργιστάντες ζόμενον καθ’ οὗ ὀργίζεται ἢ δικαίως ψέγοντα ὃν ψέγει ἢ δικαίως ἐπαινοῦντα καὶ οἷον ἐνθουσιῶσι, καὶ τότε δεῖ χρᾶσθαι τοῖς διπλοῖς καὶ ἐπιθέτοις ὀνόστάντες μασι. καὶ εἴ τι ἂν βούλοιο. [b 15] ὁ δὲ Ἰσοκράτης ἐγκώμιον ποιεῖται στρατιωτῶν πολεμησάντων καὶ τινῶν μὲν σφαγέντων τινῶν δὲ καὶ σωθέντων, καί φησιν ἐν τῷ τέλει τοῦ ἐγκωμίου φήμη δὲ πάντων καὶ ἡ γνώμη πάντων οὕτως ἔχειν ταῦτα, ἃ λέγω ἐπαινῶν, μαρτυροῦσι καὶ διαβεβαιοῦσι καὶ μὴ ἄλλως· ἀλλὰ λέγουσι ταῦτα καὶ οἱ στρατιῶται οἱ τὸν τότε ὑπο πόλεμον, οἳ καὶ ἔτλησαν τὰ δεινὰ καὶ διεσώθησαν. [b 17] φθέγγονται γὰρ τὰ τοιαῦτα ἤτοι τὰ παράλληλα, οἷον φήμη, γνώμη, ἐνθουσιάζοντες· ὥστε καὶ οἱ ἀκροαταὶ ὁμοίως ἔχοντες ἤτοι ἐνθου σιάζοντες καὶ ὅλοι γενόμενοι τοῦ λέγοντος ἀποδέχονται τοὺς ῥήτορας λέγοντας τοιαῦτα ἤτοι παράλληλα. [b 18] διὸ καὶ τὸ τὰ τοιαῦτα λέγειν ἤτοι παράλληλα, ἐπεὶ καὶ τῶν ἐνθουσιαζόντων ἐστὶν ἡ ποίησις, λοιπὸν τῇ ποιήσει ἁρμόττει. ἢ δεῖ οὕτως λέγειν τὰ παράλληλα μεταποιῆσαι τοὺς
ἀκροατὰς ἐνθουσιάζειν καὶ ἀποδέχεσθαι τοὺς λέγοντας ἢ μετ’ εἰρωνείας [*](f. 59v) ἤτοι ἢ δεῖ χρᾶσθαι τῇ εἰρωνείᾳ μετὰ τὸ ἀποδεῖξαι τὸν δεῖνα προδότην τῆς πατρίδος καὶ λέγειν μετ’ εἰρωνείας πάντα μετὰ τὰς ἀποδείξεις ὁ καλὸς οὑτοσί, ὁ γενναῖος. [b 20] οἱ λόγοι τοῦ Γοργίου, ὃν παρεισάγει ὁ Πλάτων διαλεγόμενον, εἰρωνευτικοί εἰσιν ἅπαντες.

Τὸ μὲν γὰρ εἶναι τὴν λέξιν ἔμμετρον καὶ μετρικῷ ἀνήκουσαν ἀνδρὶ ἐστὶν ἀπίθανον, ἤτοι ὁ ταῦτα λέγων τὰ ἔμμετρα ἀπίθανός ἐστι καὶ ψευδής· [b 22] δοκεῖ γὰρ πεπλάσθαι ἤτοι ἐπιτηδεύειν τὰς τοιαύτας ἐμμέτρους λέξεις διὰ τὸ ἀπατῆσαι, καὶ ἅμα ἡ τοιαύτη λέξις ἡ ἔμμετρος ἐξίστησι τὸν ἀκροατὴν τοῦ οἰκείου λογισμοῦ καὶ τοῦ προσέχειν τῇ ἀπο δείξει· καὶ προσέχει πάλιν πότε ῥηθῇ καὶ ἔλθοι τοιαύτη ὁμοία λέξις·ἀκούσας γὰρ τοιαύτης ἐμμέτρου λέξεως οἷον

τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
πάλιν ἐξέχεται τοῦ ἀκοῦσαι καὶ ἑτέρου μέτρου, δι’ οὖ δείκνυται, τίνα εἰσὶ τὰ παρ’ ἐκείνου ῥηθέντα. καὶ ἄλλως· ξενικὴ οὖσα ἡ λέξις καὶ παρά ξενος ἡ μετρικὴ ποιεῖ τὸν ἀκροατὴν γλιχόμενον καὶ πάλιν ἀκοῦσαι τοιαύτης λέξεως. [b 25] τοῖς ἀπελευθέροις ἐδίδοντο πάλαι ἐπίτροποι, ἵνα αὐτῶν ἀντιποιῶνται καὶ μὴ καταφρονῶνται· οὐ γὰρ τῆς αὐτῆς παρρησίας ἐτύγ χανον οἱ ἐλεύθεροι καὶ ἀπελεύθεροι καὶ διὰ τοῦτο εἶχον ἐπιτρόπους. τῶν γοῦν κηρύκων προαναφωνούντων τίνα ἐπιτροπεῦσαι αὑτοῦ αἱρεῖται ὅδε ὁ ἀπελεύθερος; πρὸ τοῦ πληρῶσαι τοὺς κήρυκας τὴν ἀναφώνησιν ἔλεγον τὰ παιδία τὸν Κλέωνα. ὡς γοῦν ἀπὸ τῆς τῶν παίδων ἀναφωνῆς προλαμ βανούσης τὴν τῶν κηρύκων φωνὴν ἔχομεν προεγνωσμένον, ὃν αἱροῦνται ἐπίτροπον οἱ ἀπελεύθεροι, οὕτως καὶ ἅμα τῷ ῥηθῆναι ξενικὴν ἤτοι ἔμμε τρον λέξιν εὐθὺς ἔχομεν ἐγνωσμένον καὶ ὅτι καὶ ἑτέραν τοιαύτην λέξιν μέλλει ὁ λέγων εἰπεῖν. ἢ καὶ οὕτως· ἅμα τῷ ἀκοῦσαι τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας εὐθὺς ἐγνωσμένον, ὅτι καὶ ἕτερον μέλλει στίχον εἰπεῖν, δι’ οὗ δηλώσει, τίνα εἶπεν ὁ Ἀχιλλεύς. [b 26] τὸ δὲ ἄρρυθμον ἀπέραντόν ἐστιν ἤτοι οὐκ ἔχει ὡρισμένον ἀριθμὸν ὁ ἄρρυθμος καὶ [*](f. 60r) πεζὸς λόγος· ὁ μὲν ἔμμετρος λόγος οἷον ὁ στίχος ἔχει ὡρισμένον ἀριθμὸν τὴν ἑξαποδίαν, ὁ δὲ ἄρρυθμος ἀόριστον ἔχει τὸ μέτρον· ποτὲ μὲν γὰρ τὸ κῶλον ἔχει δεκαπέντε συλλαβάς, ποτὲ δὲ ιηʹ, ποτὲ ιβʹ, ποτὲ κʹ. δεῖ δὲ καὶ τὸ ἄρρυθμον ἤτοι τὰ πεζὰ κῶλα πεπεράνθαι ἤτοι μετρεῖσθαι μέτρῳ τινὶ ἀορίστῳ, ἀλλ’ οὐ μέτρῳ ὡρισμένῳ, ὥσπερ τῇ ἑξαποδίᾳ ὁ ἡρωικὸς καὶ ἰαμβικὸς στίχος τῇ διποδίᾳ, ἀλλὰ ποτὲ μὲν ιβʹ συλλαβαῖς, ποτὲ ιηʹ,
ποτὲ κʹ· καὶ γὰρ τὸ ἄπειρον ἤτοι τὸ μηδ’ ὅλως ὑποπῖπτον μέτρῳ τινὶ [*](f. 60r) διὰ τὴν ἀπειρίαν ἀηδές ἐστι καὶ ἄγνωστον. [b 28] πάντα δὲ τὰ κῶλα περαίνονται καὶ μετροῦνται ἀριθμῷ, οὐ μὴν ὡρισμένῳ ἀλλ’ ἀορίστῳ· ἢ γὰρ ιεʹ συλλαβαῖς ἢ ιηʹ. διὸ καὶ ὁ ἀριθμὸς τῆς λέξεως τοῦ σχήματος ἤτοι τῶν κώλων ῥυθμός ἐστι καὶ ῥυθμὸν ἔχουσιν, οὗτινος (τοῦ σχήματος τῆς λέξεως) τὰ μέτρα εἰσὶ τμητὰ ἤτοι ἀόριστα· ποτὲ μὲν γὰρ ιεʹ συλλα βαῖς περαίνεται τὸ κῶλον, ποτὲ δώδεκα. τὸ δὲ μέτρον τῶν ἡρωικῶν στίχων ἐστὶν ἄτμητον· ἑξαποδίᾳ γὰρ μετρεῖται καὶ οὐκ ἔστι δυνατὸν μετρη θῆναι τετραποδίᾳ ἢ ἄλλῳ τινὶ μέτρῳ. [b 30] διὸ δεῖ τὸν λόγον τὸν πεζὸν ἔχειν ῥυθμόν, οὐ μέντοι γε δὲ μέτρον ἢ ἡρωικὸν ἢ ἀναπαιστικὸν ἢ ἰαμβεῖον· εἰ γὰρ ἔχει καὶ μέτρον, ἐστὶ ποίημα ἤτοι ποίησις· ἔχειν δὲ ῥυθμὸν μὴ ἀκριβῆ ἀλλὰ παρεφθαρμένον ἔστι δὲ τοῦτο ἤτοι τὸ μὴ τηρεῖσθαι τὸν ῥυθμὸν ἀκριβῆ ἐν τῷ πεζῷ λόγῳ, ἐὰν μέχρι τινὸς ἤτοι μέχρι τινῶν συλλαβῶν ἐστι τοῦ κώλου ὁ ῥυθμὸς τηρούμενος, εἶτα αἱ ἄλλαι συλλαβαὶ τοῦ κώλου εἰσὶν ἀνειμέναι καὶ διεφθαρμέναι, οἷον εἰ τινὲς μὲν λέξεις τοῦ κώλου εἰσὶ σπονδειακαὶ ἢ ἀναπαιστικαὶ ἢ δακτυλικαί, ἐν αἷς καὶ θεωρεῖται ὁ ῥυθμός, αἱ δὲ ἄλλαι λέξεις οὔκ εἰσι μετρικαὶ ἤτοι σπον δειακαὶ ἢ δακτυλικαί, ἀλλὰ κοιναὶ καὶ ῥυθμὸν οὐκ ἔχουσι. τοιοῦτον δὲ καὶ ὁ Ἑρμογένης παραδίδωσιν. [b 32] ὁ μὲν ἡρῷος ῥυθμός ἐστι σεμνὸς ἤτοι ἀπόκροτος, στομφώδης καὶ λεκτικὸς ἤτοι μεγαλόφωνος καὶ ἁρμονίας ἤτοι ῥυθμοῦ δεόμενος, ὁ δὲ ἴαμβός ἐστιν ἡ κοινὴ λέξις καὶ συνήθης, ᾗ πάντες χρῶνται· διὸ πολλῶν ὄντων τῶν μέτρων, ἡρωικῶν, ἀναπαιστικῶν, τροχαϊκῶν, ἀπὸ πάντων τῶν μέτρων μάλιστα χρῶνται τῷ ἰαμβείῳ μέτρῳ καὶ ἰαμβεῖα φθέγγονται. ἐπεὶ δὲ τὸ ἰαμβεῖον μέτρον ταπεινὸν τὸν λόγον ποιεῖ καὶ ἀνειμένον, δεῖ ἀναμεταξὺ χρᾶσθαι τῇ σε μνότητι καὶ ἐκ στῆσαι καὶ ἐξᾶραι διὰ τῆς σεμνότητος τὸ τοῦ λόγου ταπεινόν ἡ γὰρ σεμνότης ἐξαίρει τὸ τοῦ λόγου ταπεινὸν ἅτε μέγεθος ποιοῦσα. [b 36] ὁ δὲ τροχαῖος ῥυθμὸς κορδακικώτερός ἐστιν ἤτοι ἀνειμενώτερος. ἔστι δὲ τὸ κορδακίζειν εἶδος ἀνειμένης ὀρχήσεως, ἢ τὸ κορδακικώτερον ἤτοι συντομώτερον κορδακίζειν γάρ ἐστι τὸ εἶδος τῆς ὀρχήσεως, ὃ οἱ Σθλάβοι ὀρχοῦνται, τὸ εὐκίνητον· σύντομον δέ ἐστι, διότι συντόμως περατοῦται· τετράμετρον γάρ ἐστιν· ἐπὶ γὰρ τῶν ἰαμβείων τοὺς δύο πόδας λαμβάνουσιν ὡς ἐν καὶ κατὰ συζυγίαν μετροῦσιν αὐτούς, ὅθεν καὶ τρίμετροι λέγονται, καὶ ἐπὶ τῶν τροχαίων κατὰ συζυγίαν μετροῦμεν. τροχαῖος δὲ λέγεται ἐκ μεταφορᾶς τοῦ τροχοῦ· ὡς γὰρ ἐπὶ τοῦ τροχοῦ τὸ ἄνω μέρος τοῦ τροχοῦ
καὶ ἐφ’ ὕψους ὂν χαμαὶ γίνεται καὶ ὑποκάτω, οὕτω καὶ ὁ τροχαῖος ἀπὸ [*](f. 60r) μακροῦ ἀρχόμενος καταλήγει εἰς βραχύ. [1409a 1] ὁ γὰρ τροχαῖος ῥυθμός ἐστι τετράμετρος. περὶ μὲν τῶν ἄλλων μέτρων ἐτεχνολόγησαν, πῶς δεῖ χρᾶσθαι αὐτοῖς καὶ οἷον ῥυθμὸν ἀποτελοῦσι· λείπεται δὴ παιάν, ἤτοι περὶ δὲ τοῦ παιᾶνος οὔπω ἐφθάσαμεν εἰπεῖν. παιάν ἐστιν ὁ ἔχων συλλα βὴν μίαν μακρὰν καὶ τρεῖς συλλαβὰς βραχείας· ἐπίτριτος δὲ ὁ ἔχων μίαν βραχεῖαν, τὰς δὲ ἑτέρας τρεῖς συλλαβὰς μακράς. [a 3] ἔχομεν μέτρον ἡρωικὸν καὶ τροχαϊκὸν καὶ τρίτον παιανικὸν (τὸ γὰρ ἰαμβικὸν τῆς κοινῆς διαλέκτου ἐστί) καὶ ἐχόμενον τῶν εἰρημένων μέτρων· ἐν γὰρ τῷ παιανικῷ μέτρῳ εὑρήσεις καὶ τὸ δακτυλικὸν μέτρον καὶ τὸ τροχαϊκὸν καὶ τὸ ἀναπαιστικόν· ἐν μὲν γὰρ τῷ πρώτῳ παιᾶνι, ἐν ᾧ ἐστι τὸ ἐν μακρόν, τὰ δὲ τρία βραχέα, εὑρήσεις τὸν δάκτυλον, ἐν δὲ τῷ δευτέρῳ παιᾶνι τῷ ἔχοντι τὴν πρώτην συλλαβὴν βραχεῖαν, τὴν δὲ δευτέραν μακράν, εὑρήσεις τὸν ἴαμβον, ἐν δὲ τῷ τρίτῳ παιᾶνι τῷ ἔχοντι τὰς δύο συλλαβὰς βραχείας, τὴν δὲ τρίτην μακράν, εὑρήσεις καὶ τὸν ἀνάπαιστον καὶ τὸν τροχαῖον· ἐπεὶ γὰρ ἐν τῷ παιᾶνι ἡ μία συλλαβή ἐστι μακρά, αἱ δὲ τρεῖς βραχεῖαι. τὸ δὲ μακρὸν δύναμιν ἔχει δύο βραχέων, λοιπὸν ἐν αὐτῷ θεωρεῖται ὁ [*](f. 60v) ἡμιόλιος λόγος· τὰ γὰρ τρία πρὸς τὰ δύο τὸν ἡμιόλιον λόγον ἔχουσιν. [a 4] ἐκείνων δὲ τῶν ἄλλων μέτρων ὁ μὲν σπονδεῖός ἐστιν ἐν πρὸς ἐν ἤτοι τὸν ἴσον λόγον ἔχει ὁ σπονδεῖος· τὰ γὰρ δύο μακρὰ ἔχει· ὁ δὲ τροχαῖος καὶ ὁ ἴαμβος τὸν διπλάσιον λόγον ἔχουσι καὶ τὸν ἄνισον, ὃν λόγον τὰ δύο πρὸς τὸ ἕν· καὶ γὰρ καὶ ὁ τροχαῖος ἐκ μακροῦ καὶ βρα χέος σύγκειται καὶ ὁ ἴαμβος βραχὺ ἔχει καὶ μακρόν, τὸ δὲ μακρὸν δύναμιν ἔχει δύο διχρόνων, ὡς εἴπομεν. [a 6] ὁ δὲ ἡμιόλιος ἤτοι ὁ παιὰν ὁ ἔχων τὸν λόγον τὸν ἡμιόλιον ἔχεται τῶν λόγων τούτων ἤτοι τοῦ λόγου, ὃν ἔχει ὁ τρία πρὸς τὰ δύο, ὃν ἔχει αὐτὸς ὁ παιάν, καὶ τοῦ λόγου, ὃν ἔχει τὰ δύο πρὸς τὸ ἕν, ὃν ἔχει ὁ τροχαῖος καὶ ὁ ἴαμβος. οἱ μὲν ἄλλοι ἀφετέοι ἤτοι οἱ δάκτυλοι καὶ οἱ τροχαῖοι διὰ τὰ εἰρημένα, ἤτοι διότι τῆς ποιήσεώς εἰσιν· ἀπὸ πάντων γὰρ τῶν ῥυθμῶν μόνος ὁ παιανικὸς ῥυθμὸς οὐκ ἔστι μετρικός· οὐ γὰρ χρῶνται αὐτῷ οἱ ποιηταί· ὥστε διὰ τὸ μὴ εἶναι μετρικὸν λανθάνει, εἰ χρώμεθα αὐτῷ ἐν τῷ πεζῷ λόγῳ, τοὺς ἀκροατάς. [a 10] δεῖ δὲ τὴν τελευτὴν τοῦ λόγου διαφέρειν τῆς ἀρχῆς τοῦ λόγου. [a 12] τὸ μὲν εἶδος τοῦ παιᾶνος τὸ ἕν, ἐν ᾧ ἡ μὲν ἀρχὴ αὐτοῦ ἐστι μακρά, τὰ δὲ τρία βραχέα, ἁρμόζει τῇ ἀρχῇ τοῦ λόγου· τὸ γὰρ μακρὸν ἔχει στάσεως λόγον καὶ ἠρεμίας, δεῖ δὲ ἐκ στάσεως καὶ ἠρεμίας γενέσθαι τὴν κίνησιν· ἐξ ἀκινησίας γὰρ ἡ κίνησις
γίνεται. [a 14] Δαλογενῆ λέγει τὸν Ἀπόλλωνα ὡς ἐν τῇ Δήλῳ γεννηθέντα. [*](f. 60v) Δαλογενές, εἴτε Λύκιε † ἑκάετε, ἤτοι πόρρω βάλλων, τὸ δα μακρόν ἐστι, τὰ δὲ τρία βραχέα. τὸ δὲ ἕτερον εἶδος τοῦ παιᾶνος ἐξ ἐναντίας, ἤτοι ὁ τέταρτος παιὰν ἐξ ἐναντίας ἐστὶ τῷ πρώτῳ παιᾶνι, οὗτινος αἱ μὲν ἐξ ἀρχῆς κείμεναι συλλαβαί εἰσι βραχεῖαι, τὸ δὲ τέλος τῆς λέξεως μακρόν, οἷον μετὰ δὲ γᾶν, τὸ γᾶν μακρόν, τὰ δὲ πρὸ αὐτοῦ βραχέα, ὕδατά τ’ ὠ, τὸ τω μακρόν· ἔστι δὲ ἐκ τῆς θεογονίας καὶ λέγει, ὅτι ἡ γῆ κρυπτομένη ἦν ὑπὸ τῶν ὑδάτων ἡμῖν ἀφανής. τοῦτο δὲ τὸ εἶδος τοῦ παιᾶνος προσαρμόζει τῷ τέλει τοῦ λόγου· [a 17] τελευτὴν γὰρ τοῦ λόγου ποιεῖ, καθ’ ὃ εἰς μακρὸν λήγει, τὸ δὲ μακρὸν στάσιν τινὰ καὶ ἠρεμίαν παρεμφαίνει· τὸ δὲ βραχὺ διὰ τὸ ἀτελὲς ἤτοι διὰ τὸ μὴ ἀνήκειν τῷ τέλει τοῦ λόγου (κίνησιν γὰρ παρεμφαίνει, εἰ ὁ λόγος εἰς βραχὺ λήγει) γίνεται κολοβὸς καὶ ἐλλιπής. [a 19] ἀλλὰ δεῖ τὸν λόγον ἀποκόπτεσθαι ἤτοι ἠρεμεῖν καὶ ἵστασθαι καὶ βεβηκέναι καὶ τέλος λαμ βάνειν δῆλον οὐ διὰ τὸν γράφοντα, ἤτοι οὐ διὰ τὸ στίξαι τὸν γραφέα ἄχρι τοῦδε φαίνεται ὡς ἔλαβεν ὁ λόγος τέλος, οὐδὲ διὰ τὴν παραγραφὴν ἤτοι παραγράψαι στιγμήν, ἀλλὰ διὰ τὸν ῥυθμόν· λαμβάνει γὰρ τέλος δῆλον ἀπὸ τοῦ ῥυθμοῦ, ὅταν καταλήγῃ καὶ τελευτᾷ ὁ λόγος εἰς μακρόν, ὡς ἐπὶ τοῦ μετὰ δὲ γᾶν ὕδατα καταλήγει ὁ λόγος καὶ ἔλαβε τέλος εἰς τὸ νύξ, ὅπερ ἐστὶ μακρόν. [a 22] καὶ τίνες ῥυθμοὶ ποιοῦσι τὸν λόγον εὔρυθμον, οἱ τροχαϊκοὶ καὶ οἱ δακτυλικοί.

Περὶ λέξεως.

Τὴν δὲ λέξιν ἀνάγκη εἶναι εἰρομένην, εἶτα διὰ τοῦ καὶ τῷ συνδέσμῳ μίαν ἐφερμηνεύει, τίς ἐστιν ἡ εἰρομένη, καί φησιν, ὅτι εἰρο μένη ἐστίν, ἥτις ἐστὶ μία τῷ συνδέσμῳ· κἂν γὰρ πολλὰς ὑποθέσεις ἀφη γῆται, ἀλλ’ οὖν, καθ’ ὃ ἡ λέξις εἴρεται καὶ συμπλέκεται τῷ συνδέσμῳ, δοκεῖ τε καὶ ἡ λέξις μία τῷ συνδέσμῳ, κἂν πολλαί εἰσι, καὶ αἱ ὑποθέσεις αἱ πολλαὶ ὡς μία τῷ συνδέσμῳ ὑπόθεσις δοκεῖ. [a 25] ἀναβολαὶ λέγονται αἱ διὰ μακροῦ ἀποδόσεις, οἷον ἔμελλεν ἅρα πολλὰς ἡμῖν ὑπο θέσεις τῶν λόγων ἀεὶ προτιθεὶς ὁ μέγας Βασίλειος· τὸ καὶ γὰρ ἐφιλοτι μεῖτο τοῖς ἑαυτοῦ λόγοις τοῦτο ἄλλη ὑπόθεσις παρὰ τὸ ἔμελλεν ἅρα πολλάς, ἀλλ’ ὁ γάρ σύνδεσμος καὶ ὁ καί παρεμπεσόντες συνέπλεξαν ταύτην τῇ ἑτέρᾳ καὶ δοκεῖ μία ὑπόθεσις τῷ συνδέσμῳ. εἰ δὲ εἶπον οὕτως ἐφιλοτιμεῖτο τοῖς ἑαυτοῦ λόγοις, ἀσυνδέτως εἶπον πολλὰς ὑποθέσεις. ὥστε

εἰρομένη ἐστὶ λέξις ἡ μία μὲν τῷ συνδέσμῳ, ὑποθέσεις δὲ πολλὰς ἔχουσα, [*](f. 60v) δοκοῦσαι δὲ πᾶσαι τῷ συνδέσμῳ καὶ ἔχουσαι καὶ πᾶσαι μίαν ἀπόδοσιν τὸ ἑαυτὸν νῦν ἡμῖν προθήσειν ὑπόθεσιν. [a 26] κατεστραμμένη ἡ συνεπτυγ μένη λέξις λέγεται ἡ ἄνευ συνδέσμων ἤτοι ἡ γοργός, ἡ σύντομος, ἡ ἐγγὺς ἑαυτῆς στρεφομένη, ἡ τὴν ἀπόδοσιν ἑαυτῆς ἔχουσα, οἷον ἐγὼ ἀπελθὼν [*](f. 61r) ἐλυτρωσάμην αὐτόν, ἐγγὺς ἡ ἀπόδοσις· οἱ γὰρ σύνδεσμοι πλειόνων ὑποθέσεων εἰσιν ἐφελκυστικοί. ἀντίστροφα λέγονται τὰ ἰσόστροφα, ἃ περὶ τὰ αὐτὰ στρέφονται· περὶ τὰ αὐτὰ στρέφονται, διότι εἰσὶ σύντομα καὶ ἐγγὺς τὰς ἀποδόσεις ἔχουσιν, οἷον Χριστὸς γεννᾶται· δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. [a 27] Ἡροδότου Θουρίου ἥδ’ ἱστορίης ἀπόδειξις. ἐλλιπές ἐστι τὸ τοιοῦτον· τὴν γὰρ ἀπόδοσιν ἔχει διὰ μακροῦ ἀποδοθεῖσαν καὶ ἀποταθεῖσαν. οἱ Ἁλικαρνασεῖς ἄποικοι τῶν Θουρίων. ἥδε ἡ ἀπό ἐστι τῆς ἱστορίας τοῦ Ἡροδότου. [a 26] στροφή, ἀντιστροφὴ καὶ ἐπῳδή. ἀντίστροφα λέγονται τὰ μικρά. [a 27] εἰρομένη δὲ λέξις ἐστὶν ἡ μὴ ἔχουσα τὸ τέλος καὶ τὴν ἀπόδοσιν καθ’ ἑαυτὴν ἤτοι ἐγγὺς ἑαυτῆς καὶ συντόμως ἀποδιδόμενον, ἀλλὰ διὰ μακροῦ ἀποδιδόμενον, ἤτοι ἡ μακρὰ καὶ μετὰ πολλὰ τὴν ἀπόδοσιν ἔχουσα. εἰ μὴ γὰρ καὶ τὸ πρᾶγμα καὶ ἡ διάνοια τελειωθῇ, οὐκ ἀποδίδοται, κἂν δεκαπέντε κῶλα εἴπῃς. [a 31] ἔστι δὲ ἀηδὴς διὰ τὸ ἄπειρον ἤτοι διὰ τὸ μετὰ [τὰ] πολλὰ καὶ διὰ μακροῦ τὴν ἀπόδοσιν ἔχειν· ἕκαστος γὰρ τοῦ τέλους καὶ τῆς ἀποδόσεως ἐφίεται, διὰ δὲ τὸ μὴ συντόμως ἀποδίδοσθαι τὴν ἀπόδοσιν ἀηδιζόμεθα· ἀεὶ γὰρ ὀρεγόμεθα τοῦ τέλους καὶ τῆς ἀποδόσεως ἀκοῦσαι. διὸ καὶ οἱ δρομεῖς πόρρω ὄντες τοῦ τέλους οὐ κάμνουσιν, ἡνίκα δὲ πλησιά σουσι τῷ τέλει, εὐθὺς κάμνουσι διὰ τὸ ἐφίεσθαι συντόμως τὸ τέλος κατα ὅτε καὶ ἑαυτοὺς μᾶλλον ἐπιτείνουσι διὰ τὴν τοῦ τέλους ἔφεσιν. οὐ κάμνουσι πρότερον ἤτοι πόρρω ὄντες τοῦ τέλους. [a 34] κατε στραμμένη δὲ λέξις ἐστὶν ἡ ἐν περιόδοις θεωρουμένη ἤτοι ἡ γοργὸς καὶ συνεπτυγμένη. περίοδος δέ ἐστι λέξις ἔχουσα ἀρχὴν καὶ τελευτὴν ἤτοι ἀπόδοσιν αὐτὴν καθ’ αὑτὴν ἤτοι εὐπεριόριστον καὶ ἐγγὺς τῆς ἀρχῆς καὶ τέλος ἔχουσαν καὶ μέγεθος εὐσύνοπτον ἤτοι σύντομον ἤτοι μὴ ὃν ἐπὶ μακρὸν ἀποτεταμένον· ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην κατασκευάζων τοῦτο ἡ ἀρχή, οὗτος ἐχθρὸς ἐμοί, κἂν μήπω βάλλ’ τοῦτο ἡ ἀπόδοσις·ὥστε ἐγγὺς τῆς ἀρχῆς ἀπεδόθη καὶ ἡ ἀπόδοσις. [b 1] ἡ τοιαύτη δὲ λέξις ἡ σύντομον ἔχουσα καὶ τὴν ἀρχὴν καὶ τὴν ἀπόδοσιν ἐγγὺς ἤτοι ἡ κατεστραμμένη ἐστὶ καὶ ἡδεῖα καὶ εὐμαθὴς ἤτοι εὐδιάγνωστος καὶ σαφὴς
διὰ τὸ σύντομον διὰ τὸ ἐναντίως ἔχειν τῷ ἀπεράντῳ ἤτοι τῇ εἰρομένῃ λέξει τῇ διὰ μακροῦ ἐχούσῃ τὴν ἀπόδοσιν· καὶ ὅτι ὁ ἀκροατὴς ἀεί ἔχει ἤτοι νοεῖ, καὶ διὰ τοῦτό ἐστι καὶ ἡδεῖα σύντομον γὰρ ἔχει τὴν ἀπόδοσιν· μυρία γὰρ ἐὰν εἴπῃς, οὔπω συνίησι, πρὸς τί ταῦτα συντείνουσιν, εἰ μὴ τὴν ἀπόδοσιν ἐπάξεις. [b 3] καὶ πεπεράνθαι τι αὑτῷ ἤτοι ἐνόησέ τι ὁ ἀκροατής. ἀηδὴς δέ ἐστιν ἡ εἰρομένη λέξις διὰ τὸ μηδὲν προνοεῖν ἢ ἀνύειν, ἤτοι διὰ τὸ μηδὲν δύνασθαι νοῆσαι εὐθύς, ἡνίκα ἄρξεται λέγειν ὁ ῥήτωρ, πολλῶν ῥηθέντων, εἰ μὴ ἡ ἀπόδοσις ἀποδοθῇ, ἐπὶ τῆς κατεστραμμένης συνίησί τι ὁ ἀκροατὴς διὰ τὸ ἐγγὺς εἶναι τὴν ἀπόδοσιν. . εὐμαθὴς δέ ἐστιν ἡ κατεστραμμένη λέξις, διότι ἐστὶν εὐμνη μόνευτος. [b 5] τοῦτο δὲ τὸ εἶναι εὐμνημόνευτον ἔχει, διότι ἔχει ἀρι θμὸν βραχύτατον· μετρεῖται γὰρ τὸ κῶλον πέντε ἢ ἐξ ἢ ὀκτὼ συλλαβαῖς. αὕτη δὲ ἡ κατεστραμμένη λέξις καὶ περίοδός ἐστι καὶ ἐν περιόδοις θεωρεῖ ται· ἔχει γοῦν ἡ τοιαύτη λέξις ἀριθμὸν τὸ μέτρον ἐκεῖνο, ὃ πάντων ἐστὶν εὐνημονευτότατον ἤτοι τὸ βραχύτατον μέτρον· τὰ γὰρ βραχέα καὶ ὧν τὸ κῶλον ἔχει ἕξ ἢ ἑπτὰ συλλαβὰς εὐμνημόνευτα μᾶλλον τῶν χύδην ἤτοι τῶν πεζῶν λόγων· ἡ γοῦν κατεστραμμένη λέξις ἀριθμὸν ἔχει, ἐν ᾧ μετρεῖται. καὶ οὐκ ἔστιν ἄπειρος ὡς ἡ εἰρομένη. [b 8] δεῖ δὲ τὴν περίοδον ἀπαρτίζειν διάνοιαν τελείαν, οἷά εἰσι καὶ τὰ τοῦ Σοφοκλέους ἰαμβεῖα· καὶ τὰ τοιαῦτα γὰρ περιοδικά εἰσι καὶ ἐν δυσὶ κώλοις ἢ ἑνὶ κώλῳ διάνοιαν ἀπαρτίζουσιν, ὡς τὸ
ἀεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε πεῖράν τιν’ ἐχθρῶν ἁρπάσαι πειρώμενον.
τὰ δὲ τοῦ Εὐριπίδου ἰαμβεῖα εἰρομένην λέξιν ἔχουσι· μακρὰς γὰρ τὰς ἀποδόσεις ἔχουσιν, ὡς τὸ ἥκω νεκρῶν κευθμῶνα. ἡ ὅλη γοῦν περίοδος ὀφείλει ἀπαρτίζειν διάνοιαν καὶ τὸ ὅλον κῶλον, μὴ μέντοι γε δὲ διακόπτεσθαι ταῖς στιγμαῖς, οἷά εἰσι τὰ κατὰ σύνθεσιν καὶ διαίρεσιν· καὶ ἐνταῦθα μὲν διαστίξαντες ἄλλην διάνοιαν ἀπαρτίσομεν, ἐνταῦθα δὲ διαστίξαντες ἄλλην, οἷόν ἐστι τὸ
γένοιτο, Ζεῦ, τὸν σῦν καταβαλεῖν ἐμέ,
καὶ οἷόν ἐστι καὶ τὸ
Καλυδὼν μὲν δὲ γαῖα Πελοπίας χθονός·
εἰ μὲν γὰρ στίξομεν εἰς τὸ ἥδε, νοεῖται, ὅτι αὕτη ἡ Καλυδών ἐστι γῆ,
καὶ μέρος τῆς Πελοποννήσου, εἰ δὲ στίξομεν εἰς τὸ μέν, νοεῖται, ὅτι δὲ [*](f. 61v) ἡ γῆ τῆς Πελοποννήσου ἐστὶ Καλυδών, καὶ νοεῖται ἡ μὲν Καλυδὼν ὅλον, ἡ δὲ Πελοπόννησος μέρος τῆς Καλυδῶνος, ὡς τὰ ὅλα ὀνομάζεσθαι Καλυ δών. [b 11] καὶ γὰρ ἐν τῷ διαιρεῖσθαι καὶ διακόπτεσθαι τὸ περιοδικὸν κῶλον ταῖς τοιαῖσδε ἢ ταῖς τοιαῖσδε στίξεσιν ἔστιν ὑπολαβεῖν τὸ ἐναντίον, ἤτοι ἄλλην διάνοιαν ἀπαρτίζει καὶ ἄλλην, ἀμφότεραι δὲ διάνοιαι αἱ ὑποσημαινόμεναι ταῖς τοιαῖσδε ἢ ταῖς τοιαῖσδε διαστίξεσίν εἰσιν ἐναντίαι· ὅπερ ἔστιν ἰδεῖν καὶ ἐπὶ τοῦ εἰρημένου κώλου, τὸ Καλυδὼν ἥδε γαῖα· ἐναντίας γὰρ παρεμφαίνει διανοίας ἡ ἄλλη καὶ ἄλλη διάστιξις, τὸ δὲ τοιοῦτον ἀσάφειαν μᾶλλον ποιεῖ· ὥστε τὸ κῶλον τὸ περιοδικόν, ὅπερ θεω ρεῖται ἐν ταῖς κατεστραμμέναις λέξεσιν, οὐκ ὀφείλει εἶναι τοιοῦτον ὡς δύνασθαι διακόπτεσθαι ταῖς διαστίξεσιν, ἵν’, εἰ μὲν τοιώσδε στίξομεν, ἄλλην ἀπαρτίζῃ διάνοιαν, εἰ δὲ τοιῶσδε, ἄλλην, ἀλλὰ δεῖ εἶναι ἀδιάκοπον καὶ μὴ δυνάμενον διαιρεῖσθαι, ὥστε τὴν αὐτὴν καὶ μίαν ἀπαρτίζειν διά νοιαν τὸ περιοδικὸν κῶλον. [b 13] ἡ δὲ περίοδός ἐστι διττή, ἡ μὲν θεωρουμένη ἐν δυσὶ κώλοις, ὡς τὸ μὲν ἐν κῶλον εἶναι ἀρχήν, τὸ δὲ ἕτερον ἀπόδοσιν, οἷόν ἐστιν ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην ταῦτα πράττων καὶ κατασκευάζων, τοῦτο ἕν κῶλον καὶ ἀρχή, εἶτα τὸ ἕτερον κῶλον, ὅπερ ἐστὶν ἡ ἀπόδοσις, οὗτός ἐστιν ὁ πολεμῶν, κἂν μήπω βάλλῃ μηδὲ τοξεύη· ἡ δ’ ἑτέρα περίοδος ἡ μονόκωλος ἤτοι ἡ ἐν ἑνὶ κώλῳ τὴν διά νοιαν ἀπαρτίζουσά ἐστιν ἀφελὴς ἤτοι ἁπλουστέρα. [b 13] ἔστι δὲ ἐν τοῖς κώλοις τοῖς δυσὶ τῆς περιόδου λέξις ἡ τετελειωμένη ἤτοι ἡ ἀπαρ τίζουσα καὶ τελειοῦσα διάνοιαν καὶ διῃρμένη ἤτοι σύντομος καὶ μὴ ἔχουσα τὸ κῶλον ἐκτεταμένον καὶ διῆκον ἐπὶ πολὺ καὶ εὐανάπνευστος· ἐπεὶ γὰρ μικρόν ἐστι τὸ κῶλον, δηλονότι καὶ εὐανάπνευστόν ἐστι διὰ τὴν βραχύτητα καὶ οὐ διὰ τὴν διαίρεσιν· ὅταν γὰρ ἦ μακρὸν τὸ κῶλον, ὡς τὸ ἔμελλεν ἄρα, διὰ τὸ μὴ ἐξαρκεῖν τὸ πνεῦμα τοῦ ἀναγινώσκοντος ἄχρι τοῦ τέλους τοῦ κώλου διαιρεῖ τὸ κῶλον καὶ ἐν τῷ μεταξὺ ὑποστίζει καὶ ἀναπνεῖ. [b 16] ἀλλ’ ὅλη ἡ λέξις ἤτοι ὅλον τὸ κῶλον διὰ τὴν μικρότητά ἐστιν εὐανάπνευστον διὰ τὸ ἐξαρκεῖν τὸ πνεῦμα τοῦ ἀναγινώ σκοντος εἰς τὸ ἀπνευστὶ διελθεῖν τὸ κῶλον, οἷόν ἐστιν ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην. διῃρημένη· ἀπαρτίζει γὰρ μίαν διάνοιαν καὶ ἐν κῶλον, ὡς τὸ οἶς ἂν ἐγὼ ληφθείην, εἶτα λέγει καὶ τὴν ἀπόδοσιν, οὗτος ἐμοὶ πο λεμεῖ, καὶ ἔχει καὶ ἡ ἀπόδοσις ἑτέραν διάνοιαν· ὥστε διήρηται ἡ ἀπό
δοσις τῆς ἀρχῆς. ἢ τὸ διῃρημένον ἤτοι βραχεῖα καὶ οὐχὶ ἀπέραντον [*](f. 61v) καὶ μακρὸν ἔχει τὸ κῶλον, ὡς μὴ ἐξαρκεῖν τὸ πνεῦμα τοῦ ἀναγινώσκοντος ἄχρι τοῦ τέλους τοῦ κώλου. [b 16] κῶλον δέ ἐστι τὸ ἐν μόριον αὐτῆς· δυσὶ γὰρ κώλοις περατοῦται ἡ περίοδος. [b 10] Καλυδὼν μὲν ἥδε γαῖα. τοῦ Εὐριπίδου ἐστί· κεῖται δὲ ἐν τῷ Μελεάγρῳ
ἐν ἀντιπόρθμοις πάντ’ ἔχουσιν εὐδαιμονίαν· Οἰνεὺς δ’ ἀνάσσει τῆσδε γῆς Αἰτωλίας, Πορθάονος παῖς, ὅς ποτ’ Ἀλθαίαν γαμεῖ,Ἀήδης ὅμαιμον, Θεστίου δὲ παρθένον.
ἢ ἢ τὸ [b 15] μὴ ἐν διαιρέσει νοεῖται οὕ τως, ὥστε ἀναπνεῖν καὶ μὴ πληρουμένης τῆς διανοίας διὰ τὸ διαιρῆσαι τὸ κῶλον μεταξύ. [b 18] μυούρους ἤτοι πάνυ μικρούς, οἷον εἴ εἰσι τρισύλλαβοι ἢ τετρασύλλαβοι. τὸ μὲν γὰρ μικρὸν πάνυ ποιεῖ τὸν ἀκροατὴν πολλάκις προσ πταίειν καὶ προσκρούειν· ἡ γὰρ τάσις τῆς φωνῆς τοῦ λέγοντος ἔχουσα ἔτι ὁρμὴν ἀνακόπτεται καὶ ἀναχαιτίζεται καὶ ἵσταται καὶ ἠρεμεῖ καὶ πάλιν ὁρμήσασα ἀνακόπτεται καὶ ἠρεμεῖ διὰ βραχυκωλίαν· ὅταν γὰρ ὁ ῥήτωρ ἔχων τάσιν ἐν τῷ ἀναγινώσκειν ὁρμῶν ἐπὶ τὸ πόρρω ἔτι καὶ τὸ μέτρον διὰ τὸ προσδοκᾶν εἶναι τὸ κῶλον σχοινοτενὲς ἀντισπασθῇ καὶ ἀντικρουσθῇ ἀπὸ τῆς πρόσω ὁρμῆς παυσαμένου τοῦ ὅρου, οὖ ἔχει τὸ κῶλον ἐν ἑαυτῷ, ἀνάγκη προσπταίειν διὰ τὴν ἀνάκρουσιν καὶ ἀναχαί τισιν τῆς τάσεως τῆς φωνῆς τὸν ἀναγινώσκοντα ῥήτορα, οἷά εἰσι τὰ τοιαῦτα κῶλα προσέβαλεν ὁ ἀνήρ· συνεκροτήθη ὁ πόλεμος. [b 22] εἰ δὲ μακρά εἰσι τὰ κῶλα καὶ σχοινοτενῆ, ποιεῖ τὸν ῥήτορα τὸν ἀναγι νώσκοντα ἀπολείπεσθαι τῆς ἀποδόσεως καὶ στίζειν καὶ ἀναπνεῖν καὶ ταῦτα τῆς ἀποδόσεως μήπω ἀποδοθείσης, οἷον λέγω ἔμελλεν ἄρα πολ λὰς ἡμῖν ὑποθέσεις τῶν λόγων ἀεὶ προτιθεὶς ὁ μέγας Βασίλειος· καὶ [*](f. 62r) γὰρ ἐφιλοτιμεῖτο τοῖς ἑαυτοῦ λόγοις ὡς οὔπω τις τῶν πάντων οὐδείς, διὰ τὴν μακροκωλίαν οἴεται εἰς τὸ οὐδείς ἀποδίδοσθαι τὸν λόγον καὶ διὰ τοῦτο στίζει καὶ ἠρεμεῖ ἐν αὐτῷ κἀντεῦθεν τῆς κυρίας ἀποδόσεως ἀπο λείπεται, ὥσπερ καὶ ὁ κάμπτων ἔξω τοῦ τέρματος ἀπολείπει τοὺς συντρέχοντας αὐτῷ, ἅτε ἄλλην βαδίζων ὁδόν. μονόκωλος δὲ περίοδός ἐστιν αὕτη ἐπ’ οὐδενὸς οὖν τῶν ἁπάντων οὐκ ἔστιν ἐφ’ ὅτῳ οὐχὶ τῶν ἁπάντων. [b 25] αἱ δὲ περίοδοι αἱ μακραί, οἶον ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην ταῦτα πράττων καὶ πολέμους ἀνεγείρων καὶ συκοφάντας συνιστῶν,
ἡ τοιαύτη οὖν σχοινοτενὴς περίοδός ἐστι λόγος καὶ ἔοικεν ἀναβολῇ ἤτοι [*](f. 62r) τῇ διὰ μακροῦ ἀποδόσει. [b 27] ποιήσαντα ἤτοι ποιητικῶς ποιήσαντα ἀναβολὰς ἤτοι διὰ μακροῦ ἀποδόσεις ἀντὶ τῶν ἀντιστρόφων ἤτοι τῶν μικρῶν καὶ συνεστραμμένων περιόδων. ἀντίστροφα λέγονται τὰ δύο κῶλα τῆς περιόδου, διότι στρέφονται περὶ τὰ ἴσα· καὶ τὸ κῶλον γὰρ τῆς ἀρχῆς καὶ τὸ κῶλον τῆς ἀποδόσεως ἄμφω εἰσὶ μικρά. [b 29] ἡ δὲ μακρὰ ἀναβολὴ ἤτοι ἡ διὰ μακροῦ ἀπόδοσις κακία ἐστὶ τοῦ ποιήσαντος αὐτήν, ἤτοι κακίζεται δὲ ὁ ποιήσας μακρὰν ἀπόδοσιν. εὗρον καὶ σχόλιον οὕτως ἑρμηνεῦον αὐτήν· ἡ δὲ μακρὰ ἀναβολὴ ἤτοι ἡ δὲ κακὴ βουλὴ τῷ ποιήσαντι καὶ τῷ βουληθέντι ἐστὶ κακίστη. [b 30] ἁρμόττει γοῦν τὸ τοιοῦτον ἤτοι τὸ προσπταίειν τὸν λέγοντα ἤτοι τὸν ἀκροατὴν καὶ εἰς τὴν μακροκωλίαν· φθάνουσι γὰρ πρὸ τῆς ἀποδόσεως στίζοντες οἰόμενοι ἐνταῦθα εἶναι καὶ τὴν ἀπόδοσιν, ἔνθα καὶ στίζουσιν· αἱ γὰρ λίαν μικραὶ περίοδοι ποιοῦσι τὸν ἀκροατὴν προπετῆ ἤτοι προσπίπτοντα καὶ προσκρούοντα· καὶ γὰρ ὁ ἀκροατὴς ἔχων τὸν νοῦν τεταμένον ἔτι πόρρω διὰ τὸ οἴεσθαι ἐπὶ πλέον τὴν ἔννοιαν τείνεσθαι ἀναχαιτίζεται τῆς πορρωκοὺς τέρω νοήσεως διὰ τὸ ἄγαν βραχύκωλον τῆς περιόδου. [b 33] διηρημένη δὲ λέξις ἐστὶν ἐν ταῖς περιόδοις, ὅταν ἡ ἐν τῷ ἑνὶ κώλῳ λέξις ἄλλην ἀπαρ τίζῃ διάνοιαν καὶ ἡ ἐν τῷ ἑτέρῳ κώλῳ λέξις ἄλλην· καὶ γὰρ τὸ γυμνι ἀγῶνας καταστησάντων ἄλλην ἀπαρτίζει διάνοιαν. [b 35] ἀντι κειμένη δὲ λέξις ἐστίν, ὅταν τῶν δύο κώλων ἐναντίων ὄντων πρὸς ἄλληλα ἢ μία ἀπόδοσις ἀποδίδοται ἢ ἑκάστῳ κώλῳ ἤτοι κατάλληλος ἑκάστῳ κώλῳ σύγκειται ἤτοι ἀποδίδοται ἀπόδοσις. τὸ ἐπέζευκται ἀντὶ τοῦ ἀπο [1410a 1] οἶον ἀμφοτέρους ὤνησαν οἱ πρὸς βαρβάρους στρατευσάμενοι, τούς τε μείναντας καὶ καταλειφθέντας οἴκοι καὶ τοὺς ἀκολουθήσαντας αὐτοῖς· ἰδοὺ δύο κῶλα ἔχοντα ἐναντία τό τε κατα λειφθῆναι καὶ τὸ ἀκολουθῆσαι, ἑκάστῳ δὲ κώλῳ οἰκεία καὶ κατάλληλος ἀπεδόθη ἀπόδοσις· [a 2] τοῖς μὲν γὰρ ἤτοι τοῖς ἀκολουθήσασι προσε γένετο τὸ προσκτήσασθαι οἴκοι πλείω ὡς ἐκ τοῦ πολέμου πολλὰ κερδή σασι, τοῖς δὲ ἤτοι τοῖς ἀπομείνασι κατέλιπον τὴν οἴκοι ἔξοδον γενομένην ἀνενδεῆ καὶ αὐτάρκη ἤτοι καὶ τοῖς ἀπομείνασι κατέλιπον εἰς διοίκησιν πολλά, καὶ ἀποδόσεις ἤτοι τὸ πλεῖον καὶ ἀνενδεὲς καὶ ἱκανὸν ἐναντία εἰσίν εἰ τῷ ἐναντίῳ δὲ κώλῳ ἀπεδόθη τὸ ἐναντίον, καὶ τῷ ἐναντίῳ δὲ κώλῳ ἀποδοθήσεται τὸ ἐναντίον. πάλιν ἄλλο παράδειγμα· [a 5] καὶ τοῖς
χρημάτων δεομένοις, ἐν κῶλον, καὶ τοῖς ἀπολαῦσαι βουλομένοις, [*](f. 62r) ἕτερον κῶλον ἐναντίον τῷ προτέρῳ κώλῳ· ἡ γὰρ ἀπόλαυσις τῇ κτήσει ἀντίκειται· τούτοις τοῖς δυσὶ κώλοις ἀπεδόθη ἀπόδοσις. ἄλλο παράδειγμα· [a 6] πολλάκις συμβαίνει ἐν ταῖς πόλεσι ταύταις τοὺς φρονίμους ἀτυχεῖν, ἕν κῶλον, καὶ τοὺς ἄφρονας κατόρθουν ἤτοι εὐτυχεῖν, ἄλλο κῶλον ἐναντίον· ἐναντία γὰρ τὸ εὐτυχεῖν καὶ ἀτυχεῖν· τούτοις ἀπεδόθη μία ἀπόδοσις. ἄλλο παράδειγμα· [a 8] εὐθὺς ἠξιώ θησαν τῶν ἀριστείων ἤτοι βραβείων, οὐ πολὺ δὲ ὕστερον καὶ τὴν ἀρχὴν τῆς θαλάσσης ἔλαβον ἐναντία ταῦτα τὰ ἦ μὲν γὰρ ἠξιώ θησαν δωρεῶν. φαίνονται ὅτι ἐνδεεῖς ἧσαν, ἦ δὲ ἐξουσίαν τῆς θαλάσσης ἔλαβον, εἰσὶν ἀνενδεεῖς. ἄλλο [a 10]καὶ πλεύσας μὲν ὁ Ξέρξης διὰ τῆς πείρου, πεζεύσας δὲ διὰ τῆς θαλάσσης· ἐναντίον τὸ πεζεῦσαι τῷ πλεῦσαι· ἀπόδοσις πρὸς μὲν τὸ πεζεῦσαι τὸ ζεῦξαι τὸν Ἑλλήσποντον, πρὸς δὲ τὸ πλεῦσαι τὸ διορύξαι τὸν Ἄθῶν, ἐναντία δὲ τὸ διορύττειν καὶ τὸ ζευγνύειν. ἄλλο· [a 12] καὶ οἱ μὲν πολῖται ἐστερήθησαν καὶ ἐξωρίσθησαν τῆς πόλεως νόμῳ καὶ ψήφῳ τυραννικῇ. [*](f. 62r) [a 13] οἱ μὲν γὰρ τῶν πολιτῶν κακῶς ἀπώλοντο, οἱ δὲ αἰσχρῶς ἐσώθησαν ἤτοι ἔφυγον. ἔτι δὲ κοινῆς τῆς πατρίδος οὔσης τοὺς μὲν τυραννεῖν τοὺς δὲ μετοικεῖν καὶ φύσει πολίτας ὄντας. ὁρῶσα δὲ περὶ τὰς ἄλλας πράξεις οὕτω ταραχώδεις οὔσας τὰς τύχας, ὥστε πολλάκις ἐν ταύταις. καὶ πρὸς ἅπαντας τοὺς κινδύνους διενεγκόντες εὐθὺς μὲν τῶν ἀριστείων ἠξιώθησαν· τοῦ Παναθηναϊκοῦ τοῦ Ἰσοκράτους ἑπόμενον· λείπει δέ, ὅτι πρὸς εἰδότας, ὅτι τὰς μὲν τῶν σωμάτων εὐτυχίας οὕτω μεγάλων δωρεῶν ἠξίωσαν, τοῖς δὲ ὑπὲρ τῶν κοινῶν ἰδίᾳ πονήσασι καὶ τὰς αὑτῶν ψυχὰς οὕτω παρασκευάσασιν, ὥστε καὶ τοὺς ἄλλους ὠφελεῖν δύνασθαι τούτους, τοῖς μὲν πλείω ἐπόρισαν, τοῖς δὲ ἀσφα λῶς ἔχειν τὰ προσόντα δεδώκασιν. ἄλλο· [a 14] καὶ ἰδίᾳ μὲν τοῖς βαρβάροις χρῆσθαι ἱκέταις, κοινῇ δὲ πολλοὺς τῶν συμμάχων περιορᾶν δουλεύοντας. ἄτοπον γάρ φησιν· ἰδίᾳ μὲν ἱκετεύουσι τοῖς βαρβάροις ὑπείκομεν, κοινῇ δὲ τοὺς συμμάχους περιορῶμεν καὶ μὴ βοη
θοῦμεν αὐτοῖς. ἐνταῦθα ἐναντίον τὸ δέχεσθαι τοὺς ἱκέτας καὶ τὸ περιορᾶν. [*](f. 62v) πάλιν ἄλλο· [a 16] οὕτως ἐστράτευσαν εἰς τοὺς πολεμίους, ὥστε ἢ ζῶντας αἰχμαλώτους ἄξειν αὐτοὺς ἢ σφάξαι καὶ καταλεῖψαι τελευτή σαντας. [a 17] ὁ Πειθόλαος καὶ ὁ Λυκόφρων ῥήτορες. οὗτοι δὲ οἱ τῆς πατρίδος προδόται οἴκοι μὲν ὄντες καὶ ἐν τῇ πατρίδι ἐπώλουν ἡμᾶς, ἐλθόντες δὲ εἰς ἡμᾶς ἐώνηνται καὶ ἠγοράσθησαν παρ’ ἡμῶν κρατηθέντες παρὰ τῶν πολεμίων· ἢ καὶ οὕτως οἴκοι μὲν καθήμενοι οἱ ῥήτορες πωλοῦσιν ἡμᾶς, ἐλθόντες δὲ εἰς ἡμᾶς ἐώνηνται παρ’ ἡμῶν· διδόα μεν γὰρ αὐτοῖς χρήματα καὶ ἀγοράζομεν αὐτούς, ἵνα μὴ εἴπωσι τὰ λυσι τελοῦντα τῇ πόλει. [a 19] ἅπαντα γὰρ ταῦτα τὰ ῥηθέντα παρα δείγματα ποιοῦσι τὸ εἰρημένον ἤτοι τὸ τοῖς ἐναντίοις κώλοις ἀποδίδοσθαι ἑκάστῳ κώλῳ καὶ ἀπόδοσιν κατάλληλον, ἵνα ᾖ, εἰ τὸ ἐναντίον τῷ ἐναντίῳ, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ. ἡ τοιαύτη δὲ λέξις ἡ ἀντικειμένη ἤτοι ἡ ἔχουσα ἐν τοῖς διττοῖς κώλοις τὰ ἀντικείμενά ἐστιν ἡμῖν ἡδεῖα, διότι τὰ ἐναντία παράλληλα κείμενα γνωριμώτερα μᾶλλον γίνεται καὶ ὅτι ἔοικε συλλογισμῷ· εἰ γὰρ τῷ ἐναντίῳ ἐστὶ τὸ ἐναντίον ἀπόδοσις, συλλογίζεται ὁ ἀκροατής, καὶ τὸ ἐναντίον ἔσται ἀπόδοσις τοῦ ἑτέρου κώλου τοῦ ἐναντίου. [a 22] ἐπεὶ καὶ ὁ ἔλεγχος συναγωγή ἐστι τῶν ἀντικειμένων ὁ γὰρ κυρίως ἐλέγχων λαμβάνει τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ δειχθέντι καὶ συναχθέντι συμπεράσματι, εἶτα ἐξ αὐτοῦ συνάγει ἄτοπόν τι καὶ ἐκ τοῦ δειχθῆναι ἄτοπόν τι ἐκ τῆς ὑποτεθείσης ὑποθέσεως βεβαιοῖ τὸ συντεθὲν συμπέρασμα ἐξ ἀρχῆς, ὅπερ ἐστὶν ἡ εἰς ἀδύνατον ἀπαγωγή. [a 22] ἀντί θεσις μέν ἐστι τὸ τοιοῦτον ἤτοι τὸ λαμβάνειν τὰ ἀντικείμενα ἐν τοῖς κώλοις καὶ ἐν ταῖς ἀποδόσεσι. παρίσωσίς ἐστιν, ὅταν τὰ κῶλα ἴσας ἔχωσι συλλαβάς. παρομοίωσις δέ ἐστι τὰ ὁμοιοτέλευτα, τὰ τὴν αὐτὴν ἔχοντα τελευτὴν κῶλα, ἤτοι ὅταν ἑκάτερον τῶν κώλων ἔχωσι τὰ ἔσχατα ὅμοια (ὅμοια δὲ κατὰ τὸν ψόφον τῆς φωνῆς)· καὶ ἀεὶ μὲν τὰ πάρισα ἔχουσι † τὰ πάρισα τὴν αὐτὴν ἀρχὴν κατὰ τὸν ψόφον τῆς φωνῆς καὶ τὰ αὐτὰ ὀνόματα ἔχουσι κατὰ τὸν ψόφον τῆς φωνῆς τὰ πάρισα. [a 25] ἀνάγκη ἢ ἐπὶ τῆς ἀρχῆς ἔχειν τὰ αὐτὰ ὀνόματα τὰ πάρισα ἢ ἐπὶ τῆς τελευτῆς. ἡ δὲ τελευτὴ τῶν παρίσων κώλων ἢ τὰς αὐτὰς ἔχουσι συλλαβὰς τὰς ἐσχάτας ἢ τὴν αὐτὴν πτῶσιν τοῦ ὀνόματος τοῦ αὐτοῦ, οἷον καὶ τὰ κῶλα τὰ δύο τελευτῶσιν εἰς τὸ αὐτὸ ὄνομα, ἤτοι ἢ εἰς
θηλυκὸν ὄνομα ἢ εἰς ἀρσενικόν, καὶ εἰς τὴν αὐτὴν πτῶσιν, εἰς δοτικὴν καὶ [*](f. 62v) δοτικὴν ἢ εἰς γενικὴν καὶ γενικήν, ἢ τὸ αὐτὸ ὄνομα, ἤτοι καὶ τὰ τέλη τῶν δύο κώλων θηλυκοῦ ὀνόματός εἰσιν ἢ ἀρσενικοῦ (τὸ αὐτὸ δὲ ὄνομα κατὰ τὸν ψόφον). [a 28] ἀγρὸν ἔλαβε, † τὸ κῶλον, ἀργὸν παρ’ αὐτοῦ. πάρισα τὰ κῶλα ἔχοντα ἐν τῇ ἀρχῇ τὸ αὐτὸ ὄνομα ἤτοι ἀγρόν καὶ ἀργόν, τὸ αὐτὸ δὲ κατὰ τὸν ψόφον ἐστὶν ὄνομα τὸ ἀγρόν καὶ ἀργόν· ἐκ τοῦ Ἀριστοφάνους. [a 29] δωρητοί τ’ ἐπέλοντο παραρητοῖς ἐπέεσι. τὰ δύο ταῦτα τὰ κῶλα πάρισα ὄντα ἔχουσιν ἐν ἀρχῇ τὸ αὐτὸ ὄνομα κατὰ τὸν ψόφον, δωρητοί καὶ παραρητοῖς, καὶ ἐκεῖ ρητοί καὶ ἐνταῦθα ρητοῖς· καὶ ἔστι κατὰ τὸν ψόφον τῆς φωνῆς τὸ αὐτό· ἐν τῷ ἰῶτα δὲ τοῦ Ὁμήρου ἐστίν, ἔνθα ὁ Νέστωρ πέμπεται πρὸς τὸν Ἀχιλλέα πρέσβις. τὸ δωρητοί τοῦτο λέγει, ὅτι οἱ ἄνθρωποι ἢ ὑπὸ δώρων ἤτοι λαβόντες δῶρα ἐξίστανται τῆς παλαιᾶς ἔχθρας ἢ παραρητοί εἰσιν ἤτοι [*](f. 63r) ἱκετευόμενοι καὶ παρακαλούμενοι. [a 30] ἐν τῇ τελευτῇ δὲ ταῦτα τὰ πάρισα ἔχουσι τὰς αὐτὰς συλλαβάς, τετοκέναι καὶ γεγονέναι, τὸ έναι ἐν τῇ τελευτῇ ἑκατέρου τοῦ κώλου πτῶσιν δὲ τοῦ αὐτοῦ ὀνόματος τὸ φροντίσι καὶ τὸ ἐλπίσι, θηλυκοῦ ὀνόματός ἐστι καὶ τῆς αὐτῆς πτώσεως. [a 32] ὁ δεῖνα μηδὲν ὠφελήσας πώποτε τὴν πόλιν ἀξιοῖ χαλκοῦς στῆναι (ἀνδριάντα στῆσαι χαλκοῦν αὐτοῦ) μὴ ἄξιος ὢν χαλκοῦ. τὸ αὐτὸ ὄνομά ἐστι κατὰ τὸν ψόφον τὸ χαλκοῦς καὶ τὸ χαλκοῦ. καὶ τὸ κακῶς καὶ κακῶς τὸ αὐτὸ ὄνομα. ἀπὸ συλλαβῆς δὲ τῆς αὐτῆς, οἷον τὸ δεινόν τὸ νόν καὶ τὸ ἀργόν τὸ γόν. [a 36] ἔστι δὲ εὑρεῖν κῶλα ἔχοντα πάντα ἤτοι τὸ ἔχειν κατὰ τὴν ἀρχὴν τὸ αὐτὸ ὄνομα καὶ ἔσονται καὶ ὁμοιοτέλευτα· ἤτοι τὸ αὐτὸ καὶ ἐν κῶλον ἔχον τὰ πάντα, καὶ τὸ αὐτὸ κῶλον εὑρήσεις ἔχον καὶ πάρισον καὶ ἀντίθεσιν· τὸ δ’ ἀληθὲς τοῦτό ἐστι, τὸ αὐτὸ εἶδος τῆς περιόδου ἤτοι τὴν αὐτὴν περίοδον τὴν ἐν δυσὶ κώλοις πεπεραιωμένην εὑρήσεις ἔχουσαν πάντα, ὥστε εἶναι τὰ ἐν αὐτῇ κῶλα καὶ πάρισα καὶ ἀντίθεσιν ἔχοντα καὶ ὁμοιοτέλευτα. [b 2] πρὸς τὸν Θεοδέκτην ἔγραφεν ὁ Ἀριστοτέλης Ῥητορικήν, ἐν ἡ ἀπηριθμήσατο τὰς τῶν περιόδων ἀρχάς, οἷαι ὀφείλουσιν εἶναι. ὁ Ἐπίχαρμος ποιητὴς κωμικός. [b 5] τόκα μὲν ἤτοι τότε μὲν ἐγὼ ἦν ἐν τήνων ἤτοι ἐκείνων, τόκα δὲ (τότε δέ)
ἦν παρὰ τήνοις ἤτοι παρ’ ἐκείνοις· φαίνονται μὲν ταῦτα τὰ δύο [*](f. 63r) κῶλα ἀντιθέσεις ἔχειν διὰ τὸ μέν καὶ δέ (εἰσὶ γὰρ οἱ σύνδεσμοι ὁ δέ καὶ ὁ μέν ἑτέρων καὶ ἑτέρων ὀνομάτων ἐφελκυστικοί), οὔκ εἰσι δὲ τῇ ἀληθείᾳ ἐναντίοι οἱ σύνδεσμοι.

Λεκτέον δέ, πόθεν γίνονται αἱ μεταφοραὶ αἱ ἀστεῖαι καὶ εὐδο κιμοῦσαι καὶ ἐπαινεταί ἡ μὲν οὖν μέθοδος αὕτη παραδώσει, πόθεν ληφθή σονται αἱ μεταφοραί. ὁ δ’ εὐφυὴς καὶ ἐγγυμνασθεὶς εἰς τὸ ποιεῖν ταύτας ποιήσει ταύτας ῥᾳδίως. [b 10] τὸ γοῦν μανθάνειν τι ῥᾳδίως ἡδὺ μὲν δοκεῖ· τὰ δὲ ὀνόματα πραγμάτων σημαντικά εἰσιν· ὥστε τῶν ὀνομάτων ὅσα ποιοῦσιν ἡμῖν μάθησιν καὶ γνῶσίν τινα, ἥδιστα δοκοῦσι. ποιοῦσι δὲ τὰ ὀνόματα ἡμῖν μάθησιν, ἐὰν τὰ ἐν ἄλλοις κείμενα ὀνόματα εἰς ἄλλα μεταφέρωμεν, ὡς τὴν γυναῖκα εἴπῃ τις μαίνανδρον. [b 12] αἱ μὲν οὖν γλῶτται ἤτοι αἱ διάλεκτοί εἰσιν ἀγνῶτες ἡμῖν καὶ ἄγνωστοι, τὰ δὲ κύρια ἴσμεν ὀνόματα· ἡ δὲ μεταφορὰ ἡ εὐδοκιμοῦσα (ἔστι δέ, ὅταν ἀπ’ ἀλλήλων εἰς ἄλληλα μετασκευάζωμεν τὰ ὀνόματα) τοῦτο ποιεῖ ἤτοι τὸ γνῶσιν ἡμῖν παρέχειν ἅμα τῷ ῥηθῆναι, εἰς ὃ πρᾶγμα ἀπὸ ἄλλου μετεκομίσατο τὸ ὄνομα. [b 14] ἡ γοῦν καλάμη ἐπὶ τῆς καλάμης τῶν ξηρῶν ἀσταχύων λέγεται· εἰ γοῦν ἐκεῖθεν μετακομίσει τις τὸ ὄνομα εἰς τὸ γῆρας, ἐποίησεν ἅμα τῷ ῥηθῆναι καὶ γνῶσιν τοῦ πράγματος καὶ παράστασιν διὰ τοῦ γένους, τουτέστι τῆς ἀπανθήσεως·τὸ γὰρ γῆρας καὶ ἡ καλάμη ὑπὸ τὸ αὐτὸ γένος ἀνάγονται ἤτοι τὴν ἀπάν θησιν· καλάμη γὰρ λέγεται, ἧς ἐπὶ τὸ ἄκρον ἀναφύεται ὁ ἄσταχυς· ὡς γοῦν τοῦ ἀστάχυος κοπέντος μένει ξηρὰ ἡ καλάμη, οὕτω καὶ τὸ γῆρας ἐλθὸν διαφθείρει πᾶν, εἴ τι κάλλιστον ἔνεστιν ἐν τῷ ἀνθρώπῳ, ἤτοι ἰσχύν, τὸ κάλλος, τὴν τρίχα, τἆλλα, καὶ ἀπομένει κατάξηρος ὁ ἄνθρωπος. [b 15] καὶ γὰρ αἱ εἰκόνες καὶ αἱ παραβολαί, αἷς χρῶνται οἱ ποιηταί, ποιοῦσι τὸ αὐτό, ἤτοι γνῶσιν παρέχουσιν ἡμῖν τοῦ πράγματος ἢ τὸ ἀστεῖον·διόπερ ἐὰν εὖ ληφθῶσιν αἱ εἰκόνες παρὰ τῶν ποιητῶν (εὖ δὲ λαμβά νονται, ὅταν οὔκ εἰσι μακροαπόδοτοι καὶ ὅταν γνωρίζωσιν ἡμῖν τὸ πρᾶγμα καὶ παριστῶσι), φαίνονται ἀστεῖαι καὶ θαυμασταί. [b 17] ἡ εἰκὼν δια φέρει τῆς μεταφορᾶς τῇ προθέσει· ἡ μὲν γὰρ εἰκὼν ἔχει τὸ ὥς ἢ τὸ καθώς, ἡ δὲ μεταφορὰ οὔτε τὸ ὥς ἔχει οὔτε τὸ καθώς οὔτε ἄλλο τι τοιοῦτον· ἡ δὲ εἰκὼν ὡς μακροαπόδοτος κακίζεται· ἔχει γὰρ τὸ ὥς, οἷόν ἐστιν ὡς δ’ ὅταν τις λέοντα ἰδών. διὸ ἡ μεταφορὰ εἰ μακροτέρως ἀπο δοθῇ καὶ μακροαπόδοτος διὰ τὸ ὥς γένηται, οὐδαμῶς ἔχει τὸ ἡδύ· εἰ γὰρ διὰ μακροῦ ἔχει τὴν ἀπόδοσιν, οὐκ εὔγνωστον ἡμῖν παριστᾷ τὸ πρᾶγμα

ἀλλ’ ἀσάφειαν ἐμποιεῖ. [b 19] καὶ οὐ λέγει ἡ μεταφορὰ ὡς τοῦτο [*](f. 63v) ἤτοι ὡς ἐπὶ τούτου ἔχει, οὕτω καὶ ἐκεῖνο ἔχει· τὸ γὰρ λέγειν ὡς τοῦτο ἔχει, οὕτως καὶ ἐκεῖνο τῆς εἰκόνος ἐστίν. ἢ καὶ οὕτως νοεῖται· καὶ οὐ λέγει ἐκεῖνο ἤτοι ἡ εἰκὼν καὶ παριστᾷ τὸ πρᾶγμα ὡς τοῦτο ἤτοι ἡ παραβολή. οὐδὲ ἡ ψυχὴ τοῦ ἀκροατοῦ ἐπὶ τῆς μεταφορᾶς ζητεῖ τοῦτο ἤτοι τὴν ὁμοίωσιν, ἤτοι ὡς ἐπὶ τούτου ἔχει, οὕτω καὶ ἐκεῖνο ἔχει, ἀλλ’ εὐθὺς ἅμα τῷ ῥηθῆναι συνίησι ταχέως καὶ τὸ λεγόμενον ἐπὶ τῆς μεταφορᾶς διὰ τὸ καὶ σύντομον εἶναι τὴν ταύτης ἀπόδοσιν· ὥστε καὶ τὰ ἐνθυμήματα ταχέως παριστῶντα ἡμῖν τὸ πρᾶγμα ἐπαινετά εἰσι καὶ ἀστεῖα. [b 23] καὶ ἃ μηδὲ δεῖ ζητεῖν διὰ τὸ σαφῆ εἶναι πάντα. οὔτε ὅσα εἰρημένα οὐκ ἐμποιοῦσι γνῶσιν ἡμῖν, οὔτε εὐδοκιμεῖ καὶ ἐπαινετά εἰσι τὰ ἀσαφῆ καὶ μηδαμῶς νοηθῆναι δυνάμενα, ἀλλ’ ἐκεῖνα εὐδοκιμοῦσι καὶ ἐπαινοῦνται, ὅσα ἅμα τῷ ῥηθῆναι νοοῦνται ἡμῖν καὶ γνῶσιν τοῦ πράγματος ἐμποιοῦσιν. [b 25] εἰ καὶ μὴ πρότερον, ἤτοι εἰ καὶ πρὸ τοῦ ῥηθῆναι καὶ τελειωθῆναι τὸν λόγον οὐ διάγνωσις ἡμῖν τοῦ πράγματος γίνεται, ἤγουν ἅμα τῷ ῥηθῆναι εὐθὺς καὶ γνῶσις ἡμῖν ἐγγίνεται ἢ καὶ μετὰ τὸ ῥηθῆναι ὑστερίζει ἡ διάνοια ἡμῶν καὶ ἐγχρονίζει εἰς τὸ νοῆσαι τὸ λεγόμενον, τέως γοῦν νοεῖ αὐτό. [b 26] γίνεται γὰρ οἷον μάθησις καὶ γνῶσις ἐκ τούτων, ἐκείνως δὲ ἤτοι τὰ παντελῶς ἀγνοούμενα οὔτε τὰ ἐπιπόλαια καὶ πάντῃ γνώριμα οὐδέτερον ἐγγίνεται· οὔτε γὰρ ἅμα τῷ ῥηθῆναι γνῶσις ἡμῖν ἐγγίνεται οὔτε μετὰ τὸ ῥηθῆναι ὑστερίζει ἡ διάνοια περὶ τὴν νόησιν· τὸ μὲν γάρ ἐστι γνώριμον καὶ πρὸ τοῦ ῥηθῆναι, τὸ δέ ἐστι παντε λῶς ἄγνωστον. [b 28] κατὰ δὲ τὴν λέξιν ἐκεῖνα τῶν ἐνθυμημάτων εὐδοκιμοῦσιν, ὅσα λέγονται ἀντικειμένως τῷ σχήματι, οἷον οἱ προδόται τὴν κοινὴν εἰρήνην πόλεμον νομίζουσιν ἴδιον· εἰρήνης γὰρ μὴ οὔσης κερδαίνουσι λαμβάνοντες δῶρα καὶ προδιδόντες τὴν πατρίδα. ἀντικειμένως ἔχει ἡ εἰρήνη καὶ ὁ πόλεμος. εὗρον δὲ καὶ σχόλιον λέγον, ὅτι ἐκ τοῦ Ἰσοκράτους ἐστὶ τοῦτο· ὁμονοησάντων φησὶ τῶν Ἑλλήνων πάντων εἰς τὸν κατὰ τοῦ Ξέρξου πόλεμον φησὶ πόλεμον νομίζομεν τὴν κοινὴν εἰρήνην ἀμφισβητοῦντες περὶ τοῦ τίνας δεῖ ἄρχειν, Λακεδαιμονίους ἢ Ἀθηναίους. [b 31] ἐν δὲ τοῖς νόμασίν ἐστιν εὐδοκίμησις, ἐὰν ἔχωσι τὰ ὀνόματα μεταφορὰν μήτε ἀλλοτρίαν καὶ ἔξω τοῦ πράγματος καὶ ἀσαφῆ μήτε ἐπιπόλαιον καὶ σαφῆ· εἰ γάρ ἐστι σαφὴς ἡ μεταφορά, οὐ ποιεῖ τὸν νοῦν πάσχειν, οὐ κοπιᾶν περὶ τὴν νόησιν· ἐκείνη δὲ ἐπαινεῖται ἡ μετα φορὰ ἡ τὸν νοῦν βλάπτουσα. ἔτι ἐπαινεῖται ἡ μεταφορά, εἰ ποιεῖ τὸ μεταφορικὸν ὄνομα τὸ πρᾶγμα τὸ λεγόμενον πρὸ ὀμμάτων ἤτοι φανερόν, ὡς καὶ δοκεῖν ὁρᾶν τὸ πρᾶγμα. [b 34] δεῖ γὰρ μᾶλλον ὁρᾶν τὰ πρατ
τόμενα, οὐχὶ τὰ μέλλοντα πράττεσθαι ὁρᾷ τις· ταῦτα γὰρ ἀφανῆ εἰσι. [*](f. 63v) τινὰ τῶν ἀντιγράφων ἔχουσιν [b 36] ἐνεργείας, καὶ νοεῖται τοῦτο πρὸς τὸ ὁρᾶν δεῖ τὰ πραττόμενα· ἐκεῖνα γὰρ ὁρᾷ τις τὰ ἐνεργείᾳ ὄντα·εἰ δὲ κεῖται ἐναργείας, νοεῖται πρὸς τὸ πρὸ ὀμμάτων δεῖ τὸ πρᾶγμα ποιεῖν τὴν μεταφοράν, ὡς δοκεῖν εἶναι ἐναργὲς καὶ δῆλον. ἐναργείας ἤτοι φανερώσεως, ὡς καὶ ἐναργῶς παριστᾶν τὸ πρᾶγμα. [1411a 4] ἡ Λακεδαιμονία μέρος τὸ ἔκκριτον τῆς Ἑλλάδος· ἐπολεμεῖτο γοῦν αὕτη παρὰ τοῦ Ξέρξου, καὶ ὁ Λεπτίνης συμβουλεύει τοῖς Ἀθηναίοις βοηθῆσαι τοῖς Λακεδαίμοσιν· εἰ γὰρ ἐκ τῆς Ἑλλάδος ἀφαιρεθείη ἡ Λακεδαιμονία, ἔμεινεν ἡ Ἑλλὰς ἑτερόφθαλμος καὶ ἀκαλλής. ὁ Κηφισόδοτος ῥήτωρ ἦν. ὁ δὲ Χάρης στρατηγὸς ἦν τῶν Ἀθηναίων. ὁ Φίλιππος ἐκράτησε τὴν Πύδναν καὶ τὴν Παγασὰν (Ἀθηναίων δὲ ταῦτα πολίχνια) καὶ δέδωκε ταῦτα τοῖς Ὀλωνθίοις, εἶτα ἔγνων οἱ Ὄλύνθιοι τὸν Φίλιππον σπουδάζοντα καταδου λῶσαι αὑτοὺς ὡς καὶ τοὺς ἄλλους συμμάχους καὶ ἐάσαντες τὸ συμμαχεῖν αὐτῷ συνεκρότησαν πόλεμον ἔχοντες καὶ τοὺς Ἀθηναίους συναρήγοντας αὑτοῖς. εἶτα τοῦ πολέμου συστάντος πρὸς τὸν Φίλιππον ὁ Χάρης κατὰ τὸν καιρὸν τοῦ πολέμου ἠνάγκαζεν εὐθύνας δοῦναι ἤτοι λογαριασθῆναι ἐφ’ οἷς ἐνήργησαν· [a 5] ὁ δὲ Κηφισόδοτος ἔφησε πρὸς τὸν Χάρητα ἵνα τί πειρᾷ νῦν λογαριασθῆναι εὑρὼν τὸν δῆμον εἰς πνῖγμα; ἤτοι εἰς πνιγμοσύνην, ὅτε πνίγονται καὶ ἀναγκάζονται. [a 9] Εὔβοιά ἐστιν ὁ [*](f. 64r) Εὔριπος. οἱ Θηβαῖοι ἐστράτευσαν κατὰ τῆς Εὐβοίας μετὰ στόλου, τὴν [*](f. 65r) δὲ Εὔβοιαν εἶχον οἱ Ἀθηναῖοι σύμμαχον. οἱ Ἀθηναῖοι γοῦν ἐπεσίτισαν ἤτοι ἔπεμψαν ἐπισιτισμοὺς καὶ τροφὰς εἰς Εὔβοίαν· καὶ παρακαλεῖ τις αὐτοὺς ἐξιέναι καὶ ἀναγνωσθῆναι τὸ ψήφισμα τοῦ Μιλτιάδου· τοῦτο δὲ ἔμελλεν εἰπεῖν ὥσπερ ὁ Μιλτιάδης μαθὼν τὸν Ξέρξην, ὅτι στρατεύεται κατὰ τῆς Ἑλλάδος, μὴ βουλευσάμενος ἐξῄει κατὰ τοῦ Ξέρξου, οὕτω δεῖ καὶ ὑμᾶς νῦν ἐξιέναι κατὰ τῶν Θηβαίων περιπλεομένων τὴν Εὔβοίαν μὴ βουλευσαμένους ἀλλ’ αὐθημερόν· τὸ γὰρ ψήφισμα τοῦ Μιλτιάδου τοῦτο ἦν τὸ μὴ βουλεύσασθαι. ὁρᾷς τὴν μεταφοράν, πῶς ἀντὶ τοῦ εἰπεῖν μὴ βουλεύσασθαι εἶπε τὸ τοῦ Μιλτιάδου ψήφισμα. [a 5] καὶ τὸ ἑτερό φθαλμον μεταφορά· κυρίως γὰρ ἡ λέξις αὕτη λέγεται ἐπὶ τῶν ἀνθρώπων τῶν ἐχόντων ἕνα ὀφθαλμόν. [a 7] τὸ πνῖγμα μεταφορά ἐστιν· λέγεται γὰρ ἐπὶ τῶν πνιγομένων. [a 11] καὶ τὴν Ἐπίδαυρον καὶ τὴν παρα λίαν ἐκούρσευον οἱ Ἀθηναῖοι, ἐξ ὧν ἐκέρδαινον πολλά, καὶ εἶχον ταῦτα καὶ πρὸς τοὺς πολέμους ἐφόδια, εἶτα ἐσπείσαντο οἱ Ἀθηναῖοι τῇ Ἐπιδαύρῳ καὶ τῇ παραλίᾳ. ἠγανάκτει γοῦν φάσκων αὐτοὺς παρῃρῆσθαι
καὶ ἐστερῆσθαι τὰ ἐφόδια τοῦ πολέμου ὅταν γὰρ οὐκ εἶχον χρήματα [*](f. 64r) εἰς τοὺς πολέμους, ἐπορίζοντο ἐκ τῆς Ἐπιδαύρου ἁρπάζοντες καὶ κουρσεύοντες [*]([f. 65r]) αὐτήν. τὸ γοῦν ἐφόδιον μεταφορά ἐστιν λέγονται γὰρ ἐπὶ τῶν περιπατούντων καὶ στελλομένων εἰς ὁδοιπορίαν μακράν, οὐχὶ ἐπὶ χωρῶν καὶ κάστρων. [a 13] ὁ Πειθόλαος ῥήτωρ ἦν. τὴν πάραλον ἔλεγεν ἤτοι τὴν Σαλαμῖνα ἀντικρὺ οὖσαν τοῦ Πειραιέως καὶ τῶν Ἀθηνῶν ῥόπαλον τοῦ δήμου· ἐν γὰρ ταῖς Ἀθήναις ὅτε ἐνεωτέρισέ τι καὶ ἠτάκτησεν ὁ δῆμος, ἐμήνυον εἰς Σαλαμῖνα καὶ ἐλάμβανον ἐκεῖθεν συμμαχίαν καὶ ἐσω φρόνουν τοὺς νεωτερίσαντας καὶ ἐκόλαζον. τὸ ῥόπαλον μεταφορικὴ λέξις. γράφεται καὶ πάραλον τοῦ Μίδου· ὡς γοῦν ἡ πάραλος ἦν τηλία καὶ παίγνιον τοῦ Μίδου, οὕτω καὶ ἡ Σηστὸς τηλία καὶ παίγνιον τοῦ Πειραιέως ἤτοι τοῦ στόλου τῶν ἐν Πειραιεῖ· ἐκεῖ γὰρ ὡς τὰ πολλὰ τὸ ναυτικὸν ἐξήρ χετο καὶ ἔπαιζε. [a 13] μεταφορά ἐστι τὸ λέγειν τὴν Σηστὸν παιγνίδιον. οἱ δὲ λέγουσι τὴν τηλίαν εἶναι καλαθίσκον τετράγωνον, ἐν ᾧ ἀπετίθουν τὰ ἄλφιτα· ὁ γοῦν στόλος ὁ ἐν Πειραιεῖ ὡς καλαθίσκον εἶχε τὴν Σηστὸν φυλάττοντα τὰ πρὸς τροφὴν ἐπιτήδεια ὡς ὁ Μίδας τὴν πάραλον, καὶ ὅταν οὐκ εἶχον τραφῆναι, ἀπήρχοντο ἐκεῖ εἰς τὴν Σηστὸν καὶ ἐλάμβανον ἐκεῖθεν, εἴ τι ἦν αὐτοῖς χρήσιμον πρὸς τροφήν, ὥσπερ εἰ ἐν τῇ Σηστῷ ἐναπετί θουν τὰ πρὸς τροφὴν αὐτοῖς ἐπιτήδεια. [a 14] ἡ Αἴγινα πλησίον ἦν τῶν Ἀθηναίων, καὶ εἴ τι ἤκουσεν, ὅτι βουλεύονται οἱ Ἀθηναῖοι κατὰ τοῦ Φι λίππου, ἐμήνυε τοῦτο πρὸς τὸν Φίλιππον· λέγει οὖν ὁ Περικλῆς δεῖν ἀφα νίσαι τὴν Αἴγιναν ὡς λήμην τοῦ Πειραιέως ἤτοι τοῦ στόλου. ἡ λήμη μεταφορική ἐστι λέξις· λέγεται γὰρ ἐπὶ τῶν ὀφθαλμῶν. [a 15] ὁ Μοιρο κλῆς κατηγορεῖτο παρά τινος ἐπιεικοῦς ὡς πονηρός· ὠνόμασε γοῦν αὐτὸν τὸν ἐπιεικῆ πονηρότερον καί φησι σὺ μὲν πονηρεύῃ ἐπιτρίτων τόκων ἤτοι ἀπὸ τρίτης γενεᾶς εἶ πονηρός· ὁ πάππος σου γὰρ ἦν πονηρός, εἶτα ὁ πατήρ σου καὶ τότε σύ, ὥστε ἐγγὺς ἔχεις τὴν πονηρίαν· ἐγὼ δέ εἰμι πονηρὸς ἐπιδεκάτων ἤτοι ἀπὸ δεκάτης γενεᾶς· ὁ γὰρ πρόπαππός μου ἦν πονηρός, ἐξ οὗ παρῆλθον δέκα γενεαί, καὶ τότε ἐγενόμην αὐτός. ἢ νοεῖται καὶ τὸ ἐπιτρίτων τόκων ὅτι σὺ μὲν τοκίζεις λαμβάνων χάριν τόκου τὸ τρίτον, ὧν δέδωκας δανειακῶς· οἷον εἰ δώδεκά εἰσι τὰ δοθέντα χάριν δάνους, λαμβάνεις εἰς τόκον τὰ δ’· ἐγὼ δὲ τὸ δέκατον τοῦ τόκου λαμβάνω εἰς τόκον ἀπὸ τῶν χρεωστῶν· πονηρότερος ἄρα σύ. [a 17] τὸ ἐπιτρίτων τόκων μεταφορά· λέγεται γὰρ ὁ τόκος ἐπὶ τῶν γεννω
μένων παιδίων. [a 20] ὑπερήμεροι τῶν γάμων ἤτοι διῆλθον τὸν [*](f. 64r) νενομισμένον καιρὸν τοῦ γάμου· ἐλήφθη δὲ τὸ ὑπερήμεροι ἐκ τοῦ [*]([f. 65r]) ὑπερημέρου χρέους καὶ βραδύνοντος περὶ τὴν ἀπόφλησιν τοῦ χρέους· ἢ ἐπὶ δικαστηρίου. ὁ Πεύσιππος εἶχεν εἰς τὸν πόδα πληγήν· εἶχε δὲ ἡ πληγὴ πέντε ὀπάς, ἃς ὠνόμασε σύριγγας, δεδεμένος ἐν νόσῳ καὶ πληγῇ πεντα συρίγγῳ ἤτοι πέντε ὀπὰς ἐχούσῃ· ὡς γὰρ οἱ δεδεμένοι στρέβλαις οὐ συγχωροῦνται ἡσυχάζειν ὑπὸ τοῦ πόνου ἀλλὰ φωνάζουσιν, οὕτω καὶ ὁ Πεύσιππος ὑπὸ τῆς νόσου δεδεμένος φωνάζει καὶ οὐχ ἡσυχάζει. [a 23] ὡς γὰρ αἱ μύλαι ἀλήθουσι τὸν σῖτον, οὕτω καὶ αἱ νῆες τῶν Ἀθηναίων [*](f. 64v) ὡς μύλαι διήρχοντο τὰς χώρας τῶν πολεμίων καὶ κατελήιζον. ὁ Κύων [*]([f. 65v]) ἤτοι ὁ Διογένης. [a 25] Ἀττικὰ φιλίτια· ἐν τούτοις γὰρ τοῖς καπηφισόδοτος λείοις εἰσερχόμενοι τὰς φιλίας ἐποίουν. τὰ φιλίτια συμπόσια ἤσαν τῶν Λακεδαιμονίων καὶ ἑορτή. Ἀττικά· Ἀθηναῖα. ὁ Περικλῆς ἐστρατήγει καὶ ἐπολέμει τὴν Σικελίαν, εἰς τὸν πόλεμον δὲ τοῦτον ἐκένωσαν οἱ Ἀθη ναῖοι χρήματα πολλά· ὅθεν καὶ εἶπε τὴν πόλιν ἐξεκένωσαν εἰς τὸν τῆς Σικελίας πόλεμον. εὗρον σχόλιον τοιοῦτον· ὡς τὸ ἐκχεόμενον ἐκκε νοῦται, οὕτω καὶ ἡ πόλις κατεχομένη ὑπὸ τυράννου τινὸς ἐξεχεῖτο πᾶσα εἰς Σικελίαν. [a 26] τοῦτο γὰρ τὸ ἐξεκένωσαν μεταφορά ἐστι καὶ πρὸ ὀμμάτων ἤτοι δῆλον καὶ ἐναργὲς τὸ πρᾶγμα ποιοῦσα. ὡς καὶ βοῆσαι τὴν Ἐλλάδα. τὸ βοῆσαι ἐπὶ ἀνθρώπων λέγεται, οὐκ ἐπὶ χώρας. [a 29] ἐκκλησία λέγεται, ὅταν συνδρομὴ γένηται πολλῶν χάριν τινὸς βουλῆς καὶ σκέψεως· συνδρομὴ δέ ἐστιν, ὅταν πλῆθος ἀκοῦσάν τι καινὸν γενό μενον ἢ τάραχόν τινα συνδράμῃ μάτην εἰς θέαν ἐκείνου. [a 28] ὁ Κη ἔβλεπε τοὺς Ἀθηναίους συνερχομένους χάριν συμβουλῆς, εἶτα διαλυομένους πάλιν μηδὲν συμβουλευσαμένους· φησὶ γοῦν προσέχετε, μή πως αἱ ἐκκλησίαι ὑμῶν εἰσι πολλαὶ συνδρομαὶ καὶ ποιοῦσι τὰς ἐκκλη σίας εἶναι συνδρομὰς καὶ λογίζεσθαι οἱ ῥήτορες οἱ πρὸς λύμην ἀεὶ τῆς πόλεως σπεύδοντες. εὗρον σχόλιον, ὅτι αἱ ἐκκλησίαι ἴδιαί εἰσι τῆς δημο κρατίας· πολλῶν οὖν συνδρομῶν καθ’ ἑκάστην παρὰ Ἀθηναίων γινομένων συνεβούλευέ τις κωλῦσαι αὐτάς, μή ποτε δημοκρατίας ποιήσωσι. [a 30] καὶ ὁ Ἰσοκράτης ἔβλεπε τοὺς Ἀθηναίους ἀπερχομένους εἰς τὰς πανη γύρεις καὶ διαλύοντας τοὺς χοροὺς καὶ τὰς πανηγύρεις ἐν τῷ ποιεῖν δικασί ματα· οἱ γὰρ ἀπερχόμενοι εἰς τὰς πανηγύρεις ἀπήρχοντο διὰ σύστασιν τῶν πανηγύρεων, οὐχὶ πρὸς κατάλυσιν· φησὶ γοῦν προσέχετε, μή πως ἀπερχόμενοι εἰς τὰς πανηγύρεις ποιῆτε τὰς συνδρομάς. [a 31] ἐπὶ τῷ τάφῳ
τῶν τριακοσίων τῶν τελευτησάντων ἐν Σαλαμῖνι. ἀπῆλθεν ἄποσα [*](f. 64v) ἡ Ἑλλὰς καὶ ἀπέκειρε τὰς οἰκείας κόμας σημαίνουσα ἐκ τούτου, ὅτι ἡ [*]([f. 65v]) ἐλευθερία τῆς Ἐλλάδος συγκατετάφη τῇ ἀρετῇ καὶ τῇ ἀνδρίᾳ τῶν θανόντων· ἐπ’ αὐτοῖς γὰρ ζῶσιν ἐδόκουν ἐλεύθεροι καὶ κρατοῦντες τῶν ἄλλων· αἱ γὰρ τρίχες σύμβολόν εἰσι τῆς ἐλευθερίας· τῶν γὰρ δούλων τὰς τρίχας ἀπέκοπτον, ἵνα μὴ παρεμποδίζωνται εἰς τὰς ἐνεργείας. [a 34] τὸ γὰρ δακρύειν πρόδηλον ἦν καὶ φανερόν. ἐπεὶ συγκατετάφη ἡ ἐλευθερία, λοιπὸν ἀνελευ θερία ἐστὶν ἤτοι δουλεία, ἥτις ἀντίκειται τῇ ἀρετῇ ἤτοι τῇ ἀνδρίᾳ τῶν θανόντων. [b 2] καὶ ὁ Ἰφικράτης ᾐτιᾶτο τὸν δῆμον ὡς ἀχάριστον καὶ μὴ εὐχαριστοῦντα τοῖς εὐεργέταις· καὶ δεῖξαι τὴν ἀχαριστίαν αὐτῶν ὑπο σχεθεὶς ἔφη τὴν ὁδὸν αὐτῷ γενέσθαι τῆς ἀποδείξεως διὰ μέσων τῶν πεπραγμένων τῷ Χάρητι· πολλὰ γὰρ ὠφελήσας τὴν πόλιν οὐκ ἀξίως εὐηργετήθη παρ’ ὑμῶν· ὡς γὰρ οἱ ἀπό τινος εἴς τι ὁδεύειν μέλλοντες πρότερον διὰ τοῦ μέσου βαδίζουσιν, οὕτως ἔχει καὶ ἐπὶ τούτων· ἄλλως γὰρ ἔφησε μὴ δεῖξαι αὐτοὺς ἀχαρίστους, εἰ μὴ βαδίσω διὰ τῶν πραχθέν των τῷ Χάρητι. [b 4] καὶ τὸ διὰ μέσου ποιεῖ πρὸ ὀμμάτων ἤτοι φανερὸν τὸ πρᾶγμα. καὶ τὸ φάναι παρακαλεῖν· κινδύνου προκειμένου τῇ πόλει παρὰ τῶν πολεμίων ἔβλεπε καταρρᾳθυμοῦντα τὸν δῆμον καὶ μὴ θέλοντα διαναστῆναι καὶ ἐκκρούσασθαι τὸν κίνδυνον τῆς πόλεως· φησὶ γοῦν ὁρᾶτε τὸν κίνδυνον τῶν πατέρων· πολλὰ γὰρ ἐκινδύνευσαν οἱ πατέρες ἡμῶν ὑπὲρ τῆς πόλεως, ὡς ἂν ἡ πόλις εὐθηνῇ· παρακαλεῖ γὰρ ὁ κίνδυνος τῶν πατέρων ἡμᾶς βοηθῆσαι τοῖς νῦν προκειμένοις κινδύνοις. σχόλιον εὗρον τὸ λέγον, ὅτι οἱ τῶν πατέρων ἡμῶν κίνδυνοι ὑπὲρ τῆς πατρίδος ἀναγκάζουσι καὶ ἡμᾶς τοῖς παροῦσι κινδύνοις βοηθῆσαι· μεταφορὰ πρὸ ὀμμάτων. [b 6] τοῦ Χαβρίου ὁ πατὴρ εὐηργέτηκε πολλὰ τὴν πόλιν τῶν Ἀθηναίων ὃν ἀμειβόμενοι οἱ Ἀθηναῖοι ἔστησαν αὐτῷ εἰκόνα χρυσῆν καὶ ἐποίησαν καὶ αὐτὸν ἀτελῆ· τελευτῶν δὲ ἀφῆκε τῷ υἱῷ αὐτοῦ τῷ Χαβρίᾳ τὴν ἀτέλειαν. ἐπεὶ δὲ σπάνις χρημάτων τῇ πόλει ἐγένετο, συμβουλεύει [*](f. 65r) ἵνα ἐκ τῶν ἐχόντων τὴν ἀτέλειαν ὁ Λεπτίνης ἀφαιρήσωσιν αὐτήν [*](f. 66r) ὅθεν καὶ ὁ Χαβρίας ἐκινδύνευεν ἀπολέσαι τὴν ἀτέλειαν καί φησιν αἰσχύν θητε τὴν χρυσῆν εἰκόνα τοῦ πατρὸς αὐτοῦ ἱκετηρίαν οὖσαν ἤτοι ὑμᾶς ἱκετεύουσαν ὑπὲρ τοῦ υἱοῦ. [b 8] ἐν τῷ παρόντι λόγῳ τὸ λέγειν τὴν εἰκόνα ἱκετηρίαν ἐστὶ μεταφορά· ἁρμόζει γάρ, ὅσον ἐπὶ τῇ εἰκόνι τοῦ
πατρὸς Χαβρίου, τὸ εἰπεῖν αὐτὴν ἱκετεύουσαν μεταφορικῶς (τὸ γὰρ [*](f. 65r) ἱκετεύειν ἐπὶ τῶν ἐμψύχων λέγεται ἀνθρώπων), διότι ὁ πατὴρ αὐτοῦ πολλὰ [*]([f. 66r]) τὴν πόλιν ὠφέλησεν. οὐκ ἀεὶ δὲ πᾶσαν εἰκόνα δεῖ λέγειν μεταφορικῶς ἱκετεύουσαν· ἐπὶ τῆς παρούσης γοῦν ὑποθέσεως ἁρμόζει λέγειν τὴν εἰκόνα ἱκετηρίαν· κινδυνεύοντος γὰρ αὐτοῦ τοῦ Χαβρίου ἱκετεύει ἡ εἰκών· ἡ μεταφορὰ ἐξ ἐμψύχου εἰς ἄψυχον, ἡ δὲ εἰκὼν ὑπόμνημά ἐστι τῶν εὐεργεσιῶν, ἃς ἐποίησεν ὁ πατὴρ εἰς τὴν πόλιν. ἄλλο παράδειγμα· [b 11] καὶ πάντα τρόπον μελετῶντες ἀεὶ μικρὰ φρονεῖν ἤτοι ταπει νοῦσθαι· τὸ γὰρ μελετᾶν ἐπὶ αὐξήσεως καὶ ἐπιδόσεως λαμβάνεται ἐπὶ τὸ μεῖζον· νῦν δὲ ἐλήφθη τὸ μελετᾶν ἐπὶ αὐξήσεως τῆς ἐπὶ τὸ ἔλαττον· τὸ γὰρ μικρὰ φρονεῖν ταπεινοῦσθαι καὶ ἐλαττοῦσθαί ἐστιν. ἄμφω γὰρ ἤτοι ὁ νοῦς καὶ τὸ φῶς δηλοῖ τι· ὁ μὲν γὰρ νοῦς φῶς ἐστι τῶν νοη μάτων καὶ τῶν νοητῶν, τὸ δὲ φῶς φῶς ἐστι τῶν αἰσθητῶν. [b 13] οὐ γὰρ σπεύδομεν διαλῦσαι τοὺς πολέμους ἀλλ’ ἀναβάλλεσθαι ἤτοι ἀλλ’ἄλλους λαβέσθαι πολέμους περὶ τοὺς ἔτι ἐπικειμένους ἡμῖν. τὸ εἰπεῖν τὰς συνθήκας καὶ τοὺς ὅρκους τρόπαιον μεταφορά ἐστι τῶν ἐν ταῖς πόλεσι γινομένων τροπαίων. τὰ μὲν γὰρ τρόπαια ὑπὲρ μικρῶν εἰσι καὶ ἐν ἑνὶ πολέμῳ καὶ ἅπαξ γίνονται, αὗται δὲ αἱ συνθῆκαι ἀποχὴν ποιοῦσι παντὸς πολέμου. [b 17] καὶ μιᾶς τύχης, ἤτοι ἅπαξ ἔτυχε γενέσθαι. ἄμφω γὰρ καὶ τὸ τρόπαιον καὶ ἡ συνθήκη ἤτοι ἡ σπονδὴ νίκης εἰσὶ σημεῖα. ἔτι καὶ αἱ πόλεις εἰ ἔχουσι πολίτας φαύλους, εὐθύνας διδόασι καὶ τιμωροῦνται ὡς ἀπαιδεύτους ἐῶσαι αὐτούς, ὡς καὶ ὁ παιδαγωγὸς τιμωρεῖται, εἴ γε ὁ παιδευόμενος παρ’ αὐτοῦ ἀπαίδευτος μείνῃ. [b 21] τὰ ἀστεῖα γίνονται ἀπὸ τοῦ λαμβάνειν μεταφορὰς ἀνα λόγους· οἷον ὡς εἶπεν ὁ Περικλῆς τὴν νεότητα τὴν ἀπολομένην ἐν τῷ πολέμῳ οὕτως ἠφάνισται ἐκ τῆς πόλεως, ὥσπερ εἴ τις τὸ ἔαρ ἐκ τοῦ ἐνιαυτοῦ ἐξέλη. καὶ ἐν τῷ τὴν μεταφορὰν ποιεῖν τὰ πράγματα πρὸ ὀμμάτων ἤτοι ἐναργῆ καὶ φανερὰ παριστᾶν τὰ πράγματα.

Καὶ τί ποιοῦσιν ἡμῖν γίνεται τοῦτο ἤτοι τὸ παριστᾶν τὰ πράγματα φανερά. [b 25] ὅσα σημαίνουσιν ἐνεργοῦντα ἤτοι ἐνέργειάν τινα. [b 27] ἄμφω γὰρ καὶ ὁ τετράγωνος ἀριθμὸς τέλειός ἐστι καὶ ὁ ἀγαθὸς ἀνὴρ τέλειός ἐστιν, ἀλλὰ τὸ τετράγωνον ἐνέργειαν οὐ σημαίνει. τὸ δὲ λέγειν τὴν ἀκμὴν ἔχοντος ἀνθοῦσαν ἐστὶ μεταφορὰ ἐνέργειαν

σημαίνουσα· τὸ γὰρ ἀνθεῖν μεταφορά ἐστι καὶ σημαίνει ἐνέργειαν· ἐνέργεια [*](f. 65r) γάρ ἐστι τὸ ἀνθεῖν. [b 29] καὶ τὸ ἀφετέον, ὅ σημαίνει τὸ ἐλευθερωτέον, [*]([f. 66r]) ἐνέργειαν σημαίνει μεταφορὰ ὄν· τὸ γὰρ ἐλευθεροῦν ἐνέργειά ἐστιν. ἀφετέον λέγεται ἐπὶ τῶν ἐλευθερούντων τοὺς δούλους· τὸ γοῦν εἰπεῖν σὲ δὲ ἀφετέον ἤτοι ἐλευθερωτέον ἐγκλημάτων ἐνεργείας ἐστὶ σημαντικόν· τὸ γοῦν ἀφετέον κυρίως λέγεται ἐπὶ τῶν ἐλευθερούντων τοὺς δούλους· εἴ τις γοῦν εἴπῃ τὸ ἀφετέον ἐπὶ τῶν ἐλευθερούντων τινὰς τῶν ἐγκλημάτων, τότε μεταφορά ἐστι. [b 30] καὶ τὸ εἰπεῖν οἱ Ἕλληνες ᾄξαντες ἤτοι χορεύσαντες ἐλεύθερον ἐν τοῖς ποσί, μεταφορά ἐστι τὸ ἄξαντες ἐνέργειαν δηλοῦσα· τὸ γὰρ ᾄξαντες λέγει καὶ σημαίνει ταχὺ ἤτοι ταχυτῆτα· ἡ δὲ ταχυτὴς ἐνέργειά ἐστι. γράφεται καὶ ᾄξαντες δορί. [b 31] ἐν τῷ λέγειν ἤτοι ποιεῖν τὰ ἄψυχα ἔμψυχα διὰ τῆς μεταφορᾶς, ᾧτινι (τῷ χρᾶσθαι μεταφοραῖς ἐνέργειαν σημαινούσαις) χρᾶται καὶ Ὅμηρος· ἐν πᾶσι δὲ ποιεῖ τὴν μεταφορὰν εὐδοκιμεῖν τὸ παρεμφαίνειν ταύ την τὴν ἐνέργειαν. [b 33] τὸ αὖτις Ἀττικόν ἐστι. τὸ λέγειν τὸν λίθον ἀναιδῆ ἤτοι ἀναίσχυντον μεταφορά ἐστι· τὸ γὰρ ἀναισχυντεῖν ἐπὶ τῶν ἀνθρώπων λέγεται καὶ ἐνέργειά ἐστιν. ἐν τῷ λʹ τῆς Ὀδυσσείας ἐστὶ τὸ αὖτις δ’ ἐπὶ δάπεδον κυλίνδετο λᾶας ἀναιδής, περὶ τοῦ Σισύφου δὲ ὁ λόγος. ἔπεμψέ τις λίθον καὶ ἔδωκε τὸν Σίσυφον· ὁ δὲ λίθος πλήξας τὸν Σίσυφον πάλιν ἀντεστράφη ὀπίσω πρὸς τὸν ῥίψαντα καὶ ἔπεσε εἰς τὴν γῆν [b 34] καὶ τὸ ἔπτατο ἐνέργειά ἐστι καὶ ἐπὶ τῶν πτηνῶν [*](f. 65v) λέγεται. [b 35] καὶ τὸ λέγειν ὀιστὸς ἐπιπτάσθαι μενεαίνων· τὸ [*]([f. 66v]) μενεαίνειν ἤτοι τὸ προθυμεῖν ἐπὶ ἐμψύχων λέγεται, οὐχὶ ἐπὶ τοῦ ὀιστοῦ ἤτοι τοῦ ἀψύχου. καὶ ἐν γαίῃ ἵσταντο τὰ δόρατα λιλαιόμενα ἤτοι προθυμούμενα ἆσαι καὶ κορέσαι χροός· τὸ λιλαίεσθαι ἐπὶ ἐμψύχων λέγεται. διέσσυτο, διέβη. μαιμόωσα ἤτοι προθυμουμένη. [1412a 2] πάντα γὰρ ταῦτα, ἤτοι τὰ δόρατα καὶ ὁ λᾶας, ἐπεὶ μαιμάασθαι λέγονται καὶ ἀναισχυντεῖν, ὡς ἔμψυχα εἰσάγονται καὶ διὰ τοῦτο καὶ ὡς ἐνερ
γοῦντα· ἐνέργειαι γάρ εἰσι τὰ τοιαῦτα καὶ ἐπὶ ἐμψύχων λαμβανόμενα. [*](f. 65v) [a 4] ταῦτα δέ, τὸ μενεαίνειν καὶ τὸ ἀναιδές, τὸ μὲν προσῆψε τῷ [*]([f. 66v]) λίθῳ τὸ δὲ τῷ δόρατι διὰ τῆς ἀναλόγου μεταφορᾶς· κατ’ ἀναλο γίαν γάρ ἐστι μεταφορά, μετεκομίσθη γὰρ τὸ ἀναιδὲς ἐπὶ τοῦ λίθου κατὰ ἀναλογίαν. ὡς γὰρ ὁ λίθος πρὸς τὸν Σίσυφον ἐρρίφη ἄνευ συστολῆς τινος, οὕτω καὶ ἀναισχυντῶν ἄνευ συστολῆς πρὸς τὸν ἀναισχυντού μενον φέρεται· καὶ διὰ τὸ φέρειν ὁμοιότητά τινα τὸν ῥιπτούμενον λίθον πρὸς τὸν ἀναίσχυντον διὰ τοῦτο εἶπε τὸν λᾶαν ἀναιδῆ. [a 6] ποιοῦσι δὲ ταῦτα ἤτοι ἀστειότητα καὶ εὐδοκιμοῦσαι εἰκόνες ἤτοι αἱ παραβολαί, αἳ ἔχουσι τὸ ὥς. τὸ κυρτὸν λέγεται ἐπὶ τῶν ἀνθρώπων, ἐκεῖνος δὲ αὐτὸ ἐξελάβετο ἐπὶ τῶν κυμάτων, κυρτὰ εἰπὼν τὰ κύματα. καὶ τὸ φαληριό ωντα εἰπεῖν τὰ κύματα ἤτοι λευκὰ ἐστὶ μεταφορὰ ἀπὸ ἐμψύχων εἰς ἄψυχα· τὸ γὰρ λευκαίνεσθαι ἐπὶ ἀνθρώπων λέγεται γερόντων. οἱ δὲ εἶπον τὸ φαληριόωντα λέγεσθαι ἐπὶ τῶν ἵππων κυρίως, οἵτινες κυρτοῦσι τὸν τράχηλον, ἔνθα τὸ φάλαρον ἐπίκειται ἤτοι ἡ κεφαλαραία τοῦ χαλινοῦ. [a 8] καὶ πάλιν πρὸ μὲν ἤτοι ἔμπροσθεν μὲν ἠγείροντο τἆλλα κακά, ἀτὰρ ἤτοι σὺν τούτοις δὲ ἠγείροντο ἐπ’ ἄλλα ἤτοι ἄλλα κακά· τὰ γὰρ κακὰ ἀκίνητα ὄντα καὶ ἄψυχα οὕτω παρεισάγει αὐτὰ ὡς κινούμενα καὶ ὡς ζῶντα ἀπὸ τοῦ λέγειν ταῦτα ἐγείρεσθαι· τὸ γὰρ ἐγείρεσθαι ἐπὶ ζών των καὶ ἐμψύχων λέγεται. ἡ δὲ ἐνέργεια μίμησίς τίς ἐστιν· ὅταν γὰρ εἰσάγῃς τὰ πράγματα καὶ παριστᾷς ὡς ἐνεργοῦντα, τότε φαίνῃ ἀκριβῶς αὐτὰ μιμούμενος. [a 10] ἀπὸ οἰκείων ἤτοι ἀπὸ τῶν ἐγγὺς καὶ μὴ πόρρω ποιητέον τὰς μεταφορὰς καὶ ἀπὸ φανερῶν καὶ γνωρίμων ἢ ἀπὸ ἐνεργούντων. φιλοσοφίαν λέγει τὴν διαλεκτικήν· ἐκεῖ γὰρ παραδίδωσιν ἐπιτηρεῖν τὰς ὁμοιότητας οὐχὶ ἐπὶ τῶν ἐγγύς, οἷον κατὰ τί κοινωνεῖ ὁ ἵππος τῷ ἀνθρώπῳ, ἀλλ’ ἐπὶ τῶν πόρρω καὶ τῶν πολὺ διεστηκότων, οἷον κατὰ τί κοινωνεῖ ὁ ἄνθρωπος τῷ λίθῳ· εὐστόχου γὰρ καὶ σοφοῦ καὶ φρονίμου ἀνδρός ἐστι τὸ θεωρεῖν τὸ ὅμοιον ἤτοι τὰς ὁμοιότητας ἐν τοῖς πολὺ διέχουσιν ἤτοι ἐπὶ τῶν κατὰ πολὺ διεστηκότων καὶ διαφερόντων ἀλλήλων. [a 12] καὶ εἰς τὸν διαιτητὴν ἢ τὸν κριτὴν καὶ εἰς τὸν βωμὸν καταφεύγουσιν οἱ ἀδικούμενοι· κατὰ πολὺ διέστηκεν ὁ βωμὸς τοῦ διαιτητοῦ, κοινωνοῦσι δέ, καθ’ ὃ ἐπ’ ἄμφω οἱ ἠδικημένοι καταφεύγουσιν. [a 14] ἄγκυρα ἐπὶ τῶν πλοίων λέγεται, ἥτις ἐστὶ τὰ μεγάλα σιδήρια τὰ ῥιπτούμενα εἰς τὸν βυθόν, ἵνα κρατῶσι τὸ πλοῖον. ἡ μὲν ἄγκυρα κάτωθεν
ἀπὸ τοῦ βυθοῦ κρατεῖ τὸ πλοῖον, ἡ δὲ κρεμάστρα ἄνωθεν κρεμαμένη, [*](f. 65v) ὡς τὸ κρεμαστάριον τῆς κανδήλας συνέχει τὸ κρεμώμενον· ἄμφω [*]([f. 66v]) γάρ, καὶ ἡ ἄγκυρα καὶ ἡ κρεμάστρα, ἔχουσι ταὐτό τι ἤτοι ὅμοιον ἤτοι τὸ συνέχειν τὸ κρεμώμενον. ἀνωμαλίσαι ἐστίν, ὅταν ἡ ἐπιφάνεια ἢ τῆς γῆς ἢ τοῦ ξύλου ἔχουσα ἀνισότητας πειρᾶταί τις ἐξομαλίσαι καὶ ἰσάσαι αὐτὰς τὰς ἀνισότητας· [a 16] μεταφορικῶς δέ τις εἴπῃ καὶ τὰς πόλεις ἀνωμαλίσαι, ὅταν τὴν ἐν τῇ πόλει θεωρουμένην ἀνισότητα ἐν τῷ τοὺς μὲν εἶναι πλουσίους τοὺς δὲ πένητας καὶ τοὺς μὲν δυνάστας τοὺς δὲ ἀδι κουμένους πειρᾶταί τις ἐξισῶσαι· εἰ γοῦν καὶ ἄμφω ἤτοι ἡ πόλις καὶ ἡ ἐπιφάνεια κατὰ πολὺ διεστήκασιν, ἀλλ’ οὖν, καθ’ ὃ τὸ ἴσον καὶ ὁμαλὸν καὶ ἐπὶ τῆς ἐπιφανείας θεωρεῖται καὶ ἐπὶ τῶν δυνάμεων τῶν ἐν τῇ πόλει, εἰσὶ ταὐτὰ καὶ ὅμοια· τὸ γὰρ ἐξομαλίσαι τὸ ἐξισάσαι δηλοῖ. [a 17] ἔστι δὲ τὰ ἀστεῖα τὰ πλεῖστα γενόμενα οὐχὶ ἀπὸ τῶν εἰκόνων ἀλλ’ ἀπὸ μεταφορᾶς καὶ ἐκ τοῦ προσαπατᾶν· ὁ γὰρ εἰπὼν τὸν Αἰθίοπα ἀργυροῦν μεταφορικῶς μὲν αὐτὸν ἐκάλεσεν ἀργυροῦν καὶ ἐξαπατᾷ καὶ παραλογίζεται τὸν ἀκροατήν· ξενίζεται γὰρ ὁ ἀκροατής, ὅπως αὐτὸν [*](f. 66r) ἀργυροῦν κατωνόμασε. μᾶλλον δὲ ἐκ τοῦ ἐναντίως ἔχειν ἤτοι μᾶλλον [*]([f. 67r]) δὲ τὸ ἀκοῦσαι τὸν Αἰθίοπα ὀνομασθέντα ἐκ τοῦ ἐναντίου ἤτοι τοῦ ἀργυροῦ δῆλον γίνεται, ὅτι ἔμαθε καὶ ἐνόησεν ὁ ἀκροατὴς τὸ λεγόμενον· τὰ γὰρ ἐναντία συμπαρακείμενα ἀλλήλοις ἐκφαντικώτερα ποιοῦσι τὰ χείρω τε καὶ τὰ ἐναντία· [a 20] ἀλλὰ καὶ ἡ ψυχὴ τοῦ ἀκροατοῦ κρίνει, ὅτι καλῶς καὶ ἀληθῶς ὠνόμασε τὸν Αἰθίοπα ἀργυροῦν ὁ λέγων, ἐγὼ δὲ ἥμαρτον καὶ οὐκ εὐθὺς ἐνόησα τὸ λεγόμενον, ὅτι ἀργυροῦν αὐτὸν ὠνόμασε διὰ τὸ ἄγαν εἶναι μέλανα. [a 21] καὶ ἀπὸ τῶν ἀποφθεγμάτων ἀστεῖά εἰσιν ἐκεῖνα, ὅσα οὐ λέγουσι καὶ σημαίνουσιν, ὅ φασιν, ἐκ προχείρου, ἀλλ’ ἄλλο μὲν κατὰ τὸ φαινόμενον παρεμφαίνουσιν, ἄλλο δὲ τὸ συννοούμενον ἔχουσιν, οἷον τὸ οἱ τέττιγες αὐτοῖς χαμόθεν ᾄσονται· δοκεῖ μὲν κατὰ τὸ φαινόμενον περὶ τῶν τεττίγων εἶναι ὁ λόγος, συννοεῖται δέ, ὅτι περὶ τῆς ἀπωλείας λέγει τῆς χώρας, ἣν ὑποσταίη ἐκ τῶν πολεμίων. [a 23] καὶ τὰ εὖ ᾐνιγμένα ἤτοι αἱ εὐδοκιμοῦσαι εἰκόνες εἰσὶν ἡδέα καὶ ἀστεῖα διὰ τὸ αὐτὸ ἤτοι διὰ τὸ ἄλλο μὲν παρεμφαίνειν κατὰ τὸ φαινόμενον, ἄλλο δὲ εἶναι τὸ νοούμενον· μάθησις γὰρ καὶ γνῶσις ἐπιγίνεται· καὶ ἔστι καὶ μεταφορά· εἴπομεν γὰρ καὶ ὄπισθεν, ὅτι αἱ εὐδοκιμοῦσαι εἰκό νες μεταφορά ἐστι· μᾶλλον γὰρ γίνεται δῆλον, ὅτι ἔμαθε, τὸ ἐναντίως ἔχειν ἤτοι παρὰ τὸ μή, ὅ φησι, τοῦτο καὶ λέγειν καὶ συμβαίνειν, ἀλλ’
ἄλλο μὲν λέγει ὁ λέγων τὸν Αἰθίοπα ἀργυροῦν, ἄλλο δὲ σημαίνει ἐκ τούτου. [*](f. 66r) [a 25] ἀλλὰ καὶ ὃ Θεόδωρος (ῥήτωρ δὲ ἦν) λέγει, τὸ τὰς εὐδοκιμούσας [*]([f. 67r]) εἰκόνας λέγειν καὶ σημαίνειν καινὰ ἤτοι παράξενα, ἂν καὶ ἄλλο τι φαίνηται λέγειν κατὰ τὸ φαινόμενον, οἷόν ἐστι τὸ οἱ τέττιγες αὐτοῖς χαμόθεν ᾄσονται. γίνεται δὲ τοῦτο ἤτοι τὸ ἄλλο σημαίνειν παρὰ τὸ φαινόμενον, ὅταν τὸ νοούμενον παράδοξον ἢ παρὰ τὴν προτέραν δόξαν καὶ μὴ ὡς λέγει κατὰ τὸ φαινόμενον· οἷον ἐπὶ τῆς ῥηθείσης εἰκόνος δόξαν ἔχω, ὅτι περὶ τῶν τεττίγων σημαίνει, τὸ δὲ συννοούμενον ἕτερόν ἐστι τῆς προτέρας δόξης· δηλοῖ γὰρ τὸν ἀφανισμὸν τῆς χώρας καὶ οὐχὶ λέγει καὶ σημαίνει ἐκ τοῦ προχείρου κατὰ τὸ φαινόμενον. [a 28] παρα πεποιημένα λέγει τὰ σκώμματα τὰ ὑπάρχοντα παρὰ γράμμα ἕν, οἷον πρός τινα τραυλὸν ὁλᾷς, κόλακος κεφαλὴν ἔχεις παρ’ ἐν γράμμα ἤτοι παρὰ τὸ ρω ἐστὶ τὸ σκῶμμα· οὕτως γὰρ ἔδει εἰπεῖν ὁρᾷς, κόρακος κεφαλὴν ἔχεις. παραπεποιημένα λέγει τὰ παρεφθαρμένα παρὰ γράμμα ἕν· γέλωτα δὲ τὰ τοιαῦτα κινοῦσιν αἰνίγματα. ἢ καὶ οὕτως· παραπεποιη μένα λέγει τὰ παρ’ ὑπόνοιαν· καὶ γὰρ τὰ τοιαῦτα ἐξαπατῶσι τὸν ἀκροα τήν. [a 29] καὶ ἐν τοῖς μέτροις τοῖς κωμικοῖς· οἱ γὰρ κωμικοὶ χρῶν ται τοῖς τοιούτοις ἤτοι τοῖς σκώμμασι τοῖς παραπεποιημένοις παρὰ γράμμα ἐν καὶ παρεφθαρμένοις· τὸ γὰρ ὁλᾷς, κόλακος κεφαλὴν ἔχεις οὐχὶ νοεῖ ται οὕτως, ὡς ὑπέλαβε καὶ ἐνόησεν αὐτὸ κατὰ τὸ φαινόμενον ὁ ἀκροατής, ἀλλ’ ὀνειδισμόν τινα παρεμφαίνει πρὸς τραυλόν. [a 31] χίμετλα λέγον ται τὰ ἀπὸ ψύχους γινόμενα ὑπεκκαύματα περὶ τοὺς πόδας· ὁ ἀκούων ᾤετο λέγειν, ὅτι πέδιλα φορεῖ ὁ ἱστάμενος· ἄλλο δὲ συννοεῖται, ὅτι ὑπεκκαύ ματα ἔχει ἐν τοῖς ποσὶν ἀπὸ ψύχους. ὁ δὲ διδάσκαλος εἶπε χίμετλα εἶναι ξύλα τινὰ ἐπιμήκη κάτωθεν σφαιροειδῆ ὄντα, ὧν ἐπάνω τινὲς ἱστά μενοι βαδίζουσι δι’ αὐτῶν, οἷά εἰσιν, ἐν οἷς οἱ Σπάνοι ἱστάμενοι βαδίζουσι. [a 31] τοῦτο δὲ τὸ παραπεποιημένον καὶ γελοιῶδες ἐνδέχεται ἅμα τῷ ῥηθῆναι δῆλον εἶναι ἡμῖν καὶ συννοεῖν εὐθὺς τὸ παρὰ τούτου σημαινό μενον εἰ γὰρ καὶ μετὰ τὸ ῥηθῆναι ἀσαφές ἐστιν ἔτι καὶ μὴ συννοού μενον ἡμῖν, διαβάλλεται. [a 32] τὰ δὲ παρὰ γράμμα σκώμματα ποιεῖ γελοῖα διὰ τὸ λέγειν καὶ σημαίνειν οὐχὶ καθ’ ὃ λέγονται ἐκ προχείρου κατὰ τὸ φαινόμενον, ἀλλ’ ἃ τὰ ὀνόματα μεταστρεφόμενα δηλοῦσι· τὸ γὰρ ὁλᾷς, κόλακος κεφαλὴν ἔχεις μεταστρεφόμενον εἰς τὸ ὁρᾷς, κόρακος κεφαλὴν ἔχεις ἄλλο τι ὑπεμφαίνει· ὥστε οὐ δεῖ τὸ ἐκ προχείρου λεγόμενον
παρ’ αὐτῶν νοεῖν, ἀλλ’ ὃ δηλοῦσι τὰ ὀνόματα ἐν τῷ μεταστρέφεσθαι, [*](f. 66r) οἷον τὸ εἰς Νίκωνα θράττει σε· [a 34] προσποιεῖται γὰρ [*]([f. 67r]) λέγειν τὸ θράττει σε’ ὅτι ἐκφοβεῖ σε καὶ ἐξαπατᾷ καὶ παρα λογίζεται τὸν ἀκροατήν, ἄλλο δὲ σημαίνει καὶ λέγει· ὡς Θρᾷκα [*](f. 66v) γὰρ Νίκωνα ἐπωνείδισε. [a 35] διὸ καὶ τῷ μαθόντι καὶ νοήσαντι, [*]([f. 67v]) ἐπὶ τίνος τὸ θράττει ἐξελάβετο ὁ Θεόδωρος, ἡδὺ δοκεῖ, ἐπὶ τῷ μὴ γινώ σκοντι, ὅτι Θρᾷξ ἦν ὁ Νίκων, οὐδὲ ἡδὺ δόξει τὸ τοιοῦτον αἴνιγμα· οὐδὲ γὰρ ἐπὶ ἄλλου τινὸς ἁρμόττει ῥηθῆναι μὴ ὄντος Θρᾳκός. [b 2] καὶ τὸ βούλει αὐτὸν πέρσαι τοιοῦτόν ἐστιν· οὐ γὰρ κατὰ τὸ φαινόμενον τὸ πορθῆσαι σημαίνει, ἀλλ’ ὀνειδισμός ἐστιν εἰς Πέρσην. δεῖ δὲ ἀμφότερα προσηκόντως ῥηθῆναι· καὶ τὸ πέρσαι γὰρ ἐπὶ Πέρσου δεῖ ῥηθῆναι καὶ τὸ θράττει ἐπὶ Θρᾳκός· εἰ γὰρ μὴ πρὸς Θρᾷκα τὸ θράττει εἴπῃς, οὐ προσηκόντως τὸ αἴνιγμα εἶπας. δεῖ δὲ ἀμφότερα ἤτοι καὶ τὰ παραπεποιη μένα καὶ τὰ παρὰ γράμμα σκώμματα προσηκόντως λεχθῆναι ἤτοι εἰς πρόσωπα προσήκοντα. [b 3] οὕτω δὲ καὶ τὰ ἀστεῖα αἰνίγματα ἔχουσιν· οὐ γὰρ ὃ λέγουσι τοῦτο καὶ εὐθὺς δηλοῦσιν, ἀλλ’ ἄλλο τι ἔχουσι τὸ συννοού μενον. οὕτω δὲ ῥητέον· τὴν τῆς θαλάσσης ἀρχὴν μὴ ἀρχὴν εἶναι, ἕως ὧδε τὸ αἴνιγμα, τὸ δὲ τῶν κακῶν οἷον ἑρμηνεία ἐστὶ καὶ λύσις τοῦ αἰνίγματος, ὁμοίως δὲ καὶ τὸ ὄνασθαι γάρ· οὐ γὰρ λύεται τὸ αἴνιγμα, ὡς ἔχει, ἀλλ’ ὡς λύεται· τὸ γοῦν εἰπεῖν τὴν ἀρχὴν τῆς θαλάσσης μὴ ἀρχὴν εἶναί ἐστι καινόν· πῶς γοῦν ἐν ταὐτῷ ἔσται καὶ ἀρχὴ καὶ μὴ ἀρχή; ὥστε οὐχ ὃ λέγει τοῦτο καὶ παρεμφαίνει, ἀλλ’ ἄλλο τι· ἡ γοῦν ἀρχὴ καὶ ἡ ἐξουσία τῆς θαλάσσης (κατεκράτησαν γὰρ πάσης τῆς Ἑλλά δος οἱ Ἀθηναῖοι) οὐκ ἔστιν ἀρχὴ καὶ αἰτία τῶν κακῶν πῶς γάρ ἐστιν αἰτία, εἴ γε πολλὰ ἀπώναντο; ὁρᾷς, πῶς ἐπὶ ἄλλου σημαινομένου ἐλήφθη τὸ ἀρχή καὶ ἐπὶ ἄλλου τὸ οὐκ ἀρχή. [b 5] καὶ πάλιν τὸ αἴνιγμα τὸ παρὰ Ἰσοκράτει ἐστὶν ἡ τῆς πόλεως ἀρχὴ ἀρχή ἐστιν· ὁ δὲ Ἀριστοτέλης εἰπὼν ἀρχὴν τῶν κακῶν τὴν λύσιν εἶπε τοῦ αἰνίγματος· ἡ γὰρ ἀρχὴ καὶ ἡ ἐξουσία τῆς πόλεως ἀρχή ἐστι τῶν κακῶν καὶ ἐγένετο· ἀφ’ οὗ γὰρ ἐκράτησαν τοιοῦτοι ἄρχοντες τῆς πόλεως καὶ προεβλήθησαν, ἔκτοτε μυρία κακὰ τῇ πόλει προσεγένοντο καὶ βλάβη. [b 6] ἀμφοτέρως γὰρ ἤτοι διὰ τοῦ εἰπεῖν τὴν ἀρχὴν τῆς θαλάσσης οὐκ ἀρχὴν καὶ διὰ τοῦ εἰπεῖν τὴν ἀρχὴν τῆς πόλεως ἀρχὴν εἶναι εἴρηται κατὰ τὸ συννοούμενον ἐκεῖνο, ὃ οὐκ ἄν τις ὑπέλαβεν ἐκ προχείρου ἐρεῖν τὸν Ἰσοκράτην ποτέ· κατὰ γὰρ τὸ φαινόμενον οὐδὲν σοφὸν φαίνεται ὁ Ἰσοκράτης ἐρεῖν ἀλλὰ λίαν ἄσο
φον καὶ εἰς ἀντίφασιν ἐμπεσεῖν ἐκ τοῦ εἰπεῖν τὴν ἀρχὴν οὐκ ἀρχὴν ἢ [*](f. 66v) τὴν ἀρχὴν τῇ πόλει ἀρχήν. [b 9] ἀλλὰ οὐχ οὕτω λέγει ἀλλ’ ἄλλως [*]([f. 67v]) λέγει καὶ ἐγνώσθη κατὰ τὸ συννοούμενον, ὅτι ἀληθῶς καὶ καλῶς λέγεις·καὶ τῷ εἰπεῖν μὴ ἀρχὴν οὐκ ἀπέφησεν, ὃ εἶπεν ἀρχήν, ἀλλ’ ἐκεῖ μὲν εἶπεν ἀρχὴν τῆς θαλάσσης κατὰ ἄλλο σημαινόμενον τῆς ἀρχῆς ἤγουν τὴν ἐξουσίαν, ἐνταῦθα δὲ μὴ ἀρχὴν εἶπε τὴν μὴ αἰτίαν, ὅπερ ἀπόφασις τῆς ἀρχῆς ἐστιν, ἥτις σημαίνει τὴν αἰτίαν. [b 10] ἐν ἅπασι δὲ τούτοις τοῖς αἰνίγμασι τότε ἔχει τὸ εὖ, ἐάν τις ἐνέγκῃ τὸ ὄνομα προσηκόντως ἐπὶ ὁμωνυμίας ἢ ἐπὶ μεταφορᾶς· τότε γὰρ ἐπὶ ἄλλου σημαινομένου τις καταφάσκει καὶ ἐπὶ ἄλλου ἀποφάσκει σημαινομένου, οἷον τὸ ἄσχετον δηλοῖ τὸ ἀκράτητον καὶ τὸ ἀνυπομόνητον· ὁμώνυμος γὰρ φωνή ἐστι· τὸ γοῦν ἄσχετον δηλοῖ τὰ ἀκράτητον, τὸ δὲ οὐκ ἀνασχετὸν δηλοῖ τὸ ὑπο μονητόν, ὅπερ (τοῦτο τὸ οὐκ ἀνασχετόν) ἀπόφασίς ἐστι τοῦ ἄσχετον τοῦ δηλοῦντος τὸ ὑπομονητόν. ὥστε ἐπὶ ἄλλου μὲν σημαινομένου κατέφησεν, ἐπὶ ἄλλου δὲ σημαινομένου ἀπέφησεν. [b 11] ὁμωνυμίαν γὰρ ἀπέ φησεν ἤτοι ἐπὶ ὁμωνύμου φωνῆς ἐποίησε τὴν ἀπόφασιν. ἀλλὰ εἰ δίς τις προσενέγκῃ καὶ εἴπῃ τὸ αὐτὸ ὄνομα, ἀεὶ δεῖ ποιεῖν τοῦτο ἤτοι τὸ δὶς χρᾶσθαι τῷ αὐτῷ ὀνόματι προσηκόντως. προσηκόντως δὲ λέγεται δίς, εἰ ὁμώνυμος φωνή ἐστι καὶ τὸ μὲν λαμβάνεται ἐπὶ ἄλλου σημαινομένου, τὸ δὲ ἐπὶ ἄλλου· οἶον τὸ ὁ ξένος δηλοῖ τὸ φίλος, τὸ δὲ ξένος τὸ ἕτερον δηλοῖ τὸ ἀλλότριον· [b 13] καὶ οὐκ ἂν σὺ ὁ ξένος ἤτοι ὁ φίλος γένοιο ξένος καὶ ἀλλότριος μᾶλλον παρ’ ὃ δεῖ σε ἢ οὐ μᾶλλον ἤ σε δεῖ ὁ ξένος γένοιο ξένος· τὸ αὐτὸ γάρ ἐστι τὸ εἰπεῖν οὐκ ἂν γένοιο μᾶλλον ἤ σε δεῖ ὁ ξένος ξένος καὶ τὸ εἰπεῖν οὐ μᾶλλον ἤ σε δεῖ γένοιο ὁ ξένος ξένος. καὶ οὐ δεῖ τὸν ξένον ξένον. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τὶς ἐδέξατο ἐν τῇ οἰκίᾳ αὐτοῦ φίλον τινὰ καὶ ἐποίησεν ὁ φίλος ἐν τῇ οἰκίᾳ αὐτοῦ δύο ἢ τρεῖς ἡμέρας· εἶτα ὁ δεξάμενος αὐτόν φησι πρὸς αὐτὸν ὅτι οὐ δεῖ τὸν φίλον εἶναι πάντοτε ὡς ξένον, ἀλλὰ δεῖ καὶ σὲ ποιῆσαι οἰκίαν. ἐν τῇδε τῇ πόλει καὶ συνοικεῖν ἡμῖν. [b 15] καὶ οὐ δεῖ τὸν ξένον ἤτοι τὸν φίλον εἶναι ξένον καὶ ἀλλότριον ἀεί ἀλλότριον γάρ, ἤτοι τὸ ἐν [*](f. 67r) ὄνομα τὸ ξένον δηλοῖ τὸν ἀλλότριον. καὶ τοῦτο, τὸ παράδειγμα τὸ [*]([f. 68r]) οὐ δεῖ τὸν ξένον ξένον εἶναι, τὸ αὐτὸ ὄνομα ἔχει, ἤτοι ξένον καὶ ξένον, ἄλλο καὶ ἄλλο σημαῖνον. [b 16] καὶ τὸ ἐπαινούμενον αἴνιγμα τοῦ Ἀναξανδρίδου (ποιητὴς δὲ ἦν οὗτος) τοιοῦτόν ἐστι καλὸν ἀποθανεῖν
πρὸ τοῦ ποιῆσαι ἄξια θανάτου· τὸ γοῦν λέγειν καλὸν ἀποθανεῖν, ταὐτόν [*](f. 67r) ἐστι τῷ λέγειν ἄξιον ἀποθανεῖν μὴ ἄξιον θανάτου ὄντα ἢ ἄξιον θανεῖν [*]([f. 68r]) μὴ ὄντα ἄξιον θανάτου· καὶ ἐν τούτοις γὰρ τὸ αὐτὸ ὄνομα ἐλήφθη, ἄξιον μὴ ἄξιον, πλὴν τὸ μὲν ἄξιον θανεῖν σημαίνει τὸ καλόν, τὸ δὲ μὴ ὄντα ἄξιον τὸ μὴ καλὸν καὶ τὸ ἀπρεπές. [b 20] τὸ μὲν οὖν εἶδος τῆς λέξεως ἤτοι ἡ μὲν λέξις ἡ αὐτή ἐστιν ἐν τούτοις, ἄξιον μὴ ἄξιον, πλὴν τὸ μέν ἐστι τὸ πρέπον, τὸ δὲ τὸ ἀπρεπές· ἀλλ’ ὅσῳ μὲν λαμβάνει ἐλάττω ἤτοι ὀλίγας λέξεις καὶ βραχυλογεῖ καὶ ἀντικείμενα ἐν τοῖς αἰνίγ μασι, τοσούτῳ μᾶλλον εὐδοκιμοῦσι καὶ ἐπαινοῦνται ὀλίγαι λέξεις, ἵν’ ᾖ ἡ ἀπόδοσις σύντομος. ἀντικειμένως δέ, ἵν’ ἀντίκεινται αἱ λέξεις, οἷον εἰπεῖν ἄξιον καὶ μὴ ἄξιον, καὶ ἀποθανεῖν καὶ μὴ ἀποθανεῖν. [b 22] τὸ δὲ αἴτιον τοῦ δεῖν εἶναι ἐλάττους καὶ βραχείας τὰς ἀποδόσεις καὶ τὰς λέξεις ἀντικειμένας, διότι ἡ μάθησις καὶ ἡ γνῶσις μᾶλλον ἐπιγίνεται ἐκ τοῦ λαβεῖν τὰ ἀντικείμενα· τὰ γὰρ ἀντικείμενα συμπαρακείμενα ἀλλήλοις μᾶλλον παριστῶσι τὰ πράγματα καὶ ἐναργέστερα ταῦτα γίνονται ἐκ τῶν ἀντικει μένων, οἷον τὸ μέλαν τὸ ἐν Αἰθίοπι μᾶλλον παρίσταται διὰ τοῦ ἀργυροῦ ἤτοι τοῦ ἐναντίου [b 23] διὰ δὲ τὸ ἐν ὀλίγῳ εἶναι ἤτοι διὰ δὲ τὸ εἶναι ὀλίγας τὰς λέξεις καὶ βραχεῖαν τὴν ἀπόδοσιν θᾶττον γίνεται ἡ μάθησις καὶ ἡ γνῶσις τοῦ πράγματος. δεῖ δὲ προσεῖναι καὶ τὸ πρόσωπον, πρὸς ὃ λέγεται· οἷον ἄξιον θανεῖν τὸν Σωκράτην πρὶν θανάτου ἄξιον δρᾶν, καὶ μὴ ἁπλῶς καὶ ὡς ἔτυχε τοῦτο λέγειν· οὐ γὰρ τῷ τυχόντι προσαρ μόζει ῥηθῆναι· τὸν γὰρ ἀνδροφόνον οὐκ ἄν τις εἴπῃ ἄξιον θανεῖν πρὶν θανάτου ἄξιον δρᾶσαι. [b 24] ἢ τὸ ὀρθῶς λέγεσθαι. ὀρθῶς δὲ λέγε ται, εἰ τὸ λεγόμενόν ἐστιν ἀληθὲς καὶ μὴ ἐπιπόλαιον ἤτοι πιθανὸν καὶ εὐανάτρεπτον. ἔστι γὰρ ταῦτα ἤτοι τὸ ἄξιον καὶ τὸ μὴ ἄξιον ωρὶς ἤτοι ἰδίᾳ καὶ ἰδίᾳ εἰπεῖν, οἷον ἄξιον θανεῖν μηδὲν ἁμαρτάνοντα ἢ δεῖ θανεῖν μὴ ὄντα ἄξιον θανεῖν ἰδοὺ ἰδίᾳ καὶ ἰδίᾳ ἐρρήθη τὸ ἄξιον καὶ μὴ ἄξιον· [b 27] ἀλλὰ τοῦτο αἴνιγμα οὐκ ἔστιν οὐδὲ ἀστεῖον ἀλλ’ ἐπιπό λαιον καὶ τῷ τυχόντι ῥαδίως νοούμενον. ὁμοίως δὲ οὐκ ἔστιν ἀστεῖον καὶ ἐπαινούμενον αἴνιγμα τὸ λέγειν δεῖ τὴν ἀξίαν τὸν ἄξιον λαβεῖν, διότι ἐπι πόλαιόν ἐστι καὶ εὔκολον. ἀλλ’ ἀστεῖόν ἐστι τὸ αἴνιγμα, ἐὰν καὶ ἄμφω τὰ ἀντικείμενα, οἷον τὸ ἄξιον καὶ τὸ μὴ ἄξιον, ἅμα ῥηθῶσι καὶ μὴ ἰδίᾳ καὶ ἰδίᾳ, οἷόν ἐστιν ἄξιον θανεῖν τὸν μὴ ἄξιον ὄντα θανεῖν· ἐν τούτῳ γὰρ ἅμα εἰσὶ τὰ ἀντικείμενα. [b 29] ὅσῳ δὲ τὸ αἴνιγμα πλείω ἔχει
ἤτοι τὸ εἶναι τὰ ἐν αὐτῷ ὀνόματα μεταφορικὰ καὶ μεταφορὰν εἶναι τοιανδὶ [*](f. 67r) ἤτοι κατ’ ἀναλογίαν καὶ ἀντίθεσιν, οἷον ἄξιον καὶ οὐκ ἄξιον, ἤτοι τὸ [*]([f. 68r]) εἶναι τὰ ἀντικείμενα καὶ τὸ ἔχειν τὸ αἴνιγμα καὶ παρισώσεις καὶ τὸ τὴν ληφθεῖσαν ἐν αὐτῷ μεταφορὰν παρεμφαίνειν ἐνέργειαν, οἷά εἰσιν ἃ εἴπομεν παραδείγματα (γράφεται καὶ ἐνάργειαν), τοσούτῳ τὸ αἴνιγμα τὸ ἔχον ταῦτα πάντα ἐστὶ καὶ ἀστειότερον. [b 32] εἰσὶ δὲ αἱ εἰκόνες αἱ εὐδοκιμοῦσαι μεταφοραί, ὡς καὶ ἀνωτέρω εἴπομεν. προσέθηκε δὲ τὸ τρόπον τινά, διότι κατὰ τοῦτο καὶ μόνον διαφέρουσι, καθ’ ὃ αἱ μὲν εἰκόνες ἔχουσι τὸ ὥς, αἱ δὲ μεταφοραὶ τὸ ὥς οὐκ ἔχουσιν. [b 34] ἀεὶ γὰρ αἱ εἰκόνες ἐκ δυοῖν λέγονται ἤτοι ἐκ δύο σύγκεινται, ὥσπερ καὶ ἡ κατ’ ἀναλογίαν μεταφορὰ ἐκ δύο σύγκειται· οἷον τὸ φιάλη εἴρηται μὲν κυρίως πρὸς τὸν Διόνυσον, ὅτι ἡ φιάλη ἐστὶν ἀσπὶς τοῦ Διονύσου, ἐξ ἐκείνου δὲ μετηνέχθη καὶ πρὸς τὸν Ἄρεα καὶ ἁρμόζει αὐτῷ, ὅτι ἡ ἀσπὶς φιάλη ἐστὶ τοῦ Ἄρέος· ὥστε ἡ μεταφορὰ αὕτη ἐκ δύο σύγκειται, ἔκ τε τοῦ ἐξ οὗ μετηνέχθη ἤτοι ἐκ τοῦ Διονύσου καὶ ἐκ τοῦ πρὸς ὃν μετηνέχθη ἤτοι τὸν Ἄρεα. [1413a 1] καὶ τὸ φόρμιγξ μεταφορά ἐστι δυσὶ προσαρ μόζουσα, τῇ τε λύρᾳ, ἐξ ἧς μετηνέχθη, καὶ τῷ τόξῳ, πρὸς ὃ μετηνέχθη, ὃ καὶ φόρμιγγα ἄχορδον εἴρηκεν. οὕτω μὲν εἰ λέγουσιν, ὅτι τὸ τόξον φόρμιγξ ἄχορδόν ἐστιν, οὐχ ἁπλοῦν ἐστιν ἀλλ’ αἰνιγματῶδες· ἔχει [*](f. 67v) γὰρ τὰ ἀντικείμενα· ἦ μὲν γὰρ τὸ τόξον εἶπε φόρμιγγα, κεχορδωμένον [*]([f. 68v]) αὐτὸ εἴρηκεν, ἦ δὲ ἄχορδον αὐτὸ εἶπεν, οὐ λέγει αὐτὸ εἶναι φόρμιγγα ἤτοι λύραν· τὸ δὲ λέγειν τὸ τόξον φόρμιγγα ἁπλοῦν ἐστιν. [a 3] καὶ εἰκάζουσι δὲ αἱ εἰκόνες, οἷον τὸν αὐλητὴν εἰκάζουσι πιθήκῳ. αὐλητὴς κακὸς ἦν καὶ κακόφωνος καὶ παρείκασεν αὐτὸν πιθήκῳ· ὡς γὰρ ὁ πίθηκος μικρὸς ὢν χαμόθεν ἔοικεν ᾄδειν, οὕτω καὶ ὁ αὐλητὴς ἐκεῖνος ἔοικε χαμόθεν ᾄδοντι. ἢ παρείκασε τὸν αὐλητὴν ἐκεῖνον λύκῳ ψακαζο μένῳ εἰς μύωπα. μύωψ λέγεται τὸ τζιμούριον. ψακάζειν λέγεται τὸ μουγκρίζειν· ὡς γὰρ ὁ λύκος ψακάζει καὶ μουγκρίζει ἐν τῷ στρέφεσθαι κεχηνώς, ὡς ἂν δάκῃ τὸν ἐπικαθήμενον ἐν τῷ ὤμῳ αὐτοῦ τοῦ λύκου μύωπα (ἔστω γάρ, ὅτι καὶ μύωψ τις ἐπικάθηται ἐν τῷ ὤμῳ τοῦ λύκου
καὶ στρέφεται δακεῖν τὸν μύωπα ὡς ἐκμυζῶντα τὸ αἷμα αὐτοῦ, οὕτω [*](f. 67v) καὶ ὁ αὐλητὴς ἐκεῖνος ᾄδων ἔοικε λύκῳ μουγκρίζοντι. τινὰ δὲ τῶν ἀντιγράφων [*]([f. 68v]) ἔχουσι [a 3] λύχνῳ ψεκαζομένῳ εἰς μύωπα, ἤτοι ὥσπερ ὁ λύχνος ψεκάζει ἤτοι τζιντζιρίζει εἰς μύωπα, ἤτοι ὅταν μέλλῃ σβεσθῆναι. μύωψ λέγεται ἡ σβέσις παρὰ τὸ μύειν, τὸ καμμύειν· ἄμφω γὰρ ἤτοι ἐπ’ ἀμφο τέρων γὰρ συνάγεται τὸ αὐτὸ ἤτοι καὶ ἐπὶ τοῦ αὐλητοῦ καὶ ἐπὶ τοῦ πίθηκος· ὡς γὰρ ὁ πίθηξ χαμόθεν ᾄδει, οὕτω καὶ ὁ αὐλητής. ἢ καὶ ὡς λύκος μουγκρίζει, οὕτω καὶ ὁ αὐλητής. [a 4] ἔστι δὲ ἡ εἰκὼν ἔχουσα τὸ εὖ, ὅταν μεταφορὰ ᾗ ἤτοι ἐστὶν ἡ εἰκὼν καὶ μεταφορά. καὶ τὸ ἐρείπιον εἰκάσαι ῥάκει οἰκίας· ὡς γὰρ τὸ ῥάκος ἤτοι τὸ κατεσχισμένον πανίον ῥίπτομεν, οὕτω καὶ τὸν ἐρείπιον τόπον τὸν μὴ θεμέλιον ἔχοντα ἀποβάλλομεν. ὁ Νικήρατος ὄνομα κύριόν ἐστι· καὶ ὁ Πράτυς ὄνομα κύριον. τὸν γοῦν Νικήρατον ἐλύπησεν ὁ Πράτυς καὶ τὸν Νικήρατον λυπηθέντα ὑπὸ τοῦ Πράτυος καὶ βοῶντα ἐν τῷ ὀδυνᾶσθαι παρείκασέ τις Φιλοκτήτῃ ὀδυνωμένῳ· οὗτος γὰρ ἐδήχθη ὑπὸ ὄφεως καὶ ὀδυνώμενος ἐβόα, οἱ δὲ Ἕλληνες ἀφῆκαν αὐτὸν εἰς νῆσον καὶ ἀπέπλευσαν εἰς τὴν Τροίαν. [a 8] ὁ Θρασύμαχος ἰδὼν τὸν Νικήρατον ἡττημένον ἤτοι δαρέντα ὑπὸ τοῦ Πράτυος καὶ ῥαψῳδοῦντα ἤτοι κλαίοντα, κομῶντα δὲ καὶ πολύ τριχον καὶ αὐχμηρὸν καὶ κατάξηρον παρείκασε τῷ Φιλοκτήτῃ λυπουμένῳ καὶ ὀδυνωμένῳ διὰ τὴν δῆξιν. [a 10] ἐν οἷς μάλιστα ἐκπίπτουσι καὶ σφάλλονται οἱ ποιηταί, ἐὰν μὴ εὖ αἱ εἰκόνες παρ’ αὐτῶν ποιηθῶσι καὶ ἐὰν μὴ εὐδοκιμῶσιν αἱ παρ’ αὐτῶν γινόμεναι εἰκόνες. [a 12] οὖλα λέγει τὰ ἄτριχα σκέλη· σκώπτει γοῦν τινα ἔχοντα λεπτὰ σκέλη ὅτι φορεῖς ἤτοι φέρεις τὰ σκέλη τὰ οὖλα ὥσπερ σέλινον· ὡς γὰρ τὸ σέλινόν ἐστι λεπτόν, οὕτω καὶ τὰ σκέλη εἰσὶ λεπτότατα τοῦ σκωπτομένου. ἢ οὖλα λέγει τὰ ὁμαλά, τὰ ἁπαλά. [a 13] ὁ Κώρυκος ἄνθρωπος ἦν ἔχων ἄντρον στενότατον· ὅθεν καὶ λέγεται ἄντρον Κωρύκιον· ὁ γοῦν Φιλάμμων καταδιωκόμενος καὶ βιάζων διὰ τοῦ Κωρυκίου ἄντρου εἰσελθεῖν, καὶ τὸ μὲν ἥμισυ αὐτοῦ εἰσελθόν, τὸ δὲ ἕτερον ἥμισυ τοῦ σώματος ὂν ἔξω καὶ ἔοικε δισακίῳ. τὸ ἀπόσκωμμα γοῦν ἐστι πρός τινα σπουδάζοντα σηκῶσαι δισάκιόν τι ἢ μικρὸν φορτίον ἤτοι ἡμιμέδιμνον· καὶ ζυγομαχῶν μὲν μετὰ τοῦ ἡμιμεδίμνου, μὴ δυνηθεὶς δὲ βαστάσαι αὐτὸ καὶ ἀρεῖν ἐπὶ τοῦ μου, ὅτι ἐστὶν οὗτος ζυγομαχῶν τῷ Κωρύκῳ ὥσπερ ὁ Φιλάμμων. ὅτι δὲ καὶ αἱ κατὰ ἀναλογίαν μεταφοραὶ εἰκόνες εἰσίν, εἴρηται πολλάκις.
[a 14] καὶ αἱ παροιμίαι δὲ μεταφοραί εἰσι μετακομιζόμεναι ἀπὸ [*](f. 67v) ἄλλου εἴδους εἰς ἄλλο εἶδος, οἷον εἴ τις προσεκαλέσατό τινα ἐλπίζων [*]([f. 68v]) βοηθηθῆναι παρ’ αὐτοῦ, βλαβῇ δὲ τοὐναντίον μᾶλλον παρ’ αὐτοῦ· πρὸς γοῦν τὸν τοιοῦτον τὸν βλαβέντα, ἀφ’ οὗ μᾶλλον ᾤετο βοηθηθῆναι, ἁρμόττει εἰπεῖν τὸ [a 16] Καρπάθιος τὸν λαγωόν· ἐν γὰρ τῇ Καρπάθῳ λαγωοὶ οὐκ ἦσαν, εἶτα μετεκόμισαν ἀπὸ τῆς Ἑλλάδος λαγωοὺς εἰς Κάρπαθον, ἵνα τούτους ἐσθίωσι· ζῶντας γὰρ αὐτοὺς μετεκόμισαν, οἱ δὲ πληθυνθέντες ἔφαγον τὰς ἀμπέλους αὐτῶν. ὡς γοῦν οἱ Καρπάθιοι ἐκ τῶν λαγωῶν μᾶλλον ἐβλάβησαν, ἐξ ὧν ἤλπιζον ὠφεληθῆναι, οὕτω καὶ οὗτος ἐβλάβη ἐξ ἐκείνου, ἐξ οὗ ἤλπιζεν ὠφεληθῆναι· ἄμφω γὰρ ἤτοι οἱ Καρπάθιοι καὶ οὗτος ὁ ἐλπίζων ὠφεληθῆναι παρὰ τοῦ προσκληθέντος παρ’ αὐτοῦ ἐβλάβησαν [*](f. 68r) καὶ ἔπαθον τὸ εἰρημένον, οἱ μὲν ἐβλάβησαν παρὰ τῶν λαγωῶν [*]([f. 69r]) φαγόντων τὰς ἀμπέλους αὐτῶν, ὁ δὲ ἐβλάβη παρὰ τοῦ προσκληθέντος παρ’ αὐτοῦ. [a 18] ὅθεν μὲν λέγονται τὰ ἀστεῖα ἤτοι ἐκ τοῦ μὴ ὅ φησι λέγειν καὶ σημαίνειν. εὐδοκιμούσας ὑπερβολὰς λέγει ἢ τὰς ὑπερβολικῶς τι παρεμφαινούσας. [a 20] τὸ ὑπώπιον ἡ βοτάνη ἐστίν, ἦ περιχριόμενοι τὰς παρειάς τινες τῶν ἀνθρώπων φαίνονται ἐρυθροί. πρός τινα γοῦν ὑπω πιασμένον ἤτοι ἐρυθρὸν φαινόμενον ἐκ τοῦ περιχέεσθαι τῷ ὑπωπίῳ ἀπέσκωψέ τις εἰπὼν ᾠήθης δ’ ἂν αὐτὸν εἶναι τάλαρον ἤτοι καλάθιον πλῆρες συκαμίνων ἢ σύκων· ἐρυθρὰ γάρ εἰσι τὰ συκάμινα. τὸ γοῦν εἰπεῖν οὕτως ἦσαν αἱ παρειαὶ αὐτοῦ ἐρυθραί, ὡς δοκεῖν φέρειν τάλαρον συκαμίνων ἐν ταῖς παρειαῖς ὑπερβάλλουσαν ἐρυθρότητα παρεμφαίνει ἡ εἰκὼν αὕτη· πῶς γὰρ ἦν δυνατὸν τοσαύτην ἐρυθρότητα γενέσθαι ἀπὸ τοῦ ὑπωπίου ἐν ταῖς παρειαῖς, ὅσην τὸ πλῆθος τῶν συκαμίνων τῶν ἐν τῷ ταλάρῳ ἔχει; [a 21] ἀλλὰ τὸ πολὺ ἤτοι τὸ ὑπερβάλλον τῆς ἐρυθρότητος, ὃ παρεμφαίνει ἡ εἰκὼν εἶναι ἐν ταῖς παρειαῖς διὰ τῶν συκαμίνων, σφό δρα ἤτοι ὑπερβολικόν ἐστιν. εὗρον δέ, ὅπερ μᾶλλον ἀληθές, σχόλιον ἔν τινι τῶν θριπηδεστάτων βιβλίων τοιοῦτον· τὸ ὑπωπιασμένον σημαίνει ἄνθρωπον ἔχοντα πάθος ὑπώπιον, ὅπερ πέφυκε γίνεσθαι περὶ τοὺς ὀφθαλμοὺς ἀπὸ μώλωπος. [a 18] καὶ διότι αἱ εἰκόνες ἔχουσι τὸ ἡδὺ καὶ ἡδεῖαι δοκοῦσι καὶ ἀστεῖαι, σχεδὸν εἴρηται τὸ αἴτιον. [a 21] ἀλλὰ τὸ πολὺ σφόδρα ἤγουν φαίνεται ὑπερβολικόν. [a 22] τὸ δὲ λέγειν ὥσπερ καὶ τὸ καὶ τό, ἤτοι ἡ παραβολὴ (αὕτη γὰρ ἔχει τὸ ὥς) ἐστὶ διαφέρουσα τῆς μεταφορᾶς κατὰ τὴν λέξιν, διότι ἡ μὲν μεταφορὰ ἄνευ τοῦ ὥς ἐκφέ ρεται, ἡ δὲ παραβολὴ μετὰ τοῦ ὥς· οἷον
ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ Κωρύκῳ,
[*](f. 68r) τοῦτο παραβολή, εἰ δ’ εἴπῃς [a 25] ᾠήθης δ’ ἂν Φιλάμμωνα αὐτὸν [*]([f. 69r]) εἶναι μαχόμενον ἤτοι ζυγομαχοῦντα τῷ Κωρύκῳ, μεταφορά ἐστι· κατὰ τοῦτο γὰρ ἡ μεταφορὰ διαφέρει τῆς παραβολῆς, τῇ προσθήκῃ τοῦ ὥς. καὶ πάλιν, εἰ εἴπῃς
ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖς,
ἐστὶ παραβολή, εἰ δ’ εἴπῃς ὠήθης δ’ ἂν οὐ σκέλη ἀλλὰ σέλινα ἔχειν οὖλα σκέλη, μεταφορά. [a 28] εἰσὶ δὲ αἱ ὑπερβολαὶ μειρα κιώδεις ἤτοι πρέπουσαί εἰσι τοῖς μειρακίοις αἱ ὑπερβάλλουσαι εἰκόνες· διὸ τὰς τοιαύτας τὰς ὑπερβολικὰς εἰκόνας οἱ ὀργιζόμενοι μᾶλλον λέγουσιν ὡς σφοδράς.
[a 31] οὐδ’ εἴ μοι τόσα δοίης, ὅσα ψάμαθός τε κόνις τέ,
ἐκ τοῦ ἰῶτα τοῦ Ὁμήρου· λέγει ὁ Ἀχιλλεύς, ὅτι δίδοται αὐτῷ ἡ θυγάτηρ τοῦ Ἀγανέμνονος μετὰ τῆς Βρισηίδος. [b 11] χρῶνται δέ μάλιστα τούτῳ ἤτοι ταῖς ὑπερβαλλούσαις εἰκόσιν οἱ Ἀττικοὶ ῥήτορες, διὸ πρεσβυτέρῳ λέγειν ἀπρεπές, ἤτοι αἱ ὑπερβάλλουσαι αὗται εἰκόνες οἰκεῖαί εἰσι τοῖς μειρακίοις καὶ τοῖς νέοις ἐνθυμουμένοις, λοιπὸν τοῖς πρεσ βυτέροις εἰσὶν ἀνοίκειοι ὡς μὴ πεφυκόσι θυμοῦσθαι διὰ τὴν ψυχρότητα.

Ὅτι ἄλλη λέξις ἁρμόζει ἑκάστῳ γένει ἤτοι εἴδει τῆς ῥητορι κῆς. γραφικὴν λέξιν οἱ μὲν εἶπον τὴν προσαρμόζουσαν τῷ γραφικῷ λόγῳ ἤτοι τῷ ἱστορικῷ, οἱ δὲ εἶπον γραφικὴν λέξιν τὴν πανηγυρικήν. [b 4] καὶ ἄλλη λέξις ἐστὶν ἡ ἁρμόζουσα τῷ ἀγωνιστικῷ λόγῳ ἤτοι τῷ δικανικῷ, οἱ δὲ ἀγωνιστικὴν λέξιν εἶπον τὴν ὑποκριτικήν. δημηγορικὴ λέξις ἐστὶν ἡ ἁρμόττουσα τῷ δημηγορικῷ ἤτοι τῷ συμβουλευτικῷ λόγῳ. [b 5] ἄμφω δὲ ἤτοι καὶ τὰς ἀγωνιστικὰς λέξεις (διὰ δὲ τῶν ἀγωνιστικῶν ἐδήλωσε καὶ τὰς δημηγορικὰς λέξεις καὶ τὰς δικανικάς) καὶ τὰς γραφικὰς ἤτοι τὰς ἱστορικὰς ἀνάγκη εἰδέναι· τὸ μὲν γὰρ ἤτοι τὸ γινώσκειν καὶ τὰς δημηγορικὰς λέξεις καὶ τὰς δικανικὰς ἔστιν ἀνθρώπου ἐπισταμένου καὶ δυναμένου ἑλληνίζειν ἤτοι παριστᾶν τὰ πράγματα καὶ δηλοῦν τοῖς ἀκροα ταῖς διὰ λέξεων, ἃ ἔχει ἐν τῇ ψυχῇ, τὸ δὲ μὴ ἤτοι τὸ δὲ μὴ εἰδέναι τὰς δικανικὰς λέξεις καὶ συμβουλευτικὰς ποιεῖ τὸν ἄνθρωπον ἀναγκά ζεσθαι σιωπᾶν καὶ μὴ δηλοῦν, ἂν βούληται μεταδοῦναι καὶ δηλῶσαι ἄλλοις, ἃ ἔχει ἐν τῇ ψυχῇ, ἤτοι ἐὰν βούληταί τις παραστῆσαι, ὃ βού

λεται καὶ γνωρίσαι τοῖς ἀκροαταῖς, εἰ μὴ ἔχει λέξεις σημαντικάς, οὗ [*](f. 68v) βούλεται δηλῶσαι, οὐδὲ δύναται τοῦτο ἐκφράσαι, σιωπᾷ καὶ ἄκων· [b 7] [*]([f. 69v]) ὅπερ πάσχουσιν οἱ μὴ δυνάμενοι γράφειν ἤτοι οἱ χωρικοί· θέλουσι μὲν εἰπεῖν τι, διὰ δὲ τὸ μὴ δύνασθαι τοῦτο δηλῶσαι καὶ ἐκφράσαι σιωπῶσιν. ἔστι δὲ λέξις γραφικὴ ἤτοι ἱστορικὴ ἡ ἀκριβεστάτη ἤτοι ἡ ἀκριβῶς παριστῶσα τὸ πρᾶγμα· ὁ γὰρ ἱστορικὸς τοῦτο σπουδάζει τὸ δηλῶσαι τὸ πρᾶγμα ὡς ἔχει. [b 9] ἀγωνιστικὴ δέ ἐστιν ἤτοι δικανικὴ καὶ συμβουλευτικὴ ἡ ὑποκριτική· ὁ γὰρ δικαζόμενος ὑποκρίνεται καὶ ὀργὴν καὶ φόβον, καὶ ὑποκρίνεται μὲν καὶ τὸ πρόσωπον τοῦ ἔχοντος τὸ πρᾶγμα καὶ τοιαῦτα παρεισάγει, οἷα εἰκὸς λέγειν καὶ πράττειν αὐτόν· δικανικοὶ γὰρ ἐλέγοντο οἱ ῥήτορες, οἳ καὶ συνηγόρουν. ἡ μὲν γὰρ ἠθική ἐστιν ἤτοι ὑποκρινομένη τὸ ἦθος ἤτοι τὸ φαίνεσθαι, ὡς ἐνδιαθέτως λέγει, ὅπερ ποιεῖ τὸν ἀληθινὸν καὶ ἐνδιάθετον λόγον, ἡ δέ ἐστι παθητικὴ ἤτοι ὑποκρινο μένη πάθος ἤτοι ὀργήν, φόβον, λύπην καὶ τὰ τοιαῦτα. [b 10] διὸ καὶ ἀπὸ τῶν ποιητῶν οἱ ὑποκριταὶ ὡς ὁ Σοφοκλῆς καὶ ὁ Εὐριπίδης τὰ τοιαῦτα δράματα ἀποδέχονται ὑποκρίνεσθαι, ἃ πάθη ἔχουσιν, ἵνα ταῦτα ὑποκρίνωνται καὶ μιμῶνται, καὶ οἱ ποιηταὶ τοὺς τοιούτους ἀποδέχονται λόγους ἤτοι τοὺς παρεμφαίνοντας πάθη. ταύτης δὲ τῆς ὑποκριτικῆς εἴδη δύο. [b 12] οἱ δὲ ἀναγνωστικοὶ ἤτοι οἱ ἐπιτήδειοι εἰς τὸ ἀναγινώσκειν βαστάζονται καὶ ὑπομένονται παρὰ τῶν ἀκροατῶν καὶ οὐχὶ φορτικοὺς ἡγοῦνται αὐτούς. οὗτοι δέ εἰσιν ἐπιτήδειοι εἰς τὸ ἀναγινώσκειν οἱ ἀπο μιμούμενοι τὰ πρόσωπα καὶ τὰ πράγματα ἐν τῷ ἀναγινώσκειν, καὶ εἰ μὲν τὸ πρόσωπόν ἐστι τυραννικὸν καὶ θυμούμενον, καὶ αὐτὸς ἀφίησι φωνὴν ἀγρίαν, εἰ δὲ ταπεινόν ἐστι τὸ πρόσωπον, καὶ ἡ φωνὴ αὐτοῦ ἐστιν ὑφει μένη· ὥσπερ ποιοῦσι καὶ οἱ τὰς μεταφράσεις ἀναγινώσκοντες ἐν τῇ ἁγίᾳ σορῷ. τοὺς γοῦν οὕτως ἀναγινώσκοντας τοὺς λόγους ἤτοι ὑποκριτικῶς καὶ μιμητικῶς ἀποδέχονται οἱ ἀκροαταί. [b 13] ὁ Χαιρήμων κωμικὸς ἦν ποιητής· καὶ γὰρ οὗτος ἀκριβὴς ἦν λογογράφος ὡς ἄριστα ὑποκρινό μενος. καὶ ἀπὸ τῶν διθυραμβοποιῶν ἀκριβὴς ἦν λογογράφος ὁ Λικύ μνιος. [b 14] καὶ οἱ λόγοι τῶν γραφικῶν ἤτοι ἱστορικῶν παραβαλλό μενοι καὶ συγκρινόμενοι πρὸς τοὺς ἀγῶνας ἤτοι τοὺς δικανικοὺς καὶ ἀγωνιστικοὺς λόγους φαίνονται στενοί· οἱ γὰρ ἀγωνιστικοὶ λόγοι ἔχουσιν ἐπιχειρήματα ἐργασίας ἐνθυμήματα καί εἰσιν ἐγκατάσκευοι, οἱ δὲ ἱστορικοὶ οὐδὲν τούτων ἔχουσιν, ἀλλὰ μόνον παραστῆσαι τὸ πρᾶγμα πειρῶνται δι’ οἰκείων τῷ πράγματι λέξεων. ἢ καὶ οὕτως· οἱ δὲ λόγοι τῶν γραφικῶν ἤτοι πανηγυρικῶν ὅσον πρὸς τοὺς ἀγῶνας ἤτοι συμβουλευτικοὺς καὶ δικα νικοὺς στενοί εἰσιν, οἱ δὲ λόγοι τῶν ῥητόρων ἤτοι οἱ δὲ λόγοι οἱ ἀγω
νιστικοὶ ἤτοι οἱ δικανικοὶ καὶ οἱ συμβουλευτικοὶ εὖ μὲν λεχθέντες ἤτοι [*](f. 68v) μετὰ ὑποκρίσεως ἀναγνωσθέντες ἤτοι, εἰ ὁ ἀναγινώσκων αὐτοὺς ἀναγινώσκει [*]([f. 69v]) μετὰ ὑποκρίσεως, φαίνονται καὶ ἐπαινετοὶ καὶ μεγάλοι, εἰ δέ τις ἐν χερσὶν ἤτοι καθ’ ἑαυτὸν ἀναγνώσει καὶ ἄνευ ὑποκρίσεως, καὶ ἰδιωτικοὶ καὶ ἀφελεῖς φαίνονται καὶ μικροί. ὥστε τὸ στομφάζειν ἐν τῇ ἀναγνώσει καὶ ὑποκρίνεσθαι μεγάλα συντείνει εἰς τὸ φανῆναι τὸν λόγον ἔνδοξον. βαστά ζονται καὶ ὑπομένονται ὑπὸ τῶν ἀκροατῶν ἐν τῇ ἀναγνώσει οἱ ἀγωνιστικοί· οἱ γὰρ ἀκροαταὶ προσέχουσι τοῖς λόγοις τοῖς ἔχουσιν ὑποκρίσεις μέχρι τέλους καὶ ὑπομένουσιν αὐτούς, τοὺς δὲ ἀναγνώστας τῶν λόγων τῶν μὴ ἐχόντων ὑποκρίσεις οὐδαμῶς ἀποδέχονται. [b 16] αἴτιον δέ ἐστι τοῦ φαίνεσθαι τὸν ἀγωνιστικὸν λόγον ἰδιωτικὸν καὶ στενὸν ἐκ τοῦ ἀναγινώ σκεσθαι ἄνευ ὑποκρίσεως, διότι ἐν τῷ ἀγῶνι ἤτοι ἐν τῷ ἀγωνιστικῷ λόγῳ ἁρμόζει ἡ ὑπόκρισις ἤτοι τὸ μετὰ ὑποκρίσεως ἀναγινώσκειν· οὕτω γὰρ δόξει μᾶλλον ἐπαινετὸς καὶ ἔνδοξος ὁ λόγος. [b 17] τὰ ὑποκριτικὰ οἷον τὰ δράματα καὶ ἁπλῶς πᾶς λόγος ὑποκριτικὸς τοῦτο ἔχει ἀρετὴν τὸ ἀνα γινώσκεσθαι μετὰ ὑποκρίσεως καὶ μιμήσεως, εἰ δὲ ἀναγινώσκει τις αὐτὰ ἄνευ ὑποκρίσεως, φαίνονται εὐήθη ἤτοι μωρὰ καὶ ἀνήδυντα, διότι οὐ ποιοῦσι τὸ ἔργον αὐτῶν· ἔργον γὰρ αὐτῶν ἐστι τὸ παρεισάγεσθαι παρὰ τῶν ὑποκρινομένων τὰ ὑποκρινόμενα πρόσωπά τε καὶ πράγματα, ὡς οἱ θυμελικοὶ παρεισάγουσι τὸν Ἀχιλλέα καὶ τὸν Πρίαμον. [b 19] ἐν μὲν [*](f. 69r) τῇ γραφικῇ ἤτοι ἱστορικῇ γραφῇ ἀποπέμπονται τὸ λέγειν ἀσυνδέτως καὶ [*]([f. 70r]) τὸ πολλάκις λέγειν τὸ αὐτό. εὗρον δὲ σχόλιον οὕτως· ἐν δὲ τῇ γρα φικῇ τῇ μὴ ἐχούσῃ ὑπόκρισιν, ἐν δὲ τῇ ἀποδεικτικῇ ἤτοι τῇ ἀγωνι στικῇ ἤτοι τῇ δικανικῇ γραφῇ καὶ συμβουλευτικῇ οὐκ ἀποπέμπεται τό τε ἀσυνδέτως λέγειν καὶ τὸ πολλάκις λέγειν τὸ αὐτό· οἱ γὰρ ἀγωνιστικῶς καὶ ἀποδεικτικῶς τι λέγοντες διὰ συντομίαν ἀσυνδέτως λέγειν εἰώθασιν· ἀλλὰ καὶ πολλάκις λέγουσι τὸ αὐτό, ὡς ἂν ἔναυλα τὰ ἐπιχειρήματα ὧσι τοῖς ἀκροαταῖς καὶ ὡς ἂν ἀκριβῶς παραστήσωσι τὸ πρᾶγμα καὶ δόξωσιν ἰσχυρὸν εἶναι τὸ ἐπιχείρημα καὶ θαρρεῖν, ἐπὶ τούτῳ χρῶνται τῷ αὐτῷ πολλάκις, ᾧτινι (τῷ πολλάκις λέγειν τὰ αὐτά) πάντες οἱ ῥήτορες κέχρηνται. [b 21] ἔστι γὰρ ὑποκριτικὸν τὸ τὸ αὐτὸ πολλάκις λέγειν καὶ τὰ ἀσύνδετα· εἰ δὲ πολλάκις δεῖ λέγειν τὸ αὐτό, ἀλλ’ οὖν οὐ δεῖ αὐτὸ ἀπαραλλάκτως λέγειν, ἀλλ’ ἀνάγκη ἐστὶ μεταβάλλειν καὶ ἀλλοιοῦν, ὡς δοκεῖν τοῖς ἀκροαταῖς
ἄλλο καὶ ἄλλο· ὅπερ τοῦτο τὸ πολλάκις τὸ αὐτὸ † πλὴν ἐν τῷ μεταβάλλειν [*](f. 69r) καὶ ἀλλοιοῦν ὁδοποιεῖ καὶ συντείνει τῷ ὑποκρίνεσθαι ἤτοι τῇ [*]([f. 70r]) ὑποκρίσει τοῖς ῥήτορσιν. [b 23] οὗτός ἐστιν ὁ κλέψας ὑμῶν, οὗτός ἐστιν ὁ ἐξαπατήσας, οὗτος ὁ τὸ ἔσχατον προδοῦναι ἐπιχειρήσας. ἰδοὺ μετέβαλε· πῂ μὲν γὰρ κλέψας εἰπών, πῂ δὲ ἐξαπατήσας. ἀλλὰ καὶ ἀσύνδετόν ἐστι. [b 26] κωμικὸν δρᾶμά ἐστιν ἡ Γεροντομανία. ὅτε λέγει ὁ Ῥαδάμανθυς. πολλάκις λέγεται τὸ Ραδάμανθυς καὶ τὸ Παλα μήδης. καὶ τὸ ἐγώ πολλάκις λέγει ἐν τῷ προλόγῳ τῶν Εὐσεβῶν· τοῦ αὐτοῦ Ἀναξανδρίδου πάλιν ἕτερον δρᾶμα λεγόμενον τῶν Εὐσεβῶν. [b 27] ἐὰν γάρ τις τὰ τοιαῦτα ὑποκρίνηται ἤτοι τὸ ἀσυνδέτως λέγειν, γίνεται ὁ τὴν δοκὸν φέρων ἤτοι φορτικός. ὁμοίως καὶ εἰ πολλάκις τὸ αὐτὸ λέγειν ὑποκρίνεται, γίνεται φορτικός. ἢ καὶ οὕτως· εἴ τις λέγει μετὰ συνδέσμου, οἷον οὗτός ἐστιν ὁ κλέψας καὶ ἐξαπατήσας καὶ συλήσας καὶ προδούς, καὶ ἁπλῶς πολλὰ συμπλέξει τῷ συνδέσμῳ, ὡς δοκεῖν ἕνα εἶναι τὸν λόγον διὰ τοῦ συνδέσμου, ἔοικεν ἀνθρώπῳ φέροντι δοκὸν καὶ διὰ τοῦτο δυσχεραίνοντι· ῥᾴδιον δέ ἐστι κατακόψαι τὴν δοκόν· οὕτω γὰρ ῥᾳδίως βαστάσει αὐτὴν εἰς μικρὰ κατακερματίσας· καὶ τὸν ῥήτορα δεῖ κατακερματίζειν τὸν λόγον ἐν τῷ ἀσυνδέτως λέγειν καὶ μὴ συνδέειν τοῖς συνδέσμοις τὸν λόγον καὶ ἐπιμήκη ποιεῖν. [b 29] ὑποκριτικόν ἐστι καὶ τὸ ἀσύνδετα λέγειν, οἷον ἦλθον, ἀπήντησα, ἐδεόμην. καὶ εἰ τὸ αὐτὸ λέγεις, ἀλλ’ οὖν σε δεῖ ὑποκρίνεσθαι, ὡς δοκεῖν λέγειν πολλὰ καὶ μὴ τῷ αὐτῷ τόνῳ καὶ ἤθει τῆς φωνῆς πάντα λέγειν, ἀλλὰ τὰ μὲν λέγειν μεγάλῃ τῇ φωνῇ, τὰ δὲ μικρᾷ, καὶ τὰ μὲν μετὰ ἤθους τοιοῦδε λέγειν ἤτοι ὀργίλως, τὰ δὲ μετὰ ἤθους ταπεινοῦ καὶ πράου· οὕτω γὰρ δόξεις μὴ ἐν λέγειν ἀλλ’ ἄλλα καὶ ἄλλα, εἴ γε μὴ τῇ αὐτῇ φωνῇ καὶ μιᾷ πάντα λέγεις καὶ μὴ τῷ αὐτῷ ἤθει καὶ μὴ ἐν ἴσῳ τόνῳ καὶ διαστήματι τῆς ψυχῆς. [b 31] τὰ ἀσύνδετα ἔχουσι τὸ ἴδιον. τὸ δοκεῖν λέγειν ἐν ἴσῳ χρόνῳ ἤτοι ἐν τῷ αὐτῷ χρόνῳ καὶ ἐν τῷ αὐτῷ διαστήματι τοῦ χρόνου δόξαι πολλὰ εἰπεῖν· τὰ γὰρ πολλὰ συνδεόμενα τῷ καί συνδέσμῳ δοκοῦσιν ἓν εἶναι διὰ τὸν σύνδεσμον, οἷον Σωκράτης φιλοσοφεῖ καὶ Πλάτων διαλέγεται καὶ Ἀριστοτέλης περιπατεῖ· κἂν γὰρ πολλά εἰσιν, ἀλλ’ οὖν δοκεῖ ῥηθῆναι ἐν διὰ τὸν καί σύνδεσμον· [b 33] ὥστε ἐὰν ἐξαιρεθῇ ὁ καί, πάλιν τὸ δοκοῦν ἐν πολλὰ τῇ ἀληθείᾳ γίνεται, οἷον Σωκράτης
φιλοσοφεῖ, Πλάτων διαλέγεται. ἔχει γοῦν ὁ λόγος αὔξησιν καὶ μηκύνεται [*](f. 69r ) ἐπὶ πολύ, εἰ ἀσυνδέτως ἐκφέρεται, οἷον ἦλθον, ἱκέτευσα [*]([f. 70r]) πολλά· δοκεῖ ὑπεριδεῖν, ὅσα εἶπον. [1404a 2] τοῦτο τὸ ἀσύνδετον βούλεται ποιεῖν καὶ ὁ Ὅμηρος ἐν τῷ καταλόγῳ τῆς Βοιωτίας, οἷον
Νιρεὺς Αἰσύμνθεν αὖ τρεῖς νῆας ἐίσας, Νιρεύς Ἀγλαΐης υἱος Χαρόποιό τ᾽ ἄνακτος, Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν·
ἅμα δὲ καὶ πολλάκις λέγει τὸ αὐτό, πλὴν ἄλλως καὶ ἄλλως· ὅλα γὰρ τὸν Νιρέα δηλοῦσι· [a 3] τὸ γὰρ πρᾶγμα, περὶ οὖ πολλὰ εἴρηται, ἀνάγκη καὶ πολλάκις ῥηθῆναι· εἰ δὲ πολλάκις εἴρηται, καὶ πολλὰ πράγματα δοκοῦσιν εἶναι· ὥστε ἅπαξ μνησθεὶς τοῦ Νιρέως καὶ εἰπὼν Νιρεὺς [*](f. 69v) Αἰσύμηθεν ηὔξησε τὸν λόγον ἤτοι πολλάκις εἶπε τὸ Νιρεύς διὰ τὸν [*]([f. 70v]) παραλογισμὸν ἤτοι διὰ τὸ ἀπατῆσαι τοὺς ἀκροατὰς καὶ δόξαι πολλὰ πράγματα εἰπεῖν ἀπὸ τοῦ πολλάκις εἰπεῖν τὸ Νιρεύς· καὶ μνήμην πε ποίηκε τοῖς ἀκροαταῖς ἐκ τοῦ πολλάκις εἰπεῖν τὸ Νιρεύς, οὐδαμῶς ποιησάμενος λόγον ὕστερον αὐτοῦ ἤτοι οὐδαμοῦ ἄλλον λόγον ποιήσας παρὰ τὸν λεγόμενον περὶ τοῦ Νιρέως οὐδὲ ἄλλο τι πρᾶγμα παρεμφαίνων ἢ αὐτὸν τὸν Νιρέα, κἂν δοκῇ ἄλλα καὶ ἄλλα λέγειν ἐκ τοῦ πολλάκις λέγειν τὸ αὐτὸ δι’ ἄλλων καὶ ἄλλων λέξεων. [a 7] ἡ μὲν οὖν δημηγορικὴ λέξις, τουτέστιν ἡ συμβουλευτική, ἔοικε τῇ σκιαγραφίᾳ, τουτέστι τῇ ζωγραφίᾳ. καὶ ὁ μὲν ἅγιος Βασίλειος λέγει μὴ εἶναι δυνατὸν ἄλλως τινὰ διαγνῶναι, εἰ πρὸς τὸ πρωτότυπον ἄκρως ἐξεικονίσθησαν τὰ ἐζωγραφημένα, εἰ μὴ τῆς ζωγραφίας ὁ θεατὴς ἀποστῇ, καὶ ὁ Εὐριπίδης· πορρω τέρω γὰρ εἰ σταίη, μᾶλλον διαγνοίη, κατὰ τί ἔσφαλται ὁ ζωγράφος· ὁ δὲ Ἀριστοτέλης λέγει τὸν πόρρω ἱστάμενον τῆς ζωγραφίας πλανᾶσθαι μᾶλλον καὶ μὴ δύνασθαι διακρίνειν διὰ τὴν ἀπόστασιν τὴν τοῦ ζωγράφου κακοτε ὡς γοῦν ὁ πόρρω τῆς ζωγραφίας ἱστάμενος πλανᾶται καὶ οὐ δύναται διακρῖναι τὰ τοῦ ζωγράφου σφάλματα, οὕτω καὶ ἐπὶ τοῦ συμβουλευτικοῦ λόγου, ὅσῳ πλείων ἐστὶν ὁ ὄχλος ὁ ἀκροώμενος, τοσούτῳ πόρρω τοῦ λόγου ἵστανται καὶ οὐ δύνανται διακρῖναι, κατὰ τί ἐσφάλη ὁ δημηγορῶν
χυδαῖος γὰρ ὁ ὄχλος καὶ ἡ ἀγροικία πολλή· καὶ ἐπειδὴ ὁ δημηγορῶν [*](f. 69v) ἤτοι ὁ συμβουλεύων χυδαῖον ὄχλον ἔχει ἀκροατάς, περίεργόν ἐστι τὸ [*]([f. 70v]) χρῆσθαι λέξεσιν ἀκριβέσι· [a 9] τὰ γὰρ ἀκριβῆ φαίνονται χείρω ἐν ἀμφοτέροις ἤγουν καὶ τῷ ὄχλῳ καὶ τῷ ἀκροατῇ τοῦ δημηγορικοῦ λόγου καὶ τῷ ἱσταμένῳ πόρρω καὶ βλέποντι ἱστορίαν τινά· ὡς γὰρ ὁ πόρρω ἱστάμενος οὐ δύναται κρῖναι, εἰ καλῶς ὁ ζωγράφος τὸ ἀρχέτυπον ἐμιμή σατο καὶ πρὸς ἀκρίβειαν, οὕτως οὐδὲ ὁ ὄχλος δύναται κρῖναι, εἰ ἀκριβέσι λέξεσι καὶ τεχνικαῖς καὶ παραστατικαῖς τοῦ πράγματος ἐχρήσατο ὁ δημη γορῶν, ἅτε πόρρω τῆς τέχνης ἱστάμενος. ἡ δὲ δίκη ἤγουν ἐν τῷ δικα νικῷ λόγῳ ἀκριβεστέραις δεῖ χρᾶσθαι ταῖς λέξεσιν, διότι σοφοὺς ἔχομεν τοὺς δικαστὰς καὶ τοὺς ἀκροατάς, οἱ δὲ σοφοὶ ἐγγὺς τῆς τέχνης εἰσὶ καὶ οὐ πόρρω ἱστάμενοι. [a 11] ἔτι δὲ δεῖ μᾶλλον ἀκριβεστέραις χρᾶσθαι ταῖς λέξεσι καὶ τεχνικαῖς, εἰ πρὸς ἕνα κριτὴν ἀφορῶμεν καὶ δικαζόμεθα παρ’ αὐτοῦ· σπάνια γὰρ τὰ καλά, καὶ σοφὸν ἕνα εὑρεῖν οὐ ῥᾴδιον· καὶ γὰρ τὸ ἂν ἐλάχιστόν ἐστιν ἐν ῥητορικοῖς. εἰ γοῦν ὀλίγοι εἰσὶν οἱ ἀκροαταί, εἴτε καὶ εἷς, ὡς ἐπὶ τοῦ δικανικοῦ λόγου, εὐσύνοπτον καὶ εὐδιάκριτον γίνεται ἤτοι μᾶλλον δύναται ὁ εἷς κριτὴς εἴτε καὶ οἱ ὀλίγοι κρῖναι, ὅτι ἥδε μὲν ἡ λέξις οἰκεία τοῦ πράγματος, ἥδε δὲ ἀλλοτρία· καὶ διὰ τοῦτο ἐν τοῖς δικανικοῖς λόγοις τεχνικαῖς καὶ ἀκριβέσι χρηστέον ταῖς λέξεσιν. [a 13] ἔνθα δὲ καὶ εἷς ἐστιν ὁ κρίνων, ὁ ἀγὼν καὶ ἡ ἔρις ἄπεστι καὶ ἡ κρίσις καθαρὰ γίνεται· εἰ γὰρ πολλοί εἰσιν οἱ κριταί, συμβαίνει πολλάκις αὐτοὺς διχογνωμεῖν καὶ ἀντιπίπτειν ἀλλήλοις διὰ τὸ τοὺς μὲν τῷδε μέρει προσκεῖσθαι τοὺς δὲ τῷδε κἀντεῦθεν οὐ καθαρὰ ἡ κρίσις γίνεται. [a 15] ἔνθα δὲ δεῖ ὑποκρίσεως, ἐκεῖ ἡ ἀκρίβεια ἄπεστι καὶ ἡ τέχνη, χρεία δὲ μᾶλλον φωνῆς μεγάλης καὶ ποικίλης, ἵνα πῂ μὲν ὑποκρίνηται τὰς τυραννικὰς φωνάς, πῂ δὲ τὰς γυναικείας, πῂ δὲ τὰς ἀνει μένας, ὡς ἔστιν ἰδεῖν ὑποκρινομένους τοὺς ἐν τῇ ἁγίᾳ σορῷ ἀναγινώ σκοντας. [a 16] τοῦτο δὲ τὸ ὑποκρίνεσθαι θεωρεῖται ἐν τοῖς ἔχουσι φωνὴν μεγάλην καὶ ποικίλην. ἢ οἱ ἐπιδεικτικοὶ οὐ φροντίζουσι τοῦ ἀσύν δετα λέγειν ἢ τοῦ πολλάκις λέγειν τὸ αὐτό, ἀλλὰ κάλλους. ἡ μὲν ἐπι δεικτικὴ λέξις ἐστὶ γραφικωτάτη ἤτοι ἁπλῆ καὶ μὴ ἔχουσα τὸ ἀκριβές. τὸ γὰρ ἔργον αὐτῆς ἐστιν ἀνάγνωσις ἤτοι τὸ στομφαστικῶς
ἀναγινώσκεσθαι. [a 18] δευτέρα δὲ ἡ δικανικὴ ἤτοι ἡ κατὰ ἀκρίβειαν [*](f. 69v) δεύτερα μέτρα ἔχουσα, ἡ ὀγκηρά. περίεργον δέ ἐστι τὸ προσδιαιρεῖσθαι [*]([f. 70v]) καὶ προσδιορίζεσθαι, ὅτι δεῖ εἶναι τὴν λέξιν ἡδεῖαν καὶ [*](f. 70r) μεγαλοπρεπῆ, ὡς τινὲς ἔλεγον, ἢ τὸ λέγειν δεῖ εἶναι τὴν λέξιν [*]([f. 71r]) σώφρονα καὶ ἐλευθέριον καὶ πᾶσαν ἠθικὴν ἀρετὴν προσαρμόσαι τῇ δικανικῇ λέξει ὡς λέγειν εἶναι λέξιν καὶ δικαιοσύνην καὶ φρόνησιν· ταῦτα λέγει ἐπεγγελῶν τοῖς λέγουσι λέξιν εἶναι σώφρονα καὶ ἐλευθέριον καὶ μεγα λοπρεπῆ. [a 21] ποιήσει δὲ μᾶλλον τὴν λέξιν ἡδεῖαν τὰ εἰρημένα ἤτοι τὸ χρῆσθαι μεταφοραῖς οἰκείαις καὶ εἰκόσιν ἀστείαις καὶ ποιεῖν τὴν λέξιν εὐμάθειαν καὶ γνῶσιν τοῖς ἀκροαταῖς· οὐ γὰρ δεῖ μόνον εἶναι τὴν λέξιν σαφῆ ἀλλὰ καὶ πρέπουσαν ἤτοι ἀπόκροτον καὶ ἐξαίρουσαν τὸ ταπεινὸν τοῦ λόγου. [a 24] ἄν τε γάρ τις ἀδολεσχῇ ἤτοι πολυλογῇ, ἀσάφειαν ἐκ τῆς πολυλογίας ποιεῖ. ἀλλὰ καὶ εἰ σύντομος ὁ λόγος ἐστί, καὶ οὕτως ἀσάφεια γίνεται· ἴσως γὰρ τὸ νόημα δεῖται πλατυσμοῦ πρὸς τὸ σαφηνισθῆναι, εἰ δέ τις στενῶς ἀπαγγείλῃ αὐτό, ἀσαφὲς ἔτι μένει τὸ νόημα. [a 25] ἀλλὰ τὸ μέσον ἁρμόττει ἤτοι τὸ μήτε πολυλογεῖν μήτε βραχυλογεῖν. καὶ τὰ εἰρημένα ἤτοι αἱ μεταφοραὶ καὶ αἱ εἰκόνες ποιοῦσι τὴν λέξιν ἡδεῖαν, εἴ γέ τις εὖ ἀναμίξει καὶ ἀνακεράσει τὸ εἰωθὸς ἤτοι τὴν κοινὴν λέξιν καὶ τὴν ξενικὴν ἤτοι τὴν ποιητικὴν [τὴν] διάλεκτον. [a 27] ῥυθμός ἐστι τὸ ἐκ τούτων ἀποτελούμενον. καὶ τὸ πιθανὸν ἀναφέρεται ἐκ τοῦ πρέποντος· πρέπον δέ ἐστι τὸ λέγειν λέξεις καταλ λήλας τοῖς ὑποκειμένοις προσώποις· ἄλλαι γὰρ λέξεις εἰσὶ πρέπουσαι καὶ ἁρμόττουσαι τῷ στρατιώτῃ καὶ ἄλλαι τῷ σοφῷ καὶ ἄλλαι ταῖς γυναιξί· καὶ οὕτω δόξεις πιθανὸς καὶ ἀληθινὸς ἐκ τοῦ λέγειν λέξεις πρεπούσας καὶ καταλλήλας τοῖς ὑποκειμένοις προσώποις. [a 28] καὶ κοινῇ περὶ πάν των, ἤτοι ποῖαι λέξεις εἰσὶ κοινῶς ἁρμόττουσαι καὶ τῷ δικανικῷ καὶ τῷ πανηγυρικῷ καὶ τῷ συμβουλευτικῷ, καὶ εἴπομεν, τίνες λέξεις ἰδίως ἁρμότ τουσαι ἑκάστῳ γένει ἤτοι εἴδει ἤτοι τίνες εἰσὶν ἁρμόττουσαι τῷ δικανικῷ καὶ τίνες τῷ συμβουλευτικῷ καὶ τίνες τῷ πανηγυρικῷ ἁρμόττουσι. [a 29] λοιπὸν δεῖ εἰπεῖν περὶ τῆς τάξεως τῶν ἐπιχειρημάτων, ποῖα δεῖ πρῶτον τάττεσθαι, καὶ περὶ τῆς τάξεως τῶν μερῶν τοῦ λόγου ἤτοι προοιμίου, διη γήσεως, ἀγῶνος.

Τὸ πρᾶγμα, ὃ αἱ ἀποδείξεις ἀποδεικνύουσι καὶ οὗ χάριν τὰς ἀποδείξεις κομίζομεν (πρὸς γὰρ ἀπόδειξιν τοῦ πράγματος, οἷον ὅτι ὁ δεῖνα

ἱερόσυλος ἢ κλέπτης, τὰς ἀποδείξεις φέρομεν), καὶ τὸ ἀποδεῖξαι ἤτοι [*](f. 70r) αἱ ἀποδείξεις. διό, εἰ εἴπωμεν τὸ πρᾶγμα, ὅτι ὁ δεῖνα κλέπτης, οὐκ ἀποδείξομεν [*]([f. 71r]) δέ, ἢ εἰ ἀποδείξομεν καὶ φέρομεν ἀποδείξεις μὴ προειπόντες τὸ πρᾶγμα, οὗ χάριν καὶ τὰς ἀποδείξεις ἐλάβομεν, ἀδύνατόν ἐστιν· ὥστε δεῖ πρῶτον τὸ πρᾶγμα εἰπεῖν, εἶτα καὶ τὰς ἀποδείξεις κομίσαι. [a 33] καὶ ὁ προλέγων τὸ πρᾶγμα ἕνεκα τοῦ ἀποδεῖξαι τὸ πρᾶγμα προλέγει. τούτων δὲ τὸ μέν ἐστι πρόθεσις ἤτοι πρόβλημα, περὶ οὗ αἱ ἀποδείξεις, τὸ δὲ πίστις ἤτοι ἀπόδειξις. οὕτω μὲν δεῖ διαιρεῖν τὸν λόγον εἴς τε τὸ πρό βλημα καὶ εἰς τὰς ἀποδείξεις· [a 36] νῦν δὲ γελοίως διαιροῦσιν οἱ διαιροῦντες τὸν λόγον εἰς προοίμια, διηγήσεις, ἀγῶνας καὶ ἐπιλόγους, καὶ τὰς διηγήσεις εἰς προδιηγήσεις καὶ ἐπιδιηγήσεις. κακίζει γοῦν τοὺς οὕτω διαιροῦντας τὸν λόγον εἰς προοίμια, διηγήσεις καὶ ἀγῶνας· ἡ γὰρ διήγη σις μόνῳ ἁρμόζει τῷ δικανικῷ· ὁ γὰρ δικανίζων καὶ δικαζόμενος ἀνάγ κην ἔχει διηγήσασθαι τὸ πρᾶγμα, οὗ χάριν καὶ τὰς ἀποδείξεις λαμβάνει, ὁ δὲ πανηγυρίζων καὶ ὁ δημηγορῶν ἤτοι ὁ συμβουλευόμενος οὐκ ἔχει ἀνάγκην χρήσασθαι τῇ διηγήσει. [a 38] ἢ πῶς ἐνδέχεται εἶναι τὰ πρὸς ἀντίδικον ἤτοι ἀγῶνας· τὰ γὰρ λεγόμενα πρὸς τὸν ἀντίδικον ἀγῶ νές εἰσιν. οὔτε γοῦν δεῖ χρᾶσθαι τὸν πανηγυρικὸν τοῖς ἀγῶσιν ἢ τὸν συμβουλευτικόν, ἀλλ’ οὐδὲ ἐπιλόγῳ χρᾶσθαι δεῖ αὐτούς· ἅτινα ἤγουν ἡ διήγησις καὶ οἱ ἀγῶνες τῶν ἀποδεικτικῶν ἤτοι τῶν δικανικῶν εἰσιν.[b 2] ἀντιπαραβολὴ ἤτοι σύγκρισις. τινὲς δὲ λέγουσιν· οἱ ἀγῶνες, ἃ ἀπόδειξις, ἐπάνοδος ἤτοι ἐπανάληψις, ἐπαναφορά, ἐπανακεφαλαίωσις ἤγουν ὁ ἐπίλογος, ἐν ταῖς δημηγορίαις τότε γίνονται, ὅταν ἀντι λογία ἦ ἤτοι ἀμφιβολία καὶ ἔχωμεν τοὺς ἀντιλέγοντας ἡμῖν ὅταν δὲ οὐδεμία ἀντιλογία ἦ καὶ ἀμφιβολία, οἷς ὁ δημηγορῶν λέγει, ποίαν [*](f. 70v) χρείαν ἔχομεν τῶν ἀγώνων καὶ τῶν προοιμίων καὶ τῶν ἀντιπαραβολῶν [*]([f. 71v]) καὶ ἐπανόδων; περὶ γὰρ ὁμολογουμένων πραγμάτων λέγει ὁ δημηγορῶν ὁμοίως δὲ καὶ ὁ πανηγυρίζων, καὶ διὰ τοῦτο οὐδὲ ὁ πανηγυρίζων ἔχει χρείαν διηγήσασθαι καὶ ἀγῶνας ποιῆσαι καὶ ἀντιπαραβολὰς καὶ ἐπανόδους. ἐπεὶ δὲ ἐπὶ τῶν δικανικῶν ἀγνοοῦνται τὰ πράγματα, περὶ ὧν ὁ λόγος, καὶ ἀμφιβάλλονται, ἔχομεν διὰ τοῦτο χρείαν τῆς διηγήσεως, ἵνα παραστή σωμεν ταῦτα τοῖς ἀκροαταῖς· καὶ ἔχομεν χρείαν καὶ τῶν ἀγώνων, ἵνα ἀποδείξωμεν τὰ ἀμφιβαλλόμενα. [b 3] καὶ γὰρ ἡ κατηγορία καὶ ἡ ἀπολογία ἤτοι ὁ δικανικὸς πολλάκις ἤτοι ἀεὶ χρᾶται ἀντιπαραβολῇ, διότι περὶ ἀνομολογουμένων λέγει. ἀλλ’ ὁ ἐπίλογος ἤτοι ἀλλὰ ἡ συμ βουλὴ ἐν τόπῳ τοῦ ἐπιλόγου τίθεται· ὡς γὰρ ἐν τῷ ἐπιλόγῳ οὔτε διηγούμεθα
οὔτε ἀγωνιζόμεθα οὔτε ἀντιπαραβάλλομεν (ἔστι γὰρ ἡ συμβουλὴ οἷον [*](f. 70v) ἐπίλογος), ἔτι οὐδὲ παντὸς δικανικοῦ λόγου ἐστὶν ἐπίλογος· [b 5] [*]([f. 71v]) ἐὰν γὰρ μικρὸς ὁ λόγος ἦ ὁ δικανικός, οὐ δεόμεθα τῆς ἐπανόδου ἤτοι τοῦ ἐπιλόγου καὶ τῆς ἐπανακεφαλαιώσεως διὰ τὸ εὐμνημόνευτον εἶναι· ἢ ἐάν ἐστι τὸ πρᾶγμα εὐμνημόνευτον, οὐ δεόμεθα τοῦ ἐπιλόγου· εἰ γὰρ εὐμνημόνευτος ὁ λόγος ἐστί, συμβαίνει ἀφαιρεῖσθαι καὶ ἀπὸ τοῦ μή κους καὶ σμικρύνειν τὸν λόγον. [b 2] ἐπάνοδός ἐστιν ὁ ἐπίλογος. [b 7] ἀναγκαῖα ἄρα μόρια τοῦ λόγου πρόθεσις ἤτοι πρόβλημα καὶ πίστις ἤτοι ἀπόδειξις. κυρίως μὲν ἴδια τοῦ λόγου τὸ πρόβλημα καὶ ἡ ἀπόδειξις, τὰ δὲ πλεῖστα ἤτοι πολλάκις δὲ χρώμεθα ἐπὶ τοῦ λόγου καὶ προοιμίῳ καὶ προθέσει καὶ πίστει καὶ ἐπιλόγῳ. ὥστε τὰ προοίμια καὶ οἱ ἐπίλογοι οὔκ εἰσι κυρίως μόρια τοῦ λόγου· τὰ γὰρ λεγόμενα πρὸς τὸν ἀντίδικόν εἰσι τῶν πίστεων ἤτοι πίστεις καὶ ἀποδείξεις. [b 9] καὶ ἡ ἀντιπαρα βολὴ αὔξησίς ἐστι τῶν λόγων αὐτοῦ ἤτοι τοῦ λέγοντος· εἰ γὰρ ἐπαινεῖ τινα, αὐξάνει καὶ μεγεθύνει τὸν ἐπαινούμενον ἐν τῇ ἀντιπαραβολῇ. ἢ τῶν αὐτοῦ ἤτοι τοῦ ἀντιδίκου· δείκνυσι γάρ, ὅτι τὰ πράγματα τῷ ἀντι δίκῳ ἢ λεγόμενά εἰσι μεγάλα κακά· ὥστε ἐπεὶ καὶ ἡ ἀντιπαραβολὴ μέγα δείκνυσι τὸ λεγόμενον, εἴτε ἀγαθόν ἐστιν εἴτε κακόν, λοιπὸν μέρος τῶν πίστεων καὶ ἀποδείξεών ἐστι· [b 11] καὶ γὰρ ὁ ποιῶν τοῦτο ἤτοι τὸ ἀντιπαραβάλλειν δείκνυσί τι, ἤτοι ὅτι μεῖζόν ἐστι τὸ κακὸν ἢ τὸ ἀγαματος θόν. ἀλλ’ οὐδὲ τὸ προοίμιον καὶ ὁ ἐπίλογος μέρος ἐστὶ τῶν ἀπο δείξεων, ἀλλ’ ὁ ἐπίλογος δι’ ἀνάμνησιν τῶν ῥηθέντων γίνεται. [b 12] ἔσται οὖν τὰ τοιαῦτα μέρη τοῦ λόγου, καθάπερ διῄρουν οἱ περὶ Θεόδωρον, ἡ διήγησις, ἡ ἐπιδιήγησις καὶ ἡ προδιήγησις καὶ ὁ ἔλεγχος ἤτοι οἱ ἀγῶνες. ἐπεξέλεγχός ἐστιν, ὅταν τις ἔξω τοῦ πράγ λέγῃ καὶ μὴ πρὸς τὸν ἔλεγχον καὶ τὸν ἀγῶνα συμβαλλόμενα. [b 15] δεῖ δὲ τοὺς λέγοντάς τι εἶδος λόγου οἷον ἀνακεφαλαίωσιν καὶ τοὺς λέγοντας διαφοράν τινος πράγματος θεῖναι καὶ ὄνομα σαφές τι τῷ εἴδει τοῦ λόγου καὶ τῇ διαφορᾷ, πῶς δεῖ ὀνομάζειν αὐτά· εἰ δὲ μὴ ἤτοι εἰ δὲ μὴ τιθέασιν ὄνομα σαφὲς τῷ ἐφευρεθέντι εἴδει τοῦ λόγου καὶ τῇ διαφορᾷ ἀλλ’ ἀσαφές, λοιπὸν γίνεται κενὸν καὶ ληρῶδες καὶ σαλὸν τὸ ἐφεύρημα, εἴ γε οὐ δηλοῦται ἡμῖν διὰ τοῦ ὀνόματος, τί ἐστιν ἐκεῖνο τὸ εἶδος καὶ ἡ διαφορά. [b 17] ὁ Λικύμνιος ῥήτωρ ἦν. τὰς ἐπανα λήψεις ἔλεγεν ἐκεῖνος ἐπορούσεις· τὸ οὖν ὄνομα τοῦτο τὸ ἐπόρουσίς ἐστιν
ἀσαφὲς καὶ οὐ παριστᾷ καὶ δηλοῖ, τί σημαίνει, καὶ λοιπόν, εἰ οὐ δηλοῖ, [*](f. 70v) τί σημαίνει, λοιπὸν κενόν ἐστι τὸ εἶδος τοῦτο, εἴ γε ἄγνωστόν ἐστιν ἡμῖν. [*]([f. 71v]) ἐπόρουσις κυρίως ἐστὶ τὰ ἐπενθυμήματα τὰ συνεπουρίζοντα καὶ βοηθοῦντα τοῖς ἐνθυμήμασι· καὶ ἁπλῶς, ὅσα λέγονται βοηθοῦντα τῇ ἀποδείξει τοῦ πράγματος, κἂν τοῦ πράγματος ἐκτός εἰσι, λέγονται ἐπορούσεις. [b 17] ἀποπλάνησιν τινὲς λέγουσι τὴν ἐπιδιήγησιν, τινὲς δὲ τὰ ἔξω τοῦ πράγ ματος λεγόμενα, συμβαλλόμενα δὲ εἰς τὰς ἀποδείξεις καὶ βοηθοῦντα. ὄζους λέγει τὰ ἄκρα ἤτοι τὰ προοίμια καὶ τοὺς ἐπιλόγους.

Προαύλια λέγονται, ὅσα λέγονται τῷ αὐλητῇ πρὸ τῆς αὐλήσεως ὑποψιθυρίζοντι, ἃ λέγονται μέλη τε καὶ προᾴσματα. [b 20] πάντα γὰρ ταῦτα ἤτοι καὶ ὁ πρόλογος καὶ τὸ προαύλιόν εἰσιν ἀρχαὶ καὶ ὁδοποίη σις τῷ ἐπιόντι ἤτοι τῷ τεχνίτῃ. καὶ γὰρ οἱ αὐληταί, εἴ τι ἂν μέλλωσιν αὐλῆσαι, τοῦτο προαυλοῦσι καὶ λέγουσιν ἐν τῷ προαυλίῳ καὶ [*](f. 71r) ὁ δομέστικος ἐν τῇ ἐνηχήσει προενηχεῖ καὶ λέγει ὅλον, ὃ μέλλουσιν [*]([f. 73r]) οἱ ψάλται ψάλλειν, καὶ συνάπτουσι τὴν ἐνήχησιν καὶ τὸ προαύλιον τῷ ἐνδοσίμῳ ἤτοι τῷ τελείῳ ᾄσματι. ἢ τῷ ἐνδοσίμῳ ἤτοι τῷ ἐφεξῆς. ἢ λέγει τὸ προαύλιον ὅμοιον τῷ προοιμίῳ τῶν ἐπιδεικτικῶν κατὰ τὸ ὀλίγον· βραχὺ γὰρ δεῖ εἶναι καὶ τὸ προοίμιον καὶ τὸ προαύλιον. προοίμιον γίνεται ἐκ τοῦ οἴμη, ἡ τραγῳδία, ἐξ οὗ καὶ προοίμιον κατὰ μεταφοράν. [b 24] καὶ ἐν τοῖς ἐπιδεικτικοῖς λόγοις δεῖ οὕτως γράφειν ἤτοι ποιεῖν προοίμιον μικρόν, καὶ ὅπερ βουλόμεθα εἰπεῖν ἐν ὅλῳ τῷ λόγῳ, δεῖ τοῦτο εὐθὺς ἐν τῷ προοιμίῳ δηλῶσαι, ὡς ἐν τῷ προοιμίῳ τὴν ὅλην ὑπό θεσιν τοῦ λόγου ἐκφαίνεσθαι καὶ συνάπτειν τὸ προοίμιον τὸ παχυμερῶς παρεμφαῖνον τὴν ὅλην ὑπόθεσιν τῷ ὅλῳ λόγῳ καὶ τοῖς ἀγῶσιν [b 26] ὅπερ (τοῦτο ἤτοι τὸ παρεμφαίνειν τὴν ὅλην ὑπόθεσιν ἐν τῷ προοιμίῳ)καὶ πάντες οἱ ῥήτορες ποιοῦσιν. ὁ Ἰσοκράτης ἐπαινεῖ τὴν Ἑλένην ὡς καλὴν καὶ ἐποίησε μικρὸν προοίμιον, ἐν ᾧ ἡ ὅλη ὑπόθεσις παχυμερῶς ἀνεφαίνετο τοῦ λόγου· οἱ δὲ ἐριστικοὶ ἀντέτεινον λέγοντες ψεύδεσθαι τὸν Ἰσοκράτην λέγοντα τὴν Ἑλένην καλήν· οὐ γὰρ καλή ἐστιν, εἴ γε αἰτία πολλῶν κακῶν ἐγένετο. φησὶν οὖν ὁ Ἀριστοτέλης, ὡς οὐδὲν οἰκεῖον λέγουσιν· ὁ μὲν γὰρ Ἰσοκράτης εἶπε ταύτην καλὴν κατὰ τὸ εἶδος, οἱ δὲ ἐριστικοὶ ἤτοι οἱ σοφισταὶ λέγουσι ταύτην καλὴν κατὰ τὸ ἦθος· ὥστε οὐ δὲν καὶ κοινὸν λέγουσι πρὸς τὸν Ἰσοκράτην, ἀλλ’ ὁ μὲν Ἰσοκράτης εἶπε ταύτην καλὴν κατὰ ἄλλο σημαῖνον τοῦ καλοῦ, οἱ δὲ σοφισταὶ λέγουσι ταύ την οὐ καλὴν κατὰ τὸ ἄλλο σημαῖνον τοῦ οὐ καλοῦ. παράδειγμα δὲ τοῦ πάντας ποιεῖν τὰ προοίμια τοιαῦτα τὸ προοίμιον, ὃ Ἰσοκράτης

ἐποίησε ἐπαινῶν τὴν Ἑλένην. [b 28] ἅμα δὲ καὶ ἐὰν ἐκτοπίσῃ ἤτοι [*](f. 71r) ἔξω τοῦ πράγματος λέγῃ, ἁρμόττει μὴ ὅλον τὸν λόγον ἤτοι μὴ ὅλα [*]([f. 73r]) τὰ λεγόμενα ἔξω τοῦ πράγματος λέγειν ὁμοειδῆ ἤτοι διὰ τοῦ αὐτοῦ καὶ ἑνὸς σχήματος, ἀλλὰ καταποικίλλειν ποικίλοις καὶ διαφόροις τοῖς σχήμα σιν. ἢ καὶ οὕτως· εἰ δὲ ἔξω τοῦ πράγματος λέγομεν, οὐ δεῖ ὅλον τὸν λόγον ποιεῖν ὁμοειδῆ ἤτοι ἐκτετοπισμένον ἤτοι ἔξω τοῦ πράγματος, ἀλλὰ δεῖ συντόμως μεταστρέφεσθαι καὶ ἐντὸς τῆς ὑποθέσεως γίνεσθαι. τὰ γοῦν προοίμια ἢ ἔπαινον ἔχουσιν ἢ ψόγον· ἔπαινον ἔχει τὸ τοῦ Γοργίου προοί μιον, ὃ ἐποίησεν ἐπαινῶν τὰ Ὀλύμπια, οἷον ὑπὸ πολλῶν ἄξιος θαυμάζεσθαι, ῶ Ἕλληνες. τοῦτο τὸ προοίμιόν ἐστι τοῦ Γοργίου. [b 33] Ἰσο κράτης δὲ ἐν τῷ τοῦ Πανηγυρικοῦ προοιμίῳ ψέγει τοὺς Ἕλληνας ὡς τιμήσαντας μὲν τὰς ἀρετὰς τῶν σωμάτων ἤτοι τὴν ἀνδρίαν καὶ τοὺς ἀνβουλευτικόν, δρείους, εἰ νικήσουσι, δωρεαῖς (ἀρετὴ γὰρ τοῦ σώματος ἡ ἀνδρία), τοὺς δὲ φρονίμους οὐκ ἔθεντο λαμβάνειν βραβεῖα, ὅταν λυσιτελὲς τῇ πόλει συμ βουλεύσωσιν. [b 35] ἢ γίνεται τὸ προοίμιον ἀπὸ συμβουλῆς ἤτοι συμ οἷον συμβουλεύει εὐθὺς ἐν τῷ προοιμίῳ ὁ Ἰσοκράτης τὸ δεῖν τοὺς ἀγαθοὺς τιμᾶν· ἐπεὶ δὲ καὶ ὁ Ἀριστείδης ἀγαθός, ἐπαινετέον αὐτόν διὸ καὶ αὐτὸς ὁ Ἰσοκράτης ἐπαινεῖ τὸν Ἀριστείδην ὡς ἀγα θόν. ἢ τοὺς τοιούτους ἐπαινεῖν δεῖ, οἵτινες μήτε εὐδοκιμοῦσι φανε ρῶς καὶ ἐπιδείκνυνται τὴν οἰκείαν ἀρετὴν μήτε φαῦλοί εἰσιν, ἀλλ’ ὅσοι ἀγαθοὶ ὄντες κρύπτουσιν ἑαυτοὺς καὶ λαθεῖν σπουδάζουσι. καὶ τοῦτο ἐκ συμβουλῆς προοίμιον. καὶ ὁ Θεολόγος Ἀθανάσιον ἐπαινῶν ἀρετὴν ἐπαινέσομαι. [b 38] καὶ ὁ Ἀλέξανδρος πρὸ τοῦ ἁρπάξαι τὴν Ἑλένην ἀγαθὸς ὢν ἐν ὄρει ἐκρύπτετο, ὡς μὴ δόξῃ τοιοῦτος. καὶ γὰρ καὶ οὗτος ὁ Ἰσοκράτης συμβουλεύει ἐν τοῖς προοιμίοις ἐπαινεῖν τοὺς ἀγαθοὺς ἢ τοὺς τοιούτους, οἳ μήτε εὐδοκιμοῦσι μήτε φαῦλοί εἰσι. γράφεται τὸ οὕτως καὶ μέγα, οὕτως γὰρ καὶ κατὰ τοῦτον τὸν τρόπον ὁ Ἰσοκράτης συμβουλεύει ἐπαινεῖν τοὺς ἀγαθοὺς ἐν τῷ προοιμίῳ. [1405a 1] ἔτι δὲ ποιητέον ἐν τοῖς πανηγυρικοῖς λόγοις προοίμιον ἐκ τῶν δικανικῶν προοιμίων· δικανικὰ δὲ προοίμιά εἰσι τὰ τεινόμενα πρὸς τὸν ἀκροατὴν καὶ παρακαλοῦντα αὐτοὺς εἶναι προσεκτικοὺς ἢ συγγνωμονεῖν τῷ λέγοντι ῥήτορι· τὰ τοιαῦτα γὰρ προοίμια ἁρμόζουσι καὶ τῷ πανηγυρικῷ λόγῳ, οἷον εἰ περὶ παραδόξου μέλλεις λέγειν ἢ χαλεποῦ ἤτοι λυπηροῦ, ὀφείλεις παρακαλεῖν τοὺς ἀκροατὰς συγγνωμονῆσαί σοι λέγοντι παράδοξα ἢ [*](f. 71v) λυπηρά· ὡς γὰρ συντείνοντα τῇ πόλει λέγειν καταναγκάζεσθαι ταῦτα. [*]([f. 73v])
[a 3] ἢ εἰ λέγεις τι τεθρυλλημένον καὶ γνώριμον ὂν τοῖς πᾶσι, δεῖ σε [*](f. 71v) παρακαλεῖν τὸν ἀκροατὴν συγγνωμονῆσαί σοι, εἰ τὰ γνώριμα λέγεις τοῖς [*]([f. 73v]) πᾶσιν οἶον ὁ Χοιρίλλος ἐποίησε (τραγικὸς δὲ οὗτος) συγγνωμονητέον, ὧ ἄνδρες, εἰ νῦν παρίσταμαι λέγων ταυτί, ὅτε δέδασται καὶ ἔγνωσται τοῖς πᾶσι τὰ πάντα, ἃ νῦν λέγω τήμερον. δέδασται λέγεται ἐκ τοῦ δαίω, τὸ μανθάνω. εὗρον δὲ σχόλιον· νῦν δ’ ὅτε πάντα δέδασται καὶ μεμοίρασται, τότε ὁ δεῖνα ἀνδραγαθεῖ. [a 5] τὰ μὲν οὖν προοίμια τῶν πανηγυρικῶν ἐκ τούτων γίνονται ἤτοι ἐκ ψόγου καὶ ἐξ ἐπαίνου καὶ ἐκ προτροπῆς καὶ ἐκ τῶν πρὸς ἀκροατήν· ἢ γὰρ τοὺς ἀκροατὰς ἐν τῷ προοιμίῳ ποιεῖ ὁ ῥήτωρ προσεκτικούς, οἷς μέλλει ῥηθῆναι, ἢ προ τρέπει αὐτοὺς εἰς ὀργήν, εἰ ψέγει, ἢ ἀποτρέπει τοὺς ἀκροατὰς τοῦ μὴ ὀργίζεσθαι, εἰ ἐπαινεῖ. [a 7] δεῖ δὲ τὰ ἐνδόσιμα ἤγουν τὰ προοίμια ἢ ξένα εἶναι καὶ ἀλλότρια τοῦ λόγου ἢ οἰκεῖα καὶ ἁρμόζοντα τῇ ὑποθέσει. εὗρον δὲ σχόλιον λέγον ἐνδόσιμα τὰ ἀληθῆ. ὅπερ δύνανται οἱ πρόλογοι ἐν τοῖς δράμασι, τοῦτο καὶ ἐν τοῖς δικανικοῖς λόγοις δύναν ται τὰ προοίμια. [a 10] τινὰ μὲν τῶν διθυράμβων προοίμια ὅμοιά εἰσι τοῖς ἐπιδεικτικοῖς ἤτοι πανηγυρικοῖς, οἷον ἦλθον εἰς σὲ διὰ σὲ καὶ τὰ τεὰ καὶ τὰ σὰ δῶρα καὶ εὐεργετήματα καὶ τὰ σκῦλα, ὦ θεὲ Διόνυσε. [a 11] ἐν δὲ τοῖς προλόγοις καὶ τοῖς ἔπεσι τὰ προοίμια δηλοῦσι τὴν ὅλην ὑπόθεσιν, ἵνα οἱ ἀκροαταὶ προειδῶσι τὴν ὑπόθεσιν, περὶ ἧς ἦν ὁ λόγος καὶ διαλαμβάνει· συνεπτυγμένως γὰρ τὴν ὅλην ὑπόθεσιν δηλοῦσι τὰ προοίμια τὰ ἐν τοῖς ἔπεσι καὶ ἐν τοῖς προλόγοις τῶν δραμάτων γινόμενα. [a 12] δεῖγμά ἐστι τοῦ λόγου ἤτοι τῆς ὅλης ὑποθέσεως τὸ προοίμιον· τὸ γὰρ προοίμιον συνεπτυγμένως τὴν ὅλην ὑπόθεσιν δηλοῖ τοῦ λόγου, ἵνα οἱ ἀκροαταὶ εὐθὺς εἰδῶσιν ἐξ ἀρχῆς τὴν ὅλην ὑπόθεσιν καὶ μὴ κρέμαται ἡ διάνοια τοῦ ἀκροατοῦ μέχρι πολλοῦ καὶ ἄχρι σχεδὸν τοῦ τέλους τοῦ λόγου προσδοκῶσα ἔτι μαθεῖν, περὶ τίνος ὁ λόγος μέλλει διαλαβεῖν. [a 13] τὸ γὰρ ἀόριστον πλανᾷ τὸν ἀκροατήν, καὶ διὰ τοῦτο εὐθὺς ἐκ προοιμίου δηλοῦσι τὴν ὅλην ὑπόθεσιν. ὁ δοὺς οὖν τὴν ἀρχὴν καὶ τὸ προοίμιον τῷ λόγῳ ποιεῖ τὸν ἀκροατὴν ἀκολουθεῖν τῷ λόγῳ, ὥσπερ τὸν ἐχόμενον καὶ κρατούμενον εἰς τὴν χεῖρα ἤτοι ἀπὸ τῆς χειρός· ὥσπερ, εἴ τις κρατήσει τινὰ διὰ τῆς χειρός, ὁδηγεῖ αὐτὸν εἰς τὸ διελθεῖν ἀπροσκόπως, ἣν βαδίζει
ὁδόν, οὕτω καὶ ὁ ἐν τῷ προοιμίῳ τὴν ὅλην ὑπόθεσιν παχυμερῶς παρεμφαίνων [*](f. 71v) ὁδηγεῖ τὸν ἀκροατὴν εἰς τὸ ἐφέπεσθαι τοῖς λεγομένοις δι’ ὅλου [*]([f. 73v]) τοῦ λόγου καὶ μὴ προσκόπτειν ἐν τῷ μεταξὺ καὶ πλανᾶσθαι. [a 15] διὰ τοῦτο ἤτοι τὸ μὴ πλανᾶσθαι τῷ ἀορίστῳ εὐθὺς ἐν αὐτῷ τῷ προοιμίῳ τὴν ὅλην δηλοῦσιν ὑπόθεσιν, ὡς τὸ μῆνιν ἄειδε θεά καὶ ἥγέο μοι ἄλλων καὶ ἅλων ἀντὶ τοῦ ἡγεμόνευέ μοι τοῦτο εἴρηται τῷ Ἡροδότῳ περὶ τοῦ πρὸς τὸν Ξέρξην πολέμου. [a 18] καὶ οἱ τραγικοὶ ἐν τῷ προοιμίῳ καὶ ἐξ ἀρχῆς δηλοῦσι τὴν ὑπόθεσιν, περὶ ἧς τὸ δρᾶμά ἐστιν, οἶον ὁ Σοφοκλῆς
ἀεὶ μέν, ὧ παῖ Λαρτίου, δέδορκά σε·
ἐδήλωσε γάρ, ὅτι περὶ τοῦ Αἴαντος ἡ ὅλη ὑπόθεσις τοῦ δράματός ἐστιν. [a 19] ὁ δὲ Εὐριπίδης οὐκ ἐν ἀρχῇ τοῦ προοιμίου δηλοῖ τὴν ὑπόθεσιν ὅλην τοῦ λόγου ἀλλὰ μετὰ πολλά· οὐ γὰρ συντόμως τὰς ἀποδόσεις ποι εῖται ἀλλὰ σχοινοτενεῖς, ὡς τὸ ἥκω νεκρῶν κευθμῶνα τῇ γὰρ ἀπο δόσει τοῦ λόγου νοεῖται καὶ ἀπαρτίζεται ἡ ὑπόθεσις. ἀλλ’ εὐθὺς ἐν τῷ προλόγῳ καὶ προοιμίῳ τὴν ὅλην ὑπόθεσιν δηλοῖ· οὗτος γὰρ ὁ Εὐριπίδης πολλὰ πρῶτον προοιμιάζεται. [a 22] τὸ γοῦν ἴδιον τοῦ προοιμίου τοῦτό ἐστι τὸ δηλῶσαι εὐθύς, τί ἐστι τὸ τέλος καὶ ἡ ὑπόθεσις, ἧς ἕνεκα ὁ λόγος ἐκτέθειται. διό, ἂν δῆλον ἦ ἤτοι δήλη ἐστὶν ἡ ὑπόθεσις καὶ τὸ πρᾶγμά ἐστι μικρὸν ἤτοι σαφὴς καὶ εὐτελής ἐστιν ἡ ὑπόθεσις, οὐ χρηστέον ἐπὶ ταύτῃ προοιμίῳ. τὸ μὲν ἀναγκαῖον ἐν τῷ λόγῳ ἐστὶ τὸ προοίμιον, ἵνα δηλοῖ τὴν ὑπόθεσιν, τὰ δ’ ἄλλα εἴδη τῶν προοιμίων ἤτοι τὸ κινεῖν τοὺς δικαστὰς καὶ τοὺς ἀκροατὰς εἰς ὀργήν, εἰς φόβον, εἰς ἔλεον, οἷς οἱ νῦν ῥήτορες χρῶνται, ἰατρεύματά εἰσιν ἤτοι ἐπείσακτα καὶ κοινὰ καὶ τοῦ πράγματος καὶ τοῦ ἐναντίου ἤτοι τοῦ ἀντιδίκου. [a 27] περὶ αὐτοῦ μὲν καὶ τοῦ ἀντιδίκου γίνονται τὰ προοίμια, ἵνα λυθῇ ἡ διαβολὴ ἢ ποίησις· οἷον εἰ μὲν ὑβρίσθης παρὰ τοῦ ἀντιδίκου καὶ κατη γορήθης, δεῖ σε ἐν τῷ προοιμίῳ εὐθὺς λῦσαι τὴν κατηγορίαν τὴν κατὰ [*](f. 72r) σοῦ καὶ δεῖξαι, ὅτι ψευδῶς κατηγόρει σου ἄτε ἐχθρὸς ὢν· εἰ δὲ κατήγορος [*]([f. 74r]) εἶ, δεῖ σε ἐν τῷ προοιμίῳ εὐθὺς ποιεῖν ἤτοι ὑβρίζειν καὶ διαβάλλειν τὸν ἀντιδικοῦντά σοι καὶ δεικνύειν ὅτι συνέστησα τὸ δικαστήριον τοῦτο κατ᾽ αὐτοῦ οὐ διὰ τὸ εἶναι αὐτὸν ἐχθρόν μοι ἀλλὰ διὰ τὸ εἶναι φύσει φαῦλον καὶ αἰσχρόν· [a 28] πλὴν οὐχ ὁμοίως ὀφείλεις ταῦτα ποιεῖν, ἀλλ’ εἰ μὲν ἀπολογούμενος εἶ, ὀφείλεις ἐξ ἀρχῆς τοῦ προοιμίου λύειν τὴν ὕβριν, ἣν κατὰ σοῦ ὁ κατήγορος ἐνεδείξατο, εἰ δὲ κατήγορος εἷ, ἐν τῷ ἐπιλόγῳ καὶ οὐχὶ ἐν τῷ προοιμίῳ δεῖ τὴν ὕβριν ποιεῖν κατὰ τοῦ ἀντιδικοῦντός σοι καὶ τὴν κατηγορίαν. [a 30] ὅταν μέλλῃ ὁ ἀπολογούμενος εἰσάξαι αὐτὸν εἰς τὸ δικαστήριον, εἰ βούλεται εὐπαράδεκτος δοκεῖν τοῖς ἀκροαταῖς καὶ
ἀληθής, ἀναγκαῖόν ἐστι πρῶτον λῦσαι τὰ κωλύοντα αὐτὸν δοκεῖν ἀληθῆ [*](f. 72r) τοῖς δικασταῖς καὶ τοῖς ἀκροαταῖς ἤγουν διαλύειν, ἃς ἔφθη κενῶσαι κατ᾽ [*]([f. 74r]) αὐτοῦ ὕβρεις ὁ ἀντίδικος καὶ τὴν κακὴν κατ’ αὐτοῦ ὑπόληψιν· [a 32] τῷ δὲ διαβάλλοντι, ἤτοι εἰ δὲ κατηγορῶν εἶ, ἀναγκαῖόν ἐστιν ἐν τῷ ἐπι λόγῳ διασύρειν καὶ ὑβρίζειν τὸν ἀντίδικον, ὡς ἂν εὐμνημόνευτοι ὦσιν αἱ κατὰ τοῦ ἀντιδίκου κενωθεῖσαι παρὰ σοῦ ὕβρεις τοῖς ἀκροαταῖς. τὰ δὲ πρὸς τὸν ἀκροατὴν προοίμιά εἰσιν, εἴ γε ποιήσεις αὑτὸν εὔνουν τοῖς ἀκροαταῖς ὄντα καὶ πρὸς ὠφέλειαν αὐτῶν ἀποβλέποντα καὶ ἐκ τοῦ ὀργίλάκις σαι ἤτοι εἰς ὀργὴν αὐτοὺς παρακινῆσαι κατὰ τοῦ ἀντιδίκου. [a 35] πολποίηκεν· δὲ ὀφείλεις προσεκτικοὺς ποιεῖν τοὺς ἀκροατὰς ἢ τοὐναντίον ἤτοι ἀπροσεκτοῦντας· διὸ καὶ πολλοὶ πειρῶνται προάγειν καὶ παρακινεῖν τοὺς ἀκροατὰς εἰς γέλωτα, ἵνα ἀσχολούμενοι τῷ γέλωτι μὴ προσέχωσι τοῖς λεγομένοις παρὰ τοῦ ἀντιδικοῦντός σοι, οἷον καὶ ὁ Δημοσθένης πε οὗτος γὰρ κατηγορῶν τοῦ Αἰσχίνου ὡς προδότου ἔλεγεν ὁ προ τὰ τῆς πόλεως πράγματα ἆρ’ οὐκ ἔστι μισθωτός; τοῦ δὲ δήμου ἀναβοήσαντος μισθωτός, τοιοῦτος ἔφησε καὶ ὁ Αἰσχίνης· ἐνταῦθα μέγα ὁ δῆμος ἀνεκάγχασεν. [a 37] ἐάν τις δὲ βούληται, ἀνάξει ἅπαντα τὰ προοίμα εἰς εὐμάθειαν ἤτοι εἰς τὸ ποιεῖν τὰ μέλλοντα ῥηθῆναι εὐμαθῆ καὶ εὐδιάγνωστα τοῖς ἀκροαταῖς· τούτου χάριν γίνονται τὰ προοίμια καὶ εἰς τὸ φαίνεσθαι καὶ δεικνύειν ἑαυτὸν ἐπιεικῆ ἤτοι ἀγαθὸν καὶ ἀληθῆ. εὗρον καὶ σχόλιον τοιοῦτον· χρὴ φησὶν εὐμαθῆ καὶ σαφῆ τὸν λόγον ποιεῖν καὶ ἐπιεικῆ ἑαυτὸν δεικνύναι. [a 38] προσέχουσι γὰρ μᾶλλον τού τοις ἤτοι τοῖς ἀγαθοῖς ἀνδράσι καὶ τοῖς λόγοις τοῖς σαφέσι καὶ εὐμαθέσι καὶ εὐδιαγνώστοις. [b 1] προσέχουσι δὲ μᾶλλον τοῖς μεγάλοις, ἤτοι εἰ περὶ μεγάλων πραγμάτων λέγει τις, καὶ τοῖς ἰδίοις, ἤτοι εἰ, ἃ λέγει, εἰσὶν ἴδια καὶ οἰκεῖα ἡμῖν τοῖς ἀκούουσι καὶ εἰς οἰκείαν ὠφέλειαν ἡμῶν ἀφορῶσι. καὶ ὅτι προσεκτέον τοῖς λεγομένοις· θαυμαστὰ γὰρ μέλλω ἐρεῖν ἢ ἡδέα. [b 2] διὸ δεῖ τοὺς ἀκροατὰς ἐμποιεῖν προσεκτικοὺς ἐκ τοῦ δεικνύειν, ὅτι ὁ λόγος ἐστὶ περὶ τοιούτων ἤτοι θαυμαστῶν ἢ ἡδέων ἢ μεγάλων ἢ ἰδίων. ἐὰν δὲ θέλῃς ποιεῖν αὐτοὺς μὴ προσεκτικούς, δεῖ σε ἐμποιεῖν καὶ συνιστᾶν καὶ ἀποδεικνύναι, ὅτι τὸ πρᾶγμα, περὶ οὗ ὁ λόγος ἐστί, μικρὸν καὶ ὅτι οὐδὲ πρὸς ἐκείνους ἤτοι οὐδ’ ὅλως ὠφελεῖ τοὺς ἀκροατὰς καὶ ὅτι λυπηρόν ἐστιν. ἢ καὶ οὕτως· διὸ δεῖ ἐμποιεῖν καὶ συνιστᾶν καὶ ἀποδεικνύναι, ὅτι ὁ λόγος ἐστὶ περὶ τοιούτων ἤτοι μεγάλων καὶ θαυμαστῶν. [b 4] δεῖ δὲ μὴ λανθάνειν, ὅτι πάντα
τὰ τοιαῦτα, ἤτοι τὸ δεικνύναι, ὅτι ὁ λόγος περὶ μεγάλων ἐστὶν ἢ ἡδέων [*](f. 72r) ἢ θαυμαστῶν, ἐν τῷ προοιμίῳ, ἔξω τοῦ λόγου ἤτοι τῆς προκειμένης [*]([f. 74r]) ὑποθέσεώς ἐστι καὶ ὅτι τοιαῦτα προοίμια τὰ ἔξω τοῦ πράγματος λεγόμενα τότε ἁρμόζουσιν, ὅτε φαύλους καὶ χωρικοὺς τοὺς ἀκροατὰς ἔχομεν καὶ ἀκούοντας ἤτοι ἀποδεχομένους ἀκούειν τὰ ἔξω τοῦ πράγματος καὶ τῆς ὑπο θέσεως· [b 6] ἐπεὶ ἐὰν μὴ τοιοῦτος ἦ ὁ ἀκροατὴς ἤτοι χωρικὸς ἀλλὰ σοφός, οὐ χρείαν ἔχει προοιμίου ἀλλ’ ἄρχεται ἀπ’ αὐτοῦ τοῦ πράγματος γράφειν· εἰ δὲ καὶ προοιμιάζεται, τοσοῦτον προοιμιάζεται, ὅσον ἐν τῷ προοιμίῳ εἰπεῖν καὶ παρεμφῆναι κεφαλαιωδῶς καὶ παχυμερῶς καὶ συν τόμως τὸ πρᾶγμα ἤτοι τὴν ὑπόθεσιν, περὶ ἦς ἢ συμβουλεύει ἢ δικάζεται, ἵνα μὴ ὁ λόγος ἀκέφαλος ἦ ἀλλ’ ἔχῃ κεφαλὴν ὥσπερ τὸ σῶμα. [b 9] ἔτι τὸ πειρᾶσθαι προσεκτικοὺς ποιεῖν τοὺς ἀκροατὰς οὐκ ἔστιν ἴδιον [*](f. 72v) τῶν προοιμίων μόνων, ἀλλὰ κοινόν ἐστι πάντων τῶν μερῶν τοῦ [*]([f. 74v]) λόγου· εἰ γὰρ δέει, καὶ ἐπὶ τῆς διηγήσεως πειρασόμεθα προσεκτικοὺς ποιεῖν τοὺς ἀκροατὰς καὶ ἐπὶ τῶν ἀγώνων καὶ ἐπὶ τῶν ἐπιλόγων· καὶ ἁπλῶς πανταχοῦ δεῖ διυπνίζειν αὐτοὺς καὶ προσέχειν παρασκευάζειν, ἔνθα ἂν νοήσωμεν αὐτοὺς κατοκλάσαντάς τε καὶ ῥᾳθυμήσαντας· [b 10] πανταχοῦ γὰρ ἤτοι ἐν τοῖς ἄλλοις μέρεσι τοῦ λόγου ἤτοι ἐν τῇ διηγήσει καὶ ἐν τοῖς ἀγῶσιν ἀνιᾶσι μᾶλλον καὶ ἐνδιδόασι καὶ καταρρᾳθυμοῦσιν οἱ ἀκροαταὶ παρ’ ὃ ἀρχόμενοι ἤτοι παρ’ ὃ ἐν τῷ προοιμίῳ· ἐξ ἀρχῆς γὰρ μᾶλλον πρόθυμοί εἰσιν εἰς τὸ ἀκροᾶσθαι. ὥστε ἐν τοῖς ἄλλοις μέρεσι τοῦ λόγου, ἔνθα καὶ οἱ ἀκροαταὶ καταρρᾳθυμοῦσι, δεῖ τοὺς ἀκροατὰς διεγείρειν εἰς τὸ προσέχειν, ἔνθα μάλιστα πάντες προσέχουσιν. [b 12] ὥστε ὅπου ἂν ᾗ ὁ καιρὸς τοῦ διεγείρειν τοὺς ἀκροατὰς εἰς τὸ προσέχειν καὶ ἴδῃς καὶ αὐτοὺς ἐπινυστάζοντας, διυπνιστέον αὐτοὺς καὶ λεκτέον καί μοι προσέχετε τὸν νοῦν· ὃ γὰρ μέλλω ἐρεῖν, οὐκ ἔστιν ἐμὸν ἤτοι οὐκ ἀφοχειν. ρῶν ἐστι πρὸς ἐμὴν μόνην ὠφέλειαν ἀλλὰ καὶ ὑμετέραν· ἐρῶ γὰρ ὑμῖν τοιοῦτον δεινὸν ἢ θαυμαστόν, οἷον οὐδέποτε ἠκηκόειτε. [b 16] ἡ πεντηκοντάδραχμος εἰδός ἐστι βοτάνης, ὃ προσφερόμενοι οἱ ἄνθρωποι διαχειν. τελοῦσιν ἔλεγεν οὖν ὁ Πρόδικος, ὅτι, ὅτε νυστάζουσιν οἱ ἀκροαταί, δεῖ παρεμβάλλειν αὐτοῖς ἀπὸ τῆς πεντηκονταδράχμου καὶ προσφέρειν, ὡς ἂν διατελῶσι διυπνιζόμενοι ὑπ’ αὐτῆς καὶ διεγειρόμενοι εἰς τὸ προσέ εὗρον δὲ σχόλιον εἰς τὴν πεντηκοντάδραχμον τοιοῦτον· ἀναμνή ὅτι λαμβάνετε πεντήκοντα δραχμάς. [b 17] ὅτι δὲ τὰ τοιαῦτα
προοίμια τὰ παρασκευάζοντα τοὺς ἀκροατὰς προσέχειν πρὸς ἀκροατάς εἰσι [*](f. 72v) καὶ γίνονται, οὐχ περ ἐστὶν ὁ ἀκροατὴς ἤτοι οὐχὶ καθ’ ὃ σοφὸν [*]([f. 74v]) ἀκροατήν, ἀλλὰ πρὸς ἰδιώτην ἀκροατήν, δῆλον· πάντες γὰρ ἐν τῷ προοιμίῳ ἢ διαβάλλουσι τὸν κατήγορον ἢ διαλύουσι τὸν ἐπικείμενον φόβον τοῖς ἀκροαταῖς, οἷον Σοφοκλῆς λέγει τῇ Ἀντιγόνῃ [b 20] ἄναξ, ἐρῶ μὲν οὐχὶ τοιοῦτον ὑπὸ σπουδῆς ὄν ἤτοι ἄξιον ὂν σπουδῆς, μονον ουχὶ λέγων ὡς οὐ δεῖ σε θροηθῆναι· οὐδὲ γὰρ ὃ μέλλω ἐρεῖν φοβερόν ἐστιν· ὁ δέ φησι περισσόν ἐστι τὸ φροιμιάζεσθαί σε· τί γάρ, φησίν, ὀργίζη; ὁ ἄγγελος λέγει πρὸς τὸν Κρέοντα ὡς τῆς Ἀντιγόνης θαψάσης τὸ σῶμα τοῦ Πολυνείκους τοῦ ἀδελφοῦ αὐτῆς
δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.
[b 22] καὶ οἱ ἔχοντες τὸ πρᾶγμα, περὶ οὗ λέγουσιν, ὡς ἔστι πονηρόν, ἡγοῦνται βέλτιον διατρίβειν ἐν τοῖς ἔξω τοῦ πράγματος καὶ τῆς ὑπο θέσεως παρ’ ὃ χωρῆσαι εἰς αὐτὸ τὸ πρᾶγμα καὶ εἰς αὐτὴν τὴν ὑπόθεσιν· [b 23] διὸ οἱ δοῦλοι κρατηθέντες εἰς κλοπὴν οὐ λέγουσιν ἃ ἐρωτῶνται καὶ ἀποκρίνονται ἀλλὰ τὰ κύκλῳ ἤτοι τὰ ἐκτὸς τοῦ πράγματος καὶ τῆς ὑποθέσεως καὶ προοιμιάζονται ἤτοι πολλὰ λέγουσιν ἐκτὸς τοῦ πράγ ματος καὶ τῆς ὑποθέσεως. [b 25] ἡ γὰρ εὔνοια γίνεται ἢ ἀπὸ φιλίας ἢ ἀπὸ δυστυχίας· ἢ γὰρ κτᾶταί τίς τινα εὔνουν ἐν τῷ εἶναι φίλος αὐτῷ ἢ ἐν τῷ εἶναι ἐλεεινὸς καὶ ἐλέους ἄξιος. [b 26] ἐπειδὴ εὖ λέγεται καὶ περὶ τοῦ Ὀδυσσέως εὐχομένου πρὸς τῷ τέλει τοῦ ζ´ πρὸς τὴν Ἀθηνᾶν δός μοι ἐλθεῖν ἐς Φαίακας ἢ φίλον ἢ καὶ ἐλεεινόν ἤτοι ἄξιον ἐλέους, ὁρᾷς, πῶς καὶ οὗτος ἠπίστατο τὴν εὔνοιαν συνισταμένην ἔκ τε τῆς φιλίας καὶ τῆς ἐλεεινότητος καὶ διὰ τοῦτο καὶ αὐτὸς παρακαλεῖ φίλος φανῆναι τοῖς Φαίαξιν ἢ ἐλεεινός, ὡς ἂν εὖνοι οὗτοι φανεῖεν πρὸς αὐτόν. [b 27] τούτων οὖν τῶν δύο ἤτοι τῆς φιλίας καὶ τῆς ἐλεεινότητος δεῖ στοχά ζεσθαι ἕκαστος, ὡς ἂν ἢ φίλος φανῇ τοῖσδε ἢ ἐλέους ἄξιος, εἴ γε βού λεται εὔνους φανῆναι αὐτοῖς. ἐν δὲ τοῖς ἐπιδεικτικοῖς δεῖ τὸν ῥήτορα σπουδάζειν ποιεῖν τὸν ἀκροατὴν ἐξ ὧν λέγει οἴεσθαι συνεπαινεῖσθαι τῷ ἐγκωμιαζομένῳ ἢ αὐτὸν ἢ τὸ γένος αὐτοῦ ἢ τὰ ἐπιτηδεύματα αὐτοῦ, ἤτοι ἵνα οἱ πρὸς τὸν Ἰσοκράτην ἔπαινοι, εἴ γε αὐτὸν ἐγκωμιάζεις, προσαρμόζωσι καὶ τοῖς ἀκροαταῖς ἢ τῷ γένει αὐτῶν, ὡς οἴεσθαι τοὺς
ἀκροατὰς ἢ αὐτοὺς ἐπαινεῖσθαι ἢ τοὺς προγόνους αὐτῶν ἐκ τοῦ τὸν Ἰσοκράτην [*](f. 72v) ἐπαινεῖσθαι· οὕτω γὰρ μᾶλλον προσέξουσι τοῖς παρὰ σοῦ λεγομένοις [*]([f. 74v]) [b 30] ὃ γὰρ Πλάτων λέγει ἐν τῷ Μενεξένῳ ὡς ἀπὸ Σωκράτους, ἀληθές, ὡς οὐ χαλεπὸν τοὺς Ἀθηναίους ἐπαινεῖσθαι παρὰ τοῖς [*](f. 73r) Ἀθηναίοις ἐπεὶ γὰρ καὶ οἱ ἀκροαταὶ Ἀθηναῖοι, ὁ δὲ τοῦ Ἀθηναίου [*]([f. 75r]) ἔπαινος τοῦ ἑνὸς πρὸς πάντας τοὺς Ἀθηναίους ἀνατρέχει, ἀνάγκη προσε κτικοὺς εἶναι τοὺς ἀκροατὰς τοῖς λεγομένοις παρὰ τοῦ ῥήτορος. δύσκολον δέ ἐστι τὸ τοὺς Ἀθηναίους ἐπαινεῖν παρὰ Λακεδαιμονίοις· ἐπεὶ γὰρ οἱ Λακεδαιμόνιοι ἐχθροὶ τῶν Ἀθηναίων, οὐ προσέξουσι τοῖς λεγομένοις ὑπὲρ Ἀθηναίων. [b 32] τὰ δὲ τοῦ δημηγορικοῦ ἴδια καὶ προοίμια λαμβά νονται ἐκ τῶν τοῦ δικανικοῦ λόγου προοιμίων· τὰ δὲ τοῦ δημηγορικοῦ προοίμια συγκρινόμενα ὅσον πρὸς τὰ τοῦ δικανικοῦ προοίμιά εἰσι φύσει ἥκιστα ἤτοι μικρά, κἂν καὶ ἐξ αὐτῶν λαμβάνωνται. διὰ τοῦτο δὲ τὰ προοίμια τῶν δημηγορικῶν εἰσι μικρά, διότι οἱ δημηγοροῦντες λέγουσι περὶ τοιούτου πράγματος, ὃ πάντες ἴσασι, καὶ διὰ τὸ εἶναι τὸ πρᾶγμα πασίδηλον οὐ δεῖται προοιμίων μεγάλων· ἀλλ’ ὃ ἐν τοῖς δημηγορικοῖς λόγοις ἀνάγκη προοιμιάζεσθαι, ἢ δι’ ἑαυτόν, ὡς ἂν ἀπορρίψῃ τὴν διαβολὴν ἀφ’ ἑαυτοῦ, εἴ γε ἀντίδικος ἔφθη κατηγορῆσαι αὐτοῦ, καὶ δείξῃ ἑαυτὸν ἀγαθόν, ἢ διὰ τοὺς ἀντιλέγοντας ἤτοι ἢ προοιμιάζεται, ὡς ἂν παρακινήσῃ τοὺς ἀκροατὰς εἰς ὀργὴν κατὰ τῶν ἀντιδίκων, ἢ ἐὰν οἱ ἀκροαταὶ οὐχ ὑπολαμ βάνωσι τὸ πρᾶγμα, περὶ οὖ ὁ λόγος, τοιοῦτον, ἡλίκον βούλει δεῖξαι αὐτό· ὃ γὰρ μέγα κακὸν βούλει δεῖξαι αὐτό, καὶ ταῦτα τῶν ἀκροατῶν ὑπολαμβανόντων αὐτὸ ἔλαττον, καὶ τότε δεῖ σε προοιμιάζεσθαι καὶ δεικνύειν ἐν τῷ προοιμίῳ, ὡς μέγα τὸ κακόν ἐστι, περὶ οὗ ὁ λόγος· ἢ εἰ νομίζουσιν οἱ ἀκροαταὶ τὸ κακὸν μεῖζον, σὺ δὲ ὑπολαμβάνεις αὐτὸ ἔλαττον, δεῖ σε ἐν τῷ προοιμίῳ δεικνύειν αὐτό, περὶ οὖ ὁ λόγος· ἢ εἰ νομίζει τὸ ἀγαθόν, περὶ οὗ ὁ λόγος, μικρόν, δεῖ σε δεικνύειν αὐτὸ ἐν τῷ προοιμίῳ, ὅτι μέγα ἐστίν. [b 36] ἀλλ’ ἢ μεῖζον δεικνύειν σε δεῖ ἐν τῷ προοιμίῳ τὸ ἀγαθὸν ἢ τὸ κακόν, περὶ οὗ ὁ λόγος, ἢ ἔλαττον διὸ ἢ διαβάλλειν δεῖ σε τὸν κατήγορον ἐν προοιμίῳ ἢ ἀπολύεσθαι δεῖ ἤτοι ἀπολύειν ἑαυτὸν τῆς κατηγορίας, ἣν ἔφθασε κατηγορῆσαί σε ὁ ἀντίδικος. καὶ ἢ αὐξῆσαι τὸ πρᾶγμα, περὶ οὗ ὁ λόγος, ἢ μειῶσαι ἐν τῷ προοιμίῳ, εἴτε κακόν ἐστιν ἐκεῖνο εἴτε ἀγαθόν, περὶ οὖ ὁ λόγος. ἀπολύεσθαι μέμψεως
ἢ διαβολῆς. δεῖται δὲ προοιμίου ὁ ῥήτωρ ἕνεκεν τούτων ἤτοι ἕνεκεν [*](f. 73r) τοῦ διαβάλλειν τὸν ἀντίδικον ἢ ἀπολύεσθαι ἑαυτὸν τῆς μέμψεως ἢ αὐξῆσαι [*]([f. 75r]) ἢ μειῶσαι· [b 38] ἢ χάριν κόσμου γίνονται τὰ προοίμια, ἵνα μὴ ὁ λόγος ἀκέφαλος ᾖ, ὅτι, ἐὰν μὴ ἔχῃ ὁ λόγος προοίμιον, ἐστὶν αὐτοκαύδαλος ἤτοι ὡς μονότονον, ἤτοι ὡς μονόξυλον· τὰ γὰρ κοντάρια, ὅσα ἔχουσι τὸ ἄκρον, ἔνθα τὸ ξίφος ἐστί, παρωξυσμένον φύσει, τοῦτο λέγεται αὐτοκαύ δαλον· πολλάκις γὰρ ἐξ ἐπιτεχνήσεως παροξύνουσιν αὐτὸ καὶ τιθέασιν ἄνω ξύλα καὶ ἡλοῦσιν αὐτὸ ξυλοπυρίας καὶ τότε τιθέασι τὸ ξίφος. σχόλιον· τουτέστιν, ἐὰν μὴ ἔχῃ ὁ λόγος προοίμιον, αὐτοκαύδαλα φαίνονται, τουτέστι μονότονα· ἢ αὐτοκαύδαλον λέγεται τὸ λιτὸν καὶ χωρὶς προοιμίων. [1416a 2] οὐδὲν προεξαγκωνίσας ἤτοι προοιμιασάμενος, ἐκ μεταφορᾶς τῶν παλαίειν μελλόντων, οἳ τοὺς ἀγκῶνας αὑτῶν πρότερον προομαλίζουσιν.

Ὀφείλεις δὲ προοιμιάζεσθαι ἐξ ἐκείνων, ἐξ ὧν ἄν τις ἀπο λύσῃ ἑαυτὸν δυσχεροῦς ὑπολήψεως, οἷον ἐὰν οἱ ἀκροαταὶ ἔχωσι φαύλην περὶ σοῦ ὑπόληψιν καὶ ἡγοῦνταί σε μοχθηρὸν καὶ ἀεὶ θέλοντα συκο φαντεῖν καὶ διασύρειν, ὃν ἂν βούλῃ. [a 5] ἔχουσι δὲ ταύτην περὶ σοῦ τὴν ὑπόληψιν, εἴτε εἰπόντος τινὸς κατὰ σοῦ καὶ κατηγορήσαντός σου, εἴτε καὶ μή τινος κατηγορήσαντός σου, ἀλλ’ ἐξ ὧν ποιεῖς κρίνουσί σε φαῦλον. τοῦτο δεῖ σε ἔχειν καθ’ ὅλου παράγγελμα τὸ σπουδάζειν ἀπορρίπτειν καὶ ἀποσκευάζειν ἀφ’ ἑαυτοῦ, ἣν ἔχουσιν οἱ ἀκροαταὶ φαύλην ὑπόληψιν περὶ σοῦ, εἴτε κατεῖπέ τίς σου, ὡς εἴρηται, εἴτε καὶ μή. [a 6] ἄλλος τόπος τὸ εἰ πρόκειταί τι ὅτι ἔστιν, ἀμφισβητεῖται δὲ καὶ ἀμφι βάλλεται τὸ εἰ ἔστιν ἢ οὐκ ἔστιν, ὡς ὁμολογούμενον ὅτι ἔστι, δεῖ σε ἀπαντᾶν καὶ ἐνίστασθαι καὶ δεικνύειν, ὅτι οὐκ ἔστιν ἢ ὅτι τοῦτο τὸ γενόμενον οὐ βλαβερόν ἐστι τούτῳ, καθ’ οὗ λέγεται, ἢ ὅτι οὐ πέπρακται τούτῳ τῷ ἀνθρώπῳ ἤ, εἰ καὶ ἐγένετο, ἀλλ’ οὖν οὐκ ἔστι τηλικοῦτον τὸ κακὸν ἢ τὸ ἀδίκημα, οἷον ὑμεῖς φατε τοῦτο εἶναι καὶ ὅσον, ἢ οὐκ [*](f. 73v) ἔχον μέγεθος ἤτοι ἢ οὐ μέγα κακόν ἐστι τὸ πραχθὲν τοῦτο. [a 9] [*]([f. 75v]) περὶ γὰρ τῶν τοιούτων, ἤτοι εἰ δίκαιόν ἐστιν εἴτε καὶ ἄδικον, εἴτε μέγα εἴτε μικρόν, γίνεται ἀμφισβήτησις· οἷον ὁ Ἰφικράτης κατηγορήθη παρὰ τοῦ Ναυσικράτους, ὅτι ἐποίησε τόδε, καὶ ἔφη μὲν ὁ Ἰφικράτης ποιῆσαι, ὃ ἔλεγεν ὁ Ναυσικράτης, καὶ εἶπε βλάψαι, οὐ μὴν δὲ

ἀδικῆσαι. καὶ βλάψαι μέν ἐστιν, ὅταν γένηται ἡ βλάβη κατὰ τύχην καὶ [*](f. 73v) ἀπροαιρέτως, ἀδικῆσαι δέ ἐστιν, ὅταν καὶ ἑκουσίως τοῦτο ποιήσῃ καὶ σκοπὸν [*]([f. 75v]) θήσει τὸ ἁρπάσαι καὶ ἀδικῆσαι. [a 11] ἢ ἀντικαταλλάττεσθαι ἤτοι ἀνταμείβεσθαι τὸν ἀδικοῦντα ἤτοι ἠδίκησέ με ὁ δεῖνά ποτε καὶ διὰ τοῦτο ἀντηδίκησα καὶ ἐγὼ αὐτόν. ἢ καὶ οὕτως εἰ καὶ βλαβερόν ἐστιν, ὃ ἐποίησεν, ἀλλ’ ὠφέλιμον. ἢ ὁμολογεῖν, ὅτι τοῦτο, ὃ ἐποίησεν,[a 13] ἁμάρτημά ἐστιν ἢ ἀτύχημα ἢ ἀναγκαῖον. Σοφοκλῆς, οὐχὶ ὁ ποιητὴς ἀλλ’ ἕτερός τις, κατηγορήθη παρά τινος, ὅτι ἵσταται καὶ τρέμει εἰς τὸ δικαστήριον ἐξεπίτηδες, ἵνα δόξῃ γέρων καὶ διὰ τοῦτο κινήσῃ εἰς ἔλεον τὸ δικαστήριον, καὶ εἶπεν ὅτι τρέμω ἱστάμενος ἐν δικαστηρίῳ, οὐχ ἵνα δόξω γέρων, ὡς ὁ διαβάλλων ἔφη, ἀλλ’ ἐξ ἀνάγκης, διότι εἰμὶ ὀγδοή κοντα ἐτῶν· οὐχὶ ἑκὼν δὲ ἐγενόμην ὀγδοήκοντα ἐτῶν. ἀτύχημά ἐστιν ἡ κατὰ τύχην βλάβη, ἁμάρτημα δέ ἐστιν ἡ κατὰ προαίρεσιν βλάβη. [a 17] καὶ ἀντικαταλλάττεσθαι τὸ οὗ ἕνεκα ταῦτα πάντα ποιεῖν, ὅτι, εἰ σκοπὸν ἔχων τὸ κρατῆσαι τὰς Ἀθήνας ληίζομαι τὴν περίχωρον πᾶσαν, εἴ μοι γένηται τὸ κρατῆσαι τὰς Ἀθήνας, ἐάσω τὸ ληίζειν· ἀντι καταλλάττω γὰρ καὶ θέλω λαβεῖν τὰς Ἀθήνας, οὗ χάριν ληίζομαι, ἀντὶ τῶν πρὸς τοῦτο ἀγόντων ἤτοι τοῦ ληίζειν καὶ τῶν ἕνεκα τοῦ τέλους γινομένων. [a 17] ἢ ὅτι οὐ βλάψαι ἠβουλόμην ἀλλὰ τόδε ἤτοι ὠφελῆσαι, κἂν συνέβη γενέσθαι τὸ ἐναντίον, καὶ οὐ τοῦτο ἐποίησεν, ὃ διεβάλλετο ποιῆσαι, ἀλλ’ ἕτερον, συνέβη δὲ αὐτὸν βλαβῆναι ἐκ τούτου· δίκαιον δὲ ἦν ἐμὲ μισεῖν, εἰ ἐποίουν τοῦτο, ὅπως τοῦτο γένηται ἤτοι ὅπως αὐτὸς βλαβῇ. [a 20] ἄλλος τόπος, εἰ ὁ διαβάλλων ἐμπεριείληπται καὶ αὐτὸς ἐμπίπτει εἰς τὴν διαβολὴν ἐκείνην, ἣν διαβάλλει τὸν ἀντίδικον, ἤτοι κατηγόρησα τοῦ δεῖνος ὡς μοιχοῦ, εἶτα ἠνοχοποιήθην καὶ αὐτὸς ἐπὶ μοιχείᾳ. ἢ νῦν ἢ πάλαι ἤ τις τῶν ἐγγὺς ἤτοι τῶν συγγενῶν, ἤτοι ἢ αὐτὸς μὲν οὐχ ὡς μοιχὸς ἥλω, ἀλλά τις τῶν συγγενῶν αὐτοῦ. [a 21] ἢ ἐὰν ἄλλοι ἐμπεριλαμβάνωνται τῇ κατηγορίᾳ ταύτῃ τῆς μοιχείας, οὓς ὁμολογοῦσιν εἶναι μὴ ἐνόχους ἀλλ’ ἐπὶ ὑπολήψει ἀγαθούς, οἷον εἰ ὁ μοιχὸς καθαρός, καὶ ὁ δεῖνα ἄρα καὶ ὁ δεῖνα μοιχοὶ ὄντες καθαροί εἰσιν· ἀλλὰ μὴν ἀκάθαρτοί εἰσι· καὶ λοιπὸν ἄρα οὐδὲ ὁ μοιχὸς καθαρός ἐστιν. [a 24] ἄλλος τόπος· ἐν τῷ προοιμίῳ δεικνύειν ὀφείλεις ὅτι οὗτος ὁ κατηγορῶν ἐμοῦ νῦν καὶ ἄλλους διέβαλεν, οὐχὶ ἐμὲ μόνον· ἢ ἄλλος αὐτὸν διέβαλεν ὡς φαῦλον καὶ ὑβριστήν· ἢ καὶ ὁ δεῖνα καὶ ὁ
δεῖνα, οἳ πεφήνασιν οὐκ ἔνοχοι ἤτοι οὐκ ἠνοχοποιήθησάν ποτε ἐπί [*](f. 73v) τινι ἐγκλήματι, ἄνευ διαβολῆς εἶναι ὑπολαμβάνονται καὶ ἀδιάβλητοι [*]([f. 75v]) ὡς ἐπιεικεῖς, ἀλλ’ ὕστερον ἐφάνησαν φαῦλοι, ὡς καὶ αὐτὸς ὁ νῦν κατηγορῶν μου, εἰ καὶ οὐδέποτε κατηγορήθη, ἀλλ’ ἐγὼ νῦν δείξω αὐτὸν φαῦλον καὶ βδελυκτόν. [a 26] ἄλλος τόπος, προοίμιον ἐκ τοῦ διαβάλλειν τὸν φθάσαντά σε διαβαλεῖν· οἷον ἄτοπόν ἐστιν, εἰ αὐτὸς ἄπιστος ὤν οἱ λόγοι αὐτοῦ πιστοὶ ἔσονται. ἄλλος τόπος ὅτι οὐκ ἐγὼ μέλλω τοῦτον δεῖξαι φαῦλον, ἀλλὰ πάλαι κατηγορήθη καὶ ἐγένετο κρίσις καὶ ἀπόφασις τῶν δικαστῶν, ὅτι φαῦλός ἐστιν. [a 29] ὁ Ὑγιαίνων ὄνομα κύριον. ἐν τῇ ἀντιδόσει ἤτοι ἐν τῷ λόγῳ τῷ λεγομένῳ ἀντιδόσει. ὅστις, ὁ Ὑγιαίνων, ἐποίησεν ἤτοι ποιητικῶς εἶπε κελεύων πάντας ἐπιορκεῖν ἐν τῷ λέγειν ἡ μὲν γλῶσσά μου ὤμοσεν, ἡ δὲ φρήν μου καὶ ὁ νοῦς μου ἀνώμοτά ἐστιν ἤτοι οὐ συγκατατιθέμενος τοῖς λεγομένοις παρὰ τῆς γλώσσης μου, καὶ ἐπεὶ οὐ κατετίθετο, λοιπὸν οὐκ ἐπιώρκητο ὁ Εὐριπίδης ἐν τῷ Ἱππολύτου δράματι. [a 31] ἔφη γὰρ ὁ Εὐριπίδης αὐτὸν [*](f. 74r) ἀδικεῖν ἤτοι τὸν ἕλκοντα τὸν Εὐριπίδην εἰς τὰ δικαστήρια, καὶ ταῦτα [*]([f. 76r]) τοῦ νόμου κελεύοντος κρίνεσθαί με ἐν τοῖς Διονυσιακοῖς ἀγῶσιν. ἐκεῖ γὰρ ἐν τοῖς Διονυσιακοῖς ἀγῶσιν ἔλεγε δεῖν κριθῆναι καὶ λόγους δοῦναι, εἰ βούλεται κατηγορεῖν ὁ Ὑγιαίνων. τὰ Διονύσια πανήγυρις ἦν· καὶ ἤσαν δίκαι τινὲς λυόμεναι παρὰ τοῖς Διονυσίοις μόνοις, οὐ μὴν δὲ καὶ ἐν τοῖς ἄλλοις δικαστηρίοις ἐκρίνοντο αἱ δίκαι αὗται. [a 34] ἐκ τοῦ κατη γορεῖν τῆς διαβολῆς καὶ δεικνύναι, ἡλίκον κακὸν ἡ διαβολή, καὶ ὅτι ἡ διαβολὴ ποιεῖ κρίσεις ἄλλας ἤτοι διαστρέφει τοὺς δικαστὰς καὶ οὐκ ἐᾷ αὐτοὺς κρίσιν καὶ ἀπόφασιν ἀληθῆ ἐκφέρειν, ἀλλὰ ἄλλας κρίσεις παρὰ τὰς ἀληθεῖς ἤτοι διεστραμμένας ἀποφαίνονται, καὶ ὅτι ἡ διαβολὴ πείθει μὴ πιστεύειν τῷ πράγματι καὶ τῇ ἀληθείᾳ. [a 36] κοινὸς δὲ τόπος ἀμ φοῖν ἁρμόζων καὶ τῷ κατηγόρῳ καὶ τῷ ἀπολογουμένῳ τὸ λέγειν σύμ βολα καὶ σημεῖα, δι’ ὧν ἂν δείκνυῃ, ὅτι ὁ δεῖνα φαῦλός ἐστιν ἢ φίλος ἢ ἐχθρός, ὡς ὁ Ὀδυσσεὺς κατηγορῶν τοῦ Τεύκρου ἔφη αὐτὸν οἰκεῖον εἶναι καὶ συγγενῆ τῷ Πριάμῳ (ἡ γὰρ Ἡσιόνη, ἡ μήτηρ τοῦ Τεύκρου, ἀδελφὴ ἦν τοῦ Πριάμου) καὶ διὰ τοῦτο εἰκὸς αὐτὸν προδοῦναι τοὺς Ἕλληνας· ὁ δέ, ὁ ἀπολογούμενος ὑπὲρ τοῦ Τεύκρου, εἴπῃ, ὅτι οὐκ εἰκὸς αὐτὸν προδοῦναι· ὁ γὰρ Τελαμών, ὁ πατὴρ τοῦ Τεύκρου, ἐχθρὸς ἦν
τῷ Πριάμῳ (ὁ γὰρ Αἴας ἐξ ἑτέρας ἦν μητρός)· καὶ ὅτι οὐ κατεῖπε [*](f. 74r) τῶν κατασκόπων ἤτοι τοῦ Διομήδους καὶ τοῦ δύsσεως. [b 4] ἄλλος [*]([f. 76r]) τὸ διαβάλλοντα ἐπαινοῦντα μικρὸν μακρῶς ψέξαι, ἤτοι ἐὰν μέλλῃς διαβαλεῖν τινα, μὴ εἴπῃς ὅλα τὰ πρὸς διαβολὴν αὐτοῦ συντείνοντα, ἀλλὰ πρῶτον ἐπαίνεσαι μικρόν τι αὐτόν, εἶτα χώρησαι εἰς μακρὰν διαβολὴν αὐτοῦ καὶ ψέξαι μεγάλως, ἵνα μὴ ἐκ τοῦ διαβάλλειν αὐτὸν μόνον δόξῃς ἐχθρὸς αὐτοῦ εἶναι· καὶ εἴ τι μέγα ἀγαθὸν ἔχει, δεῖ αὐτὸ συντόμως εἰπεῖν καὶ μικρὸν ἐν αὐτῷ ἐνδιατρῖψαι· ἢ δεῖ σε πρῶτον εἰπεῖν πολλὰ ἀγαθὰ αὐτοῦ καὶ κατορθώματα μὴ συντείνοντα εἰς τὴν ὑπόθεσιν, εἶτα ψέξαι ἕν τι αὐτοῦ, ὅπερ φέρει καὶ συντείνει εἰς τὸ πρᾶγμα ἤτοι εἰς τὴν ὑπόθεσιν ἤτοι εἰς τὸ δεῖξαι αὐτὸν κακόν· μὴ συντείνοντα εἰς τὴν ὑπό θεσιν, ἤτοι ἵνα μὴ ἐκ τῶν ἀγαθῶν αὐτοῦ, ὧν λέγεις, δείκνυται, ὅτι μοιχὸς οὐκ ἔστιν, εἴ γε ἐγκαλεῖται. [b 1] σύμβολον δέ ἐστι τοῦ εἶναι τὸν Τεῦκρον προδότην τῶν Ἑλλήνων τὸ εἶναι τὴν Ἡσιόνην, τὴν μητέρα αὐτοῦ, ἀδελφὴν τοῦ Πριάμου. [b 6] τοιοῦτοι δέ εἰσιν οἱ τεχνικώτεροι ῥήτορες οἱ τεχνι κῶς ἐπιχειροῦντες εἰς τὸ διαβάλλειν ἐκ τοῦ πρῶτον λέγειν τὸν ῥήτορα, εἴ τι ἀγαθὸν ἔχει ὁ διαβαλλόμενος μὴ συντεῖνον εἰς τὸ ἀνατρέψαι τὸ ὃ ἐγκαλεῖται ἔγκλημα, εἶτα λέγειν καὶ κακόν τι, δι’ οὗ δέδεικται, ὡς τοιοῦτός ἐστιν, οἷος ἐγκαλεῖται. ἀδικώτατοι δὲ λέγονται οἱ τοιοῦτοι ῥήτορες οἱ οὕτω μεταχειριζόμενοι τὴν διαβολὴν ὡς συστρέφοντες καὶ συνταράττοντες τὴν ἀλήθειαν ἐκ τοῦ οὕτως τεχνικῶς ἐπιχειρεῖν διαβάλλειν. [b 7] ἐν τοῖς ἀγαθοῖς γάρ, ἤτοι ἀπὸ τοῦ λέγειν γὰρ πρῶτον τὰ ἐνόντα τῷ διαβαλλο μένῳ ἀγαθά, εἶτα τὰ φαῦλα, πειρῶνται βλάπτειν τὴν ἀλήθειαν συμπαρα μιγνύντες αὐτὰ τὰ ἀγαθὰ τοῖς κακοῖς καὶ μὴ λέγοντες μόνα τὰ ἐνόντα αὐτοῖς φαῦλα· ἐντεῦθεν γὰρ καὶ οἱ δικασταὶ διαστρέφονται καὶ οἴονται αὐτὸν ἀληθῆ εἶναι καὶ διὰ τοῦτο πιστεύουσι καὶ αὐτῷ. [b 8] ὁ δὲ τοιοῦτος τόπος κοινός ἐστι καὶ τῷ διαβάλλοντι καὶ τῷ ἀπολυομένῳ ἤτοι τῷ ἀπολογουμένῳ καὶ ἐκβάλλοντι ἑαυτὸν τῆς διαβολῆς, ἐπεὶ καὶ ἐνδέχεται καὶ ἐγχωρεῖ τὸ αὐτὸ καὶ ἓν πρᾶγμα γενέσθαι διὰ πλείονα τὰ αἴτια, ὧν (τῶν αἰτίων) τὰ μέν εἰσι φαῦλα καὶ λυσιτελοῦντα τῷ διαβάλλοντι, τὰ δέ εἰσιν ἀγαθὰ καὶ λυσιτελοῦντα τῷ ἀπολογουμένῳ. καὶ τὸν μὲν διαβάλλοντα δεῖ κακοηθέστερον ἤτοι κακοήθως ἐκλαμβάνειν πᾶν ἐπὶ τὸ χεῖρον, κἂν ἀγαθὸν ᾗ, τὸν δὲ ἀπολυόμενον ἤτοι τὸν ἀπολογούμενον δεῖ ἐκλαμβάνειν πᾶν ἐπὶ τὸ βέλτιον, κἂν κακὸν ᾖ, [b 12] οἶον ὁ Διομήδης πεμπό μενος κατάσκοπος ἔλαβε σὺν αὑτῷ καὶ τὸν Ὀδυσσέα· καὶ τῷ μὲν ἤτοι
τῷ ἀπολογουμένῳ ἐκληπτέον αὐτὸ οὕτως, ὅτι ὡς ἄριστον καὶ ὡς ἔκκριτον [*](f. 74r) τῶν ἄλλων αὐτὸν προείλετο λαβεῖν, τῷ δὲ ἤτοι τῷ κατηγόρῳ [*]([f. 76r]) τοῦ 0δυσσέως οὕτως ἐκληπτέον, ὅτι οὐ διὰ τὸ εἶναι αὐτὸν ἄριστον [*](f. 74v) τῶν ἄλλων προείλετο ἀλλὰ διὰ τὸ εἶναι μᾶλλον ἀσθενῆ καὶ φαῦλον [*]([f. 76v]) καὶ μὴ δυνάμενον ἀνταγωνιστεῖν καὶ ἀντιπίπτειν αὐτῷ· ὥστε, ἵνα μὴ ἀντιπίπτῃ αὐτῷ, ἀλλὰ κατὰ πάντα ἐπακολουθῇ τῷ αὐτοῦ θελήματι, διὰ τοῦτο αὐτὸν ἠθέλησε λαβεῖν· εἰ γὰρ ἄλλον ἄριστον ἔλαβεν, οὐκ ἂν κατε δέχετο αὐτοῦ ἀκούειν.

Διήγησις ἐν μὲν τοῖς ἐπιδεικτικοῖς οὐκ ἔστιν ἐφεξῆς ἤτοι συνημμένη καὶ κατὰ τάξιν, ἤτοι οὐκ ἔστι πρῶτον διηγήσασθαι πάσας † τε. ὅσας πράξεις ἐποίησεν, ἤτοι ὡς ἀνδρεῖος ὅσας ἐποίησε καὶ ὅσας ὡς σώφρων καὶ ὅσας ὡς φρόνιμος, εἶτα χωρῆσαι εἰς αὔξησιν τῶν τοιούτων πράξεων, ὡς δεῖξαι αὐτὰς ἢ μείζους ἢ φαύλας, ἀλλὰ κεκερματισμένως, ὡς πρῶτον εἰπεῖν, ἃς πράξεις ἐποίησεν ὡς φρόνιμος. εἶτα χωρῆσαι εἰς αὔξησιν αὐτῶν καὶ οὕτω μίαν ἑκάστην λέγειν καὶ εὐθὺς αὐξάνειν αὐτήν. ἢ τὸ[b 16] ἐφεξῆς κατὰ τάξιν ἤτοι τὸ λέγειν πρῶτον, ἣν πρῶτον ἐποίησε, καὶ τοῦ καιροῦ, καθ’ ὃν ταύτην ἐποίησεν, εἶτα λέγειν, ἣν μετὰ ταῦτα ἐποίησε, καὶ μνημονεύειν τοῦ καιροῦ, ἐν ᾧ αὕτη ἐγένετο, καὶ μὴ λέγειν αὐτὰς χύδην καὶ ὡς ἔτυχεν, ἀλλὰ τὴν μὲν πρώτην εἰπεῖν πρῶτον καὶ δευτέρως τὴν δευτέραν. ἐξ ὧν ὁ λόγος· ὁ γὰρ λόγος ἐκ τῶν πράξεων σύγκειται. [b 18] τὸ μὲν ἄτεχνον ἤτοι τὸ διηγεῖσθαι τὰς πράξεις αὐτοῦ ἐγκωμιαζομένου οὐχὶ τεχνικόν ἐστι· τί γὰρ ἡ τέχνη ἢ ὁ λέγων ῥήτωρ συμβάλλεται εἰς τὸ διηγήσασθαι τὰς πράξεις: αὗται γὰρ αἱ πράξεις ψιλαὶ λέγονται· τὸ δὲ ἤτοι τὸ ἐπαυξῆσαι τὰς πράξεις καὶ ἀποδεῖξαι αὐτὰς μείζους ἐκ τῆς ῥητορικῆς τέχνης ἔχομεν καὶ τὸ ἀποδεῖξαι, ὅτι οὕτως μὲν ἐγένετο ἢ οὐκ εἰκὸς πιστευθῆναι, ὅτι ἐγένετο., [b 20] τοῦτο δέ, ὃ οὐ δίδωσιν ἡ τέχνη, ἐστὶ τὸ ἀποδεῖξαι, ἢ ὅτι ἔστι καὶ ἐγένετο ἥδε ἡ πρᾶξις καὶ οὐκ ἄπιστόν ἐστιν, ὅτι ἐγένετο, κἂν δοκῇ τισιν ἄπιστον, ἢ ὅτι ποιόν ἐστι, δεικνύει, ἤτοι ἆρά γε ἀγαθή ἐστιν ἥδε ἡ πρᾶξις ἢ φαύλη, ἢ δεικνύει, ὁπόσον ἐστὶ τὸ πραχθέν, μέγα ἢ μικρόν, ἢ καὶ ἅπαντα δεί κνυσιν, ὅτι οὐκ ἄπιστόν ἐστι τόδε γενέσθαι καὶ ὅτι καλόν ἐστι καὶ ὅτι μέγα ἐστί· ἢ τἀναντία δείκνυσιν, ἤτοι ὅτι ἄπιστον καὶ ὅτι κακὸν καὶ ὅτι μικρόν. [b 21] διὰ τοῦτο δὲ οὐ δεῖ πάντα διηγεῖσθαι ἐφεξῆς ἤτοι συνημμένως, ἤτοι οὐ δεῖ λέγειν τὰς ἀνδρικὰς πράξεις καὶ ὅσα ὡς δίκαιος ἔπραξε καὶ ὅσα ὡς σώφρων καὶ ὅσα ὡς σοφός, εἶτα ἀνακεφαλαιοῦσθαι καὶ

αὔξειν τὰς ἀνδρικὰς πράξεις, εἶτα ὅσα ὡς δίκαιος ἔπραξε δεικνύειν μέλλει [*](f. 74v) καὶ ὅσα ὡς σώφρων· [b 22] τὸ γὰρ δεικνύναι οὕτως καὶ αὔξειν ἤτοι [*]([f. 76v]) ὕστερον δυσμνημόνευτον γίνεται τοῖς ἀκροαταῖς· εἰ γὰρ πάντα, ὅσα ἐποίησε, διηγήσομαι συνημμένως, εἶτα μέλλω ἀνακεφαλαιώσασθαι καὶ αὔξησιν ἑνὸς ἑκάστου ὧν εἶπον ἐν τῇ διηγήσει ποιήσασθαι, οὐκέτι οἱ ἀκροαταὶ ἐπὶ μνήμης ἕξουσιν, ὅσα εἶπον ἐν τῇ διηγήσει, ἵνα ἀκολούθως ἕπωνται καὶ τῇ τούτων αὐξήσει. ἐκ τούτων μὲν οὖν τῶν ἐπιχειρημάτων δειχθήσεται ἀνδρεῖος, ἐξ ἄλλων δὲ σοφός. [b 24] καὶ ἁπλούστερος ὁ λόγος οὗτός ἐστιν ἤτοι τὸ ἀποδεικνύειν, ὅτι ἀνδρεῖός ἐστι, καὶ εὐθὺς χωρεῖν εἰς αὔξησιν τούτου, εἶτα δεικνύειν αὐτὸν σοφὸν καὶ εὐθὺς εἰς αὔξησιν χωρεῖν αὐτοῦ, ἤτοι ῥᾴδιόν ἐστι τὸ μὴ ἐφεξῆς διηγεῖσθαι· ἐκεῖνος δὲ ὁ λόγος ὁ ἀφηγούμενος πάσας τὰς πράξεις αὐτοῦ, οἷον ὅτι δίκαιός ἐστι καὶ ὅτι σοφὸς καὶ ὅτι σώφρων, εἶτα χωρῶν εἰς αὔξησιν ἑνὸς ἑκάστου αὐτῶν ποικίλος ἐστὶ καὶ οὐ λιτὸς καὶ ἔτι δυσμνημόνευτος τοῖς ἀκροαταῖς. [b 25] δεῖ δέ, ἐν οἷς διηγῇ, ἀναμιμνῄσκειν τοὺς γνωρίμους ὅτι οὐ ταῦτα διηγοῦμαι, ἃ ὑμεῖς γινώσκετε. διὸ οἱ πολλοὶ γινώσκοντες ταῦτα οὐδὲ δέονται διηγήσεως, ἵνα αὐτοῖς ταῦτα παραστήσῃ· οἷον εἰ θέλεις ἐπαινεῖν τὸν Ἀχιλλέα, λέγε ἴσασι μὲν τὰς πράξεις αὐτοῦ πάντες, ἀλλὰ δεῖ χρῆσθαι αὐταῖς ἤτοι διηγεῖσθαι δεῖ πάλιν αὐτάς, κἂν πάντες αὐτὰς ἴσασιν, ἵνα χρῶνται αὐταῖς· τὸν γὰρ Ἀχιλλέα πάντες γινώ σκουσι καὶ τὰς πράξεις αὐτοῦ. [b 28] τὸν δὲ Κριτίαν, ἐπεὶ ἀγνοοῦσιν, εἰ θέλεις ἐπαινεῖν αὐτόν, δεῖ διηγεῖσθαι τὰς πράξεις αὐτοῦ, ἵνα πάντας αὐτὰς ἀναδιδάξῃς.

[1367b 26] Ὁ μὲν ἔπαινός ἐστι τοῦ τῶν ἕξεων μεγέθους, οἷον ὁ δεῖνα ἀνδρικώτατος· τὸ δὲ ἐγκώμιον τῶν ἔργων ἤτοι τῶν ἀποτελεσμά των· ὁ γὰρ ἔπαινος λόγος ἐστὶν ἐμφανίζων τὸ μέγεθος τῆς [*](f. 75r) ἀρετῆς ἤτοι τῆς ἕξεως. [1367b 27] δεῖ οὖν τὰς πράξεις δεικνύναι, [*]([f. 77r]) ὡς μεγάλαι, ἃς δι’ ὅλης τῆς ζωῆς αὐτοῦ ἔπραξε. τὸ δὲ ἐγκώμιόν ἐστι τῶν ἔργων τῶν νῦν πραχθέντων παρ’ αὐτοῦ καὶ προσεχῶς. ἤ, εἰ βούλει, νόησον πράξεις τὰς ἐνεργείας καὶ τὰ ἔργα αὐτοῦ καὶ λάβε τὸ δέ, τὸ ἐγκώμιον, τὸ δέ ἀντὶ τοῦ γάρ. εὗρον καὶ σχόλιον τοιοῦτον· οἷον ὅτι ἐποίησεν ἔργα ἀνδρεῖα βαρβάρους τροπωσάμενος καὶ νίκας πολλὰς

συστησάμενος. [1367b 29] τὰ δὲ κύκλῳ ἤτοι τὰ ἐκτὸς τοῦ πράγματος, [*](f. 75r) οἷον εὐγένειαν, ἀνατροφήν, παιδείαν, λάβε εἰς πίστιν καὶ ἀπόδειξιν τῶν [*]([f. 77r]) τοιούτων ἔργων, ὅτι μεγάλα εἰσίν εἰκὸς γὰρ ἀγαθοὺς εἶναι τοὺς ἐξ ἀγα θῶν γεννηθέντας καὶ τὸν οὕτω τραφέντα ἀγαθῶς τοιοῦτον εἶναι ἤτοι ἐπιτελεστὴν τοιούτων ἔργων μεγάλων· διὸ καὶ ἐγκωμιάζομεν τοὺς πράξαντας νῦν τόδε τὸ ἔργον. τὰ δὲ ἔργα καὶ τὰ ἀποτελέσματα λαμ βάνομεν ὡς σημεῖα τῶν πράξεων· ἐπεὶ γὰρ τόδε τὸ ἔργον μέγα ἐστὶ τοῦ Ἀλεξάνδρου, λοιπὸν καὶ πᾶσαι αἱ πράξεις αὐτοῦ μεγάλαι εἰσὶν αἱ δι’ ὅλης τῆς ζωῆς αὐτοῦ πραχθεῖσαι. [1367b 33] ἐπεί, εἰ πιστεύοιμεν καὶ γνωρί ζοιμέν τινα, ὅτι τοιοῦτός ἐστιν ἤτοι ἀγαθὸς ἢ ἀνδρεῖος, ἐπαινοῖμεν αὐτὸν ὡς τοιάνδε ἕξιν ἔχοντα καὶ μὴ πεπραχότα, ἤτοι εἰ καὶ μὴ γινώσκομεν αὐτόν, ὅτι ἀνδρικήν τινα ἐποίησε πρᾶξιν, ἢ εἰ καὶ μὴ ἔπραξέ ποτε ἀνδρικόν τι. ὁ μακαρισμὸς δὲ καὶ ὁ εὐδαιμονισμὸς ταὐτὰ μέν εἰσιν ἑαυτοῖς ἤτοι ἀλλήλοις, οὐ ταὐτὰ δέ εἰσι τούτοις ἤτοι τῷ ἐγκωμίῳ καὶ τῷ ἐπαίνῳ, ἀλλ’ ὥσπερ ἡ εὐδαιμονία περιέχει τὴν ἀρετήν, οὕτω καὶ ὁ εὐδαι μονισμὸς περιέχει ταῦτα ἤτοι τὸν ἔπαινον καὶ τὰ ἐγκώμια· ὁ γὰρ ἔπαινος τῆς ἀρετῆς ἐστιν. ἐπεὶ δὲ τὴν ἀρετὴν περιέχει ἡ εὐδαιμονία, λοιπὸν ἄρα καὶ ἡ εὐδαιμονία περιέχει τὸν ἔπαινον καὶ τὸ ἐγκώμιον. ὁ ἔπαινος δὲ καὶ αἱ συμβουλαὶ ἔχουσί τι κοινὸν εἶδος· ἃ γάρ τις συμβουλεύων ὑπό θοιτο καὶ συμβουλεύσοι τινὶ ὥστε ποιῆσαι αὐτά, ταῦτα μεταθεὶς καὶ ἀλλοιώσας τῇ λέξει ἐγκώμια γίνεται. [1368a 1] ἐπεὶ οὖν ἔχομεν, τίνα δεῖ πράττειν τὸν ἐπαινούμενον καὶ ποδαπὸν δεῖ εἶναι τὸν ἐπαινούμενον ἤτοι ἀγαθόν, ταῦτα ὁ λέγων ὡς ὑποθήκας ἤτοι ὡς παραινέσεις δεῖ αὐτὰ μετατι θέναι καὶ μεταστρέφειν κατὰ τὴν λέξιν, εἴ γε βούλοιτο ποιῆσαι αὐτὰ ὡς παραινέσεις· οἷον ὑποθήκη ἐστίν, εἴ τις λέγει, ὅτι οὐ δεῖ μέγα φρονεῖν ἐπὶ τοῖς κατὰ τύχην γενομένοις ἀλλ’ ἐν τοῖς πραχθεῖσι δι’ ἑαυτόν, ἤτοι ἀλλ’ ἐφ’ οἶς αὐτὸς ἔπραξε καὶ ὧν αὐτὸς αἴτιος καὶ οὐχ ἡ τύχη. ὡδὶ δὲ ἂν εἴποις μεταθεὶς τὴν λέξιν, οἷον ἀντὶ τοῦ οὐ δεῖ ἐὰν εἴπῃς δεῖ, γενήσεται ἐγκώμιον, οἷον εἰ εἴπῃς μέγα φρονῶν οὐ τοῖς διὰ τύχην ὑπάρχουσιν ἀλλὰ τοῖς δι’ ἑαυτόν. [1368a 7] ὥστε ὅταν βου ληθῇς ἐπαινέσαι τὸν Ἀλέξανδρον, ὅρα, τί ἂν ὑπόθοιο καὶ συμβου λεύσαις τῷ Ἀλεξάνδρῳ, εἴ γε ἔμελλες αὐτῷ συμβουλεύσασθαι, καὶ ταῦτα λαβών, ἃ ὡς παραινέσεις ἂν εἶπας πρὸς αὐτόν, μεταθεὶς μικρόν τι τὴν λέξιν ποιήσεις ἐγκώμιον· καὶ πάλιν, ὅταν ὑποθῇς ἤτοι μέλλῃς παραινέσαι, ὅρα, τί ἂν ἐπαινέσειας ἤτοι τί ἂν ἐπῄνεσας αὐτόν, καὶ τοῦτο λαβὼν μεταρρύθμισον τὴν λέξιν μικρὸν καὶ ποιήσεις ὑποθήκην. [1368a 8] ἡ δὲ
λέξις ἡ ἐν τῇ ὑποθήκῃ καὶ τῷ ἐπαίνῳ ἐστὶν ἀντικειμένη, ὅταν τὸ [*](f. 75r) μὲν ἤτοι ἐπὶ τῆς παραινέσεως κωλύῃ, λέγων οὐ δεῖ μέγα φρονεῖν, τὸ [*]([f. 77v]) δὲ ἤτοι ἐπὶ τοῦ ἐπαίνου οὐ κωλύῃ, λέγων δεῖ μέγα φρονεῖν, ἀλλ’ ὅτι οὐ μέγα ἐφρόνει ἐκεῖνος· ἀντίκειται δὲ ἡ λέξις ἡ κωλύειν λέγουσα, ὃ ἐπαινεῖ καὶ οὐ κωλύεις †, καὶ ἡ μὴ κωλύειν.

[1416b 29] Τινὲς δὲ λέγουσιν, ὅτι δεῖ εἶναι τὴν διήγησιν ταχεῖαν καὶ σύντομον, ὥσπερ ὁ εἰπὼν πρὸς τὸν μάττοντα ἐρωτήσαντα· ἐμάλασσε δὲ ζύμην καὶ ἠρώτησε πότερον δεῖ μάττειν τὴν ζύμην, ἵνα ποιήσωμεν ταύτην σκληρὰν ἢ μαλακήν; ἔφη τί δέ; ἀδύνατόν ἐστι τὸ εὖ ἤτοι τὸ μέσον ἤτοι τὸ ποιῆσαι αὐτὴν μήτε μαλακὴν μήτε σκληρὰν ἀλλὰ μέσην. καὶ ἐνταῦθα ἐπὶ τῆς διηγήσεως ὁμοίως· [b 32] δεῖ γὰρ μὴ διηγεῖσθαι μακρῶς ἤτοι ταχέως, ὥσπερ οὐδὲ μακρῶς προοιμιάζεσθαι, οὐδὲ τὰς πίστεις ἤτοι τὰς ἀποδείξεις λέγειν μακράς· οὐδὲ γὰρ τὸ εὖ ἤτοι τὸ μέσον θεωρεῖται ἢ ἐν τῷ ταχὺ καὶ μακρῶς διηγεῖσθαι ἢ ἐν τῷ συντόμως, ἀλλ’ ἐν τῷ μήτε μακρῶς καὶ ταχέως διηγεῖσθαι μήτε συντόμως· τοῦτο γὰρ δηλοῖ τὸ μετρίως ἤτοι τὸ μέσως· [b 35] τοῦτο δέ ἐστιν, ἤτοι τὸ μετρίως καὶ μέσως διηγεῖσθαι, ἀλλ’ ἐν τῷ λέγειν διηγούμενος ἐκεῖνα μόνα, ὅσα δηλοῦσι καὶ παριστῶσι τὸ πρᾶγμα, ἢ ἐκεῖνα, δι’ ὅσων ἄν τις ἀκροατὴς ὢν ὑπολάβῃ γενέσθαι τὸ πρᾶγμα [*](f. 75v) παρὰ τοῦ ἀντιδικοῦντός μοι ἢ βεβλαφέναι καὶ βλάψαι με, ἢ τηλικαῦτα [*]([f. 77v]) παραστῆσαι, ἃ πέπονθας, ἡλίκα ἂν καὶ βούλει δεῖξαι, ἤτοι μεγάλα· τῷ δὲ ἐναντίῳ ἤτοι τῷ ἀντιδίκῳ συμφέρει ἐν τῇ διηγήσει ἐκεῖνα μόνα λέγειν ἐν τῷ διηγεῖσθαι, δι’ ὅσων δείξει ἢ ὅτι οὐ γέγονε παρ’ αὐτοῦ τὸ ἀδίκημα τόδε ἢ ὅτι, εἰ γέγονεν, ἀλλ’ οὐκ ἔβλαψεν ἢ ὅτι οὐ μέγα ἐστὶ τὸ γεγονός. [1417a 2] παραδιηγεῖσθαι δὲ δεῖ ἤτοι δεῖ δὲ ἐν τῇ διηγήσει παρεμφαίνειν καὶ σά τινα πλεονεκτήματα, ὅσα δεικνύ ουσι τὴν σὴν ἀρετήν· ἐν οἷς γὰρ διηγῇ, τί πέπονθας παρὰ τοῦδε ἢ τί ἐποίησεν ὁ δεῖνα, δεῖ συμπαρεμπλέκειν καὶ σὰ πλεονεκτήματα, οἷον ἐκεῖνος μὲν ἐποίησε τάδε, ἐγὼ δὲ ἐνουθέτουν αὐτὸν τὰ δίκαια λέγων μὴ καταλεῖψαι τὰ τέκνα· τοῦτο ἡ συμπαρεμπλοκὴ τῆς σῆς ἀρετῆς. ἢ ἐν οἷς διηγῇ τὸ πρᾶγμα, δεῖ συμπαρεμπλέκειν καὶ παραδεικνύειν ἐν τῇ διη

γήσει τὴν κακίαν τὴν ἑτέραν ἤτοι τοῦ ἀντιδικοῦντος. [a 5] ὁ δὲ ἀπεκρίθη [*](f. 75v) ὅτι ἐὰν καταλείψω τὰ τέκνα, οὖ ἂν παρέλθω, ἕτερα ποιήσω ἀντὶ [*]([f. 77v]) † γυναικῶν σῳζομένων· ὁ Ἡρόδοτος τοῦτό φησι πρὸς τοὺς Αἰγυπτίους, οἳ πολιορκίας οὔσης ἔφυγον συμπαραλαβόντες καὶ τὰς γυναῖκας, τὰ δὲ τέκνα ἐάσαντες λέγοντες οὗ ἂν ἀπέλθωμεν, τέκνα ἕτερα ποιήσομεν. ἢ ἐν τῇ διηγήσει δεῖ παραδιηγεῖσθαι καὶ παρασυμπλέκειν, ὅσα ἡδέα δοκοῦσι τοῖς δικασταῖς, ἵνα ἐκ τούτου προσεκτικώτεροι γένωνται. [a 7] ὁ δὲ ἀπολογούμενος δεῖ ποιεῖν τὴν διήγησιν ἐλάττονα· αἱ δὲ ἀμφισβητήσεις γίνονται ἢ ἐν τῷ σὲ μὲν λέγειν τὸ πρᾶγμα γενέσθαι, τὸν δὲ ἀντίδικον λέγειν μὴ γενέσθαι, ἢ ἐν τῷ σὲ μὲν λέγειν εἶναι βλαβερὸν τὸ γεγονός, τὸν δὲ ἀντίδικον λέγειν μὴ εἶναι βλαβερὸν ἢ λέγειν μὴ εἶναι τηλικοῦτον ἤτοι μέγα βλαβερόν. [a 10] ὥστε περὶ τὸ ὁμολογούμενον οὐ διατριπτέον ἤτοι οὐ δεῖ διηγεῖσθαι τὰ ὁμολογούμενα ἢ, εἰ δεῖ διηγεῖσθαι αὐτά, ἀλλὰ συνεπτυγμένως. εἰ δὲ τὸ ὁμολογούμενον ἐκεῖνο συντείνει καὶ συμβάλ λεται εἰς ἐκεῖνο ἤτοι εἰς τὴν τοῦ ἀμφισβητουμένου παράστασιν, τότε δεῖ διηγεῖσθαι τὰ ὁμολογούμενα· ἤ, εἰ δεῖ διηγεῖσθαι αὐτὰ πλατυτέρως, οὐ χρήσιμον. τὰ δὲ ἀμφισβητούμενά εἰσι ταῦτα, οἷον ὅτι οὐκ ἄδικον ἢ ὅτι οὐ βλαβερὸν ἢ οὐ μέγα, οἷον εἰ ὁμολογεῖ ὁ ἀπολογούμενος, ὅτι πέπρα κται ἐκεῖνο παρ’ αὐτοῦ, ὃ κατηγορεῖται ποιῆσαι, ἀλλ’ ἐνίσταται, ὅτι οὐκ ἄδικον, τοῦ ἀντιδίκου λέγοντος αὐτὸ εἶναι ἄδικον. [a 12] ἔτι δεῖ τὸν κατήγορον λέγειν τὰ πεπραγμένα τῷ ἀπολογουμένῳ ἐκεῖνα, ὅσα πραττόμενα οὐχὶ οἶκτον φέρουσιν ἢ δείνωσιν ἤτοι ὅσα μὴ μόνον κινοῦσι τοὺς ἀκροατὰς καὶ τοὺς δικαστὰς εἰς οἶκτον καὶ ἔλεον τοῦ ἀδικη θέντος, ἀλλὰ καὶ εἰς δείνωσιν ἤτοι ἀγανάκτησιν κατὰ τοῦ ἀδικήσαντος. [a 13] παράδειγμα τοῦ εἶναι τὴν διήγησιν συνεπτυγμένην ὁ ἀπόλογος τοῦ Ἀλκίνου· ἐν γὰρ τῷ ἀπολόγῳ τοῦ Ἀλκίνου ἐστὶν ἡ διήγησις συνεπτυγμένη ὡς περὶ πραγμάτων οὖσα ὁμολογουμένων. ἡ Πηνελόπη ᾐτιᾶτο παρὰ τοῦ Ὀδυσσέως τοῦ ἀνδρὸς αὐτῆς ὡς τοὺς μνηστῆρας συναθροίσασα ἐν τῇ οἰκίᾳ αὐτοῦ τοὺς καταδαπανήσαντας τὴν περιουσίαν αὐτοῦ, ὁ δὲ Ἀλκίνους ἐποίησεν ἀπόλογον πρὸς τὸν Ὀδυσσέα λόγῳ τῆς Πηνελόπης ὅτι οὐ διὰ τὸ μέλλειν με ἐπαρεῖν τινα ἀπ’ αὐτῶν ἄνδρα τούτους αὐτὴ συνήθροισα, ἀλλ’ οὗτοι ἀκούοντες τὴν ἐμὴν ἀρετὴν ἀπὸ ἄλλων καὶ ἄλλων χωρῶν συνηθροίσθησαν, ὡς ἂν αὐτὴν θεάσωνται. τὸν γοῦν ἀπόλογον ἅπαντα ἐν ἑξήκοντα στίχοις συνεπέρανεν· εἰ γοῦν ὁ ἀπόλογος ἐν ἑξήκοντα στίχοις συνεπεράνθη, λοιπὸν
καὶ ἡ διήγησις πάνυ βραχυτάτη ἦν. εὗρον καὶ σχόλιον τοιοῦτον· ὁ [*](f. 75v) Ἀλκίνου ἀπόλογος ἤτοι ἡ Ἀλκίνου παραδιήγησις πρὸς τὴν Πηνελόπην [*]([f. 77v]) ἐν γὰρ τῇ διηγήσει συμπαρέπλεξε καὶ τὴν ἀρετὴν τῆς Πηνελόπης. ἢ καὶ οὕτως· δεῖ τὸν κατήγορον λέγειν, ὅσα οὐ φέρουσιν οἶκτον, καὶ τὸν ἀπολογούμενον πάλιν λέγειν, ὅσα οὐ φέρουσι δείνωσιν ἤτοι ἀγανάκτησιν κατ’ αὐτοῦ. [a 14] ὡς ὁ Φάυλλος (ῥήτωρ δὲ ἦν οὗτος) τὸν κύκλον ἤτοι ἀφηγούμενος τὰ ἐκτὸς τοῦ πράγματος ἔλεγε ταῦτα συνεπτυγμένως. κύκλος δὲ λέγονται τὰ ἐκτὸς τοῦ πράγματος. εὗρον σχόλιον καὶ εἰς τοῦτο τοιοῦτον, ὅτι κύκλοι εἰσὶν οἱ στίχοι, ἢ ὅτι ἀνακυκλοῦσι τὴν ὑπόθεσιν. [a 15] ὡς ὁ ἐν τῷ Οἰνεῖ πρόλογος τοῦ Εὐριπίδου τοιοῦτός ἐστιν ἤτοι συντετμημένος. ἠθικὴ γίνεται ἡ διήγησις, ὅταν εἰς ὅρκον τὸν λόγον ἀνά γωμεν ἢ ὅταν δεινοπαθῶμεν ἐν τῷ μεταξὺ τῆς διηγήσεως καὶ σχετλιάζωμεν· [*](f. 76r) φαίνεται γὰρ τὸ ἦθος μεταξὺ τῆς διηγήσεως τοῦ δεινοπαθοῦντος [*]([f. 77r]) καὶ σχετλιάζοντος ἀληθὲς καὶ διὰ τοῦτο ὡς ἀληθεῖ πιστεύουσιν αὐτῷ ὁ γὰρ ὅρκος καὶ ὁ σχετλιασμὸς τοῦ ἀληθινοῦ καὶ ἐνδιαθέτου λόγου εἰσί. [a 17] τί ποιεῖ τὸ ἦθος ἤγουν ὁ ὅρκος καὶ ἡ σχετλίασις. ἐν μὲν δὴ ποιεῖ τὸ ἦθος λέγοντα ἀληθὲς τὸ δηλοῦν τὴν οἰκείαν προαίρεσιν, ὅτι ἀγαθή ἐστι καὶ μισοῦσα τὰ κακὰ καὶ τὰ ἄδικα· αὕτη δὲ γίνεται ἡ προαί ρεσις δήλη ἐκ τοῦ σχετλιάζειν καὶ ὀμνύειν. ποιὸν δὲ ἤτοι ἀγαθὸν καὶ ἀληθὲς δεικνύεται τὸ ἦθος τοῦ λέγοντος τῷ εἶναι αὐτὴν τὴν προαίρεσιν ποιὰν ἤτοι ἀγαθὴν καὶ τὰ δίκαια αἱρουμένην. [a 18] ἡ δὲ προαίαίρεσις ρεσις ποιὰ δεικνύεται ἤτοι ἀγαθὴ ἢ φαύλη ἐν τῷ τέλει ἤτοι ἐν τῇ πράξει καὶ ἀπὸ τῶν πράξεων καὶ τῶν ἔργων τῶν προαιρετῶν ἤτοι ὧν ποιεῖ. διὰ τοῦτο οἱ λόγοι ἤτοι † οἱ μαθηματικοὶ ἤτοι οἱ γεωμετρικοὶ συλλογισμοὶ καὶ αἰτίαι ἤθη οὐκ ἔχουσι, διότι οὐδὲ προαίρεσιν ἔχουσιν· οὐκ ἔχουσι δὲ προαίρεσιν, διότι τὸ οὗ ἕνεκα ἤτοι τὸ προαιρετὸν οὐκ ἔχουσιν ἔνθα γὰρ προαιρετὸν οὐκ ἔστιν, οὐδὲ προαίρεσις, ἔνθα δὲ προ οὐκ ἔστιν, οὐδὲ ἦθος. [a 20] ἀλλ’ οἱ Σωκρατικοὶ λόγοι εἰσὶν ἠθικοί· οὖτος γὰρ μᾶλλον τοῦ ἤθους ἐφρόντιζε καὶ περὶ αὐτὰ ἠσχολεῖτο μᾶλλον, ἔλαττον δὲ ἐφρόντιζε τοῦ ἀποδεικτικοῦ λόγου, ὡς ἐν τοῖς Μετὰ τὰ φυσικά φησι· περὶ τούτων γὰρ λέγουσιν οἱ Σωκρατικοὶ τοι περὶ ἠθικῶν διδάσκουσιν [a 21] ἀλλὰ ἠθικά εἰσι καὶ λέγονται καὶ ὅσα ἕπονται τῷ ἤθει ἑκάστου· τὸ γὰρ λέγειν, ὅτε οὗτος ἅμα λέγων πρὸς ἐμὲ ταῦτα ἐβάδιζε, δηλοῖ θρασύτητα καὶ ἀγροικίαν καὶ φαυλότητα τοῦ ἤθους, καθ’ ὅσον περιπατῶν ἐποίει τοὺς λόγους· ἀτάκτου γὰρ ἤθους
τοῦτο σημεῖον. [a 23] καὶ οὐχ ἕπονται τῷ ἤθει καὶ ἐμφαντικὰ ἤθους [*](f. 76r) εἰσίν, ὅσα λέγει τις ἀπὸ διανοίας, καὶ ὅσα λέγει τις ἀναπλάττων ταῦτα [*]([f. 77r]) ἐν τῇ οἰκείᾳ διανοίᾳ, κἂν μὴ ὑπόστασιν ἔχωσιν, οἷον οὐ τὸ ἀναπλάττειν ἐν τῇ διανοίᾳ καὶ φαντάζεσθαι, ὅτι τραγέλαφός ἐστιν, δεικνύει αὐτὸν ἤθους ψευδοῦς, ὥσπερ οἱ νῦν λέγουσιν, ἀλλ’ ὅσα ἀπὸ προαιρέσεως ποιεῖ καὶ λέγει, ταῦτα καὶ δεικνύουσι τὸ ἦθος τοῦ λέγοντος ἢ τοῦ ποιοῦντος ἀγαθόν, εἰ ἐκ προαιρέσεως ἀγαθῆς ποιεῖ τι ἢ λέγει, ἢ κακὸν καὶ φαῦλον, εἰ ἐκ προαιρέσεως φαύλης. [a 24] ἐγὼ δὲ ἐβουλόμην καὶ προειλό μην ἤτοι ᾑρετισάμην τοῦτο· εἰ δὲ μὴ ὀναίμην καὶ ὠφεληθείην ἐκ τούτου τοῦ προαιρεθέντος ἐμοί, βέλτιον· τὸ μὲν γὰρ τὸ προαιρεῖσθαι τὸ ὠφέ λιμον ἐμφαντικόν ἐστι τοῦ φρονίμου· ὁ γὰρ φρόνιμος ἀεὶ προαιρεῖται ἐκεῖνο, ἐξ οὗ ἂν ὠφεληθῇ· τὸ δὲ ἤτοι τὸ προαιρεῖσθαι τὸ συμφέρον, κἂν ἐξ αὐτοῦ οὐκ ὠφελῆται ὁ τοῦτο προαιρεθείς, ἐστὶν ἀγαθοῦ ἤθους σημεῖον· ὁ γὰρ ἀγαθὸς ἀνὴρ αἱρεῖται οὐ τὸ ὠφέλιμον ἀλλὰ τὸ συμφέρον πᾶσι, κἂν καὶ αὐτὸς ἐξ αὐτοῦ οὐκ ὠφεληθῆναι μέλλῃ. [a 26] ὁρᾷς, ὅπως φρονίμου ἤθους σημεῖόν ἐστι τὸ προαιρεῖσθαι τὸ ὠφέλιμον ἤτοι ὅπερ ὠφελεῖ αὐτόν, κἂν βλάπτῃ ἄλλους, ἀγαθοῦ δὲ ἤθους σημεῖόν ἐστι τὸ προαιρεῖσθαι τὸ συμφέρον πολλῶν, καὶ ὃ διηγεῖται, κἂν ἐξ αὐτοῦ αὐτὸς οὐκ ὠφελῆται· ἀγαθοῦ δέ ἐστι τὸ διώκειν τὸ καλὸν ἤτοι τὸ συμφέρον. [a 27] ἂν δ’ ἄπιστον ἢ, ὃ λέγεται, τότε χρὴ λέγειν καὶ τὴν αἰτίαν, δι’ ἣν δοκεῖ ἄπιστον. ἡ Ἀντιγόνη μᾶλλον ἐκήδετο τοῦ ἀδελφοῦ παρὰ τοῦ ἀνδρὸς ἤτοι τοῦ Αἵμονος τοῦ υἱοῦ τοῦ Κρέοντος· εἶτα λέγει καὶ τὴν αἰτίαν, δι’ ἣν ἐκήδετο τοῦ ἀδελφοῦ μᾶλλον παρὰ τοῦ ἀνδρὸς καὶ τῶν τέκνων· ἄπιστον γάρ ἐστι τὸ κήδεσθαι τοῦ ἀδελφοῦ μᾶλλον παρὰ τοῦ ἀνδρός· [a 30] τὰ μὲν γὰρ γενέσθαι, τοι ὁ ἀνὴρ καὶ τὰ τέκνα, εἰ συμβῇ φθαρῆναι· ἐπάρῃ γὰρ ἄλλον ἄνδρα καὶ ποιήσει ἄλλα τέκνα· τοῦ δὲ πατρὸς καὶ τῆς μητρὸς τελευτησάντων πῶς ἂν γένηται ἕτερος ἀδελφός, εἰ τύχῃ θανεῖν ὁ ἀδελφός; τὸ [a 33] βλάστοι ἀντὶ τοῦ γένοιτο. εἰ δὲ μὴ ἔχεις αἰτίαν εἰπεῖν, δι’ ἣν δοκεῖ ἄπιστον τὸ λεγόμενον, λέγε ὅτι οὐκ ἀγνοῶ, ὅτι λέγω ἄπιστα, ἀλλὰ φύσει τοιοῦτός εἰμι ὥστε λέγειν τὸ ἀληθὲς καὶ μὴ πολυπραγμονεῖν, εἴτε ἄπιστον δόξει τοῖς ἀκροαταῖς εἴτε πιστόν, οἱ γὰρ ἄνθρωποι ἀπιστοῦσι καὶ οὐ πιστεύουσί τινα ἄνθρωπον ποιεῖν, ἀλλ’ ὅτι ἑκών, ἀλλ’ ἢ μόνον τὸ συμφέρον ἑαυτῷ, κἂν ἄλλους βλάπτῃ. [a 36] ἔτι τὸν διηγούμενον δεῖ λέγειν ἐκ τῶν παθητικῶν ἤτοι σχετλιά
ζειν καὶ ὀμνύειν μεταξὺ τῆς διηγήσεως καὶ τὰ ἑπόμενα πάθη [*](f. 76v) αὐτῶν. ἢ καὶ οὕτως· καὶ τὰ ἑπόμενα τῷ πάθει ἤτοι τῷ θυμῷ [*]([f. 77v]) καὶ τῇ ἐπιθυμίᾳ. καὶ ἃ πάντες ἴσασιν ἤτοι τὰ κοινὰ καὶ τὰ προσόντα ἴδια ἢ αὐτῷ ἢ ἐκείνῳ τῷ ἀντιδίκῳ. ταῦτ’ εἶπεν [a 38] ὁ δὲ ᾤχετο ὑποβλέψας με ἄγριον καὶ μανικόν· τὸ γοῦν ἄγριον ὑποβλέπειν ἑπό μενόν ἐστι τῷ θυμουμένῳ. ὅτι ὁ Κρατύλος ἦν διασίζων καὶ τρίζων τοὺς ὀδόντας. ἢ τὸ [b 1] διασίζων ἀντὶ τοῦ λέγειν σι σι ἐκ μεταφορᾶς τοῦ πεπυρακτωμένου σιδήρου τοῦ ἐν τῷ ὕδατι βληθέντος, τουτέστι κατασι γάζων ἦν τὸν λαόν. καὶ διασείων ἐν ταῖν χεροῖν· ἐκράτει γὰρ αὐτοὺς καὶ ἔσειεν. πιθανὰ γοῦν εἰσι ταῦτα, διότι ταῦτα, ἃ ἴσασι πάντες, ἐν τῷ ἰδεῖν γίνονται σύμβολα καὶ σημεῖα ἐκείνων ὧν οὐκ ἴσασι παθῶν· τὸ γὰρ τρίζειν τοὺς ὀδόντας σημεῖόν ἐστι πάθους ἀφανοῦς ἤτοι τοῦ θυμοῦ. [b 5] ἡ γρηῢς κατέσχε καὶ περιεκάλυψε τὰ πρόσωπα· ἡ γραῦς, ἡ Ἀντίκλεια ἡ μαῖα, νίπτουσα τοὺς πόδας τοῦ Ὀδυσσέως εἶδε τὴν οὐλὴν καὶ ἔγνω, ὅτι ὁ Ὀδυσσεύς ἐστι, καὶ δακρύσασα περιεκάλυψε τὰ πρόσωπα· οἱ γὰρ ἀρχό μενοι δακρύειν ἐπιλαμβάνονται τῶν ὀφθαλμῶν ἤτοι ἐπικαλύπτουσι τοὺς ὀφθαλμούς. [b 7] καὶ εὐθὺς καὶ διηγούμενος εἰσάγαγε καὶ σεαυτὸν ποιόν τινα ἤτοι ἐλεεινολογούμενον καὶ σχετλιάζοντα, ἵνα οἱ ἀκροαταὶ θεωρῶσι καὶ νοῶσι καὶ τὸν ἀντίδικον, ὅτι τοιοῦτός ἐστιν ἄδικος, οἷον αὐτὸν παριστᾷς· ἐκ γὰρ τοῦ σχετλιάζειν δοκεῖς τοῖς ἀκροαταῖς ἀληθὴς ἐν τῷ λέγειν τὸν ἀντίδικον τοιοῦτον ἤτοι ἄδικον. εὗρον καὶ σχό λιον τοιοῦτον· ἵνα ὡς τοιοῦτον θεωρῶσιν ἤγουν ἐπὶ ποιόν τινα τοι ὀργιζόμενον. [b 8] λεληθότως δὲ ποίει τόν τε σχετλιασμὸν καὶ τὴν ἐλεεινολογίαν, ἵνα μὴ δόξῃς τοῖς ἀκροαταῖς ἐξεπίτηδες ἐλεεινολογεῖσθαι καὶ διὰ τοῦτο ἄπιστος δοκῇς εἶναι αὐτοῖς. [a 15] ὁ δὲ ἐν Οἰνεῖ πρόλογος παρὰ τῷ Εὐριπίδῃ ἐστὶ τοιοῦτον·
ὦ γῆς πατρῴας χαῖρε φίλτατον πέδον Καλυδῶνος, ἔνθεν αἷμα συγγενὲς φυγὼν Τυδεύς, τόκος μὲν Οἰνέως, πατὴρ δ’ ἐμός, ᾤκησεν Ἄργος, παῖδα δ’ Ἀδράστου λαβὼν συνῆψε γένναν.
[b 8] ὅτι δὲ ῥᾴδιον δεινοπαθεῖν μεταξὺ τῆς διηγήσεως καὶ λανθάνειν τοὺς ἀκροατὰς καὶ ἐκ τούτου πιστὸν συμβαίνει νομίζεσθαί σε καὶ ἀληθῆ,
δεῖ ὁρᾶν τοῦτ’ ἐκ τῶν ἀπαγγελλόντων ντων καὶ διηγουμένων τι· περὶ [*](f. 76v) ὧν γὰρ μηδὲν ἴσμεν, ἐπιλαμβάνομεν ὑπόληψίν τινα καὶ γνῶσιν αὐτῶν [*]([f. 77v]) ἐκ τοῦ ἀκούειν τοῦ λέγοντος ταῦτα † δεινοπαθοῦντά τε καὶ σχετλιαζόμενον.[b 10] πανταχοῦ δὲ δεῖ διηγεῖσθαι, καὶ ἐν προοιμίοις καὶ ἐν διηγή σεσι καὶ ἀγῶσι καὶ ἐν ἐπιλόγοις· ἀλλ’ οὐ μόνον ἐν ἀρχῇ ἤτοι ἐν τῷ προοιμίῳ μόνῳ, ἀλλ’ ἐν πᾶσι τοῖς μέρεσι τοῦ λόγου διηγητέον, ἔνθα χρεία αὐτῆς τῆς διηγήσεώς ἐστιν. [b 11] ἐν δὲ τῇ δημηγορίᾳ ἤτοι τῷ συμ βουλευτικῷ εἴδει οὐδαμῶς ἐστι διήγησις, διότι ἡ διήγησις τῶν γενο μένων ἐστίν, οὐ τῶν μελλόντων· ἐν δὲ τῷ συμβουλευτικῷ εἴδει, εἰ μέλλεις διηγήσασθαί τι, τῶν γεγενημένων ἔσται διήγησις ἤτοι γεγενημένα τινὰ διηγοῦ, ἵνα ἐκείνων τῶν γεγενημένων ἀναμιμνησκόμενοι καὶ πρὸς ταῦτα ἀφορῶντες βέλτιον βουλευσώμεθα καὶ περὶ τῶν μελλόντων, οἷον ἐπεὶ τόδε συνέβη γενέσθαι ἐκ τοῦ ποιῆσαι τὸν δεῖνα τόδε, λοιπὸν προσ εκτέον, μή πως καὶ ἐφ’ ἡμῖν συμβῇ τοιοῦτον, εἰ τόδε ποιήσομεν ἤγουν θέλομεν ἀναμιμνῄσκεσθαι τῶν γενομένων. διαβάλλοντες τὰ γεγόνοτα ἢ ἐπαινοῦντες, οἷον ἐπεὶ συνέβη τόδε τὸ τρόπαιον γενέσθαι ἐκ τοῦ ποιῆσαι τόδε, καὶ ἡμεῖς λοιπόν, εἰ ποιήσομεν τὸ αὐτό, νικήσομεν. [b 15] ἀλλὰ τότε, ὅτε διαβάλλει τὰ γενόμενα ὁ συμβουλεύων, οὐ ποιεῖ ἔργον συμβούλου ἀλλὰ λοιδόρου καὶ ψέγοντος, ὥσπερ, εἰ ἐπαινεῖ τὰ γεγονότα, ποιεῖ ἔργον ἐπαινοῦντος καὶ ἐγκωμιάζοντος καὶ οὐχὶ συμβούλου. ἐὰν δὲ ἦ ἄπιστον τὸ διηγούμενον, δεῖ ὑπισχνεῖσθαι εἰπεῖν τὴν αἰτίαν, δι’ ἣν ἄπιστον δοκεῖ, καὶ διατάττειν καὶ διακοσμεῖν τὸ διηγούμενον ἐκεῖνο, οἶς βούλονται οἱ ἀκροαταί, ἵνα ἐκ τοῦ λέγειν, ὅσα βούλονται οἱ ἀκροαταί, ἀληθὴς δοκῇς καὶ ἀποδεχόμενος τοῖς ἀκροαταῖς· λέγεις γὰρ τὰ θυμήρη αὐτοῖς. [b 18] ὁ Καρκίνος τραγικὸς ποιητής. ἐν τῷ Οἰδίποδι ἤτοι τῷ δράματί τις ἐζήτει τὸν υἱὸν αὑτοῦ καὶ ἐπυνθάνετο καὶ ἠρώτα περὶ αὐτοῦ τὴν Ἰοκάστην, ἡ δὲ ὑπισχνεῖτο ἀεὶ εἰπεῖν. καὶ ὁ Αἵμων δρᾶμά [*](f. 77r) ἐστι· καὶ ὑπισχνεῖται οὗτος ἀεὶ εἰπεῖν πρὸς τὸν ἐρωτῶντα. [*]([f. 79r])

Τὰς δὲ πίστεις ἤτοι τὰς ὑποδείξεις δεῖ εἶναι ἀποδεικτικὰς ἤτοι συλλογιστικάς. ἐπεὶ καὶ περὶ τεττάρων ἐστὶν ἡ ἀμφισβήτησις — ἢ ὅτι γέγονεν ἢ οὐ γέγονεν ἀμφισβητοῦμεν ἢ ὅτι δίκαιόν ἐστιν ἢ ἄδικον ἢ μέγα ἢ μικρὸν καὶ ἢ βλαβερὸν ἢ οὐ βλaβερόν — ἐπεὶ γοῦν περὶ τεττάρων ἀμφισβητοῦμεν, δεῖ τὸν ῥήτορα ἀποδεικνύναι φέροντα τὰς ἀποδείξεις καὶ δεικνύοντα περὶ τὸ ἀμφισβητούμενον καὶ ἀμφιβαλλόμενον· οἷον ὅτι οὐ γέγονε, δεῖ σε δεικνύειν τοῦ κατηγόρου λέγοντος, ὅτι γέγονε παρὰ σοῦ,

ἐν τῇ κρίσει ἤτοι τῷ δικαστηρίῳ, εἶτα φέρει τὴν ἀπόδειξιν τούτου [*](f. 77r) τοῦ ὅτι οὐκ ἔβλαψε, κἂν ἐγένετο. [b 25] καὶ ὅτι οὐ τοσόνδε ἤτοι [*]([f. 79r]) μέγα ἐστὶ τὸ γενόμενον, οἷον σὺ φῄς. ἢ ὡσαύτως δεικνύειν, ὅτι δικαίως ἐγένετο καὶ δίκαιόν ἐστι. καὶ ἐὰν ᾖ ἡ ἀμφισβήτησις καὶ ἀμφιβολία περὶ τοῦ εἴτε ἐγένετο εἴτε μὴ τοῦτο, ὀφείλεις ἀποδεικνύειν ἢ ὅτι ἐγένετο ἢ καὶ οὐκ ἐγένετο. [b 27] μὴ λανθανέτω δέ, ὅτι ἐν ταύτῃ τῇ ἀμφισβητήσει τῇ περὶ τοῦ εἰ ἐγένετο ἢ μὴ ἐγένετο ἀναγκαῖόν ἐστι τὸν ἕτερον φαίνεσθαι πονηρὸν ἤτοι ἢ τὸν λέγοντα γενέσθαι τὸ πρᾶγμα, κἂν οὐκ ἐγένετο, ἢ τὸν λέγοντα μὴ γενέσθαι, εἴ που ἐγένετο· εἰ γὰρ ὅτι ἐγένετο ἀποδειχθῇ, ὁ λέγων ὅτι οὐκ ἐγένετο πονηρός ἐστι καὶ οὐκ ἔχει προβαλέσθαι αἰτίαν τοῦ φυγεῖν τὸ δοκεῖν πονηρὸς τὴν ἄγνοιαν, ἤτοι ἔλεγον, ὅτι οὐκ ἐγένετο, διότι ἠγνόουν, εἰ ἐγένετο. [b 29] αὐτῶν δὲ ἀμφισβηνηρόν· τούντων περὶ τοῦ δικαίου, ἤτοι εἴτε δίκαιόν ἐστι τὸ λεγόμενον εἴτε καὶ μή, οὐκ ἔστι τὸν ἕτερον ἀπ’ αὐτῶν, οἷος ἂν φανείη ψευδόμενος, φαίνεσθαι πονηρόν· εἰ γὰρ λέγει, ὅτι δίκαιόν ἐστιν, εἶτα φανῇ ἄδικον, οὐ φαίνεται πονηρός· προβάλλεται γὰρ τὴν ἄγνοιαν· ἠγνόουν γάρ, φησίν, εἰ ἄδικόν ἐστι τὸ γενόμενον, καὶ διὰ τοῦτο ἠμφισβήτουν. ὁμοίως καὶ εἴ τινες ἀμφισ βητοῖεν περὶ τοῦ εἴτε μικρόν ἐστιν εἴτε μέγα ἢ βλαβερὸν ἢ οὐ τοιοῦτον, οὐ φαίνεται ὁ ἕτερος πονηρός· προβάλλεται γὰρ τὴν ἄγνοιαν· ἠγνόουν γάρ, φησίν, εἰ βλαβερόν ἐστι τὸ γενόμενον ἢ εἰ μέγα. [b 30] ὥστ’ ἐν τούτῳ ἤτοι τῇ ἀμφισβητήσει τῇ περὶ τοῦ εἰ γέγονεν ἢ μὴ χρηστέον τῷ δεικνύειν τὸν ἕτερον πονηρόν· οὐ γὰρ ἔχει προβαλέσθαι τὴν ἄγνοιαν· ἐν δὲ τοῖς ἄλλοις ἤτοι τῇ ἀμφισβητήσει τῇ περὶ τοῦ εἰ δίκαιον ἢ μὴ ἢ μέγα ἢ μὴ ἢ βλαβερὸν ἢ μὴ οὐ χρηστέον τῷ δεικνύειν τὸν ἕτερον πο λέξει γὰρ ἐκεῖνος ὡς ἠγνόουν καὶ ἐκ τούτου φεύγει τὸ δοκεῖν πονηρός. εὗρον καὶ σχόλιον τοιοῦτον ὅτι ἐν ταύτῃ τῇ ἀμφισβητήσει τῇ εἰ γέγονε τὸν ἕτερον εἶναι πονηρὸν ἤτοι τὸν ἀρνούμενον. [b 29] αἰτία πρόφασις τοῦ ἀμφισβητεῖν. [b 19] ὁ Λιμῶν ὁ Σοφοκλέους, οἷον
πάτερ, σός εἰμι καὶ σύ μοι γνώμας ἔχων χρηστὰς ἐπορθοῖς, αἷς ἔγωγ’ ἐφέψομαι· ἐμοὶ γὰρ οὐδεὶς ἀξίως ἔσται γάμος μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου.
[b 30] ἐν δὲ τοῖς ἐπιδεικτικοῖς τὸ πολὺ ἤτοι ὡς ἐπὶ τὸ πολὺ ἡ αὔξησίς ἐστιν, ὅτι ὠφέλιμόν ἐστι τόδε ἢ ὅτι καλόν τὰ γὰρ πράγματα δεῖ πιστεύεσθαι ἤτοι ὡς ὁμολογούμενα λαμβάνειν, δεικνύειν δὲ ἢ ὅτι
ὠφέλιμά εἰσιν ἢ ὅτι καλά. εἰ δὲ καὶ τὰ πράγματά εἰσιν ἄπιστα (τοῦτο [*](f. 77v) δὲ γίνεται ὀλιγάκις), τοῦτό τε δεῖ ποιεῖν καὶ ἀποδείξεις αὐτῶν, ἢ ἐὰν [*]([f. 79r]) ἄλλος ἔχῃ, αἰτίαν, ἤτοι εἰ σώφρων εἶ· τοῦ δὲ εἶναί σε σώφρονά ἐστιν αἴτιος ἕτερος ὁ ἀνάγων σε, ὅς περικλείων σε πείθει καὶ ἄκοντα σωφρονεῖν. εὗρον σχόλιον εἰς τοῦτο· οἷον εἰ ἄλλος ἐστὶν ὁ ποιῶν καὶ οὐχὶ ὁ λεγόμενος. [b 35] ἐν δὲ τοῖς δημηγορικοῖς περὶ μέλλοντός ἐστιν ἡ ἀμφισ βήτησις. ἢ ὅτι οὐκ ἔσται, ἀμφισβητεῖ τις, ἢ ἔσται μέν, ἀλλ’ ἄδικά εἰσιν, ἢ οὐ τηλικαῦτα ἤτοι μεγάλα. [b 36] δεῖ δὲ ὁρᾶν καὶ εἴ τι ψεύδεται καὶ ἐκτὸς τοῦ πράγματος καὶ τῆς ὑποθέσεως λέγει ἢ ὁ κατήγορος ἢ ὁ ἀπολογούμενος· εἰ γὰρ ἐκτὸς τῆς ὑποθέσεως λέγει, τεκμαι ρόμεθα, ὅτι καὶ περὶ τῶν ἄλλων ψεύδεται ἤτοι τοῦ δικαίου καὶ τοῦ ἀδίκου καὶ τοῦ ὠφελίμου καὶ τοῦ βλαβεροῦ καὶ τοῦ μεγάλου καὶ τοῦ μικροῦ· ψεύδεται γάρ, κἂν δίκαιον λέγῃ τὸ γεγονὸς ἢ τὸ ἐσόμενον· εἴτε ἄδικον καὶ βλαβερὸν λέγει αὐτό, ψεύδεται. [1418a 1] εἰ καὶ ἐν τοῖς [*](f. 77v) δημηγορικοῖς χρώμεθα τοῖς ἐνθυμήμασιν, ἀλλὰ μᾶλλον χρώμεθα τοῖς [*]([f. 79v]) παραδείγμασι, διότι τῇ δημηγορικῇ οἰκειότερα μᾶλλον τὰ παραδείγματα· ἐκ γὰρ τῶν προγεγονότων τεκμηριούμεθα καὶ τὴν τῶν ἐσομένων ἀπόβασιν. τὰ δὲ ἐνθυμήματα οἰκειότερα πάλιν εἰσὶ τῷ δικανικῷ εἴδει καὶ διὰ τοῦτο ἐν αὐτῷ πλείονα λαμβάνομεν τὰ ἐνθυμήματα παρὰ τὰ παραδείγματα.[a 2] ἡ μὲν γὰρ ἡ δημηγορικὴ καταγίνεται περὶ τὸ μέλλον καὶ διὰ τοῦτο δεῖ ἐκ τῶν γενομένων φέρειν παραδείγματα, ἡ δὲ ἤτοι ἡ δικανικὴ καταγίνεται περὶ τὰ ὄντα παρ’ ὃ τὰ μὴ ὄντα, ὧντινων μᾶλλον τῶν ὄντων ἐστὶν ἀπόδειξις καὶ ἀνάγκη ἤτοι ἀναγκαστικὸς συλλομένοις· γισμός· τὸ γὰρ γεγονὸς ἔχει τὴν ἀνάγκην ἤτοι τὴν ἀπόδειξιν. εὗρον σχόλιον· [a 4] οὗ μᾶλλον ἤτοι τοῦ μέλλοντος. καὶ ἀνάγκη ἤτοι τὸ ἐκ τῶν γεγονότων παράδειγμα. [a 5] οὐ δεῖ δὲ ἐφεξῆς καὶ συνημμένως λέγειν ἐνθυμήματα, ἀλλὰ διακόπτειν καὶ μεταξὺ λέγειν καὶ παρα δείγματα, ὥστε ἀναμιγνύναι καὶ τοῖς ἐνθυμήμασι παραδείγματα· εἰ δὲ μή, ἤτοι εἰ μὴ ἀναμιγνύεις αὐτοῖς καὶ παραδείγματα καὶ διακοπὴν ποιεῖς τῶν ἐνθυμημάτων, ἀλλὰ συνημμένως λέγεις ἐνθυμήματα, τὰ ἐνθυμήματα συνημμένως λεγόμενα καταβλάπτουσιν ἀλλήλους· ὁ γὰρ ἀκροατὴς τῇ πυκνότητι τῶν ἐνθυμημάτων ἀποκάμνει καὶ ἔκτοτε οὐ προσέχει τοῖς λεγο δεῖ γὰρ καὶ ἐνταῦθα ἤτοι ἐπὶ τοῦ δικανικοῦ λέγειν παραδείγματα,
πλὴν ἐκεῖ ἐπὶ τοῦ συμβουλευτικοῦ πλείονα. [a 7] ὅτι δὲ μέτρον ἐστὶ καὶ [*](f. 77v) ποσὸν τῶν ἐνθυμημάτων, πόσα δεῖ λέγειν καὶ ἐξίστασθαι αὐτῶν καὶ οὐχὶ [*]([f. 79v]) ἀμέτρως δεῖ λέγειν αὐτά, δηλοῖ καὶ Ὅμηρος ἐν οἷς παρεισάγει τὸν Ἀλκί νοον λέγοντα πρὸς τὸν Ὀδυσσέα ἐπεὶ τόσ’ εἶπας, ὅσα ἂν πεπνυμένος ἀνήρ· οὐκ εἶπε τοιαῦτα, ἀλλὰ τοσαῦτα, δηλῶν ἐκ τοῦ τοσαῦτα, ὅτι μέτρον ἔστι τῶν λόγων καὶ τῶν ἐνθυμημάτων· τῇ γὰρ ἀμετρίᾳ ὁ μωρὸς καὶ ὁ ἄτεχνος χρᾶται· ἔστι γὰρ ὅρος καὶ μέτρον τοῦ ποσοῦ τῶν ἐνθυμημενον μάτων καὶ οὐχὶ ἀμέτροις δεῖ χρᾶσθαι αὐτοῖς. [a 9] οὐ δεῖ δὲ ἐνθυμή ματα καὶ ἀποδείξεις ζητεῖν περὶ πάντων· εἰ δὲ παντὸς προτεθέντος ζητεῖς ἀποδείξεις, συμβήσεται τὸ ἀποδεικνύειν τὰ γνώριμα καὶ τὰ φανερὰ ἐξ ἀγνώστων καὶ ἀδήλων, ὅπερ ποιοῦσι τινὲς τῶν φιλοσόφων, οἵτινες συλλογίζονται τὰ γνωριμώτερα παρὰ τὰς προτάσεις, ἐξ ὧν λέγουσι καὶ ἀποδεικνύουσιν, ἤτοι συμβαίνει τὸ προτάσεις λαμβάνειν ἀγνωστοτέρας τοῦ προκειμένου προβλήματος. [a 12] καὶ ὅταν ποιῇς πάθος ἤτοι κινεῖς τοὺς ἀκροατὰς εἰς ὀργὴν ἢ εἰς ἐπιθυμίαν ἢ αὐτὸς θυμοῦσαι ἢ ἐπιθυμῇς, μὴ λέγε ἐνθυμήματα. πάθος λέγει τὸν θυμὸν καὶ τὴν ἐπι θυμίαν· εἰ γὰρ δυνατόν ἐστι, τὸ ἐνθύμημα ἐκκρούει τὸ πάθος ἤτοι χαῦνον ποιήσει καὶ ἔκλυτον αὐτὸ ἐν τῷ τοὺς ἀκροατὰς ἢ σὲ τὸν κατεχό πάθει τινὶ ἤτοι θυμῷ ἢ λύπῃ ἢ φόβῳ προσέχειν τῷ ἐνθυμήματι δεινῷ ὄντι καὶ ἐπιλαθέσθαι τοῦ πάθους· ἢ εἰ τὸ πάθος κατέχει ἰσχυρῶς ἢ σὲ ἢ τοὺς ἀκροατὰς ἰσχυρὸν ὄν, πάντως προσέξουσι πάντες τῷ πάθει καὶ ὅλοι τούτου γενόμενοι, τῷ δὲ ἐνθυμήματι καὶ † προσέξουσιν ὅλως, ἀλλ’ ἔσται τὸ ἐνθύμημα μάτην ῥηθέν· [a 14] καὶ γὰρ ἐάν εἰσι δύο κινήσεις ἐνέργειαι δύο, οἷον εἰ ὁρᾷ τις καὶ ἀκούει ἢ εἰ ἐνεργεῖ κατ’ ἄλλην αἴσθησιν, ἡ δραστικωτέρα κίνησις καὶ ἐνέργεια ἐκκρούει τὴν ἑτέραν ἐνέρ γειαν καὶ ἀμαυροῖ, ὡς ἐν τῷ Περὶ ψυχῆς φησι, καὶ ἢ ἀφανίζουσιν ἀλλήλας, εἰ ἡ μία τῶν ἐνεργειῶν ἐστι δραστικωτέρα, ἢ ἀσθενεῖς ποι οῦσιν ἀλλήλας, εἰ ἰσοδύναμοί εἰσι. [a 15] καὶ εἰ μέλλεις ποιῆσαι τὸν λόγον ἠθικόν, οὐ δεῖ ἐνθυμηματίζειν. ἠθικὸς γίνεται ὁ λόγος, ὅταν παρεμφαίνηται τὸ ἦθος τοῦ λέγοντος, ὅτι ἐστὶν ἀγαθὸν καὶ ἀληθές· ἡ γὰρ ἀπόδειξις οὔτε ἦθος ὀφείλει ἔχειν οὔ τε προαίρεσιν· ἐν δὲ τῷ ἠθικῷ λόγῳ δεικνύομεν τὴν προαίρεσιν τὴν οἰκείαν αἱρουμένην τὰ ἀγαθὰ καὶ ἀληθῆ καὶ μισοπόνηρον. [a 17] χρηστέον δὲ ταῖς γνώμαις καὶ ἐν
διηγήσεσι καὶ πίστει ἤτοι καὶ ἀποδείξει· ἠθικὸν γὰρ ποιεῖ τὸν [*](f. 78r) λόγον τὸ χρᾶσθαι γνώμαις καὶ ἐν τῇ πίστει καὶ ἐν ταῖς διηγήσεσιν. [*]([f. 79r]) [a 18] ἐγὼ δέδωκα ἤτοι ἐδάνεισα, τυχὸν τῷ Θεμιστοκλεῖ, καὶ ταῦτα εἰδώς, ὡς οὐ δεῖ πιστεύειν αὐτῷ ἤτοι οὐ θέλει μοι δοῦναι ταῦτα. ἐὰν δὲ παθητικῶς, ἤτοι εἰ δὲ μέλλω ἀνακινῆσαι πάθος, ῥητέον τὴν γνώμην ταύτην οὕτως ὅτι [a 18] ἐδάνεισα αὐτῷ καὶ εἰδώς, ὡς οὐ δεῖ πιστεύειν αὐτῷ, ἀλλ’ ἐμοὶ μὲν οὐ μεταμέλει ἤτοι μετάμελος γέγονε καὶ ταῦτα μὴ μέλλοντί μοι δοῦναι· τούτῳ μὲν γὰρ περίεστι κέρδος, ἐμοὶ δὲ τὸ δίκαιον περίεστιν· ἐφύλαξα γὰρ πρὸς αὐτὸν φιλίαν καὶ διὰ τοῦτο ἰδὼν αὐτὸν μὴ ἔχοντα ἐδάνεισα· ἐνέφηνε γὰρ τὴν οἰκείαν γνώμην, ὅτι φιλόφιλός ἐστιν· ὅθεν καὶ γνώμη λέγεται τόδε ἐγὼ μὲν δέδωκα καὶ ταῦτα εἰδώς, διότι ἐν αὐτῷ παρεμφαίνεται ἡ γνώμη καὶ ἡ προαίρεσις τοῦ δανείσαντος, ὅτι ἔστιν ἀγαθή. [a 22] διότι περὶ τὸ μέλλον καταγίνεται ἡ δημηγορική, τὸ δὲ μέλλον ἐστὶν ἀφανές, διὰ τοῦτο ἡ δημηγορικὴ χαλε ἡ δὲ δικανικὴ ῥᾳδία, διότι περὶ τὸ γεγονὸς καταγίνεται, τὸ δὲ γεγονὸς δῆλον πᾶσι καὶ ἐπιστητόν ἐστι καὶ γνωστὸν καὶ τοῖς μάντεσι. τοῦτο λέγει ὡς ἐπεγγελῶν αὐτοῖς· γελᾷ δὲ καὶ τὸν Ἐπιμενίδην ὡς μαν τευόμενον οὐ περὶ τῶν ἐσομένων ἀλλὰ περὶ τῶν γενομένων· ποία δὲ δυσκολία ἐστὶ τὸ γινώσκειν τινὰ τὸ γενόμενον: [a 25] καὶ ὁ νόμος ὑπόθεσις ἤτοι ὡς ὁμολογούμενος λαμβάνεται ἐν τοῖς δικανικοῖς. ἐὰν δὲ ἔχῃ τις τὸν νόμον ὡς ἀρχήν, ῥᾷόν ἐστιν εὑρεῖν ἀπόδειξιν· τῆς γὰρ ἀρχῆς εὑρεθείσης ῥᾷόν ἐστι καὶ τὰς ἀποδείξεις ἐνθένδε εὑρεῖν. καὶ οὐκ ἔχει ὁ δικαζόμενος πολλὰς διατριβὰς εἰς τὸ εὑρεῖν ἀποδείξεις ἢ πρὸς τὸν ἀντίδικον, ἤτοι εἰ βούλει ἀποδεῖξαι τὸν ἀντίδικον κλέπτην ἢ ἱερό συλον, ἢ περὶ ἑαυτοῦ, ἤτοι ἢ εἰ βούλει ἀποδεῖξαι ἑαυτὸν ἀγαθὸν καὶ οὐχὶ ὄντα τοιοῦτον, οἷόν σε εἶναι λέγει ὁ κατηγορῶν, ἢ παθητικὸν τὸν λόγον ποιεῖν ἐστι ῥᾴδιον· εἰ γὰρ δοθείη ἡ ἀρχή, ῥᾷόν ἐστιν ἔκτοτε ἢ εὑρεῖν τὰς ἀποδείξεις ἢ τὸν λόγον ποιεῖν παθητικόν. [a 28] ἀλλ’ ἥκιστα ἤτοι ἀλλ’ οὐδαμῶς πάντων τῶν εἰδῶν ἐστιν, ἤτοι τοῦ συμβουλευτικοῦ, τοῦ δικανικοῦ, τοῦ πανηγυρικοῦ, τὸ ποιεῖν τὸν λόγον παθητικὸν ἤτοι τὸ σχετλιάζειν, ἐὰν μὴ ἐξίστησιν, ἤτοι ἐὰν μὴ ἔξω τῆς ὑποθέσεως καὶ τοῦ πράγματος ἐκβαίνῃ καὶ μέλλῃ διατρίβειν. εὗρον σχόλιον τοιοῦτον ἀλλ’ ἥκίστα ἤτοι οὐδαμῶς ἐκ πάντων τῶν εἰδῶν τοῦτο τὸ εἶδος τὸ δικανικὸν ἔχει διατριβάς. [a 29] δεῖ οὖν τὸν ἀποροῦντα ἤτοι τὸν μὴ ἔχοντα ὕλην καὶ ἀφορμὰς ἐπιχειρημάτων πολλῶν ποιεῖν τοῦτο ἤτοι τὸ
ἐξίστασθαι ἤτοι τὸ ἔξω τῆς ὑποθέσεως διατρίβειν, ὃ ποιοῦσιν οἱ Ἀθηναῖοι [*](f. 78r) ῥήτορες καὶ ὁ Ἰσοκράτης· τὸ γὰρ κατηγορεῖν, ἐν οἷς συμβουλεύει, ἔξω [*]([f. 79r]) τῆς προκειμένης ἐστὶν ὑποθέσεως. ἐν τῷ Πανηγυρικῷ ἤτοι τῷ Παναθηναϊκῷ. [a 31] ὁ Χάρης στρατηγὸς καὶ ῥήτωρ ἦν. ἐν δὲ τοῖς ἐπι δεικτικοῖς ἤτοι πανηγυρικοῖς δεῖ ἐπεισοδιοῦν ἤτοι ἔξω τοῦ προκειμένου ἐπεισάγειν πάρεργά τινα καὶ μὴ χρησιμεύοντα εἰς τὴν ὑπόθεσιν· ὁ γὰρ Ἰσοκράτης, ἐν οἷς ἐπαινεῖ τὸν Ἀχιλλέα ἢ ἄλλον τινά, εἰσάγει τινὰ μηδ’ ὅλως χρησιμεύοντα εἰς τὸν τοῦ Ἀχιλλέως ἔπαινον. [a 34] ὁ Γορ γίας ἔλεγεν ὅτι εἰ βούλομαι, οὐδέποτε ὑπολείψει με ὁ λόγος· ἀεὶ γὰρ ἂν παρενείρω ἄλλα καὶ ἄλλα ἐκτὸς τῆς ὑποθέσεως καὶ μὴ χρησιμεύοντα εἰς τὴν ὑπόθεσιν. τοῦτο γοῦν, ὃ ἔλεγεν ὁ Γοργίας, ταὐτόν ἐστι τῷ ἐπεισ όδια λέγειν καὶ ἐκτὸς τοῦ πράγματος· εἰ γὰρ Ἀχιλλέα ἐπαινῶν ἐπαινῶ τὸν Πηλέα, εἶτα τὸν Αἰακόν, εἶτα τὸν θεὸν ἤτοι τὸν Δία, οὐδέποτε ὑπολείψει μοι τὸ λέγειν· ὁμοίως δὲ καὶ ἀνδρείαν ἐπαινῶν, εἰ ἀφήσω ἂν τὸ λέγειν περὶ αὐτῆς, λέγω δὲ ἐκτὸς αὐτῆς, ἥτις (ἡ ἀνδρία) διὰ μὲν τοῦ δεῖνος ἐποίησε τάδε τὰ τρόπαια, διὰ δὲ τοῦ δεῖνος τάδε, καὶ ὃ ἤτοι ἡ ἀνδρία τοιόνδε ἐστίν, ἤτοι εἴποιμι τὸν ὁρισμὸν αὐτῆς, εἰ γοῦν μέλλω λέγειν τὸν ὁρισμὸν αὐτῆς καὶ ὅτι τάδε καὶ τάδε ποιεῖ, οὐδέποτε ἐπιλείψει μοι ὁ λόγος. ἢ νοεῖται καὶ οὕτως· ὅπερ, τοῦτο τὸ λέγειν, ὅτι τάδε καὶ τάδε ποιεῖ ἡ ἀνδρία, τοιόνδε ἐστὶν ἤτοι ἐπεισοδιοῦν. [a 38] ἐὰν δὲ μὴ ἔχῃς ἐνθυμήματα ἤτοι ἀποδείξεις, ἠθικῶς λεκτέον. καὶ μᾶλλον [*](f. 78v) ἁρμόττει τῷ ἐπιεικεῖ ἤτοι τῷ ἀγαθῷ τὸ ποιεῖν τὸν λόγον χρηστὸν [*]([f. 79v]) ἤτοι ἠθικὸν παρ’ ὃ ἀκριβῆ ἤτοι ἀποδεικτικόν. [b 2] ἐλεγκτικὰ λέγεται ἐνθυμήματα τὰ εἰς ἀδύνατον ἀπαγωγὴν ἀπάγοντα, διότι, ὅσῳ ποιεῖ ἔλεγχον, ἤτοι ἡ εἰς ἀδύνατον ἀπαγωγή, τὸ ἀντικείμενον λαμβάνει τῇ ἀληθεῖ ὑποθέσει, καὶ παράλληλά εἰσι τὰ ἐναντία ἐν τῇ τοιαύτῃ δείξει· ὅσῳ δὲ λαμβάνονται τὰ ἐναντία παράλληλα καὶ ἐν παραθέσει, τοσούτῳ μᾶλλον γνωρίζονται· τὸ γὰρ λευκὸν καὶ αὐτὸ καθ’ αὑτὸ θεωρούμενον γνώριμόν ἐστι, παραβαλλόμενον δὲ μετὰ τοῦ μέλανος καὶ παράλληλον τῷ μέλανι κείμενον μᾶλλον γίνεται ἐκφαντικώτερον καὶ λαμπρότερον. [b 4] τὰ δὲ φερόμενα πρὸς τὸν ἀντίδικον ἤτοι τὰ πρὸς τὰ εἰσαγόμενα
παρὰ τοῦ ἀντιδίκου σου ἐπιχειρήματα οὐχ ἕτερόν τι εἶδος τῶν πίστεων [*](f. 78v) καὶ τῶν ἀποδείξεών ἐστι τῶν λυτικῶν λόγων αὐτοῦ. ἀλλὰ τὰ μὲν τῶν [*]([f. 79v]) ἐπιχειρημάτων τοῦ ἀντιδίκου ἔστι λῦσαι ἐνστάσει, τὰ δὲ διὰ συλλογισμῶν καὶ δι’ ἀντιπαραστάσεως. ἢ [b 4] παράλληλα γὰρ μᾶλλον τὰ ἐναντία γνωρίζεται νοεῖται καὶ οὕτως, ὅτι τότε μᾶλλον γνωρίζονται τὰ ἐπιχειρήματά σου γενναῖα, εἰ θήσεις καὶ τὰ οἰκεῖα ἐπιχειρήματα καὶ τὰ τοῦ ἀντιδίκου παράλληλα. [b 6] δεῖ δὲ καὶ ἐν τῇ συμβουλῇ ἤτοι τῷ συμβουλευτικῷ εἴδει καὶ τῇ δίκῃ ἤτοι τῷ δικανικῷ ἀρχόμενον μὲν ἤτοι ἐξ ἀρχῆς εὐθὺς μετὰ τὰ προοίμια ὀφείλεις λέγειν τὰς ἑαυτοῦ πίστεις ἤτοι τὰ οἰκεῖα ἐπιχειρήματα τὰ ἀποδεικτικά, ὕστερον δὲ εἰσάγειν ἐξ ἀντιθέσεως καὶ τὰ ἐπιχειρήματα τοῦ ἀντιδίκου σου τὰ ἀποδεικτικὰ καὶ ἀπαντᾶν καὶ ἐνίστασθαι πρὸς τὰ ἐναντία ἤτοι πρὸς τὰ τοῦ ἀντιδίκου ἐπιχειρήματα καὶ λύειν αὐτά, πλὴν δὲ ὀφείλεις πρῶτον προδιασύρειν τὰ τοῦ ἀντιδίκου ὡς ψευδῆ καὶ ἀσθενῆ πρὸ τῆς λύσεως. εὗρον καὶ σχόλιον ἀρχόμενον μὲν λέγειν ἤτοι ἀρχὴν ἔχον τοῦ κατηγορεῖν τὰς ἑαυτοῦ πίστεις ἤτοι μὴ κατηγορηθέντα παρά τινος, ὕστερον δὲ πρὸς τὰ ἐναντία, ἂν νοῇς τι, ὑποτρέχον. [b 9] ἐὰν δὲ πολύχους ἢ ἡ ἐναν τίωσις, ἤτοι εἰ δὲ πολλά εἰσι τὰ τοῦ ἀντιδίκου ἐπιχειρήματα, ὀφείλεις πρότερον εὐθὺς μετὰ τὰ προοίμια εἰπεῖν τὰ ἐναντία ἤτοι τὰ τοῦ ἀντι δίκου ἐπιχειρήματα καὶ θεῖναι καὶ ἐπιχειρῆσαι μετὰ ταῦτα εἰς λύσιν αὐτῶν, οἷον ἐποίησεν ὁ Καλλίστρατος· Ἀθηναῖος δὲ οὗτος ἦν καὶ διαλεγόμενος πρὸς τοὺς Μεσηνίους ἀναγκαζομένους τελεῖν φόρον καὶ ἀντιλέγοντας. προανελὼν γάρ, ἃ ἐροῦσιν οἱ ἀντίδικοι αὐτοῦ, οὕτω μετὰ ταῦτα εἶπεν αὐτὸς τὰ οἰκεῖα ἐπιχειρήματα καὶ τὰς οἰκείας δικαιολογίας· προανεῖλε γάρ, ἃ ἔμελλον εἰπεῖν κατ’ αὐτοῦ. εἰ μὲν οὖν πρῶτος ἀπήν τησας εἰς τὸ δικαστήριον σύ, ἐν τῷ οἰκείῳ λόγῳ μὴ μόνον λέγε τὰς οἰκείας δικαιολογίας ἀλλὰ καὶ τὰς τοῦ ἀντιδίκου, εἴτε μετὰ τὰ προοίμια, εἰ πολλαί εἰσιν, εἴτε μετὰ τὸ θεῖναι τὰς οἰκείας δικαιολογίας· καὶ εἰκότως, εἰ πολλαί εἰσιν, ὀφείλουσι πρότερα τῶν σῶν δικαιολογιῶν τίθεσθαι, διότι, εἰ εἴπῃς πρότερον τὰς σάς, εἶτα θήσεις ἐκείνας, αὗται μὲν εὐμνημόνευτοί εἰσι τοῖς ἀκροαταῖς ὡς τελευταῖαι ῥηθεῖσαι, τῶν δὲ σῶν εἰς λήθην ἔρχον ται οὗτοι ὡς προρρηθεισῶν. [b 12] ὕστερον δὲ λέγοντα, ἤτοι εἰ δὲ πρῶτον ἀπαντήσοι εἰς τὸ δικαστήριον καὶ δικαιολογήσεται κατὰ σοῦ ὁ ἀντί δικός σου γράψας λόγον, εἶθ’ ὕστερον λέγεις σὺ καὶ γράφεις ἐλθὼν εἰς τὸ
δικαστήριον, πρῶτον ἐνδέχεταί σε μετὰ τὰ προοίμια ἀπαντῆσαι καὶ [*](f. 78v) ἐνστῆναι πρὸς τὸν ἐναντίον λόγον καὶ λῦσαι τὰ τοῦ ἀντιδίκου ἐπιχειρήματα [*]([f. 79v]) συλλογιζόμενον, καὶ μάλιστα, ἐάν εἰσιν ἐκεῖνα εὐδοκιμηεικὲς κότα ὡς ἰσχυρά, ἵνα ἐκβάλῃς αὐτὰ τῆς διανοίας τῶν ἀκροατῶν καὶ πείσῃς νομίζειν αὐτὰ ἀνίσχυρα καὶ ψευδῆ, εἶτα εἰπὲ τὰ οἰκεῖα ἐπιχειρή ματα· οὕτω γὰρ δράσουσιν εἰς τὰς ψυχὰς τῶν ἀκροατῶν. [b 14] ὥσπερ γὰρ οὐ δέχεται ἡ ψυχὴ τοὺς λόγους τοῦ προδιαβεβλημένου ἀνθρώπου, ἀλλ’ ἀποπέμπεται αὐτοὺς ὡς ψευδεῖς, τὸν αὐτὸν τρόπον οὐδὲ τὴν ἀπο λογίαν σου παραδέξονται, ἔστ’ ἂν ὁ ἀντίδικός σου δοκῇ εἰρηκέναι εὖ. δεῖ οὖν χώραν καὶ τόπον ποιῆσαι ἐν τῇ ψυχῇ τοῦ ἀκροατοῦ τῇ μελ λούσῃ παρὰ σοῦ ῥηθῆναι ἀπολογίᾳ· ἔσται δὲ χώρα τῷ λόγῳ σου, ἐὰν ἀνέλῃς, ἃ εἶπεν ὁ ἀντίδικός σου. [b 18] διὸ δεῖ σε μαχέσασθαι πρὸς ἐκεῖνα καὶ ἀνατρέψαι ἢ τὰ μέγιστα καὶ ἰσχυρὰ ἢ τὰ εὐέλεγκτα. [*]([f. 79r]) [b 21] τοῖς θεοῖς πρῶτα σύμμαχος γενήσομαι. τὶς ὕβρισέ [*]([f. 77r]) τινα ὡς μοιχὸν καὶ ὁ ὑβρισθεὶς κατηγορεῖ τοῦ ὑβρίσαντος ὡς ἀσεβοῦς· φησὶ γὰρ ὁ ὑβρίσας ἐμὲ ὕβρισε τὴν Ἀφροδίτην· αὕτη γὰρ αἰτία τῆς συνουσίας. εἶτα ὁ κατηγορηθεὶς ἀπαντῶν πρῶτον δείκνυσιν, ὅτι οὐχ ὑβρίζει τοὺς θεούς, ἀλλὰ σύμμαχος αὐτοῖς ἐστι· τιμῶ γάρ, φησί, μᾶλλον τὴν Ἥραν ὡς αἰτίαν γάμου καὶ οὐ μοιχείας. [b 23] πρῶτον οὗτος ταῦτα λέγων ἥψατο τοῦ εὐηθεστάτου καὶ εὐελέγκτου ἐπιχειρήματος τοῦ δεικνύοντος αὐτὸν ἀσεβῆ. εἰς δὲ τὸ δεικνύειν τὸ οἰκεῖον ἦθος ἐπι καὶ ἀγαθὸν ἕτερον χρὴ παράγειν λέγοντα, ὡς αἰσθάνομαι ἑτέρων λεγόντων περὶ ἐμοῦ χρηστά, ἐπειδὴ τὸ λέγειν τινὰ περὶ ἑαυτοῦ καὶ συνιστᾶν τὸ οἰκεῖον ἦθος ἐπιεικὲς ἢ ἐπίφθονον καὶ μεμπτὸν ἢ ἔχει μακρολογίαν, ἤτοι ἢ μακρολόγος καὶ περιττολόγος δοκεῖ ὁ ἀφεὶς λέγειν περὶ τοῦ πράγματος καὶ ἐπαινῶν ἑαυτόν, ἢ ἔχει ἀντιλογίαν· ἀντιπέσῃ γὰρ ἕτερος καὶ δείξει αὐτὸν ψευδόμενον καὶ μὴ ὄντα χρηστόν, ὡς αὐτὸς λέγει. [b 25] ἀλλὰ καὶ περὶ ἄλλου εἰ λέγεις, ὡς φαῦλος κατὰ τὸ ἦθός ἐστιν, ἢ λοίδορος δόξεις ἢ ἄγροικος καὶ μὴ γινώσκων, τίς ἐστιν ἡ ἀρετὴ ἢ ἡ κακία· ὥστε δεῖ ἄλλον παρεισάγειν λέγοντα ἀκούω ἄλλων λεγόντων περὶ τοῦ δεῖνος, ὡς φαῦλός ἐστιν· οὕτω γὰρ οὐ δόξεις φορτικός. ἄλλος εἶχε θυγατέρα δυσειδῆ καί τις διέβαλεν αὐτὸν ὡς κακὴν θυγατέρα ἔχοντα· [b 28] ποιεῖ γοῦν ὁ Ἀρχίλοχος τὸν πατέρα αὐτῆς ἐν ἰαμβικοῖς στίχοις
λέγοντα οὕτω περὶ τῆς θυγατρός· οὐδὲν τῶν χρημάτων ἤτοι τῶν πραγμάτων [*](f. 79r) ἄελπτον οὐδ’ ἀπώμοτον καὶ ἀνέλπιστον· τί γοῦν καινόν, εἰ καὶ ἐμοὶ [*]([f. 77r]) δυσειδὴς θυγάτηρ ἐπεγένετο; σχόλιον· παρεισάγει πατέρα ὑπισχνούμενον περὶ προικὸς τῆς οἰκείας θυγατρὸς καὶ λέγοντα πρός τινα ἀντιλέγοντα μηδὲν ἔχειν ὡς οὐδὲν ἀνέλπιστον. [b 30] καὶ τὸν Χάρωνα. καὶ τοῦτο τοῦ Ἀρχιλόχου.ὁ Γύγης πλούσιος ἦν διὰ γὰρ τῆς σφενδόνης πολλὰ συνῆξε χρήματα. οὔ μοι τὰ Γύγεω, ἤτοι οὐχ οὕτως ἐγὼ πλούσιος ὡς ὁ Γύγης, ὡς τινὲς λέγουσιν. [b 32] ὁ Αἵμων ἀνὴρ ἦν τῆς Ἀντιγόνης· ἵνα δὲ μὴ δόξῃ ὁ Αἵμων ἐπαινῶν τὴν οἰκείαν γυναῖκα παρὰ τοῦ πατρὸς αὑτοῦ Κρέοντος ὑβρισμένην, παρεισάγει τὸν ἔπαινον ὡς ἀπ’ ἄλλων λεγόντων καὶ ἐπαινούντων αὐτήν, λέγων οὕτω
ἐμοὶ δ’ ἀκούειν ἔσθ’ ὑπὸ σκότῳ τάδε, τὴν παῖδα ταύτην οἷ’ ὀδύρεται πόλις, πασῶν γυναικῶν ὡς ἀναξιωτάτη κάκιστ’ ἀπ’ ἔργων εὐκλεεστάτων φθίνει· ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς πεπτῶτ’ ἄθαπτον μήθ’ ὑπ’ ὠμηστῶν κυνῶν εἴασ’ ὀλέσθαι μήθ’ ὑπ’ οἰωνῶν τινος· οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν; τοιάδ’ ἐρεμνὴ σῖγ’ ἐπέρχεται φάτις.
[b 33] δεῖ δὲ καὶ μεταβάλλειν τὰ ἐνθυμήματα καὶ ποιεῖν γνώ μας· οἷον γνώμη ἐστὶ τὸ χρὴ δὲ τὰς διαλλαγὰς ποιεῖν τοὺς νοῦν ἔχοντας εὐτυχοῦντας ἤτοι δεῖ δὲ τοὺς φρονίμους, ἐὰν ἔχωσιν ἔχθραν μετά τινων, καταλλάττεσθαι αὐτοῖς καὶ φιλιοῦσθαι, ἔστ’ ἂν εὐτυχῶσιν· οὕτω γὰρ μάλιστα ἐὰν πλεονεκτοῖεν ἤτοι τὸ πλέον ἔχοιεν. ἐνθυ ηματικῶς δ’ ἂν ῥηθῇ, εἰ οὕτω ῥηθῇ εἰ γὰρ δεῖ οὕτω καταλλάτ τεσθαι, ὅταν ὠφελιμώταται ὦσί καὶ πλεονεκτικώταται αἱ καταλ λαγαί, δεῖ τότε καταλλάττεσθαι, ὅταν εὐτυχῶσι.

Περὶ δὲ ἐρωτήσεως εὔκαιρόν ἐστι μάλιστα ποιεῖσθαι, ὅταν τὸ ἕτερον ἤτοι τὴν μίαν πρότασίν ἐστιν εἰρηκὼς ὁ προσδιαλεγό μενός σοι· δεῖ σε τότε μίαν πρότασιν ἐρωτῆσαι καὶ οὕτω συνάξαι τὸ ἄτοπον. [1419a 3] σώτειραν λέγει τὴν Δήμητραν. οἷον ὁ Περικλῆς ἐπή ρετο τὸν Λάμπωνα, τίς ἐστιν ἡ τελετὴ καὶ τὰ μυστήρια τῶν ἱερῶν τῆς σωτείρας· ὁ γοῦν Λάμπων ἐπεὶ εἶπε τὴν μίαν πρότασιν ἤτοι οὐχ

οἷόν τέ ἐστιν ἀκοῦσαί σε περὶ τοιούτων ὄντα ἀτέλεστον, ὁ Περικλῆς [*](f. 79r) ὀφείλει ἐρωτῆσαι τὴν ἑτέραν πρότασιν, οἶον τί δέ: οἶδας ταῦτα αὐτός: [*]([f. 77r]) τοῦ δὲ εἰπόντος τὸ ναί συνῆξεν ὁ Περικλῆς τὸ ἄτοπον καὶ πῶς σὺ ἀτέ λεστος ὤν ταῦτα μεμάθηκας; [a 5] δεύτερον δὲ εἶδος ἐρωτήσεως, ὅταν τὸ μὲν ἤτοι ἡ μία πρότασις φανερὰ ἦ καὶ ὁμολογουμένη παρὰ πάντων, οἷον ἡ λέγουσα, ὅτι οἱ παῖδες τῶν θεῶν θεοί, τὸ δὲ ἤτοι τὴν ἑτέραν πρότασιν δῆλον ὅτι δώσει ὁ ἀποκρινόμενος ταύτην, εἰ ἐρωτήσει αὐτήν. [a 6] καὶ γὰρ πυθόμενον καὶ ἐρωτῶντά σε δεῖ μὴ ἐρωτᾶν τὴν μίαν πρότασιν τὴν φανερὰν καὶ ὁμολογουμένην, ἀλλ’ εὐθὺς λέγειν [*]([f. 79v]) καὶ συμπέρασμα, οἷον τοῦ Μελήτου λέγοντος τὸν Σωκράτην μὴ [*]([f. 77v]) νομίζειν θεοὺς ἀλλὰ δαιμόνια καινὰ σέβειν, ἠρώτησεν ὁ Σωκράτης ἆρά γε δοξάζω δαιμόνιόν τι; τοῦ δὲ Μελήτου ὁμολογήσαντος ναί πάλιν ὁ Σωκράτης ἤρετο τί δέ; οὐχὶ οἱ δαίμονες ἢ παῖδες θεῶν εἰσιν ἢ θεῖόν τι; τοῦ δὲ Μελήτου φήσαντος ναί ὁ Σωκράτης ἀφεὶς ἐρωτῆσαι, εἰ οἱ παῖδες τῶν θεῶν θεοί, συνεπέρανε καὶ τίς ἐστιν, ὅς παῖδας μὲν λέγει θεῶν, θεοὺς δὲ μή; [a 12] ἔτι τρίτον εἶδος ἐρωτήσεως, ὅταν μέλλῃ ὁ ἐρωτῶν δεικνύειν τὸν ἐρωτώμενον λέγοντα ἐναντία ἑαυτῷ ἢ παρα δοξολογοῦντα. τέταρτον δὲ εἶδος ἐρωτήσεως, ὅταν μὴ ἐν ἢ τὸ ἐρω τώμενον, ἤτοι ὅταν ὁμώνυμον ᾖ, καὶ ἔστι τὸν ἀποκρινόμενον λῦσαι αὐτὸ σοφιστικῶς, οἷον ἔστι μέν, ὡς ὁ κοιμώμενος ὁρᾷ, ἔστι δέ, ὡς οὔ, εἰ ἦ τὸ ἐρωτώμενον τοιοῦτον ἆρα ὁ κοιμώμενος ὁρᾷ; καὶ πάλιν, εἰ ἔροιτό τις ἆρά γε ὁ Σωκράτης καὶ δίκαιός ἐστι καὶ σώφρων καὶ ἀκόλαστος καὶ δειλός; ἀποκριθήσῃ οὕτως ὅτι τὰ μὲν ἔστιν ἤτοι δίκαιος καὶ σώ φρων, τὰ δὲ οὐκ ἔστιν ἤτοι ἀκόλαστος καὶ δειλός· ἢ πῂ μέν, οἷον ὁ Αἰθίοψ λευκός ἐστι κατὰ τοὺς ὀδόντας, πῂ δὲ οὐκ ἔστιν. εἰ γοῦν οὕτως ὁ ἀποκρινόμενος ἀποκρίνεται, θορυβεῖ τοὺς ἀκροατὰς καὶ ποιεῖ αὐτοὺς ἐπαπορεῖν καὶ συζητεῖν, τί ἐστι τὸ τάδε μέν, τὰ δ’ οὔ, καὶ πῂ μέν, πῂ δ’ οὔ. [a 16] ἄλλως δέ, ἤτοι εἰ δὲ οὐκ ἔστιν, οὐκ ἐγχειρη τέον τῇ ἐρωτήσει· καὶ γὰρ δοκεῖ κεκρατῆσθαι καὶ ἡττᾶσθαι ὁ μὴ οὕτως ἐρωτῶν, οὕτως δὲ ἡττᾶται, εἴ γε ἐνστῇ τις ἤτοι ἔνστασιν προκο μίσει. ἢ καὶ οὕτως· εἰ γὰρ ἐνστῇ ὁ ἀποκρινόμενος λέγων ἔστι μὲν ὥς,
ἔστι δ’ ὡς οὔ ἢ τὰ μέν, τὰ δ’ οὔ, δοκεῖ τοῖς ἀκροαταῖς κεκρατῆσθαι· [*](f. 79v) οὐ γὰρ δυνατόν ἐστι πολλὰ ἐρωτᾶν τὸν ἐρωτῶντα (οἷον ἆρά γε [*]([f. 77v]) ὁ Σωκράτης σώφρων καὶ δίκαιός ἐστι;) διὰ τὸ ἀσθενὲς καὶ ἀμαθὲς τῶν ἀκροατῶν· καὶ διὰ τοῦτο ἔστιν ἀναγκαῖον ἐρωτᾶν κἂν ἓν τῷ προφορικῷ λόγῳ, σημαῖνον δὲ πολλὰ ἤτοι ὁμώνυμον. [a 19] διὸ καὶ τὰ ἐνθυμή ματα ὅτι μάλιστα δεῖ συστρέφειν ἤτοι συνεστραμμένως λέγειν καὶ συντόμως· οὐ γὰρ δύνανται οἱ ἀκροαταὶ ταῖς μακροκωλίαις ἕπεσθαι. εἰπὼν περὶ ἐρωτήσεως νῦν λέγει καὶ περὶ ἀποκρίσεως. ἀλλ’ εἴ με διέλαθε, δεῖ εἶναι τὰ ἐνθυμήματα συνεστραμμένα· οἷον ἐπὶ τίσι με κρίνεις; εἰ μὲν ἐπὶ τοῖς ὕστερον πραχθεῖσιν, οὐ δεῖ ἐφ’ οἷς ἄλλοι ποιοῦσιν εὐθύνεσθαι, εἰ δὲ ἐφ’ οἶς ἐξ ἀρχῆς συνεβούλευσα ἢ ἔπραξα, τότε ἔδει ἀντιλέγειν· καὶ εἰ μὲν ἀντειπὼν ἡττήθης, βιάζῃ νῦν, εἰ δ’ οὐκ ἀντεῖπες, ἐλέγχῃ νῦν δύσνους. [a 19] ἀποκρίνεσθαι δεῖ πρὸς μὲν τὰ ἀμφίβολα διαιροῦντα τῷ λόγῳ, οἷον ἔστι μὲν ὥς, ἔστι δ’ ὡς οὔ, καὶ μὴ συντόμως· καὶ πάλιν ἤρετό τις ποταπὴν λήψομαι γυναῖκα; ὁ δ’ ἔφη εἰ μὲν καλήν, κοινήν, εἰ δὲ κακήν, ποινήν. [a 21] πρὸς δὲ τὰ δοκοῦντα ἐναντία δεῖ εὐθὺς φέρειν καὶ προκομίζειν τὴν λύσιν πρὸ τοῦ ἐπερωτῆσαι καὶ συλλογίσασθαι καὶ συνάξαι τὸ ἐπιὸν ἄτοπον, οἷον εἰ ἔροιτό τις ἆρά γε ὁ τραγέλαφος μὴ ὄν: ναί. τί δέ: ὁ τραγέλαφος δοξαστόν; ναί. δεῖ γοῦν σε πρὸ τοῦ συνάξαι, ὅτι τὸ μὴ ὂν ἔστιν, ἀπαντῆσαι καὶ λῦσαι αὐτὸ οὕτως ὅτι οὐχί, εἰ ὁ τραγέλαφος δοξαστόν ἐστιν, ἀνάγκη καὶ τὸ μὴ ὂν εἶναι· ἀλλ’ εἴη ἂν τὸ μὴ ὂν ὡς δοξαστόν, οὐ μέντοι γε δὲ ὡς πρᾶγμα. [a 23] οὐ γὰρ χαλεπόν ἐστιν ἐν τοῖς τοιούτοις προορᾶν, ἐν τίνι ὁ λόγος καὶ ἡ ἀπάτη. καὶ τοῦτο, ἤτοι πῶς δεῖ ἐρωτᾶν, καὶ αἱ λύσεις τούτων φανερόν ἐστιν ἐκ τῶν Τοπικῶν. καὶ δεῖ τὸν ἀποκρινόμενον εἰπεῖν τὴν αἰτίαν πρὸς τὸν συμπεραινόμενον, εἴ γε ποιήσει τὸ συμ πέρασμα ὡς ἐρώτημα, καὶ ἐρωτηματικῶς προτείνειν. [a 28] πρόβουλοι ἐλέγοντο οἱ βουλευόμενοι πρὸ τῆς τῶν πραγμάτων ἀποβάσεως· ὅθεν ἐβου λεύσαντο καταστῆσαι τετρακοσίους ἄρχοντας εἰς τὸ τὴν πόλιν διευθύνειν. ὁ δὲ Σοφοκλῆς καὶ αὐτὸς πρόβουλος ἦν, ὃς καὶ ἠρωτήθη ἆρά γε ἔδοξε καὶ σοὶ ὡς καὶ τοῖς ἄλλοις προβούλοις καταστῆσαι τετρακοσίους ἄρχοντας διευθύνοντας τὴν πόλιν; ὁ δὲ ἔφη ναί. τί δέ; οὐ πονηρόν σοι ἔδοξε τετρακοσίους ἄρχοντας καταστῆσαι; ἐπὶ λύμη γὰρ τῆς πόλεως γεγόνασιν. ὁ δὲ ἔφη ναί. εἶτα τὸ συμπέρασμα ἐρωτηματικῶς προήχθη
παρὰ τοῦ Πεισάνδρου οὐκοῦν καὶ σὺ ταῦτα τὰ πονηρὰ ἔπραξας; [*](f. 79v) ὁ δὲ ἀπεκρίθη ναί, ἐπειπὼν καὶ τὴν αἰτίαν οὐ γὰρ ἦν ἄλλα | [*]([f. 77v]) βελτίω ποιῆσαι ἢ τὸ τετρακοσίους ἄρχοντας καταστῆσαι. εὗρον σχόλιον [*](f. 80r) τοιοῦτον· [a 28] τετρακόσιοί τινες κατεῖχον τὴν πόλιν τὰς Ἀθήνας· τῆς δὲ ἐν Αἰγὸς ποταμοῖς ναυμαχίας γενομένης καὶ τῶν τριάκοντα παραλαβόν των τὴν πόλιν ἐξέπεσον οἱ τετρακόσιοι, εἶτα καταλυθέντων τῶν τριάκοντα ὑπὸ Θρασυβούλου αὖθις γίνεται σκέψις περὶ τοῦ εἰ δεῖ καταστῆσαι τοὺς τετρακοσίους. ἢ οὐ πονηρά σοι ταῦτα, τὰ τῶν τριάκοντα. [a 31] ἔφοροι ἐλέγοντο οἱ τῆς πόλεως ἄρχοντες. Λάκων τις ἐδίδου εὐθύνας καὶ λόγους, ὧν ἔπραξε κατὰ τὸν τῆς ἐφορείας καιρόν, καθ’ ὃν ἔφορος ἦν. οἱ μὲν οὖν ἄλλοι ἔφοροι κακῶς δράσαντες καὶ ἐπὶ λύμῃ τῆς πόλεως γεγονότες ἐτιμωρήθησαν· ἠρωτᾶτο γοῦν ὁ Λάκων ἆρά γε δικαίως ἀπο λωλέναι καὶ τιμωρηθῆναι δοκοῦσί σοι οἱ ἕτεροι ἄρχοντες; ὁ δὲ ἔφη ναί. καὶ πάλιν τί δέ; οὐχὶ καὶ σὺ ταὐτὰ τούτοις ἔθου καὶ ἔδρασας; καὶ ὃς ἔφη ναί. εἶτα τὸ συμπέρασμα ἐρωτηματικῶς προήχθη οὐκοῦν καὶ σὺ δικαίως ἀπόλοιο ὡς ταῦτα δράσας; καὶ ὃς οὐ δῆτα ἔφη, ἐπειπὼν καὶ τὴν αἰτίαν οἱ μὲν γὰρ χρήματα λαμβάνοντες καὶ δωρο δοκούμενοι τὰ κακὰ ταῦτα ἔπραξαν, ἐγὼ δὲ οὐ δῶρα λαμβάνων ταῦτα ἐποίουν ἀλλὰ γνώμῃ οἰκείᾳ ἀγνοῶν τὸ βέλτιον. [a 36] διὸ μετὰ τὸ συμπέρασμα οὐ δεῖ ἕτερόν τι ἐρωτᾶν, ἀλλ’ οὐδὲ αὐτὸ τὸ συμπέρασμα δεῖ ἐρωτᾶν, εἰ μὴ τὸ πολὺ περιῇ ἤτοι εἰ μὴ περισσοτέρα ἐστὶν ἡ ἀλή θεια καὶ πολλή τίς ἐστιν ἡ τῆς ἀληθείας περιουσία· ὅτε γὰρ τὸ συμ πέρασμα ἦ φανερῶς ἀληθές, τότε δεῖ ἐρωτᾶν, ὡς ἂν μὴ δύνηται ἀρνεῖσθαι αὐτὸ ὁ ἀποκρινόμενος διὰ τὸ εἶναι φανερῶς ὁμολογούμενον. [b 2] ἐπεὶ πολλάκις ἐν τοῖς ἀγῶσιν ἤτοι ταῖς ἀποδείξεσι χρώμεθα τοῖς γέλωσι, καὶ ὁ Γοργίας ἔφη τὴν μὲν σπουδὴν ἤτοι τὰ σπουδαῖα καὶ γενναῖα ἐπιχειρήματα τῶν ἐναντίων ἤτοι τῶν ἀντιδίκων διαφθείρειν ἐν τῷ κινεῖν τοὺς ἀκροατὰς εἰς γέλωτα· ὅταν γὰρ ἴδῃς, ὅτι τὰ ἐπιχειρήματα τοῦ ἀντιδίκου εἰσὶ γενναῖα, κίνει γέλωτα τοῖς ἀκροαταῖς, ἵνα οἱ ἀκροαταὶ ἀσχο λούμενοι ἐν τῷ γελᾶν μὴ προσέχωσι τοῖς λεγομένοις ἐπιχειρήμασι. [b 4] τὸν δὲ γέλωτα διαφθείρειν· εἰ δὲ ἴδῃς τοὺς ἀκροατὰς γελῶντας καὶ μὴ προσέχοντας, δεῖ διαλύειν τὸν γέλωτα ἐν τῇ σπουδῇ ἤτοι διὰ τῶν σπου δαίων ἐπιχειρημάτων καὶ γενναίων, ἵνα τούτοις προσέχοντες μὴ ἐνασχο λῶνται τῷ γελᾶν. ὀρθῶς λέγων ὁ Γοργίας. εἴρηται, πόσα εἰσὶν εἴδη,
καθ’ ἃ κινήσει τις τοὺς ἀκροατὰς εἰς γέλωτα, ἐν τῷ Περὶ ποιητικῆς. [*](f. 80r) σχόλιον· [b 3] ἐν τοῖς ἀγῶσι καὶ ἐν ταῖς ἀποδείξεσι τῶν ἐναντίων γέλωτι, ὥσπερ ὁ Δημοσθένης τὰ σπουδαῖα τοῦ Αἰσχίνου διὰ τοῦ μισθωτοῦ διέφθειρε· τὸν δὲ γέλωτα ἤτοι τὰ γελοῖα τοῦ Αἰσχίνου ἐν σπουδῇ διὰ τοῦ τότε τοίνυν ὁ Παιανιεὺς ἐγὼ βάταλος Οἰνο μάου τοῦ Κωθωκίδου πλείστων ἄξιος ἐφάνην τῇ πόλει. βάταλος λέγεται ὁ βδελυρός, ὁ αἰσχρός, ὁ λάγνος. ὁ γοῦν Δημοσθένης, ἔστ’ ἂν ἦν νέος, ἐλέγετο βάταλος ὡς λάγνος, ὕστερον δὲ γηράσας καὶ ἀκίνητος ὢν περὶ τὰς συνουσίας ἐλέγετο ἀργός. ὡ* τῶν εἰδῶν τοῦ γέλωτος ἄλλο μὲν ἁρμόττει τῷ ἐλευθέρῳ ἄλλο δὲ τῷ βωμολόχῳ. [b 7] εἰρωνεία ἐστίν, ὅταν τις κατειρωνευόμενος λέγῃ πρός τινα πονηρὸν ὁ χρηστός, ὁ ἀγαθός. καὶ ὁ μὲν ἐλευθέριος κινεῖ τὸν γέλωτα ἕνεκα ἑαυτοῦ, ἤτοι ἢ ἵνα αὐτὸς γελᾷ ἢ κινῇ γέλωτα ἄλλοις χάριν ἑαυτοῦ, ἤτοι ἐλαττῶν ἑαυτόν, ὁ δὲ βωμολόχος ἄλλους κινεῖ εἰς τὸ γελᾶν καὶ ἕτερον γελᾷ, οὐχ ἑαυτόν. ὁ δὲ ἐλευθέριος ἑαυτὸν γελᾷ ὡς ταπεινῶν ἑαυτὸν δι’ εἰρωνείαν.

Ἐκ τοῦ κατασκευάσαι τὸν ἀκροατὴν πρὸς ἑαυτὸν εὖ ἔχειν ἤτοι ἐκ τοῦ κατασκευάζειν καὶ δεικνύειν ἑαυτὸν πρὸς τοὺς ἀκροατάς, ὅτι ἐστὶν ἀγαθὸς καὶ ὡς οὐχὶ δι’ ἔχθραν † καὶ λέγει καὶ διὰ τοῦτο ἵνα προσέχωσιν αὐτῷ, καὶ τὸ δεικνύειν τὸν ἐναντίον ἤτοι τὸν ἀντίδικον κακὸν καὶ διὰ τοῦτο κινεῖν τοὺς ἀκροατὰς εἰς μῖσος αὐτοῦ. [b 12] δεύ τερον τὸ αὐξῆσαι μὲν τὰ τοῦ ἀντιδίκου καὶ δεῖξαι, ὡς μεγάλα κακά εἰσι, καὶ ταπεινῶσαι καὶ ἐλαττῶσαι τὰ οἰκεῖα κακὰ καὶ δεῖξαι, ὅτι ἐλάττω κακά εἰσι. τρίτον ἐκ τοῦ καταστῆσαι τὸν ἀκροατὴν καὶ διεγεῖραι εἰς πάθη ἤτοι ὀργὴν ἢ λύπην ἢ φόβον. καὶ ἐξ ἀναμνήσεως ἤτοι καὶ τέταρτον δι’ ἀνάμνησιν, ὡς ἀνακεφαλαίωσιν ἔχοντες τῶν ῥηθέντων ἐν τοῖς ἀγῶσιν οἱ ἐπίλογοι. [b 14] μετὰ γὰρ τὸ δεῖξαι ἑαυτὸν μὲν ἀληθῇ, τὸν δὲ ἐναντίον καὶ τὸν ἀντίδικον μὴ ἀληθῆ, καὶ μετὰ τὸ ἐπαινεῖν [*](f. 80v) ἑαυτὸν καὶ ψέξαι τὸν ἀντίδικον ἤτοι μετὰ τὰς ἀποδείξεις πέφυκε τὸ ἐπι χαλκεύειν ἤτοι τὸ ἐπικατασκευάζειν καὶ δεικνύειν, ὅτι μέγα ἐστὶ τὸ ἔγκλημα καὶ τὸ ἀναμιμνῄσκειν. ὥσπερ ὁ χαλκεὺς πρῶτον ἐργάζεται τὸν ξέστην ἔχοντα ἐξοχὰς καὶ ἀνώμαλον, εἶτα χρῆται τῷ τόρνῳ καὶ ἐπιχαλ κεύει αὐτὸν ἤτοι ἰσάζει, οὕτω καὶ τὸν ῥήτορα δεῖ πρῶτον ἀποδεῖξαι τὸ πρᾶγμα, ὅτι ἐγένετο, εἶτα χρήσασθαι τῇ αὐξήσει ἢ τῇ μειώσει ἢ τῇ ἀναμνήσει. [b 16] ἑνὸς γὰρ ἀπὸ τῶν δύο δεῖ στοχάζεσθαι, ἢ δεῖξαι,

ὅτι τούτοις ἐστὶν ἀγαθὸς ἤτοι τοῖς ἀκροαταῖς, οὐ μὴν δὲ ἁπλῶς καὶ [*](f. 80v) πᾶσιν, ἢ ὅτι ἁπλῶς ἤτοι πᾶσι δοκεῖ ἀγαθός· ὅδε δέ, ὁ κατήγορος. πάλιν δείξει, ὅτι κακός ἐστι τούτοις τοῖς ἀκροαταῖς ἢ ὅτι ἁπλῶς ἤτοι πᾶσι δοκεῖ κακός. εἴρηνται δὲ οἱ τόποι, ἐξ ὧν δεῖ κατασκευάζειν καὶ δεικνύειν, ὅτι ὅδε σπουδαῖός ἐστιν ἢ φαῦλος. [b 19] τὸ δὲ μετὰ τοῦτο δεδειγμένον, ἤτοι ἀφ’ ὅτου δὲ δειχθῇ τόδε, ὅτι ἀγαθὸν ἢ κακόν, κατὰ φύσιν ἤτοι τοῦ φυσικοῦ ἐστι λόγου αὔξειν, ὅτι μέγα κακόν ἐστιν ἢ μέγα ἀγαθόν, ἢ ταπεινοῦν, ὅτι ἔλαττον ἀγαθόν ἐστιν ἢ κακόν εἶτα δείκνυσι, πῶς ἐστι κατὰ φύσιν τὸ † οὕτως, καί φησιν, ὅτι δεῖ πρῶτον ὁμολογη θῆναι καὶ ἀποδειχθῆναι τὸ πρᾶγμα, εἶτα δεῖξαι τὸ ποσὸν αὐτοῦ, εἴτε μέγα ἐστὶν εἴτε μικρόν, ἤτοι εἴ τις μέλλει δεῖξαι τὸ ποσὸν τοῦ πράγματος, ὅτι μέγα ἐστὶν ἢ μικρόν, δεῖ πρῶτον ἀποδεῖξαι τὸ πρᾶγμα, ὅτι ἐγένετο, εἶτα δεῖξαι αὐτὸ τοσόνδε ἤτοι μέγα ἢ μικρόν. [b 22] καὶ γὰρ πρῶτον γίνεται καὶ πλαστουργεῖται τὸ σῶμα, εἶτα αὔξεται· ὄντος γάρ ἐστιν ἡ αὔξησις, οὐχὶ μὴ ὄντος· προγενομένοις γὰρ τοῖς σώμασιν ἕπεται ἡ αὔξησις τρεφο μένοις. μετὰ δὲ ταῦτα δήλων ὄντων ἤτοι μετὰ δὲ τὸ ποιῆσαι αὐτὰ δῆλα, ὅτι ἐγένοντο, καὶ μετὰ τὸ δεῖξαι, οἷά εἰσιν, ἤτοι εἴτε ἀγαθὰ εἴτε κακά, καὶ μετὰ τὸ δεῖξαι αὐτά, ἡλίκα, ἤτοι εἴτε μεγάλα εἰσὶν εἴτε μικρά, τότε δεῖ παρακινῆσαι τοὺς ἀκροατὰς εἰς πάθη. [b 27] οἱ δὲ τόποι εἴρηνται ἡμῖν, ἐξ ὧν δεῖ τούτους εἰς ταῦτα παρακινεῖν. ὥστε λοιπὸν ἤτοι ἐπίλοιπόν ἐστιν ἀναμιμνῄσκειν τοὺς ἀκροατὰς τῶν προειρημένων ἐν τῷ ποιῆσαι ἀνακεφαλαίωσιν αὐτῶν. τοῦτο δὲ ἤτοι τὸ ἀναμνῆσαι δεῖ ποιεῖν οὕτως, ὥσπερ καί τινες λέγουσιν, οὐ καλῶς δὲ λέγουσιν, ὅτι καὶ ἐν τοῖς προοιμίοις δεῖ λέγειν τὸ πρᾶγμα δι’ ἀνάμνησιν [b 30] καὶ λέγουσι γὰρ τὸ πρᾶγμα πολλάκις εἰπεῖν, ἤτοι καὶ ἐν προοιμίοις καὶ διηγήσει καὶ ἐν ἀγῶσιν, ἵνα ἡ ὑπόθεσις, περὶ ἦς ὁ λόγος, ᾖ εὐμαθὴς ἤτοι εὐμνημόνευτος. [b 31] ἐκεῖ μὲν ἐν προοιμίοις δεῖ τὸ πρᾶγμα εἰπεῖν, ἵνα μὴ λανθάνῃ τοὺς ἀκροατάς, περὶ τίνος ἐστὶν ὁ λόγος, ἐν ταῦθα δὲ ἐπὶ τῶν ἐπιλόγων οὐ λέγομεν τὸ πρᾶγμα, ἀλλὰ τὰ ἐπιχειρή ματα λέγομεν, δι’ ὧν δέδεικται τὸ πρᾶγμα, ὅτι ἐγένετο, πλὴν λέγομεν ταῦτα κεφαλαιωδῶς ἤτοι συντετμημένως δι’ ἀνάμνησιν. [b 33] ἀρχὴ δὲ τοῦ ἐπιλόγου καὶ τῆς ἐν αὐτῷ ἀναμνήσεως τῶν προρρηθέντων, ὅτι ἤδη ἀποδέδωκα καὶ ἀπέδειξα, ἃ ὑπεσχόμην ἀποδεῖξαι, ὡς τὸν Αἰσχίνην ψευσάμενον καὶ παραπρεσβεύσαντα. ὥστε λεκτέον ἐν τῷ ἐπιλόγῳ δι’
ἀνάμνησιν, ἅ τε ἤτοι τίνα εἰσίν, ἃ ὑποσχεθεὶς ἀποδεῖξαι ἀπέδειξα, καὶ δι’ [*](f. 80v) ὃ ἤτοι καὶ διὰ τί ἀπέδειξα, ἵνα δείξω τὸν Αἰσχίνην ἐχθρὸν τῆς πόλεως καὶ διὰ τοῦτο τιμωρίας ἄξιον. [b 34] λέγεται ἐξ ἀντιπαραβολῆς καὶ ἐξ ἀντιθέσεως καὶ συγκρίσεως τοῦ ἐναντίου ἤτοι τοῦ ἀντιδίκου, οἷον ἐγὼ μὲν εἶπον τόδε, ὁ δὲ ἀντίδικός μου τόδε, καὶ ἐγὼ μὲν τόδε ἔδειξα, ἐκεῖνος δὲ τόδε. παραβάλλειν δὲ ἢ ὅσα εἶπον ἀμφότεροι περὶ τὸ αὐτὸ ἢ μὴ κατὰ ἀντιπαραβολὴν ἤτοι ἐκ παραβολῆς λέγειν αὐτά, ἀλλ’ ἰδίᾳ μὲν λέγειν σε, ὅσα εἶπας, ἰδίᾳ δέ, ὅσα ὁ ἀντίδικός σου περὶ τῆς αὐτῆς ὑποθέσεως. [1420a 1] καὶ διὰ ταῦτα εἶπον τόδε ἤτοι διὰ τὸ δεῖξαι τὸν Αἰσχίνην ἐχθρὸν τῆς πόλεως. ἢ ἐξ εἰρωνείας λέγειν αὐτά, ὅτι οὗτος, ὁ ἀντίδικος, εἶπε τάδε, ἐγὼ δὲ τάδε. εἶτα εἰρωνευτικῶς· καὶ τί ἂν ἐποίει ὁ ἀντίδικός μου ἢ ἔλεγεν, εἰ ἔδοξε τάδε ποιῆσαι ἤτοι χρηστὰ καὶ πρὸς ὠφέλειαν τῆς πόλεως, ἀλλὰ μὴ ταδὶ ἤτοι ἀλλὰ μὴ φαῦλα καὶ πρὸς βλάβην τῆς πόλεως. [a 3] ἢ ἐξ ἐρωτήσεως λέγειν αὐτά· τί οὐ δέδεικται, ἐξ ὧν ὑπεσχόμην ἀποδεῖξαι; ἢ οὗτος τί ἔδειξεν, ὧν ὑπέσχετο; πάντως οὐδέν. ἢ οὖν ἐκ παραβολῆς δεῖ λέγειν καὶ ἐκ συγκρίσεως, ἃ εἶπας αὐτὸς καὶ ἃ εἶπεν ὁ ἀντίδικός σου, ἢ [*](f. 81r) κατὰ φύσιν, ὡς ἐλέχθησαν, ἤτοι ἄνευ παραβολῆς, ἤτοι πρῶτον λέγειν τὰ τοῦ κατηγόρου πάντα καὶ οὕτως πάλιν ἰδίᾳ λέγειν τὰ ἑαυτοῦ ἐπι χειρήματα ἤτοι τὰ οἰκεῖα, ἐὰν βούλῃ ἄνευ παραβολῆς, χωρὶς ἤτοι ἰδίᾳ. [b 2] τελευτὴ δὲ καὶ τέλος τῆς λέξεως καὶ τοῦ ἐπιλόγου ἁρμόττει τὸ ἀσύνδετον καὶ κομματικόν, οἷον ἀκηκόατε· ἔχετε· κρίνατε· εἰ γὰρ ἀσύνδετα εἴπῃς, ἔσται ἐπίλογος, ἀλλὰ μὴ λόγος· τὸ γὰρ μετὰ συνδέσμου λέγειν ἔχει τάσιν. ὁ λόγος ὁ μετὰ συνδέσμου καὶ μακροκωλία ἐστίν· ἡ δὲ μακροκωλία οὐκ ἐπιλόγῳ ἁρμόττει ἀλλὰ λόγῳ· ὁ γὰρ ἀσύνδετα λέγων ἔοικε κεκμηκότι καὶ καμόντι τῷ λέγειν δεδειγμένον ἤδη σπουδαῖον ἢ φαῦ λον. [1419b 34] καὶ δι’ ὃ ἤτοι διότι ἀπέδειξε, λεκτέον. [1420a 4] ἢ ἐκ παραβολῆς, τὸ ἤ παρέλκον.