In Aristotelis artem rhetoricam commentarium

Anonymi in Aristotelis Artem Rhetoricam

Anonymi in Aristotelis Artem Rhetoricam. Anonymi et Stephani in Artem Rhetoricam Commentaria. Commentaria in Aristotelem graeca, Vol. 21, part 2. Rabe, Hugo, editor. Berlin: Typ. et impensis G. Reimeri, 1896.

Γνώμη δέ ἐστιν ἀπόφανσις περὶ τῶν καθ’ ὅλου, ἀλλ’ οὐ περὶ πάντων τῶν καθ’ ὅλου, οἷον ὅτι πᾶν εὐθὺ ἐναντίον ἐστὶ παντὶ καμπύλῳ, ἀλλὰ περὶ ὧν αἱ πράξεις, ἤτοι περὶ τῶν καθ’ ὅλου τῶν πρακτῶν καὶ τῶν αἱρετῶν πρὸς τὸ πράττειν ἢ φευκτῶν. [a 26] ἐπεὶ γὰρ τὰ ἐνθυμήματα οὐκ ἄλλο τί ἐστιν ἀλλ’ ὁ συλλογισμὸς ὁ περὶ τῶν τοιούτων ἤτοι τῶν πρακτῶν, τῶν αἱρετῶν καὶ τῶν φευκτῶν, τὰ συμπεράσματα τῶν ἐνθυμημάτων ἀφαιρεθέντος τοῦ συλλογισμοῦ ἤτοι τοῦ μέσου ὅρου, δι’ οὗ ὁ συλλογισμὸς γίνεται, γνῶμαί εἰσιν. [a 27] ἔτι δὲ καὶ αἱ ἄμεσοι ἀπαρχαὶ τῶν ἐνθυμημάτων κἀκεῖναι γνῶμαί εἰσιν· εἰ μὲν εἴπω οὕτως τὸν δεῖνα ἀνάγκη εἶναι ἀργὸν καὶ φθόνον ἔχειν παρ’ ἀστῶν· διὰ δὲ τὸ μὴ εἶναι ἀργὸν καὶ φθόνον ἔχειν παρὰ τῶν ἀστῶν οὐ χρὴ τὸν ἀρτίφρονα παῖδας περισσῶς καὶ κομψῶς ἐκδιδάσκειν· τὸν δεῖνα ἄρα οὐ χρὴ τοὺς παῖδας περισσῶς ἐκδιδάσκειν, ἐστὶ γνώμη. [a 34] τὸ ἀλφάνω δηλοῖ τὸ λαμβάνω ἢ τὸ εὑρίσκω. [b 5] σὺν δὲ τῷ ἐχομένῳ ἤτοι τῷ αἰτίῳ ἐνθύμημά ἐστιν. [b 8] ἢ γὰρ μετὰ ἐπιλόγου καὶ αἰτίας ἐστὶν ἢ ἄνευ ἐπιλόγου καὶ αἰτίας. αἱ μὲν παράδοξόν τι λέγουσαι καὶ ἀμφισβητού μεναι· διὰ τὸ δοκεῖν παράδοξόν τι λέγειν δεῖ καὶ τὴν ἀπόδειξιν καὶ τὴν αἰτίαν λέγειν· εἰ γὰρ οὔ, παράδοξόν τι δοκεῖ λέγειν ὁ λέγων ὡς οὐ χρὴ τὸν ἀρτί φρονα τοὺς παῖδας περισσῶς ἐκδιδάσκειν, εἰ δὲ καὶ τὴν αἰτίαν προσθήσει, οὐκέτι παράδοξον δοκεῖ. [b 10] ὅσαι δὲ οὐ δοκοῦσι παράδοξον λέγειν, ἄνευ ἐπιλόγου ἤτοι αἰτίας εἰσακτέον αὐτάς. τούτων δὲ τῶν ἄνευ αἰτίας εἰσα γομένων ἀνάγκη τὰς μὲν μὴ δεῖσθαι αἰτίας διὰ τὸ προδιεγνῶσθαι καὶ εἶναι φανεράς· συναναφαίνεται γὰρ καὶ τὸ αἴτιον, διότι [b 16] πᾶς ἐραστής, ἦ ἐραστής, ἐρᾷ καὶ φιλεῖ· [b 13] οἷον τὸ ἄριστόν ἐστι τὸ [*](f. 41v) ὑγιαίνειν τὸν ἄνδρα προδιέγνωσται πᾶσι καὶ αἰτίας οὐ δέεται· αἱ δέ, κἂν

μὴ προδιεγνωσμέναι εἰσίν, ἀλλ’ οὖν λεγόμεναι ἤτοι ἅμα τῷ ῥηθῆναι δῆλαι [*](f. 41v) γίνονται καὶ διὰ τοῦτο οὐδὲ προσθεῖναι δέονται, ὡς τὸ οὐδεὶς ἐραστής, ὃς οὐκ αἰεὶ φιλεῖ. [b 17] αἱ μέν εἰσι μέρος ἐνθυμήματος ἤτοι ἢ ὡς συμπέρασμα ἢ ὡς μία τῶν προτάσεων τοῦ ἐνθυμήματος, αἱ δὲ ἐνθυμηματικαί. ἐνθυμηματικαί εἰσιν αἱ συμβαλλόμεναι εἰς τὸ ἐνθύμημα, αἳ λαμβάνονται πρὸς κατασκευὴν μιᾶς τῶν ληφθεισῶν προτάσεων ἐν τῷ ἐνθυ μήματι· αἱ γὰρ ἐν τῷ ἐνθυμήματι ληφθεῖσαι προτάσεις, εἰ δέονται κατα σκευῆς αἱ προτάσεις αἱ ληφθεῖσαι πρὸς κατασκευὴν τῶν προτάσεων, λέγονται ἐνθυμηματικαί, αἳ καὶ εὐδοκιμοῦσιν ἤτοι ἐπαινοῦνται ὡς κατασκευαστικαὶ τῶν προτάσεων. [b 20] εἰσὶ δὲ αὗται, ἐν ὅσαις ἐμφαί νεται ἡ αἰτία τῶν λεγομένων προτάσεων· τὸ γὰρ θνητὸν εἶναι αἰτία ἐστὶ τοῦ λεγομένου ἤτοι τοῦ μὴ δεῖν ἀθάνατον ὀργίζεσθαι. κρεῖττον δέ ἐστιν, εἰ εἴπωμεν ἐνθυμηματικὰς τὰς προτάσεις ἐχούσας καὶ τὴν αἰτίαν συνεμφαινομένην· καὶ ἐνθυμηματικαὶ μὲν λέγονται, ᾗ τὸ αἴτιον ἔχουσι, καθ’ ὃ δὲ οὐ πρόδηλόν ἐστι τὸ αἴτιον, οὐκ ἔστιν ἐνθύμημα· τὸ γὰρ ἐνθύ μημα ἔχει καὶ τὸ αἴτιον πρόδηλον. ἡ δὲ ἀναίτιος γνώμη ἐστὶ μέρος τοῦ ἐνθυμήματος, εἴ γε καὶ κατασκευῆς δέεται χρῆσθαι τῷ συμπεράσματι τοῦ ἐνθυμήματος καὶ τῇ γνώμῃ προσθέντος καὶ τὴν αἰτίαν ὕστερον· [b 31] ἢ προειπεῖν δεῖν καὶ τὴν αἰτίαν, εἶτα καὶ τὸ συμπέρασμα ἐπαγαγεῖν. [b 31] ἔμπροσθεν λέγει τὸ [b 29] ἐγὼ μέν, ἐπειδὴ οὔτε φθονεῖσθαι δεῖ [b 33] στρογγύλως λέγει τις, ὃς περιοδικῶς καὶ συντόμως καὶ συντετμη μένως εἴπῃ τὸ πρᾶγμα, συμπεριλαβὼν καὶ τὴν αἰτίαν. Λακωνικὰ ἀποφθέγματα λέγει τὰ σύντομα, ὡς τὸ οὐ δεῖ ὑβριστὰς εἶναι, ἵνα μὴ ὑπὸ τῶν ἐχθρῶν οὕτω διαφθαρῶμεν, ὡς μηδὲ δένδρον ἢ ξύλον ἀπομεῖναι ἐν τῇ χώρᾳ ἡμῶν, ἵνα κἂν οἱ τέττιγες καθήμενοι ᾄδωσι. Λακωνικόν ἐστι καὶ τὸ ποτὶ πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία. [1395a 2] τοῖς πρεσβυτέροις δὲ ἁρμόττει τὸ γνωμολογεῖν καὶ περὶ ἐκείνων τῶν πραγμάτων, ὧν ἔμπειροί εἰσιν· ἀπρεπὲς γάρ ἐστιν, εἴ γε ὁ μὴ τηλικοῦτος ἤτοι ὁ νεώτερος γνωμολογεῖ· ὥσπερ καὶ τὸ μυθολογεῖν τοῖς πρεσβυτέροις ἀνήκει· τὸ δέ, περὶ ὧν οὐκ ἐπίσταταί τις, εἰ γνωμολογεῖ, ἠλίθιον κρίνεται. [a 7] γνωμοτύποι εἰσὶν ἤτοι πολύπειροι καὶ διὰ τοῦτο ῥᾳδίως γνώμας ἀποφαίνονται. καθ’ ὅλου δὲ μὴ ὄντος τοῦ πράγματος, εἴ τις θέλει τοῦτο καθ’ ὅλου ἀποφήνασθαι, μάλιστα ἁρμόζει, εἴ γε μετὰ σχετλιασμοῦ καὶ δεινώσεως ἤτοι δεινοπαθείας ἐκφέρει τις
τοῦτο· εἰ δὲ ἄνευ δεινοπαθείας τοῦτο ἐκφέρει, μεμπτέος ἂν δόξῃ· οἷον εἴ [*](f. 41v) τις ἱερέα ἰδὼν εἰς τὸ πορνεῖον εἰσελθόντα, εἰ μὲν εἴπῃ οὕτως οὐ χρὴ τοὺς ἱερεῖς τιμᾶν. μεμπτέος ἂν δόξῃ· εἰ δὲ σχετλιάσας τοῦτο ἐρεῖ, οἷον ὦ τῆς συμφορᾶς· οὐ χρὴ τοὺς ἱερεῖς τιμᾶν, φαίνεται, ὅτι ὑπὸ τοῦ πάθους κινηθεὶς τῶν ἱερέων κατέδραμεν. [a 9] καὶ ἐν τούτοις ἤτοι τῷ σχε τλιασμῷ καὶ τῇ δεινώσει ἢ ἀρχόμενον ἤτοι πρὸ τῶν ἐνθυμημάτων δεῖ σε σχετλιάσαντα εἰπεῖν ἢ μετὰ τὰ ἐνθυμήματα καὶ τὰς ἀποδείξεις. καὶ * τεθρυλλημέναι γνῶμαί εἰσιν, ἃς καὶ πάντες ὁμολογοῦσι, τὸ [a 13] εἶς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ πάτρης. ἔχουσί τινες ἔθος μὴ ἄλλως ἐξέρχεσθαι εἰς τὸν πόλεμον, εἰ μὴ πρότερον θύσουσιν· εἴ τις γοῦν παρακαλεῖ τινας ἐξελθεῖν εἰς τὸν πόλεμον καὶ ταῦτα μὴ πρότερον θύσαντας, εἰπάτω τὸ τοῦ Πολυδάμαντος τὸ εἷς οἰωνὸς ἄριστος. καὶ πάλιν, εἴ τις παρακαλεῖ τοὺς Λακεδαιμονίους ἢ τοὺς Ἀθη ναίους ἢ ἄλλους τινὰς ἐξελθεῖν εἰς τοὺς πολεμίους καὶ ταῦτα πολλῷ ἥττους καὶ ὀλιγωτέρους ὄντας τῶν πολεμίων, εἰπάτω παραθαρρύνων αὐτοὺς τὸ [a 15] κοινὸς Ἐνυάλιος, ἤτοι ὁ πόλεμος ποτέ ἐστι μεθ’ ἡμῶν, ποτὲ μετὰ τῶν πολεμίων· ὥστε θαρρεῖτε. καὶ τῷ παρακαλοῦντί τινας ἐπὶ τὸ ἐξελθεῖν ἐπὶ τοὺς πολεμίους καὶ ταῦτα ἥττους ὄντας αὐτῶν τῶν πολεμίων καὶ τῷ παρακαλοῦντι ἐπὶ τὸ ἀναιρεῖν τὰ τῶν ἐχθρῶν τέκνα τινὲς παροιμίαι εἰσὶ καὶ ὡς γνῶμαι· οἷον ἡ παροιμία αὕτη [a 18] [*](f. 42r) Ἀττικὸς πάροικος. οἱ Ἀθηναῖοι ἔπεμψαν, ὡς ὁ Κράτερός φησιν ἢ καὶ ὁ Δοῦρις ἐν τῷ βιβλίῳ τῶν παροιμιῶν Ζηνοβίου ἀπὸ τῶν τοῦ Ταρραίου, εἰς Σάμον ἀποίκους. εἴ τις γοῦν συμβουλεύει τισίν, οἷον Λακεδαιμονίοις ἢ Κορινθίοις, στεῖλαί τινας ἐξ αὐτῶν εἰς μετοικίαν, εἰπάτω Ἀττικὸς πάροικος· εἰ γὰρ οἱ Ἀττικοὶ ἔστειλαν εἰς μετοικίαν πολλοὺς τῶν ἐποίκων, πολλῷ μᾶλλον ἡμᾶς δεῖ τοῦτο ποιῆσαι. ἢ καὶ οὕτως· οἱ Ἀθηναῖοι ἀεὶ ἠδίκουν τοὺς γειτνιῶντας καὶ παροικοῦντας αὐτοῖς· ἔσπευδον γὰρ ἀεὶ ταπεινοῦν αὐτούς. εἴ τις οὖν συμβουλεύει Λακεδαιμονίοις ταπεινοῦν καὶ συντρίβειν τοὺς γειτνιῶντας αὐτοῖς εἰπάτω τὸ Ἀττικὸς πάροικος· εἰ γὰρ οἱ Ἀθηναῖοι ἐταπείνουν τοὺς γειτνιῶντας αὐτοῖς, πολλῷ μᾶλλον δεῖ τοῦτο ἡμᾶς ποιεῖν. [a 18] δεῖ δὲ καὶ τὰς γνώμας ταύτας τὰς κοινὰς λέγειν παρὰ τὰ δεδημοσιευμένα, ἤτοι παρ’ ὃ λέγει ταύτας ὁ δῆμος καὶ τὸ πλῆθος, ἤτοι οὐ δεῖ λέγειν αὐτὰς ἀπαραλλάκτως, ὡς οἱ πολλοὶ λέγουσιν, ἀλλὰ παραλλάσσειν αὐτός, εἴ γε μέλλει ὁ λέγων αὐτὰς φαίνειν τὸ ἑαυτοῦ ἦθος βέλτιον καὶ ἀγαθὴν ἔχειν προαίρεσιν φαίνεσθαι· ἢ εἰ
βούλεται παθητικῶς καὶ σχετλιαστικῶς λέγειν αὐτάς, ἀνάγκη ταύτας [*](f. 42r) παραλλάσσειν, εἶτα μεταξὺ λέγειν καὶ τίνες εἰσὶν αἱ δεδημοσιευμέναι γνῶμαι, καί φησι τὸ μηδὲν ἄγαν. [a 23] παθητικῶς ἂν εἴποις τοῦτο, εἴ γε εἴποις αὐτὸ οὕτως ψεῦδός ἐστιν, ὡς δεῖ γινώσκειν αὑτόν· οὗτος γάρ, εἰ ἑαυτὸν ἐγίνωσκεν, οὐκ ἂν εἴλετο στρατηγεῖν. [a 25] δείξει δέ τις τὸ ἑαυτοῦ ἦθος βέλτιον καὶ ἀγαθόν, εἴ γε οὕτως ἐρεῖ ὅτι οὐ δεῖ φιλεῖν τινα ὡς μισήσοντα, ἀλλὰ μᾶλλον μισεῖν ὡς φιλήσοντα· οὕτως γὰρ εἰπὼν φαίνεται ἀγαθὸς εἶναι ὡς ὀρεγόμενος τῶν κρειττόνων. σὺν δὲ τῷ λέγειν τὰς κοινὰς γνώμας παρηλλαγμένως δεῖ ἢ τὴν προαίρεσιν ἀποφαίνειν ἐν τῇ λέξει καὶ ἐν τῷ λόγῳ ἢ τὴν αἰτίαν· [a 28] τοῦ μὲν εἰπεῖν καὶ τὴν αἰτίαν παράδειγμα τὸ ὅτι δεῖ φιλεῖν οὐχ ὥσπερ φασίν, ἤτοι ὡς μισήσοντα, ἀλλ’ ὡς ἀεὶ φιλήσοντα· τὸ γὰρ ἕτερον ἤτοι τὸ φιλεῖν ὡς μισήσοντα ἐπιβουλή ἐστι· τοῦτο ἡ αἰτία. ἢ οὕτω ῥητέον (τοῦτο παράδειγμα τοῦ τὴν προαίρεσιν τῇ λέξει παραδηλοῦν) οὐκ ἀρέσκει δέ μοι τὸ λεγόμενον ἤτοι τὸ δεῖ φιλεῖν ὡς μισήσοντα· εἶτα κατασκευὴ τούτου τὸν γὰρ ἀληθινὸν φίλον δεῖ φιλεῖν ὡς ἀεὶ φιλή σοντα· ἀπὸ γὰρ τοῦ εἰπεῖν οὐκ ἀρέσκει δέ μοι τὸ λεγόμενον ἀπὸ τοῦ λόγου τούτου δηλοῖ τὴν προαίρεσιν αὐτοῦ, ὡς ἔστιν ἀγαθὴ καὶ μὴ ἀρεσκομένη φαύλῳ ἤτοι τῷ φιλεῖν ὡς μισήσοντα. [a 31] καὶ οὐδὲ ἀρέσκει μοι τὸ μηδὲν ἄγαν· τοὺς γὰρ κακοὺς ἄγαν μισητέον. ἔχουσι δὲ βοήθειαν εἰς τοὺς λόγους ἤτοι εἰς τὸ προφέρειν τὰς γνώμας καὶ ἀποδέχεσθαι παρὰ τῶν ἀκροατῶν καὶ τὴν φορτικότητα καὶ τὴν ἀγροι κίαν καὶ τὴν χωρικίαν τῶν ἀκροατῶν· χωρικοὶ γὰρ ὄντες ἀποδέχονται τὸν παραλλάξαντα τὴν γνώμην ταύτην τὴν μηδὲν ἄγαν καὶ εἰπόντα ὡς οὐκ ἀρέσκει μοι τὸ μηδὲν ἄγαν, ἀλλὰ τοὐναντίον τὸ ἄγαν μισεῖν τοὺς κακούς. [b 7] εἰ γὰρ οἱ ἀκροαταὶ δοξάζουσιν, ὅτι φαῦλόν ἐστι τὸ γειτο νεῖν τινι διὰ τὸ ἐντυχεῖν φαύλοις γείτοσιν, ἀποδέξαιτ’ ἂν τὸν εἰπόντα καθ’ ὅλου ὡς οὐδὲν γειτονίας χαλεπώτερον. ὥστε δεῖ τὸν μέλλοντα εἰπεῖν γνώμην ἀποβλέπειν εἰς τοὺς ἀκροατὰς καὶ στοχάζεσθαι, τίνων οὗτοι ὀρέ γονται καὶ τί δοξάζουσι, καὶ οὕτως ἃ δοξάζουσιν οὗτοι, κἂν μερικὰ ὦσιν, ἀποφαίνεσθαι περὶ τούτων καθ’ ὅλου· οἷον εἰ ὁ ἀκροατής μου δοξάζει, ὡς κακὸν τὸ τεκνοποιῆσαι, διὰ τὸ ἐντυχεῖν φαύλῳ τέκνῳ, εἰ εἴπω ὡς οὐδὲν ἠλιθιώτερον καὶ χεῖρον τεχνοποιίας, καὶ μάλα ἄν με καὶ αὐτὸς ἀπο δέξαιτο. [b 10] ὥστε δεῖ στοχάζεσθαι, πῶς τυγχάνουσιν ἔχοντες
οἱ ἀκροαταὶ καὶ ποῖα ὑπολαμβάνουσι καὶ δοξάζουσιν, εἶτα περὶ τούτων [*](f. 42r) ἀποφαίνεσθαι καθ’ ὅλου. [b 12] ταύτην δεῖ μίαν χρῆσιν τοὺς γνω μολογοῦντας ἤτοι τὸ βλέπειν καὶ στοχάζεσθαι, τίνα δοξάζουσιν οἱ ἀκροαταί, καὶ οὕτως ἀποφαίνεσθαι περὶ αὐτῶν, εἰ βούλεται ἀποδέχεσθαι παρὰ τῶν ἀκροατῶν, γνωμολογοῦντα, καὶ ἑτέραν χρῆσιν κρείττω, ἥτις καὶ δείκνυσι τὸ ἦθος τοῦ γνωμολογοῦντος βέλτιον [b 13] ἡ γὰρ τοιαύτη χρῆσις τῶν γνωμῶν, ἣν καὶ εἰπεῖν μέλλει, ποιεῖ τοὺς λόγους ἠθικοὺς ἤτοι παρεμ φαίνοντας τὸ ἦθος τῶν λεγόντων τὰς γνώμας, εἴτε φαῦλόν ἐστιν, εἴτε [*](f. 42v) ἀγαθόν. ἐκεῖνοι δὲ οἱ λόγοι ἔχουσιν ἦθος, ἐν οἷς παρεμφαίνεται ἡ προαίρεσις τοῦ λέγοντος, εἴτε ἀγαθή ἐστιν, εἴτε φαύλη. [b 14] αἱ γὰρ γνῶμαι πᾶσαι τοῦτο ποιοῦσιν ἤτοι τὸ παρεμφαίνειν τὸ ἦθος τοῦ λέγοντος οἷόν ἐστι, διότι ὁ λέγων τὰς γνώμας περὶ τῶν προαιρετῶν ἀποφαίνεται ἤτοι περὶ ἐκείνων ἀποφαίνεται, περὶ ὧν προαιρεῖται καὶ βούλεται.

Ἄλλο γὰρ εἶδος ἑκατέρου τούτων ἤτοι ἄλλος ἐστὶν ὁ τρόπος, καθ᾽ ὃν δεῖ λαμβάνειν αὐτά, ἤτοι ἐν τῷ ἀποβλέπειν εἰς τὰ ὑπάρ χοντα τῷ ἐπαινουμένῳ ἢ τῷ ψεγομένῳ, καὶ ἄλλοι εἰσὶν οἱ τόποι, ἐξ ὧν ἐπιχειρεῖν μέλλομεν. [b 23] καὶ πῶς ἐστι συλλογισμὸς ἤτοι ἀτελής. καὶ τί διαφέρει τῶν διαλεκτικῶν, ὅτι ὁ μὲν διαλεκτικὸς τέλειός ἐστι, τὸ δὲ ἐνθύμημα συλλογισμὸς ἀτελής, ἢ ὅτι ὁ μὲν διαλεκτικὸς συλλογισμὸς περὶ παντὸς προτεθέντος γίνεται, τὸ δὲ ἐνθύμημα συλλογισμός ἐστι περὶ τὰ πολιτικὰ μόνα θεωρούμενος. [b 24] οὔτε γὰρ πόρρωθεν γίνονται συλλο γισμοί, ὅταν λάβωμεν τὰς προτάσεις τοῦ συλλογισμοῦ καὶ τὰς προτάσεις τῶν προσυλλογισμῶν τῶν προτάσεων ἐν τοῖς ἐνθυμήμασιν, οὔτε δεῖ πάντα ἤτοι πάσας τὰς προτάσεις λαμβάνειν, καὶ τὴν μείζονα καὶ τὴν ἐλάττονα, καὶ συνάγειν τὸ συμπέρασμα· ἀρκεῖ γὰρ εἰπεῖν τὴν ἐλάττονα, τὴν δὲ μείζονα ὡς γνώριμον παρεῶσι. [b 25] τὸ μὲν γὰρ ἤτοι τὸ λαμβάνειν πόρρωθεν ἤτοι καὶ τὰς προτάσεις τῶν προσυλλογισμῶν ἀσάφειαν ποιεῖ διὰ τὸ μῆκος, τὸ δὲ ἤτοι τὸ λαμβάνειν πάντα ἤτοι καὶ τὰς προτάσεις ἀδο λεσχία ἐστίν· ἀδολεσχία γὰρ νομίζεται, ὅταν τὴν μείζονα πρότασιν γνώ ριμον οὖσαν καὶ ταῦτα μὴ παρεάσωμεν ἀλλ’ εἴπωμεν. [b 26] καὶ γὰρ

τοῦτο ἤτοι τὸ βραχυλογεῖν καὶ μὴ πάντα λαμβάνειν ἐστὶν αἴτιον καὶ [*](f. 42v) τοὺς χωρικοὺς ἀπαιδεύτους πιθανωτέρους καὶ ἀληθεστέρους τῶν πεπαιδευμένων καὶ σοφῶν ὅθεν καὶ Εὐριπίδης φησὶν
ἐγὼ δ’ ἄκομψος πρὸς ὄχλον δοῦναι λόγον.
[b 28] ὥσπερ καὶ οἱ ποιηταί, οἷον ὁ Εὐριπίδης φησὶ τοὺς ἀπαιδεύτους ἤτοι τοὺς χωρικοὺς μουσικωτέρους καὶ πιθανωτέρους παρὰ τῷ ὄχλῳ φαίνεσθαι, καθ’ ὅσον βραχυλογοῦσι. καὶ ἀπεριεργότεροι ἐντεῦθεν φαίνονται· οἱ μὲν γάρ, οἱ πεπαιδευμένοι καὶ οἱ σοφοί, λέγουσι τὰ κοινὰ καὶ τὰ καθ’ ὅλου καὶ τὰ πόρρω τοῦ πράγματος, οἱ δὲ ἤτοι οἱ ἀπαίδευτοι καὶ χωρικοὶ λέγουσιν ἐκεῖνα, ἃ πάντες ἴσασι, καὶ τὰ ἐγγὺς τοῦ πράγματος. [b 31] καὶ λεκτέον καὶ ἐπιχειρητέον ἐκ τῶν ὡρισ μένων καὶ ἐγνωσμένων ἢ τοῖς κρίνουσιν ἢ ἐκείνοις, οὓς ἀποδέχονται οἱ κρίνοντες, εἴτε νομοθέται εἰσὶν εἴτε ποιηταὶ οἱ παρὰ τῶν κρινόντων ἀπο δεχόμενοι ἐπεί τοί γε, εἰ μὴ ἐπιχειρεῖς, ἐξ ὧν γινώσκουσιν ἢ οἱ κρίνοντες ἢ οἱ παρὰ τῶν κρινόντων ἀποδεχόμενοι, οὐδὲν ἀνύσεις οὐδὲ πείσεις. [1396a 1] καὶ τοῦτο, ὃ λέγεις, ἔστω δῆλον καὶ γνώριμον, ὅτι οὕτω φαίνεται καὶ δοκεῖ, ἢ πᾶσι τοῖς κρίνουσιν ἢ τοῖς πλείστοις. καὶ μὴ μόνον συνάγειν καὶ συλλογίζεσθαι ἐν τῷ λαμβάνειν ἀναγκαίας προτάσεις, ἀλλ’ ἐν τῷ λαμβάνειν καὶ τὰς ὡς ἐπὶ τὸ πολὺ ἤτοι τὰς ἐνδεχομένας. [a 3] πρῶτον μὲν δεῖ λαβεῖν τὸ πρόβλημα, περὶ οὖ δεῖ λέγειν καὶ συλλογίζεσθαι, εἴτε πολιτικῷ καὶ ῥητορικῷ συλλογισμῷ εἴτε ὁποιῳοῦν, εἶτα θεωρεῖν τὰ ὑπάρχοντα τούτοις· [a 6] μηδὲν γὰρ ἔχων καὶ λαβὼν ἀπὸ τῶν ὑπαρχόντων τῷ πράγματι, περὶ οὗ ὁ λόγος, ἐξ οὐδε νὸς ἂν συλλογίσῃ· πῶς γὰρ ἂν δυνησόμεθα συμβουλεύσασθαι, πῶς δεῖ πολεμῆσαι τοῖς Ἀθηναίοις ἢ μὴ πολεμῆσαι, εἰ μὴ ἔχομεν, τίς ἡ δύναμις αὐτῶν; [a 12] καὶ πάλιν πῶς δεῖ ἐπαινεῖν τοὺς Ἀθηναίους, εἰ μὴ ἔχοιμεν, πῶς ἐν Σαλαμῖνι οἱ Ἀθηναῖοι ἐπολέμησαν; [a 13] ἢ τὰ ὑπὲρ Ἡρακλειδῶν πραχθέντα. οἱ Λακεδαιμόνιοι ἐξῶσαν τοὺς Ἡρα κλείδας, οὗτοι δὲ διωχθέντες ἀπῆλθον εἰς τοὺς Ἀθηναίους, οἱ δὲ ἀσμένως αὐτοὺς ἐδέξαντο καὶ ἐτύπωσαν αὐτοὺς ἐκ τοῦ δημοσίου τρέφεσθαι. τοῖς Ἀθηναίοις συνεμάχησαν εἰς τὸν κατὰ τοῦ Ξέρξου πόλεμον Αἰγινῆται καὶ Ποτιδαιᾶται, εἶτα ὕστερον ἠνδραπόδισαν καὶ ἐδούλωσαν αὐτούς. [a 4] εἴτε πολιτικῷ συλλογισμῷ ἤτοι ἐνθυμήματι (τὸ γὰρ ἐνθύμημά ἐστι πολι τικὸς συλλογισμός), εἴθ’ ὁποιῳοῦν ἄλλῳ ἤτοι διαλεκτικῷ ἢ ἐπαγωγῇ ἢ
τοιούτῳ τινί [a 33] ἐπεὶ καὶ πάντες οὕτω φαίνονται ἀποδεικνύντες [*](f. 43r) ἐν τῷ ἀποβλέπειν εἰς τὰ ὑπάρχοντα τῷ πράγματι, περὶ οὗ ἐστιν ὁ συλλογισμὸς καὶ ἡ ἀπόδειξις, ἀκριβέστερον συλλογίζονται οἱ ἀπο δεικνύοντες, μαλακώτερον δὲ οἱ διαλεγόμενοι ὡς ἀπὸ ἐνδόξων προτάσεων ἐπιχειροῦντες. [b 2] ἀλλ’ ἐκ τῶν περὶ ἕκαστα ὑπαρχόντων καὶ διὰ τοῦ λόγου ἤτοι τοῦ συλλογισμοῦ καὶ τῆς δείξεως, ὥσπερ ἐν τοῖς Τοπικοῖς πρῶτον εἴπομεν εἶναι ἀναγκαῖον ἐκλέγεσθαι περὶ ἑκάστου πράγματος τά τε ἐνδεχομένως ὑπάρχοντα αὐτῷ καὶ τὰ ἐπικαιροτάτως ἤτοι ἀναγκαίως καθ’ ἑαυτοὺς καὶ πρὸ τῆς διαλέξεως. [b 6] ἀλλὰ καὶ περὶ τῶν ἐξ ὑπογύου γινομένων ἤτοι περὶ τῶν ἐγγὺς γινομένων πραγμάτων καὶ ἐξαίφνης παρεμπεσόντων εἰς τὴν διάλεξιν κατὰ τὸν αὐτὸν τρόπον δεῖ σκοπεῖν καὶ ἀποβλέπειν εἰς τὰ ὑπάρχοντα αὐτῷ, καὶ οὐ δεῖ ἀπο βλέπειν εἰς τὰ ἀόριστα ἤτοι εἰς τὰ κοινὰ τὰ ὑπάρχοντα καὶ ἐκείνῳ τῷ πράγματι, περὶ οὗ ὁ λόγος ἐστίν, ἀποβλεπτέον. [b 17] ὁ Κύκνος παῖς τοῦ Ἄρεως, ὃς ἐκώλυε τοὺς Ἕλληνας ἀποπηδῆσαι εἰς τὸν αἰγιαλὸν τῶν Τρώων ἐκ τῶν νηῶν. [b 18] καὶ ὅτι νεώτερος ὤν καὶ οὐκ ἔνορκος. ὁ Τυν δάρεως, ὁ πατὴρ Ἑλένης, κατέσχε τοὺς μνηστῆρας ὅρκῳ, ὥστε στρατεύεσθαι ὑπὲρ τοῦ προκριθέντος παρ’ αὐτοῦ.  [b 21] ὁ τοπικὸς κατάλληλος τοῖς τοπικοῖς· ὁ συλλογισμός, ἐπεὶ δηλωτικός ἐστι πράγματός τινος, λοιπὸν ἔχει καὶ στοιχεῖα καὶ ἀρχὰς τοῦ πράγματος, ἔχει καὶ στοιχεῖα καὶ ἀρχὰς τοῦ συμπεράσματος. καὶ στοιχεῖα μέν εἰσι τοῦ πράγματος τὰ καθ’ αὑτὸ ὑπάρχοντα τῷ πράγματι, περὶ οὗ ὁ συλλογισμός, περὶ ὧν φθάσαντες παρε δώκαμεν, στοιχεῖα δὲ τοῦ συμπεράσματος τοῦ τοιοῦδε καὶ τοῦ συλλογισμοῦ ἡ τοιάδε σύνθεσις τῶν προτάσεων καὶ ἡ τοιάδε ἐπιχείρησις. περὶ γοῦν τοῦ στοιχείου τοῦ συμπεράσματος ὑπισχνεῖται νῦν εἰπεῖν· στοιχεῖα γὰρ ἐνθυ μημάτων νοητέον τὴν τοιάνδε τῶν προτάσεων σύνθεσιν καὶ τὴν τοιάνδε ἐπιχείρησιν. [b 24] τὰ μὲν γὰρ τῶν ἐνθυμημάτων εἰσὶ δεικτικά, ἃ δεικνύουσιν, ὅτι ἔστι τι ἢ οὐκ ἔστιν, ἤτοι Ἀχιλλεὺς ἀνδρεῖός ἐστιν ἢ οὐκ ἔστιν. ἐλεγκτικὰ ἐνθυμήματά εἰσι τὰ λαβόντα τὸν λόγον τοῦ ἀντι θέτου καὶ ἐξ αὐτοῦ συνάξαντα ἄτοπόν τι καὶ ἀδύνατον, ὅπερ ἐστὶν ἡ εἰς ἀδύνατον ἀπαγωγή· ἐλεγκτικὰ δέ εἰσιν ἐνθυμήματα, ὅταν τις συνάγῃ δι’ αὐτῶν ἀνομολογούμενα καὶ ἀσύμφωνα, ἤτοι ὅταν τις δεικνύῃ τὸν ἀντιλέγοντα καὶ προσδιαλεγόμενον λέγοντα ἀνομολογούμενα καὶ ἀσύμφωνα ἢ ἑαυτῷ ἢ
ταῖς κοιναῖς δόξαις καὶ ταῖς τῶν σοφῶν. [b 28] σχεδὸν μὲν ἡμῖν περὶ [*](f. 43r) ἔκαστον τῶν εἰδῶν τῶν τε ἐλεγκτικῶν καὶ τῶν δεικτικῶν ἐνθυμημάτων οἱ τόποι οἱ παραδοθησόμενοι ἔχονται τῶν χρησίμων καὶ τῶν ἀναγ καίων ἤτοι παραδιδόασι, ποῖά εἰσι χρήσιμα καὶ ἀναγκαῖα εἰς τὰ ἐλεγκτικὰ ἐνθυμήματα καὶ ποῖα εἰς τὰ δεικτικά. [b 30] καὶ γὰρ αἱ προτάσεις αἱ χρησιμεύουσαι περὶ ἕκαστον εἶδος ἤτοι περὶ τὸ ἐλεγκτικὸν καὶ περὶ τὸ ἐπιδεικτικόν, εἰσὶν ἐξειλεγμέναι. ἐφθάσαμεν δὲ παραδόντες τόπους καὶ περὶ τοῦ καλοῦ καὶ τοῦ δικαίου καὶ περὶ τῶν παθῶν ἤτοι φόβου καὶ ὀργῆς καὶ ζήλου. [1397a 1] ἔτι δὲ καθ’ ὅλου λέγωμεν περὶ πάντων τῶν τόπων τῶν χρησιμευόντων εἰς τὰ ἐλεγκτικὰ καὶ τὰ δεικτικὰ παρασημαινόμενοι μόνον, ὅτι οἵδε οἱ τόποι χρησιμεύουσιν εἰς τὰ δεικτικὰ ἐνθυ μήματα καὶ οἵδε εἰς τὰ ἐλεγκτικά.

Ἤ ὡς ἐν τῷ Μεσηνιακῷ. οἱ Μεσηνιᾶται ἄποικοί εἰσι τῶν Λακεδαιμονίων· καὶ διότι συνεμάχησαν καὶ προσετέθησαν τοῖς Ἀθηναίοις, ὡρμήθησαν οἱ Λακεδαιμόνιοι καταδουλῶσαι αὐτούς. συμβουλεύει γοῦν ὁ Ἀλκιδάμας τοῖς Λακεδαιμονίοις καταδουλῶσαι τοὺς ἐν Μεσήνῃ ἐπιχειρῶν ἐκ τοῦ ἐναντίου· [a 11] εἰ γὰρ ὁ πόλεμος, φησί, προυξένησε τάδε τὰ κακά, εἰρήνη πάλιν ταῦτα ἐπανορθώσεται. καὶ εἴ τις οὐκ ὀργίζεται κατὰ τοῦ ἀκουσίως κακόν τι δράσαντος εἰς αὐτόν, λοιπὸν οὐδὲ χάριν ὀφείλει νέμειν τῷ εὐεργετήσαντι αὐτὸν ἀκουσίως καὶ ἐν τῷ καταναγκασθῆναι παρ᾽ ἑτέρου. [a 17] καὶ εἰ ἔστιν ἐν βροτοῖς ψευδηγορεῖν πιθανὰ ἤτοι ψεύδεσθαι καὶ δοκεῖν πιθανὰ τοῖς πολλοῖς καὶ ἀληθῆ λέγειν, οὐ μέντοι γε δὲ ψευδῆ, χρὴ νομίζειν καὶ τὸ ἐναντίον, ἤτοι ὅτι συμβαίνει πολλάκις ἀληθῆ μὲν λέγειν τινά, ἄπιστα δὲ καὶ ψευδῆ νομίζεσθαι τοῖς ἀκροαταῖς. [a 21] εἰ πᾶν δίκαιον ἀγαθόν, ἦν ἂν καὶ πᾶν τὸ δικαίως γινόμενον ἀγαθόν· ἀλλὰ μὴν τὸ δικαίως ἀποθανεῖν οὐκ ἄν τις αἱρήσεται· δικαίως γὰρ ἀποθνῄσκει [*](f. 43v) ὁ μοιχὸς ἢ ὁ φονεύς. [a 23] ἄλλος τόπος ἐκ τῶν πρὸς ἄλληλα ἤτοι τῶν πρός τι· εἰ γὰρ τῷ ἑτέρῳ ὑπάρχει ἤγουν τῷ φονεύσαντι τὸ καλῶς καὶ δικαίως ποιῆσαι, καὶ τῷ φονευθέντι ὑπάρχει τὸ καλῶς πεπονθέναι· καὶ εἰ καλῶς ἐκέλευσεν ὁ Σωκράτης τὸν Πλάτωνα ποιῆσαι τόδε, καὶ ὁ Πλάτων τόδε καλῶς ἐποίησεν. [a 26] ὁ Διομέδων Ἀθη ναῖος ἦν καὶ ἠγόρασε τὸ φορολογεῖν ἀπὸ τοῦ δημοσίου, εἶτα ὠνειδίζετο

παρὰ τῶν ἀρχόντων ἐν Ἀθήναις τῶν καὶ πωλησάντων αὐτῷ τὸ φορολογεῖν, [*](f. 43v) διότι τοῦτο ἐποίησε, καί φησιν ὅτι εἰ μὴ ὑμῖν αἰσχρὸν τὸ πωλεῖν, οὐδ’ ἐμοὶ λοιπὸν τὸ ἀγοράσαι. [a 30] εἰ γὰρ δικαίως ἀπέθανεν ἡ Κλυ ταιμνήστρα ὡς φονεύσασα τὸν ἄνδρα αὑτῆς, ἀλλ’ οὐχ ὑπὸ σοῦ τοῦ Ὀρέστου τοῦ υἱοῦ αὐτῆς ἔδει αὐτὴν ἀποκτανθῆναι. διὸ σκοπητέον χωρὶς καὶ ἰδίᾳ, εἰ καὶ ὁ παθὼν ἄξιος ἦν παθεῖν καὶ ὁ ποιήσας ἄξιος ἦν ποιῆσαι· οὐ μέντοι γε δὲ προσῆκον ἦν τὸν Ὀρέστην φονεῦσαι αὐτὴν ἀλλ’ ἕτερον. [b 1] εἶτα χρήσασθαι, ὁποτέρως ἁρμόττει καὶ συμφέρει σοι· εἰ γὰρ μέλλεις δεῖξαι, ὅτι ὁ παθὼν ἄξιος ἦν τοῦ παθεῖν καὶ ὁ ποιήσας ἄξιος ἦν τοῦ ποιῆσαι, ἐπιχείρησον τοῦτο δεῖξαι, εἰ καὶ εὑρήσεις τὸν παθόντα ἄξιον τοῦ παθεῖν καὶ τὸν ποιήσαντα ἄξιον τοῦ ποιῆσαι. εἰ δὲ μέλλεις δεῖξαι, ὅτι ὁ μὲν παθὼν ἄξιος ἦν τοῦ παθεῖν, οὐ μέντοι γε δὲ ὁ ποιήσας ἄξιος τοῦ ποιῆσαι, ἐπιχείρησον τοῦτο δεῖξαι, εἴ γε τέως εὑρήσεις καὶ τὸν μὲν παθόντα ἄξιον τοῦ παθεῖν, οὐ μέντοι γε τὸν ποιήσαντα ἄξιον τοῦ ποιῆσαι. [b 2] ἐνίοτε γὰρ διαφωνεῖ τὸ τοιοῦτο καὶ ὁ μὲν παθὼν ἄξιός ἐστι τοῦ παθεῖν, οὐ μέντοι γε δὲ ὁ ποιήσας ἄξιός ἐστι τοῦ ποιῆσαι, ὡς ἐπὶ τῆς Κλυταιμνήστρας. ὁ Θεοδέκτης τραγικὸς ἦν. ὁποτέρως ἁρμόττει, εἴτε καὶ οἱ δύο δικαίως εἴτε καὶ ὁ εἷς. [b 3] ὁ Ἀλκμαίων υἱὸς ἦν τοῦ Ἀμφιαράου τοῦ μάντεως, ὃς ἀπέκτεινε τὴν αὐτοῦ μητέρα. [b 2] καὶ οὐδὲν κωλύει διαφωνεῖν ἤγουν τὸν μὲν παθόντα δικαίως παθεῖν, τὸν δὲ ποιήσαντα μὴ δικαίως ποιῆσαι. εἰσάγει δὲ ὁ Θεοδέκτης τινὰ ἐρωτῶντα τὸν Ἀλκμαίωνα οὐδεὶς τῶν ἀνθρώπων ἐστύγει τὴν μητέρα τὴν σήν; [b 4] φησὶ δὲ ἀποκρινόμενος τὸ ναί. πῶς ἐστύγει; τοῦτο τοῦ Ἀριστοτέλους. ἀλλὰ διαλαβόντα καὶ διελόντα ἰδίᾳ τὸν παθόντα καὶ ἰδίᾳ τὸν ποιήσαντα χρὴ σκοπεῖν, εἰ καὶ ὁ παθὼν ἀξίως ἔπαθε καὶ ὁ ποιήσας ἀξίως ἐποίησε· τοῦτο γὰρ δηλοῖ τὸ τί ἐστι τὸ συμ βαῖνον. εἶτα παρεισάγει ὁ Θεοδέκτης τὴν Ἀλφεσίβοιαν ἐρωτῶσαν καὶ πῶς σε κατέκριναν, ὧ Ἀλκμαίων; ὁ δὲ Ἀλκμαίων ὑπολαβών φησι διότι τὴν μὲν ἔκριναν ἀξίαν τοῦ θανεῖν ὡς φαύλην, ἐμὲ δὲ οὐκ ἄξιον ἔκριναν τοῦ κτανεῖν τὴν μητέρα, ἀλλ’ ὑπὸ ἄλλου ἔδει φονευθῆναι αὐτήν. ἡ Ἐρι φύλη ἦν ἡ μήτηρ τοῦ Ἀλκμαίωνος. [a 17] ἀλλ’ εἴπερ ἔστιν ἐν βροτοῖς ψευδηγορεῖν πιθανά. Εὐριπίδης ταῦτά φησι πρὸς τὸν Θυέστην, ὃς ταῦτά φησι πρὸς τὸν Ἀτρέα τὸν ἀδελφὸν αὐτοῦ. [b 7] τοῦ Ἀλεξάνδρου τελευ
τήσαντος ἡ Λακεδονία διῃρέθη εἰς ἀρχὰς πολλάς. καὶ ὁ Νικάνωρ Μακεδὼν [*](f. 43v) ἦν· λαβὼν καὶ αὐτὸς μέρος τῆς Μακεδονίας καὶ ἄρχων ἐν αὐτῷ ἔσπευδε καταδουλῶσαι τὴν Ἑλλάδα· τέως γοῦν ἀνῃρέθη παρὰ τῶν συγγενῶν. ὁ γοῦν ῥήτωρ δικάζεται εἰς πρόσωπον τοῦ Νικάνορος μετὰ τῶν ἀποκτεινάντων τὸν Νικάνορα. [b 8] ἐπεὶ γὰρ ἐκρίθησαν δικαίως ἀποκτεῖναι, ἔδοξε καὶ δικαίως ἀποθανεῖν ὁ Νικάνωρ· ἀλλὰ μὴν οὐ δίκαιον ἦν ἀπο θανεῖν παρὰ τῶν ὁμογενῶν· δίκαιον γὰρ ἦν θανεῖν παρὰ τῶν Ἐλλήνων, οὓς καὶ καταδουλοῦν ἔσπευδεν, οὐ μὴν δὲ παρὰ τῶν ὁμογενῶν. [b 9] Θήβησι θανὼν ἦν ὁ Τιμόλαος, περὶ οὗ ἐκέλευεν ὁ κατηγορούμενος κρῖναι καὶ ἐξετάσαι, εἰ δίκαιος ἦν οὗτος ἀποθανεῖν, ἐπεὶ οὐκ ἄδικόν ἐστιν ἀποκτεῖναι τὸν δικαίως ἀποθανόντα. [b 16] ἐκ τοῦ εἰ τὸ ἧττον ὑπάρχει, ἤτοι εἰ τὸ ἧττον ὀφεῖλον ὑπάρχειν τῷδε ὑπάρχει αὐτῷ (ἔστι δὲ τὸ τύπτειν τὸν πατέρα), καὶ τὸ μᾶλλον ὑπάρξει αὐτῷ ἤτοι πολὺ μᾶλλον ὑπάρξει αὐτῷ τὸ τύπτειν τοὺς πλησίον. καθ’ ὁπότερον ἂν δέῃ δεῖξαι, ἤτοι εἴτε κατασκευάσαι εἴτε ἀνασκευάσαι, χρήσιμος οὗτος ὁ τόπος· ἀντίστρεψον γὰρ καὶ εἰπὲ εἰ τοὺς πλησίον οὗτος οὐ τύπτει, οὓς δεῖ μᾶλλον τύπτειν, πολλῷ μᾶλλον οὐδὲ τὸν πατέρα, ὃν ἧττον δεῖ τύπτειν. [b 20] κλεινότατον γόνον λέγει τὸν Μελέαγρον. καὶ ὅτι εἰ μὴ Θησεὺς ἀφελὼν τὴν Ἑλένην ἠδίκησεν, οὐδὲ Ἀλέξανδρος. [b 25] οὐδ’ οἱ σοφισταὶ λοιπόν εἰσι φαῦλοι, εἴ γε πολλάκις ἡττῶνται παρὰ [*](f. 44r) τῶν προσδιαλεγομένων. λέγουσιν οἱ τῶν Ἀθηναίων ἐξάρχοντες ῥήτορες ὅτι οἱ ἰδιῶται σπουδάζουσιν ἡμᾶς δοξάζεσθαι· δεῖ λοιπὸν καὶ ἡμᾶς τοὺς Ἀθηναίους, ὅπως φροντίζωμεν, πῶς ἂν οἱ Ἔλληνες δοξάζωνται. [b 28] ὁ Ἁρμόδιος καὶ ὁ Ἀριστογείτων ἀπέκτειναν τὸν Ἱππαρχον τὸν Πεισιστράτου τυραννοῦντα· καὶ ἀξιοῖ Ἰφικράτης στῆσαι τούτοις εἰκόνας καί φησιν ὅτι εἰ πρὸ τοῦ ποιῆσαι ἤτοι εἰ πρὸ τοῦ φονεῦσαι αὐτοὺς τὸν Πεισίστρατον ὁ δῆμος ἠξίου καὶ ὑπισχνεῖτο εἰκόνα στῆσαι, ἐὰν ποιήσῃ ἤτοι φονεύσῃ οὐ δώσετε δὲ τὸ ὑποσχεθὲν τῷ ποιήσαντι τὸν φόνον; [b 31] ὁ Φίλιππος ἐβοήθει τοῖς Θηβαίοις πολεμοῦσι τοῖς Φωκεῦσιν ὑποσχομένοις βοηθῆσαι αὐτῷ εἰς τὸν κατὰ τῶν Ἀθηναίων πόλεμον. καὶ πάλιν πρὸς τὸ τοὺς Θηβαίους διιέναι καὶ πέμψαι καὶ διαβιβάσαι τὸν Φίλιππον πρὸς τὴν
Ἀττικήν, ὅτι ὑπέσχοντο ἂν οἱ Θηβαῖοι διαβιβάσαι τὸν Φίλιππον εἰς [*](f. 44r) τὴν Ἀττικήν, εἰ ὁ Φίλιππος ἠξίου αὐτοὺς τοῦτο τὸ διαβιβάσαι αὐτὸν πρὸ τοῦ βοηθῆσαι αὐτοῖς εἰς τοὺς Φωκεῖς. [1398a 2] ἄτοπον οὖν, εἰ, διότι προεῖτο καὶ ἐνέδωκεν εἰς τὸ βοηθῆσαι αὐτοῖς κατὰ τῶν Φωκέων καὶ πιστεύσας αὐτοῖς ὡς ὑποσχεθεῖσι διαβιβάσαι αὐτὸν εἰς τὴν Ἀττικήν, οὐ μὴν διήσουσι καὶ διαβιβάσουσι νῦν αὐτόν. [a 3] ἄλλος τόπος ἐκ τῶν εἰρημένων καθ’ ἑαυτούς, ἤτοι ἐξ ὧν εἶπον καὶ ἔπραξαν ἂν ἐκεῖνοι οἱ ἀξιοῦντες τόδε γενέσθαι, ἐπιχειρητέον· οἶον ὁ Ἀντιφῶν ἠρώτησε τὸν Ἰφικράτην, εἰ προδώσει τὰς νῆας, ὁ δὲ ἀνταπεκρίθη σὺ μὲν Ἀντιφῶν ὤν καὶ προδότης οὐκ ἂν τοῦτο ἔδρασας, καὶ ἐμὲ ἀξιοῖς τοῦτο δρᾶσαι; [a 4] διαφέρει δὲ οὗτος ὁ τρόπος· εἰ μὲν γὰρ ὁ ἀξιῶν κλέπτης ἐστὶ καὶ διαβαλλόμενος, ἔστι τούτῳ τῷ τρόπῳ χρήσασθαι ὅτι σὺ μὲν τοῦτο οὐκ ἂν ἐποίησας· ἐγὼ δὲ τοῦτο πῶς ποιήσω; δεῖ γὰρ ἐκεῖνον τὸν ἀξιοῦντα δοκεῖν εἶναι ἄδικον καὶ κλέπτην. [a 9] εἰ δ’ οὐκ ἔστι τοιοῦτος ἄδικος, οἷον ὁ Ἀριστείδης, γελοῖος ἂν φανῇ ὁ χρησάμενος τούτῳ τῷ τρόπῳ ἐπὶ τοῦ Ἀριστείδου ὅτι σὺ μὲν ὤν Ἀριστείδης οὐκ ἂν προέδωκας, καὶ ἐμὲ ἀξιοῖς προδοῦναι; τὸν γὰρ κατήγορον δεῖ εἶναι ἄπιστον καὶ ἄδικον, ἵνα πρὸς τὴν ἀπιστίαν αὐτοῦ ἀποβλέπων εἴποι ὁ κατηγορούμενος ὅτι σὺ μὲν ἄπιστος ὤν οὐκ ἂν τοῦτο ἐποίησας. [a 4] οἷον ἐν τῷ Τεύρῳ. Τεῦκρος ποιητής ἐστιν. ὁ Ἰφικράτης στρατηγὸς ἦν εὐφυὴς εἰς τὰς ἀποκρίσεις. [a 12] δεῖ οὖν ἀεὶ ἐξελέγχειν τοῦτο, ὅτι οὐ κρείττων ὁ κατήγορος· οἷον διεβλήθη Σωκράτης ὡς μὴ εἶναι λέγων θεοὺς καὶ ὡς καινῶν δαιμονίων καταγγελεύς· δείξει τις ὅτι εἰσὶ θεοὶ ἐκ τοῦ ὁρισμοῦ τοῦ δαιμονίου· εἰ γὰρ τὸ δαιμόνιόν ἐστιν ἔργον θεοῦ, ἀνάγκη εἶναι καὶ θεοὺς τοὺς δημιουργήσαντας· κατὰ Σωκράτην λοιπὸν τὸ δαιμόνιον. [a 18] καὶ πάλιν ὅτι δὲ ὁ βέλτιστός ἐστι γενναιότατος, μᾶλλον δῆλον ἐκ τοῦ τὸν Ἁρμόδιον καὶ Ἀριστογείτονα μὴ ἄλλως κληθῆναι καὶ γενναίους, εἰ μὴ γενναῖόν τι εἰργάσαντο· καὶ ἐγὼ συγγενέστερος ἤτοι ἐγγίζω μᾶλλον τῷ Ἁρμοδίῳ καὶ τῷ Ἀριστογείτονι παρ’ ὃ σύ, διότι καὶ τὰ ἐμὰ ἔργα ἐγγίζουσι τοῖς ἐκείνων ἔργοις παρ’ ὃ τὰ σά· καὶ τοῦτο ἐκ τοῦ ὁρισμοῦ· ἐκεῖνον γάρ φαμεν συγγενῆ τῶνδε, οὗ τὰ ἔργα ἐγγίζουσι τοῖς ἔργοις αὐτῶν. [a 22] κατηγορεῖ τις τοῦ Ἀλεξάνδρου ὡς ἀκολάστου καί φησιν, ὅτι μὴ κόσμιος ἤτοι ἀκόλαστος ᾖ μὴ ἐρῶν ἑνὸς σώματος· ὁ γὰρ σώφρων ἑνὸς ἐρᾷ· ἐπεὶ δὲ καὶ ὁ Ἀλέξανδρος πολλῶν σωμάτων ἐρᾷ, λοιπὸν κόσμιός
ἐστιν οὔ. [a 24] καὶ πάλιν Σωκράτης ἐρωτηθείς, διὰ τί οὐ βαδίζει [*](f. 44r) πρὸς τὸν Ἀρχέλαον τὸν βασιλέα τῶν Μακεδόνων καὶ ταῦτα πολλὰ παρ’ αὐτοῦ εὐεργετηθείς, ἔφη διότι εὖ παθὼν παρ’ αὐτοῦ οὐ δύναμαι ὁμοίως καὶ ἐπ’ ἴσης ἀμῦναι καὶ βοηθῆσαι αὐτῷ καὶ ὠφελῆσαι αὐτόν, ὥσπερ τῷ παθόντι κακῶς παρά τινος ὕβρις ἐστὶ τὸ μὴ δύνασθαι ἀντιδρᾶσαι ὁμοίως αὐτὸν κακῶς καὶ ἀνταμῦναι. [a 29] τὸ ὀρθὸν σημαίνει πολλά· λαμβάνεται γὰρ καὶ ἐπὶ ξύλου, ὅτι ὀρθόν ἐστι τόδε τὸ ξύλον, καὶ ἐπὶ λόγου ὀρθὸς ὁ λόγος ἐστί καὶ ὀρθῶς ἐδίδαξας. [a 31] εἰ γοῦν ἐγὼ διὰ τὰ δύο οὐκ ἠδίκησά σε, διὰ δὲ τὸ τρίτον οὐδὲ αὐ τοὶ λέγετε ἀδικηθῆναι παρ’ ἐμοῦ, λοιπὸν ὑμᾶς οὐκ ἠδίκησα. [a 32] ἡ Πεπάρηθος ἢ νῆσός ἐστιν ἢ γυνὴ ἐκ τῆς Πεπαρήθου· φησὶν αὕτη, ὅτι περὶ τῶν τέκνων αἱ γυναῖκες ἤτοι αἱ μητέρες διορίζουσι καὶ μαρτυροῦσι τὸ ἀληθές, [*](f. 44v) εἴτε νόθα τὰ τέκνα εἰσὶν εἴτε καὶ μή. ἠμφισβήτει ὁ Παντίας περὶ τοῦ οἰκείου υἱοῦ, ὅτι νόθος ἐστὶ καὶ οὐχὶ αὐτοῦ, ἀλλ’ ἡ γυνὴ τοῦ Μαντίου ἐμαρτύρησε τὸν παῖδα εἶναι σπέρμα αὐτοῦ. [b 2] ἀπέφηνεν ἤτοι ἐμαρ τύρησεν. ἡ Δωδωνὶς γυνὴ ἦν τοῦ Ἰσμηνίου παῖδα ἔχουσα τὸν Θεττα λίσκον· ὁ γοῦν Ἰσμηνίας λέγων τὸν Θετταλίσκον μὴ εἶναι παῖδα αὑτοῦ, ἡ Δωδωνὶς ἡ μήτηρ ἐμαρτύρησεν αὐτὸν εἶναι σπέρμα αὐτοῦ. [b 5] κακῶς ἐπεμελήθη ὁ Σωκράτης τῶν ἀλλοτρίων ἵππων, οὐ δεῖ παραδοῦναι αὐτῷ καὶ τοὺς ἐμοὺς ἵππους· οὐδὲ δεῖ ἐπιδοῦναι τὰς οἰκείας ναῦς τοῖς ἀνα τρέψασι τὰς ἀλλοτρίας. [b 10] τοὺς σοφοὺς εἶπε περὶ ὁτουοῦν ἐκ τούτου ἐδήλωσε πάντα ἐπιστήμονα καίπερ βλασφημήσαντα εἰς αὐτὸν τετιμήκασι. [b 13] καὶ Λακεδαιμόνιοι ἐποίησαν τὸν Χίλωνα ἀπὸ τῶν γερόντων ἤτοι τῶν ἐντίμων· τοὺς γὰρ ἄρχοντας γέροντας ὡς ἐντίμους ἐκάλουν. [b 18] οἱ προστάται ἤτοι οἱ ἄρχοντες. ἄλλος τόπος ὁ ἐκ τῆς κρίσεως περὶ τοῦ αὐ τοῦ. εἰ περί τινος λέγεις, ὃ ἔφθασε κριθῆναι, λέγε, ὅτι οὕτως τοῦτο ἔφθασε κριθῆναι. ἢ ὁμοίου, ἤτοι εἰ ἔφθασε κριθῆναί τι ὅμοιον ὂν τούτῳ, περὶ οὗ λέγεις, λέγε, ὅτι ὅμοιον τούτῳ πάλαι ἐκρίθη. ἢ τοῦ ἐναντίου, ἤτοι ἢ εἰ, περὶ οὗ λέγεις. τοῦτό ἐστιν ἐναντίον ᾧ ἔφθασε πάλαι κριθῆναι, λέγε, εἰ, ὃ ἐκρίθη
πάλαι, τοῦτό ἐστιν ἐναντίον τῷ νῦν λεγομένῳ καὶ ἐξεταζομένῳ· εἰ τῷ [*](f. 41v) ἐναντίῳ τὸ ἐναντίον, λοιπὸν καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον. μάλιστα μέν, εἰ, ὃ λέγεις, ἔφθασαν πάντες τοῦτο κρῖναι ἢ οἱ πλεῖστοι καὶ ἀεὶ τοῦτο οὕτως κρίνουσι πάντες. [b 22] ἢ ἐὰν οἱ κρίνοντες αὐτοὶ ἢ οὓς ἀποδέχονται οἱ κρίνοντες τοῦτο οὕτως ἔκριναν, ἢ εἰ τοῦτο ἔκριναν οἱ κύριοι, οἷς τὰ ἐναντία κρῖναι τὸν ὑπὸ χεῖρα ἀδύνατον, ἢ εἰ ἔκρινε τοῦτο πατὴρ ἢ θεὸς ἢ διδάσκαλος, οἷς τὰ ἐναντία κρῖναι ἀδύνατον· οὐ γὰρ δύναται ὁ υἱὸς τἀναντία κρῖναι οἷς ἔκρινεν ὁ πατήρ. [b 25] ὁ Μιξιδημίδης ἤγετο εἰς κρίσιν· καὶ ἔλεγόν τινες μὴ δεῖν τὸν Μιξιδημίδην κριθῆναι ἔνδοξον ὄντα, εἶτα ὁ Αὐτοκλῆς ἀντι λέγων φησὶν ἄτοπον, εἰ αἱ σεμναὶ θεαὶ ἤτοι αἱ Ἐρνινύες ἐκρίθησαν μετὰ τοῦ Ὀρέστου ἐν Ἀρείῳ πάγῳ, Μιξιδημίδης δὲ οὐ κριθήσεται, ἐπιχείρησις ἐκ κρίσεως πάλαι κριθείσης. [b 30] εἰπόντα ἤτοι ὑποσχεθέντα ἐπαγγελ τικώτερον ἤτοι λεπτομερέστερον εἰπεῖν καὶ ἀφηγήσασθαί τι· εἰπεῖν ὅτι ὁ Σωκράτης ἑταῖρος ἡμῶν οὐδὲν τοιοῦτον ἔλεγεν ἤτοι λεπτομερῶς οὐ δεῖν ἔλεγεν ἀφηγεῖσθαι καὶ ἐν μακρηγορίᾳ, ἀλλὰ βραχυλογεῖν ἀεὶ ἐδί δασκεν· ἐνταῦθα ἐκ τῆς κρίσεως τοῦ διδασκάλου ἐπεχείρησε· διδάσκαλος δὲ ὁ Σωκράτης τοῦ Πλάτωνος. [b 32] καὶ ὁ Ἡγησίπολις κεχρημένος καὶ μαντευσάμενος ἐν ταῖς Ὀλυμπιάσιν ἤτοι τῷ Διί· ἠρώτησε γὰρ τὸν Δία περί τινος, εἶθ’ οὕτως ἐν Δελφοῖς ἐπειρᾶτο τὸν Ἀπόλλωνα, εἰ ταὐτὰ δοκεῖ τῷ Ἀπόλλωνι, ἅπερ καὶ τῷ πατρὶ ἤγουν τῷ Διί· αἰσχρὸν δὲ ἦν εἰπεῖν τὸν Ἀπόλλωνα τἀναντία τῷ πατρί. [1399a 2] καὶ ὁ Ἰσο κράτης ἔγραψεν, ὅτι σπουδαία ἦν ἡ Ἑλένη, ἐπεὶ καὶ ὁ Θησεὺς σπουδαίαν κρίνας αὐτὴν ἥρπαξεν. ὁ Ἀλέξανδρος φρόνιμος ἦν καὶ παρ’ αὐτοῦ ᾑρετίσαντο αἱ θεαὶ κρίνεσθαι καὶ ἔκρινε τῇ καλῇ τὸ μῆλον· ὃν αἱ θεαὶ προὔκριναν. [a 4] καὶ πάλιν ὁ Ἰσοκράτης φησίν, ὅτι Εὐαγόρας σπουδαῖος· δῆλον δέ ἐστι, διότι καὶ ὁ Κόνων στρατηγὸς ὢν τῶν Ἀθη ναίων καὶ ἔνδοξος δυστυχήσας εἰς τὸν Εὐαγόραν ἦλθε κρίνας αὐτὸν σπουδαῖον· ἔχομεν ἐκ τῆς κρίσεως τοῦ Κόνωνος, ὅτι ὁ Εὐαγόρας σπουδαῖος. [a 7] ὅτι δὲ ἡ ψυχὴ κίνησις οὐκ ἔστι, δῆλόν ἐστιν ἐκ τοῦ λαβεῖν τὰ μέρη τῆς κινήσεως· ἐπειδὴ ἡ ψυχὴ οὕτε ἥδε ἡ κἰνσίς ἐστιν ἤτοι γένεσις οὔτε ἥδε ἤτοι φθορὰ οὔτε αὔξησις οὔτε φθίσις οὔτε κατὰ τόπον μεταβολή,
λοιπὸν κίνησις οὐκ ἔστι ψυχή. καὶ παράδειγμα ἐκ τοῦ Σωκράτους, [*](f. 44v) περὶ οὗ Θεοδέκτης ποιητὴς ὤν φησι λαβὼν καὶ διαιρήσας τὰ τεμένη τῆς πόλεως φησιν εἰς ποῖον ἱερὸν ἠσέβηκεν ὁ Σωκράτης; ἢ τίνας θεοὺς οὐ τετίμηκεν; ἀσεβὴς γὰρ ἐκρίνετο. [a 10] ὡς ἐπὶ τὸ πολὺ συμβαίνει ἕπεσθαι τῷ αὐτῷ καὶ ἑνὶ πράγματι, εἰ καὶ ἀγαθόν, καὶ κακόν. [a 12] οἷον τῇ παιδεύσει ἕπεται τὸ φθονεῖσθαι κακὸν ὄν, ὁμοίως ἕπεται αὐτῷ καὶ τὸ σοφὸν γενέσθαι ἀγαθὸν ὄν. δεῖ γοῦν ἐκ τοῦ ἀκο λουθοῦντος καὶ τοῦ ὑστέρου προτρέπειν ὅτι δεῖ παιδεύεσθαι, ἵν’ ἐκ τούτου σοφὸς γένηται ἢ ἀποτρέπειν οἷον οὐ δεῖ παιδεύεσθαί τινα, ἵνα μὴ φθονῆται παρὰ τῶν πολιτῶν. [a 16] ὁ Κάλλιππος ἦν ῥήτωρ· καὶ ἡ τέχνη αὐτοῦ οὗτος ὁ λόγος ἦν ἤτοι τοῦτο ἐδίδασκε τὸ ἐπιχειρεῖν ἐκ τοῦ ἑπομένου προσλαμβάνουσα καὶ τὸ δυνατὸν καὶ τὰ ἄλλα ἤτοι τὸ ἀδύνατον, τὸ συμφέρον, τὸ ἀσύμφορον, οἷον δεῖ παιδεύεσθαι· δυνατὸν [*](f. 45r) γὰρ ἢ συμφέρον ἐστὶ σοφόν γενέσθαι· ἢ ἐὰν ἀποτρέπῃς. ἐπχεί λέγων οὐ δεῖ παιδεύεσθαι· ἀδύνατον γὰρ σοφόν τινα γενέσθαι. [a 17] ἄλλος τόπος χρησιμεύων εἰς τὸ προτρέπειν ἢ ἀποτρέπειν, ὅταν λάβῃς δύο ἀντικείμενα, οἷόν ἐστι τὸ δίκαιον καὶ τὸ ἄδικον, καὶ ἐπιχειρήσῃς ἐξ αὐτῶν, οἶον εἰ τὰ δίκαια λέγεις, μισήσουσί σε οἱ ἄνθρωποι. [a 18] ἔστι δὲ τῷ προτέρῳ τρόπῳ χρῆσθαι καὶ ἐπ’ ἀμφοῖν ἤτοι τῷ προτρέπειν καὶ ἀπο τρέπειν. πρότερον τρόπον λέγει, ἐν ᾧ ἔλεγεν εἰ λάβῃς τὰ ἑπόμενά τινι, εἴ γε αὐτῷ καὶ ἀγαθὸν καὶ κακόν. [a 19] διαφέρει δὲ οὗτος ὁ τρόπος τοῦ προτέρου, διότι ἐν μὲν τῷ τρόπῳ τούτῳ λαμβάνομεν ἐναντία κυρίως. οἷον δίκαιον καὶ ἄδικον, ἐν δὲ τῷ προτέρῳ τρόπῳ ἐλαμβάνομεν τὰ τυχόντα ἐναντία, οἷον τῇ παιδείᾳ ἐλέγομεν ἕπεσθαι τὰ τυχόντα ἐναντία ἤτοι τὸ φιλοσοφεῖν καὶ τὸ φθονεῖσθαι· ταῦτα δέ, τὸ φθονεῖσθαι καὶ τὸ φιλοσοφεῖν, κυρίως ἐναντία οὔκ εἰσιν. [a 25] καὶ τὸ ἕλος καὶ οἱ ἅλες ἀντικείμενά εἰσιν οὐ κυρίως, καὶ τῷ μὲν ἕλει ἕπεται τὸ σύνδενδρον, τὸ εὐκραὲς τοῦ ἀέρος καὶ εὔκρατον, τῷ δὲ ἅλατι ἕπεται τὸ ἐπὶ σήψει λαμβά νεσθαι. εἰσὶ δὲ καὶ τὰ ἑπόμενα ἀντικείμενα. [a 26] βλαισοὶ πόδες λέγονται οἱ τῆς σαύρας· τὸ μὲν γὰρ μέρος τοῦ ποδὸς αὐτῆς ἐστιν ἔξω, τὸ δὲ ἔσω· καὶ βλαίσωσις τοῦτό ἐστιν, ὅταν λάβῃς δύο ἀντικείμενα καὶ ἕπεται τῷ ἑνὶ καὶ ἀγαθὸν καὶ κακὸν καὶ πάλιν τῷ ἑτέρῳ ὁμοίως
ἕπεται καὶ ἀγαθὸν καὶ κακόν, ὃ λέγεται ἔσω καὶ ἔξω. [a 27] εἰσὶ δὲ [*](f. 45r) ἑκάτερα τὰ ἑπόμενα ἑκατέροις ἐναντία, οἷον τόδε τὸ ἀγαθόν ἐστιν ἐναντίον τῷδε τῷ ἀγαθῷ καὶ τὸ κακὸν τῷ κακῷ. [a 28] φανερῶς μὲν καὶ πρὸς τὸν δῆμον δημηγοροῦντες ἐπαινοῦσι τὰ δίκαια, ἄλλα δὲ βούλονται ἰδίᾳ καὶ καθ’ ἑαυτοὺς ἢ καὶ πρὸς ἕνα λέγοντες ἐπαινοῦσι τὰ συμφέροντα καὶ ταῦτα ἄδικα ὄντα· ἐκ τούτων ἐπιχειρεῖν τὸ ἕτερον, οἷον εἰ καὶ τὰ δίκαια λέγεις εἰς πλῆθος, ἀλλ’ ἕτερον βούλει καὶ ἰδίᾳ συμ βουλεύεις ἢ τοὐναντίον εἰ καὶ ἰδίᾳ συμβουλεύεις τὸ συμφέρον, ἀλλ’ εἰς πλῆθος λέγεις τὰ δίκαια. [b 2] τοὺς μὲν μισθοφόρους ἐπιεικεῖς ὄντας καὶ ἀγαθοὺς ποιεῖσθε πολίτας, τοὺς δὲ πεπραγμένους ἀνήκεστα καὶ φαῦλα οὐ ποιήσετε φυγαδίας καὶ ἐξορίστους; [b 4] ἕτερος τόπος, ὅταν τὸ συμβαῖνον καὶ τὸ ἀποτέλεσμά ἐστι ταὐτὸ καὶ ἕν, οἷον τὸ μὴ εἶναι θεούς, εἰσὶ δὲ δύο· οἷον τὸ γενέσθαι θεοὺς καὶ τὸ θνῄσκειν, ἐξ ὧν συνέβη τὸ μὴ εἶναι θεούς· εἴτε γὰρ δώσεις τὸ γενέσθαι τοὺς θεούς, συμ βαίνει τὸ μὴ εἶναί ποτε τοὺς θεούς, εἴτε δὲ δώσεις τὸ θνῄσκειν τοὺς θεούς, συμβαίνει πάλιν τὸ αὐτὸ ἤτοι τὸ εἶναι καιρόν, καθ’ ὃν θεοὶ οὐκ ἦσαν· ἐπεὶ οὖν ἐκ τῶν δύο τὸ αὐτὸ συμβαίνει ἀποτέλεσμα, καὶ αὐτά εἰσι ταὐτά. [b 8] καὶ ὅλως λαμβάνειν, ὅτι ταὐτόν ἐστι καὶ ἂν ἀεί, ὃ συμβαίνει ἐξ ἑκάστου ἤτοι τοῦ θνῄσκειν καὶ τοῦ γενέσθαι τοὺς θεούς. καὶ πάλιν πρὸς τοὺς κατακρίνοντας τὸν Σωκράτην καὶ θανάτου κρίνοντας ἄξιον, ὅτι ἐκ τοῦ κρίνειν τὸν Σωκράτην ἀποβαίνει τὸ μὴ δεῖν τινα φιλοσο φεῖν ὥστε οὐ τὸν Σωκράτην κρίνετε, εἰ χρὴ θανεῖν ἢ μή, ἀλλὰ τὸ ἐπι τήδευμα αὐτοῦ ἤτοι τὴν φιλοσοφίαν, εἰ χρὴ φιλοσοφεῖν ἢ μή. [b 11] καὶ ὅτι ἐκ τοῦ διδόναι γῆν καὶ ὕδωρ τῷ Ξέρξῃ ἀποβαίνει τὸ δου λεύειν τῷ Ξέρξῃ. ὁ Φίλιππος κατηνάγκαζε τοὺς Ἀθηναίους, ἵν’ εἰρη νεύωσι μετ’ αὐτοῦ, ὥσπερ καὶ αἱ ἄλλαι χῶραι, ὁ δὲ Δημοσθένης λέγει ἀντιπίπτων ὅτι τὸ μετέχειν τῆς κοινῆς εἰρήνης ἤτοι τὸ εἰρηνεύειν μετὰ τοῦ Φιλίππου ἡμᾶς ὡς καὶ τοὺς λοιποὺς πάντας ἐστὶ τὸ ποιεῖν, ὃ προστάττει ὁ Φίλιππος. [b 13] ληπτέον δὲ τὸν τόπον τοῦτον τὸν ἀπὸ τοῦ συμβαίνοντος, πρὸς ὁπότερον χρησιμεύει σοι, ἤτοι εἴτε κατηγορεῖν ὀφείλεις εἴτε ἀπολογεῖσθαι· καὶ εἴτε προτρέπειν ὀφείλεις, χρησιμεύει σοι ὁ τόπος, εἴτε πάλιν ἀποτρέπειν, καὶ οὕτως ὁ τόπος χρησιμεύει σοι. [b 13] ἄλλος τόπος ἐκ τοῦ μὴ τὸ αὐτὸ τοὺς αὐτοὺς ἀεὶ αἱρεῖσθαι· οἷον
τινὲς ἐγένοντο φυγάδες καὶ ἐξόριστοι τῆς πατρίδος καὶ κατιέναι παρεκάλουν [*](f. 45r) εἰς τὴν πατρίδα εἶτα πολεμουμένῃ τῇ πατρίδι ἐβοήθησαν καὶ κατῆλθον εἰς τὴν πατρίδα· εἶτα μετὰ τὸ εἰσελθεῖν εἰς τὴν πατρίδα ἐγένετο πάλιν πόλεμος· καὶ βουλευόμενοι πάλιν φυγεῖν, ἵνα μὴ πολεμῶσιν, εἰ συμβουλεύει [*](f. 45v) τις αὐτοῖς μὴ δεῖν φυγεῖν, ἐρεῖ [b 15] ἄτοπον, εἰ φεύγοντες μὲν καὶ ἐξόριστοι ὄντες ἐμαχόμεθα τοῖς πολεμοῦσι τὴν πατρίδα, ἵνα συγχωρηθῶμεν κατελθεῖν παρὰ τῶν πολιτῶν, κατελθόντες δὲ εἰς τὴν πατρίδα ἐκ ταύτης φευξόμεθα, ἵνα μὴ πολεμῶμεν· ὁτὲ μὲν γὰρ φυγάδες ὄντες ᾑρετισάμεθα μένειν ἐν τῇ πατρίδι ἀντὶ τοῦ μάχεσθαι ἤτοι ἀντὶ τοῦ πολέμου, οἳ ἐπολεμήσαμεν τοὺς πολεμοῦντας τὴν πατρίδα, ὁτὲ δὲ αἱρετισόμεθα τὸ μὴ μένειν ἐν τῇ πατρίδι, ὅνα μὴ μαχώμεθα καὶ πολε μῶμεν. [b 19] ἄλλος τόπος τὸ οὖ ἕνεκα ἂν εἴη οἷον ἔδωκά τινι νομίσματα σκοπὸν ἔχων πάλιν ταῦτα λαβεῖν ἀπ’ αὐτοῦ, ἵνα οὕτως αὐτὸν λυπήσω, ὡς ἀφαιρεθέντων, ἃ ᾤετό με χαρίσαι αὐτῷ· εἰ οὖν ἐγκαλοῦμαι παρ’ αὐτοῦ διὰ τί, ἃ μοι ἐχάρισας νομίσματα, ταῦτα πάλιν ἀφείλου ἀπ’ἐμοῦ ἐρῶ διότι τούτου ἕνεκά σοι ταῦτα ἐχάρισα, ἵνα λαβὼν ταῦτα ἀπὸ σοῦ λυπήσω σε· † τὸ γὰρ εἰπεῖν ἀνῆκον ἀνιαρὸν εἰς ἀφαίρεσιν. τὸ φάναι ἐν τῷ ἀνακρίνεσθαι διὰ τὸ ἀφαιρεῖν αὐτὸν τὰ νομίσματα τούτου ἕνεκα εἶναι ἢ γεγενῆσθαι ἤτοι ἔλαβον ἀπὸ σοῦ τὰ νομίσματα, ἵνα σε λυπήσω, οὗτινος ἕνεκα εἶναι ἤτοι δίδωμί σοι τὰ νομίσματα, ἢ γένοιτο ἤτοι ἔδωκα. [b 22] πολλοῖς ὁ δαίμων πλοῦτον δίδωσιν οὐ δι’ εὔνοιαν ἤτοι οὐ διὰ τὸ φιλεῖν αὐτούς, ἀλλὰ διὰ τὸ ἵνα λυπήσῃ αὐτοὺς ἐπιφανεστέρως καὶ λαμπρῶς ἐν τῷ λαβεῖν πάλιν ταῦτα ἀπ’ αὐτοῦ. [b 25] περὶ οὖ Μελεάγρου ὁ Ἀντιφῶν γράφει, ὅτι συνῆλθον τῷ Οἰνεῖ τῷ πατρὶ τοῦ Μελεάγρου οἱ ἔκκριτοι τῶν Αἰτωλῶν, οὐχ ἵνα κτάνωσι τὸν σῦν τὸν ἐξελ θόντα τὸν Ἐρυμάνθιον, ἀλλ’ ἵν’ ἴδωσι τὸν Μελέαγρον, ὅπως τὸν θῆρα ἀπέκτεινε. καὶ μαρτυρῶσι τοῦτο. [b 28] καὶ ὀ Θεοδέκτης λέγει, ὅτι ὁ Διομήδης ἔλαβε τὸν 0δύσσεα ἐξελθὼν εἰς τὸ ἑλεῖν τινα Τρωικόν, ὅτε ἐκράτησε καὶ τὸν Δόλωνα, οὐ τιμῶν καὶ προτιμῶν αὐτὸν τοῦ Αἴαντος, ἀλλ’ ἵνα ᾖ ὁ ἀκολουθῶν αὐτῷ ἐλάττων. [b 30] ἐνδέχεται γὰρ ποιῆσαι τοῦτο ἤτοι τὸ λαβεῖν μεθ’ ἑαυτοῦ τὸν Ὀδυσσέα ἕνεκεν τούτου ἤτοι τοῦ εἶναι αὐτὸν ἐλάττονα αὐτοῦ κατὰ τὴν ἀνδρίαν, ἵνα μὴ τὸ τρόπαιον λογισθῇ τοῦ ἀκολουθοῦντος αὐτῷ. τοῖς ἀμφισβητοῦσιν ἤτοι τοῖς δικαζομένοις, ὡς ἐπὶ τῶν δικανικῶν. [b 25] δρᾶμα τοῦ λεγομένου
Μελεάγρου ἐποίησεν ὁ Ἀντιφῶν. [b 31] καὶ σκοπεῖν καὶ ἐκεῖνα, ὧν [*](f. 45v) ἕνεκα καὶ πράττουσι καὶ φεύγουσι τὴν πρᾶξιν. [b 33] εἰσὶ δὲ ταῦτα τὸ δυνατόν, τὸ ῥᾴδιον, τὸ ὠφέλιμον, ἅτινα, ταῦτα εἰ μὴ ὑπάρχει ἤτοι εἰ μὲν ὑπάρχει τὸ δυνατὸν γενέσθαι καὶ ῥᾳδίως τῷ πράγματι, ἔστι δὲ δυνατὸν ἢ αὐτῷ τῷ ἐπιχειροῦντι ποιῆσαι ἢ τῷ φίλῳ, δεῖ πράττειν. ὁμοίως δεῖ πράττειν, καὶ εἰ ἔστι βλαβερὸν τοῖς ἐχθροῖς. [b 35] ἢ εἰ μὲν τὸ πρᾶγμα, ὃ δεῖ ποιῆσαι, ἐστὶ πολλοῦ ἄξιον, ἡ δὲ ζημία, ἣν ἔπαθεν εἰς τὸ κτήσασθαι τὸ πρᾶγμα, ἐλάττων (ἴσως γὰρ κατεβάλου νομίσματα εἰς τὴν κτῆσιν αὐτοῦ), ἐπιχειρητέον εἰς τὸ ποιῆσαι τὸ πρᾶγμα. [b 36] προ τρέπονται εἰς τὸ ποιῆσαι ἐκ τούτων ἤτοι ἐκ τοῦ εἶναι ἐκεῖνο δυνατὸν ἢ ὠφέλιμον, ἀποτρέπονται δέ, ὥστε μὴ πρᾶξαι, ἐκ τῶν ἐναντίων ἤτοι ἐκ τοῦ εἶναι ἀδύνατον ἢ βλαβερόν, καὶ διὰ τοῦτο δεῖ ἀποφυγεῖν ὡς βλαβερόν. [1400a 4] ὁ Πάμφιλος καὶ ὁ Κάλλιππός εἰσι ῥήτορες· ἡ γοῦν ῥητορικὴ τέχνη αὐτῶν ὅλη ἐστὶν ὁ τόπος οὗτος· διδάσκει γὰρ ἐπιχειρεῖν ἐκ τοῦ δυνατοῦ καὶ ὠφελίμου καὶ ἀδυνάτου. [a 5] ἄλλος τόπος ἐκ τῶν δοκούντων μέν, ἀπίστων δέ. ἄπιστα δὲ νοητέον ἐνταῦθα οὐχὶ τὰ πάντα ἀδύνατα καὶ ψευδῆ πάμπαν, ἀλλὰ τὰ ἀμφίβολα καὶ εἰκὸς πιστευ θῆναι καὶ μή· εἰ γοῦν ἐστιν ἄπιστον τοιοῦτον, οἷον εἴπομεν, ὑπελήφθη δέ τινι, ἀνάγκη εἶναι καὶ ἀληθές· οὐ γὰρ ἂν ἔδοξέ τι καὶ ὑπέλαβεν, ὅτι οἱ Σίφνιοι καὶ οἱ Μαρωνῖται βουλεύονται περὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς, εἰ μὴ ἦν ἢ ὂν καὶ ἀληθὲς ἢ τῆς ἀληθείας ἐγγὺς καὶ μᾶλλον ὂν καὶ ἀληθές· [a 7] πάντες γὰρ ἢ τὰ ὄντα ὑπολαμβάνουσιν ἢ τὰ εἰκότα ἤτοι τὰ ἐγγὺς τῆς ἀληθείας. εἰ οὖν τοῦτο, ὃ ὑπελήφθη, ἄπιστόν ἐστι, τοιοῦτον δὲ ἄπιστον ἀμφίβολον καὶ οἷον εἴπομεν καὶ οὐδὲ εἰκὸς λέγεις τοῦτο, [*](f. 46r) λοιπὸν ἀληθές ἐστιν· ὃ γάρ τις ὑπολάβῃ γενέσθαι, εἰ μή ἐστιν εἰκός, ἀνάγκη εἶναι ἀληθές· πᾶν γὰρ τὸ δοξαζόμενον ἢ εἰκὸς ἢ ἀληθές ἐστιν. [a 8] οὐ γὰρ δοκεῖ οὕτως ἤτοι οὐ γὰρ ὑπελήφθη τοῦτο καὶ ἐδοξάσθη διὰ τὸ εἰκὸς καὶ τὸ πιθανόν· καὶ ἐπεὶ οὐχ ὑπελήφθη τοῦτο οὔτε διὰ τὸ εἰκὸς οὔτε διὰ τὸ πιθανόν, ἔστι λοιπὸν ἀληθές. [a 11] ἐπεὶ καὶ οἱ ἰχθύες δέονται τοῦ ἁλός, ἵνα μὴ σαπῶσιν· ἁλατίζονται γάρ· καίτοι ἔδει μὴ δεῖσθαι ἁλὸς καὶ ἁλατίζεσθαι, διότι ἐν ἅλμῃ τρέφονται. [a 13] στέμφυλα λέγει τὰ τζίπουρα τῶν ἐλαιῶν, ἅτινα ἀνέφυρον οἱ παλαιοὶ μετὰ τοῦ ἐλαίου καὶ ἔτρωγον. [a 15] τὸ σκοπεῖν τὰ ἀνομολογούμενα καὶ
ἀσύμφωνα χωρὶς μὲν ἐπὶ τοῦ ἀμφισβητοῦντος καὶ ἀντιδικοῦντος [*](f. 46r) ἐμοί, εἰ ἀνομολογούμενον καὶ ἀσύμφωνόν ἐστιν, ἢ τῷ χρόνῳ, οἷον ἐν τῷδε τῷ χρόνῳ πρᾶξαί τι ἐνίσταται, καθ’ ὃν οὐκ ἦν εἰκὸς γενέσθαι, ἢ εἰ, ὃ ἔπραξε νῦν ἢ εἶπεν ἀσύμφωνον, ἐναντίον ἐστὶν ἢ οἷς πάλαι ἔπραξεν ἢ εἶπεν, οἷον λέγει πρός τινα τῶν Ἀθηναίων προδότην ὅτι λέγεις μὲν ἡμᾶς τοὺς Ἀθηναίους φιλεῖν, συνώμοσας δὲ τοῖς τριάκοντα τυράννοις καὶ ἐσπείσω· ὡς ὃ ἔπραξας ἐναντίον ἐστὶν οἷς λέγεις. [a 18] χωρὶς δέ, εἰ ἀπολο γούμενος ἐφ’ ἑαυτῷ ἤτοι ἑαυτῷ ἀσύμφωνόν τι λέγει, ὅτι σὺ μὲν ἑαυτὸν φῂς εἶναι φιλόδικον, οὐκ ἔχεις δὲ ἀποδεῖξαι ὡς ἐδίκασας δίκαιον [a 20] ἢ ἐφ’ ἑαυτοῦ ὀφείλεις σκοπεῖν τὸ ἀσύμφωνον καὶ τοῦ ἀμφισβη τοῦντος ἤτοι δεῖ σε σκοπεῖν, εἰ ὃ ἐποίησας ἀσύμφωνόν ἐστιν οἷς ὁ ἀντί δικός σου λέγει ποιῆσαι, ὅτι σὺ μὲν λιμοῦ ὄντος οὐ δεδάνεικας οὐδέτινι τῶν Ἀθηναίων ἢ αἰχμαλώτων πολλῶν κρατηθέντων οὐδενὶ ἐδάνεισας πρὸς τὸ ἀγορασθῆναι, ἐγὼ δὲ πολλοὺς ἔλυσα καὶ ἠλευθέρωσα τῶν αἰχμαλώτων δοὺς νομίσματα. [a 22] ἄλλος τόπος· εἰ προεβλήθη τις ἢ ἀληθῶς ἢ ὅτι ἔστι τοιοῦτος, οἷος διεβλήθη, λύσις ἔσται τῆς διαβολῆς, εἴ γε εἴπῃ τὴν αἰτίαν, δι’ ἣν ἡ παράδοξος αὕτη διαβολὴ ἐρρέθη· ἢ κἂν οὐ προεβλήθη, ἀλλ’ οὖν οὐ δοκεῖ τοιοῦτος οἷος ἦν, (ἔστι γάρ τι αἴτιον, δι’ ὃ φαίνεται), ἢ διαβληθείς, εἰ μὲν δοκεῖ τοιοῦτος, οἷος ἦν [a 24] οἷον γυνή τις ἠσπά ζετο τὸν υἱὸν αὑτῆς καὶ ἀεὶ συνῆν ἐκείνῳ καὶ συνεκοιμᾶτο καὶ ἐδόκει, ὅτι μοιχεύεται παρ’ αὐτοῦ· εἰπούσης δὲ τὴν αἰτίαν, δι’ ἣν αὐτὸν φιλεῖ (ἢ γὰρ διότι πολλὰ παρ’ αὐτοῦ ὠφελήθη ἢ διότι ἐστὶ σώφρων), ἐλύθη ἡ διαβολή. ἢ ὥσπερ ἐν τοῖς Ῥωμαίοις ἦν ναὸς τῆς Ῥέας· τὸ δὲ εἴδωλον ταύτης ἦν ἐν Περγάμῳ· εἶτα παρακαθισάντων τῶν πολεμίων τὴν Ῥώμην χρησὸς ἐξῆλθε μὴ εἶναι δυνατὸν ἄλλως τῆς πολιορκίας ἀπαλλαγῆναι, εἰ μὴ ἐκ τοῦ Περγάμου τὸ εἴδωλον τῆς Ῥέας κομίσωσιν. ἐστάλησαν ἐκεῖ τινες καὶ λαβόντες αὐτὸ τὸ εἴδωλον ἀπεκόμιζον ὡς πρὸς τὴν Ῥώμην διὰ θαλάσσης· εἶτα ἔστη ἐν τῷ πελάγει ἡ ναῦς καὶ οὐκ ἐκινεῖτο ἐπὶ τὸ ἔμπροσθεν, ἡ δὲ ἱέρεια ἡ ἐν τῷ ναῷ τῆς Ῥέας ἐγέλα ἀμέτρως καὶ διεβάλλετο παρὰ τοῦ τότε ἀρχιερέως τοῦ Θύμβριδος ἐπὶ μοιχείᾳ, εἶτα στᾶσα ἐπὶ τοῦ αἰγιαλοῦ ηὔξατο πρὸς τὸ εἴδωλον εἰποῦσα ὅτι εἰ παρθένος εἰμί, δεῖξον τοῦτο σήμερον· τὸ δὲ εἴδωλον πηδῆσαν ἀπὸ τῆς νηὸς ἦλθε πρὸς τὰς
χεῖρας τῆς ἱερείας. [a 27] καὶ ὥσπερ ὁ Ὀδυσσεὸς εἰπὼν τὴν αἰτίαν, [*](f. 46r) δι’ ἣν ἀνδρειότερος αὐτοῦ δοκεῖ ὁ Αἴας καὶ ταῦτα τοῦ Ὀδυσσέως ὄντος ἀνδρειοτέρου, εἶπεν ὅτι ὁ Αἴας τοιοῦτος δοκεῖ, διότι τολμητίας ἐστὶ καὶ μωρὸς καὶ ἀνόητος. [a 29] ἄλλος τόπος ἐπιχειρῶν ἀπὸ τοῦ αἰτίου. ἂν γὰρ ὑπάρχῃ τὸ αἴτιον, δῆλον ὅτι ἔστι καὶ τὸ αἰτιατόν, κἂν οὐχ ὑπάρχῃ τὸ αἴτιον, δῆλον ὅτι οὐκ ἔστι τὸ αἰτιατόν· τὸ γὰρ αἴτιον τὸ ποιητικόν φησιν ἅμα εἶναι τῷ αἰτιατῷ. καίτοι ἐνδέχεται οἰκοδόμον μὲν εἶναί τινα, οἰκίαν δὲ μὴ οἰκοδομεῖσθαι παρ’ αὐτοῦ· καί φαμεν ὅτι, εἰ ἐνεργείᾳ ἐστὶν οἰκοδόμος, ἀνάγκη εἶναι ἅμα καὶ τὸ οἰκοδομούμενον, καὶ εἰ δυνάμει ἐστὶν ὁ οἰκοδόμος, καὶ τὸ οἰκοδομούμενόν ἐστι δυνάμει· ὥστε ἅμα αὐτὴν εἶπε, καθ’ ὃ ἢ ἄμφω εἰσὶ δυνάμει ἢ ἄμφω ἐνεργείᾳ. [a 31] καὶ ἄνευ αἰτίου οὐδέν ἐστιν αἰτιατὸν γενόμενον. [a 31] ὁ δῆμος τῶν Ἀθηναίων ἔστησε στήλην ἐν τῇ ἀκροπόλει, ἐπάνω δὲ τῆς στήλης ἔθεντο [*](f. 46v) κύρβιν ἤτοι σανίδιον, ἐν ᾧ κατέγραφον τὰ ὀνόματα τῶν προδοτῶν τῆς πόλεως καὶ τῶν πρὸς λύμην ὄντων τῆς πόλεως καὶ τῶν προστεθειμένων τοῖς τριάκοντα· κατήγορος ἦν ὁ Λεωδάμας τοῦ Θρασυβούλου, ὅτι ἦν στηλίτης ἤτοι ἀναγεγραμμένον ἦν τὸ ὄνομά σου ἐν τῇ κύρβει μετὰ τῶν προδοτῶν εἶτα τοῦ Θρασυβούλου λέγοντος ὅτι ψεύδῃ· οὐ γὰρ ἀναγέγραπται ἐν τῇ κύρβει τὸ ὄνομά μου νῦν, εἶτα ὁ Λεωδάμας ἦν μὲν τὸ ὄνομά σου ἀναγεγραμμένον ἐν τῇ κύρβει, σὺ δὲ τὸ μέρος τῆς σανίδος, ἐν ᾧ ἀναγε γραμμένον ἦν τὸ ὄνομά σου, ἐξέκοψας ἐπὶ τῶν τριάκοντα τυράννων, ὁ δὲ Θρασύβουλος ἔφη οὐκ ἐνδέχεται ἐμὲ ἐκκόψαι καὶ ἀφαιρῆσαι τὸ ὄνομά μου ἀπὸ τῆς κύρβεως καὶ ταῦτα τυραννούντων τῶν τριάκοντα· μάλιστα γὰρ ἐπίστευον ἂν ἐμοὶ καὶ ἐθάρρουν οἱ τύραννοι ὡς ἐχθρῷ ὄντι τοῦ δήμου·ἐδόκουν δὲ ἐχθρὸς πρὸς τὸν δῆμον, εἰ ἐθεώρουν τὸ ὄνομά μου ἀναγεγραμ μένον ἐν τῷ σανιδίῳ. [a 35] ἄλλος, εἰ ἐνεδέχετο βέλτιον ἄλλως. εἰ ὁ Σωκράτης ἔπραξέ τι καὶ διαβάλλεται ἐπὶ τῇ πράξει, σκοπητέον, εἰ ἐνεδέχετο καὶ ἐχώρει βελτιώτερον, ἢ συμβουλευθῇ, γενέσθαι τοῦτο, ὃ ἐγέ νετο, τοῦ, οὖ ὁ Σωκράτης ἐποίησεν ἢ συνεβούλευσεν, ἢ εἰ ἐνδέχεται βελτιώτερον συμβουλεῦσαι ἢ ποιῆσαι ὡς ἐπὶ ἐνεστῶτος χρόνου, ἤτοι εἰ συμ βουλεύσει ὁ Σωκράτης γενέσθαι τι, οὗ φαίνεται ἐναντίον τι πράξας πρότερον, καὶ κατηγορεῖται ὡς ἄλλο τι πράξας πρότερον, παρ’ ὃ ὃ συμβουλεύει· δεῖ γοῦν τὸν Σωκράτην ἀπολογήσασθαι ὡς οὐκ ἐνεχώρει κρεῖττόν τι γενέσθαι
τοῦ, οὗ συμβουλεύω νῦν, καὶ [b 1] εἰ μὴ οὕτως ἔχει ἤτοι καὶ εἰ μὴ [*](f. 46v) ἐνεχώρει κρεῖττόν τι γενέσθαι τοῦ, οὗ συμβουλεύω νῦν, λοιπὸν οὐ πέπρα κται τοιοῦτον, οἷον λέγεις· πᾶν γάρ, ὅ ἔμελλον ποιῆσαι καὶ ἐποίησα, εἰ ἕτερον ἦν τοῦ, οὗ νῦν συμβουλεύω, λοιπὸν οὐ κακόν ἐστιν· οὐδεὶς γὰρ γινώσκων τόδε, ὅτι κακόν ἐστι, προαιρήσεται τοῦτο ποιῆσαι· καὶ ἐγὼ πῶς ἂν ἐποίησα τόδε, εἰ φαῦλον ἦν; ταὐτὰ ὀφείλει λέγειν, καὶ εἰ κατηγορεῖται, ὅτι βελτιώτερον πρότερον ἐποίησε τοῦ, οὗ νῦν ποιεῖ· φήσει γάρ, ὡς οὐκ ἐγχωρεῖ βελτιώτερον τούτου γενέσθαι, οὗ νῦν ποιεῖ· πᾶν γάρ, ὃ καὶ ἐγένετο παρὰ τοῦτο, φαῦλον ἂν εἴη, οὐδεὶς δὲ τὰ φαῦλα πράττειν αἱρήσεται. [b 2] ἔστι δὲ τοῦτο ψεῦδος· ἴσως γὰρ πρότερον ἄδηλον ἦν τὸ πῶς ἔδει τοῦτο ποιῆσαι καὶ τὸ βέλτιον ἠγνόεις, ὕστερον δὲ πολλάκις δῆλον γίνεται τὸ βέλτιον καὶ γινώσκεις τοῦτο, πῶς δεῖ βελτιώτερον ποιῆσαι· ὥστε εἰ καί συ πρότερον ἠγνόεις τὸ βέλτιον καὶ διὰ τοῦτο οὐ καλῶς τοῦτο ἐποίησας, ἀλλ’ ὕστερον οὐκ ἠγνόεις τοῦτο, ἀλλ’ ἑκὼν ἔπραξας τὰ φαῦλα ἢ συνεβούλευσας καὶ ταῦτα γινώσκων τὸ βέλτιον· συμβαίνει γὰρ πολλάκις τὸ μὲν καλὸν πρότερον ἀγνοεῖν, ὕστερον δὲ νοῆσαι. σὺ γοῦν νοήσας τοῦτο ἀπέκρυψας. [b 4] ἄλλος τόπος, εἰ τοῖς πεπραγμένοις μέλλει πράττεσθαί τι ἐναντίον ἅμα, ἤτοι εἰ ἅμα, ἐν οἷς πράττεται τόδε, γίνεται καὶ πράττεται τὸ ἐναντίον αὐτῷ, [b 6] οἶον ἐν οἶς ἔθυον τῇ Λευκοθέᾳ, ἔπραττον καὶ τὸ ἐναντίον αὐτῇ ἤτοι ἔκλαιον· ἐναντίαι γὰρ αἱ πράξεις αὗται ἤτοι τὸ θύειν καὶ τὸ κλαίειν· ᾗ μὲν ἔθυον, ὡς θεὰν αὐτὴν ἐτίμων, ἦ δὲ ἐθρήνουν, ὡς θνητὴν αὐτὴν ἡγοῦντο· εἰ γοῦν ἔθυον, οὐκ ἔδει θρηνεῖν, ἢ εἰ ἐθρήνουν, οὐκ ἔδει θύειν· οὕτω γὰρ ἂν οὐκ ἂν ἔπραττον ἅμα τὰ ἐναντία. ἡ Ἰνὼ εἰσῆλθε μετὰ τοῦ υἱοῦ αὐτῆς τοῦ Μελικέρτου καὶ Κλεάρχου εἰς τὴν θά λασσαν διωκομένη ὑπὸ τοῦ Ἀθάμαντος τοῦ ἀνδρὸς αὑτῆς μανέντος ὑπὸ τῆς Ἡρας διὰ τὴν ζηλοτυπίαν, ὅτι συνῆλθε τῇ Ἰνοῖ ὁ Ζεύς, καὶ ἀπηθανα τίσθη ἡ Ἰνώ· διὰ τοῦτο ὡς μὲν δεινὰ παθούσῃ ἐπιθρηνοῦσιν, ὡς δ’ ἀπο θανατισθείσῃ θύουσιν. [b 8] ἄλλος τόπος τὸ κατηγορεῖν ἐκ τῶν ἁμαρτηθέντων. ὁ Καρκίνος τραγικὸς ἦν ποιητής. [b 10] κατηγο ροῦσι τῆς Μηδείας, ὅτι τοὺς παῖδας ἀπέκτεινε· καὶ τοῦτο δῆλόν ἐστιν, ὅτι αὐτοὺς ἀπέκτεινεν, ἀπὸ τοῦ μὴ φαίνεσθαι αὐτοὺς ἀλλ’ ἀφανεῖς γενέσθαι. ἥμαρτε γὰρ ἡ Μήδεια περὶ τὴν τῶν παίδων ἀπό
σκευὴν ἤτοι ἀπόκτανσιν. ἡ δὲ ἀπολογεῖται ὅτι εἰ ἔμελλον ἀποκτεῖναι, [*](f. 46v) τὸν Ἰάσονα ἂν ἀπέκτεινα ὡς λυπήσαντα, οὐχὶ τοὺς παῖδας· οὐδὲ γὰρ οἱ παῖδές με ἐλύπησαν. [b 14] εἴπερ γοῦν τὸ ἕτερον ἐποίησεν ἤτοι τὸ ἀποκτεῖναι τοὺς παῖδας, μᾶλλον ἥμαρτεν ὡς μὴ ποιήσασα τὸ ἕτερον ἤτοι τὸ τὸν Ἰάσονα ἀποκτεῖναι. [b 16] ἡ γοῦν ῥητορικὴ τοῦ Θεοδώρου τοῦτον τὸν τόπον παρεδίδου ἤτοι τὸ ἐκ τῶν ἁμαρτηθέντων τινὶ ἐπιχειρεῖν. [b 17] ἡ Σιδηρὼ κόρη τις ἦν καὶ ἐβιάζετο παρά τινος, ἡ δὲ οὐχ ὑπήκουεν· [*](f. 47r) ἀπὸ γοῦν τοῦ ὀνόματος ἐπιχειρητέον ὅτι καλῶς ὠνομάσθη Σιδηρὼ ὡς φοροῦσα καὶ φέρουσα τὸ ὄνομα τοῦ σιδήρου· ἀκαμπὴς γὰρ εἶ ὡς σίδηρος. καὶ ἐν τοῖς ἐπαίνοις τῶν θεῶν οὕτω λέγομεν, ὅτι σοφῶς ὠνομάσθη ὁ Ποσειδῶν Ποσειδῶν ὡς συνδεσμῶν καὶ συνέχων τὴν πόσιν ἤτοι τὴν θάλασσαν, ἢ ὅτι καλῶς ὠνομάσθη ὁ Ζεὺς Ζεὺς ὡς χορηγὸς τῆς ζωῆς. [b 18] καὶ ὁ Κόνων πρὸς τὸν Θρασύβουλον σοφῶς ὠνομάσθη Θρασύβουλος· θρασὺς γὰρ εἶ καὶ τολμητίας καὶ τολμηρὰ βουλευόμενος. καὶ πρὸς τὸν Θρασύμαχον ἀεὶ θρασὺς εἶ περὶ τὰς μάχας. σὺ αἰεὶ πῶλος ἤτοι ἀεὶ λάρος εἶ, ὦ Πῶλε. [b 23] καὶ πρὸς τὴν Ἀφροδίτην ὀρθῶς ἔχεις τὸ ὄνομα ἤτοι ὠνομάσθης Ἀφροδίτη· ἀφροσύνης γὰρ ἄρχεις. [b 24] ὡς ὁ Χαιρήμων λέγει, ὁ Πενθεὺς ἐκλήθη Πενθεὺς ὡς ἐπώνυμος τῆς ἑπομένης συμφορᾶς. ὁ Κάδμος γεννᾷ Σεμέλην καὶ Ἰνώ· ἐκ τῆς Σεμέλης ὁ Διόνυσος. τοῦτον ὁ τοῦ Κάδμου υἱὸς ὁ Πενθεὺς οὐκ ἐκάλει θεόν· βουλόμενος δὲ δεῖξαι ὁ Διόνυσος, ὡς ἔστι θεός, ἔσεισε καὶ ἐξῆλθεν ὁ Πενθεὺς εἰς τὸ ὄρος καὶ διεσπάσθη ὑπὸ τῶν μαινάδων πρώτης τῆς μητρὸς καταρξαμένης τῶν σπαραγμῶν. ὁ Χαιρήμων ποιητὴς ἦν. [b 19] ὁ δὲ Ἡρόδικος Ἀθηναῖος ἱστορικός. ὁ Πῶλος μαθητὴς καὶ παῖς ἦν τοῦ Γοργίου. [b 23] ἐν ταῖς Τρωάσι τῷ δράματι εἰσάγει τὴν Ἑκάβην λέγουσαν πρὸς τὴν Ἀφροδίτην. [b 17] φησὶν ὁ βιάζων πρὸς τὴν Σιδηρὼ
αὕτη δὲ μάχιμός ἐστιν ὡς κεχρημένη σαφῶς σιδήρῳ καὶ φέρουσα τοὔνομα οὐκ οἴεται δύσκλειαν ἐκ τούτου φέρειν.
[b 11] πρὸς τὴν Γλαύκην, ἣν ἀνελάβετο Ἰάσων, ἔπεμψεν ἡ Μήδεια τοὺς αὐτῆς παῖδας, καὶ πτοηθεῖσα, μὴ ἀναιρεθῶσιν ὑπὸ τῶν θεραπόντων τῆς Γλαύκης,
προανῃρέθησαν παρ’ αὐτῆς. [b 18] ὁ Κόνων στρατηγὸς Ἀθηναῖος, Θρασύβουλος [*](f. 47r) δὲ κατήγορος. [b 26] διὰ τὸ εἶναι τὸ ἐλεγκτικὸν ἐνθύμημα συναγωγὴν τῶν ἐναντίων ἐν μικρῷ, οἷον καλὸν ὁ γάμος ἢ κακόν· καὶ εἰ μὲν καλόν, φθονεῖς τῷ παιδί, εἰ δὲ κακόν, ἵνα τί μήτηρ ἐγένου; ἐναντία τὸ καλὸν καὶ τὸ οὐ καλόν· παρ’ ἄλληλα γὰρ κείμενα τὸ καλὸν καὶ τὸ κακὸν καὶ ἐν παραθέσει. [b 28] μᾶλλον γίνονται φανερὰ καὶ γνώριμα τῷ ἀκροατῇ, ὅσα τῶν ἐνθυμημάτων ἅμα τῷ ἄρξασθαι τὸν ῥήτορα λέγειν εὐθὺς προορῶσι καὶ συνιᾶσιν οἱ ἀκροαταὶ τὴν δύναμιν αὐτῶν, οἷον ὁ Δημοσθένης λέγει πρὸς τὸν Αἰσχίνην παρῆς ἢ οὐ παρῆς, ὅτε ταῦτα ἔλεγον; καὶ ἐγίνωσκες τὸ μέλλον ἢ οὐκ ἐγίνωσκες; καὶ εἰ μὲν ἐγίνωσκες, τί οὐκ ἔλεγες; [b 30] προορῶσι δὲ ταῦτα οὐκ ἐν τῷ εἶναι ἐπιπολῆς ἤτοι ἐπιπόλαια καὶ εὔκολα (ἔχουσι γὰρ καὶ αὐτὰ βάθος) ἀλλ’ ἐν τῷ ἔχειν ἀκολουθίαν· ἐκ γὰρ τῆς ἀκολουθίας νοοῦσι τὰς δυνάμεις αὐτῶν· ἅμα γὰρ καὶ χαίρουσιν οἱ ἀκροαταὶ ἐν τῷ προαισθάνεσθαι, ὃ μέλλει εἰπεῖν ὁ δημηγορῶν. [b 32] ἔτι δὲ καὶ ἐκεῖνα τῶν ἐνθυμημάτων θορυβοῦσι τὸν ἀντίδικον, ὅσων το σοῦτον ὑστερίζουσι πρὸς τὸ νοῆσαι αὐτά, ὥστε ἅμα τῷ ῥηθῆναι εὐθὺς γνωρίζειν αὐτά, ἤτοι ἃ ἐξ ἀρχῆς μὲν καὶ ἅμα τῷ ἄρξασθαι λέγεσθαι οὐ γνωρίζονται τοῖς ἀκροαταῖς, μετὰ δὲ τὸ ῥηθῆναι εὐθὺς ταῦτα γνωρίζουσιν.

Ὥσπερ ἐν τοῖς διαλεκτικοῖς ἤτοι τοῖς σοφίσμασι· λέγεται γὰρ καὶ ἡ σοφιστικὴ διαλεκτική τις. [1401a 2] τὸ μὴ συλλογισάμενον ἐπαγαγεῖν τὸ συμπέρασμα καὶ εἰπεῖν οὐκ ἄρα λοιπὸν τὸ καὶ τό. καὶ ὁ μὲν διδάσκαλος οὕτως τὸ παρὸν ῥητὸν ἡρμήνευσεν, ὅτι [a 1] παρὰ τὴν λέξιν τὸ τοιοῦτον ἐκάλεσεν ὡς ταὐτὸν ὂν [a 7] παρὰ τὸ σχῆμα τῆς λέξεως· καὶ γὰρ ὁ λαβὼν προτάσεις ἀπροσδιορίστους, ὅτι ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία, φαίνεται μέν, ὅτι συνελοκαῖς· γίσατο, ὅσον ἀπὸ τοῦ σχήματος τῶν λέξεων, ἤτοι καθ’ ὃ ὅρους ἔλαβε καὶ συνέπλεξεν αὐτούς, ἀλλ’ οὐ συνελογίσατο, ἀλλὰ συνεπέρανε μόνον ἄνευ τοῦ εἰπεῖν προτάσεις· αἱ γὰρ ἀπροσδιόριστοι προτάσεις ἰσοδυναμοῦσι ταῖς μερι τοῦτο δὲ γίνεται ἐν τῷ παρὰ μικρὸν ἤτοι διὰ τὸ μηδὲν οἴεσθαι διαφέρειν εἰπεῖν ὁ ἄνθρωπος ζῷόν ἐστι καὶ πᾶς ἄνθρωπος ζῷόν ἐστιν. εὗρον δὲ σχόλιον οὕτως αὐτὸ ἑρμηνεῦον, ὅτι λέγεται τοῦτο παρὰ τὴν λέξιν τὸ ἐνθύμημα, διότι ἐλλιπής ἐστιν ὁ συλλογισμός· συμπέρασμα γὰρ εἴπομεν ἄνευ τοῦ προλαβεῖν ἐνθύμημά ἐστι συλλογισμὸς ἀτελὴς ἐλλιποῦς οὔσης μιᾶς προτάσεως. [a 5] φαίνεται ἐνθύμημα καὶ τὸ εἰπεῖν [*](f. 47v) συνεστραμμένως, ἤτοι βραχέως, συντόμως, τὰ ἀντικείμενα ἐν τοῖς ἐνθυ

μήμασιν, ἃ οὐδὲ ἀντικείμενα ἂν εἴη κυρίως ἀλλὰ φαινομένως, οἷον εἰ ἀγαθὸν [*](f. 47v) ἡ ἀνδρία, τὸ ἀκολασταίνειν οὐκ ἀγαθόν· φαίνεται γὰρ ἡ ἀκολασία καὶ ἡ ἀνδρία ἐναντία, οὐκ εἰσὶ δέ. ἢ καὶ οὕτως· συνεστραμμένως μὲν ἤτοι συντόμως διὰ τὸ τὴν μίαν πρότασιν τὴν μείζω λείπειν, ἀντικειμήματα μένως δέ, διότι ἡ μείζων ἡ λείπουσα πρότασις ψευδὴς οὖσα ἀντίκειται τῇ ἐλάττονι τῇ μερικῇ ἀληθεῖ οὔσῃ. [a 6] ἡ γὰρ τοιαύτη λέξις, ἤτοι τὸ εἰπεῖν πρότασιν μίαν, τὴν δὲ ἑτέραν ἐᾶσαι, χώρα μέν ἐστιν ἐνθυμήματος ἤτοι ἔοικεν εἶναι ἐνθύμημα, οὐκ ἔστι δέ, καὶ τοῦτο φαινόμενον ἐνθύμημα ἤτοι τὸ συνεστραμμένως λέγειν τὰ ἀντικείμενα παρὰ τὸ σχῆμα τῆς λέξεως, ἤτοι ὅσον ἀπὸ τῆς λέξεως φαίνεται ἐνθύμημα, ἤτοι ἀπὸ τοῦ λαβεῖν τὴν μίαν πρότασιν. [a 8] ἔστι δὲ χρήσιμον εἰς τὰ ἐνθυ τὰ ἐν τῇ λέξει ἤτοι τὰ παρὰ τὸ σχῆμα τῆς λέξεως γινόμενα τὸ λέγειν κεφάλαια ἤτοι προτάσεις ἀπὸ ἄλλων πολλῶν συλλογισμῶν, οἷον ὅτι τοὺς μὲν ἔσωσεν, αὕτη ἡ πρότασις ἀπὸ ἄλλου συλλογισμοῦ, ἄλλοις δὲ ἐτιμώρησε, καὶ αὕτη ἡ πρότασις μία ἦν ἀπὸ ἄλλου συλλογισμοῦ, τοὺς δὲ Ἑλληνας ἐθεράπευσε, καὶ αὕτη ἀπὸ ἄλλου. [a 11] ἑκάστη μὲν τῶν ῥηθεισῶν προτάσεων ἀπεδείχθη ἀπὸ ἄλλων συλλογισμῶν ἤτοι ἄλλων καὶ ἄλλων συλλογισμῶν προτάσεις καὶ συντεθέντες φαίνονται ὅτι ἐποίησαν ἐνθύμημα, οὐκ ἔστι δέ· πῶς γὰρ ποιήσουσι συλλογισμὸν αἱ ἀσυν άρτητοι προτάσεις, εἰ συντεθῶσι καὶ ἅμα ληφθῶσι συλλογιστικῶς; [1400a 29] ἄλλος ἀπὸ τοῦ αἰτίου, ἄν τε ὑπάρχῃ, ὅτι ἔστιν, οἷον εἰ φιλόπατρίς ἐστι, καὶ τὸν ὑπὲρ τῆς πατρίδος ἕληται κίνδυνον, εἰ δὲ οὐκ ἔστι φιλόπατρις, οὐδὲ τὸν κίνδυνον ἕληται. [1401a 12] ἕτερον τὸ παρὰ τὴν ὁμωνυμίαν, οἷον εἴ τις εἴπῃ, ὅτι ὁ μῦς σπουδαῖός ἐστι καὶ ἀγαθόν·ὅτι ἀγαθόν ἐστι, δῆλον ἀπὸ τοῦ παρονομασθῆναι ἀπὸ τοῦ μῦς τὴν τελετὴν τὴν τιμιωτέραν πασῶν τῶν τελετῶν μυστήρια· οὐκ ἀπὸ τοῦ μῦς δὲ ἐπω νομάσθη, ἀλλ’ ἀπὸ τοῦ μῶ, τὸ μανθάνω. [a 15] ἢ συμπεριλάβῃ καὶ τὸν Πᾶνα, ἐν τῷ τοῦ κυνὸς ἐγκωμίῳ. ὧ μάκαρ, τὸν Πᾶνα λέγομεν μάκαρα, ὃν κοινά, ἀντὶ τοῦ κοινῶς, καλοῦσιν οἱ Ὀλύμπιοι παντοδαπὸν ἀπὸ τῆς μεγάλης θεοῦ ἤτοι τῆς Ῥέας. παντοδαπὸν δὲ τοῦτον λέγουσι, διότι πάντες συνεδοιάσθησαν τῇ Ῥέᾳ καὶ ἀπεσπέρμηναν, ἐξ οὗ συνέβη ἀπ’ αὐτῆς γεννηθῆναι τὸν Πᾶνα. τινὰ δὲ τῶν βιβλίων ἔχουσι καὶ κύνα, τὸ κῦ
ψιλόν· ἔστι δὲ καὶ ὡς παρήχησις κυνα κοινά. [a 18] ἢ ὅτι εἰ τὸ [*](f. 47v) μηδὲν εἶναι κοινὰ ἤτοι εἰ τὸ μὴ ἔχειν κοινωνίαν πρός τινα ἀτιμό τατόν ἐστι (θηριῶδες γὰρ τὸ μὴ συναγελαστικόν), τὸ κοινὰ δηλονότι ἤτοι τὸ συναγελαστικὸν δηλονότι καὶ κοινωνικὸν τίμιόν ἐστι· καὶ τοῦτο τὸ κυνὰ γράφουσι καὶ διὰ τοῦ υ ψιλοῦ. καὶ ὅτι μόνος τῶν ἄλλων θεῶν ὁ Ἑρμῆς κοινωνικός ἐστιν· Ἑρμῆς γὰρ λέγεται ὁ λόγος· κοινωνοῦμεν γὰρ ἀλλήλοις διὰ τοῦ λόγου. καὶ πάλιν ὅτι ὁ λόγος ἐστὶ σπουδαῖον, δῆλόν ἐστιν ἐκ τοῦ μὴ λέγεσθαι τοὺς ἀγαθοὺς ἄνδρας ἀξίους χρημάτων ἀλλ’ ἀξίους λόγου· τὸ γὰρ λόγου ἄξιον οὐχ ἁπλῶς λόγου ἄξιον λέγεται ἀλλ’ ὡς ἀγαθόν. [a 25] ἐπεὶ γὰρ ταὐτὸν δοκεῖ τό, εἴτε διῃρημένως λάβῃς τὸ ἑκατὸν ἀνδρῶν πεντήκοντα λίπε δῖος Ἀχιλλεύς εἴτε συνημμένως, καὶ ταῦτα μὴ ὂν ταὐτόν, ὁποτέρως σοι χρησιμεύει τοῦτο, οὕτως ληπτέον· εἰ μὲν κατηγορεῖς τινος, διαίρει τὸ ἑκατόν καὶ λέγε ὅτι ἀδιανόητα λέγεις τὸ καταλειφθῆναι ἀπὸ τῶν πεντήκοντα ἑκατόν, εἰ δὲ ἀπολογῇ, λέγε ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν ἔφησε καταλειφθῆναι πεντήκοντα. καὶ πάλιν παρὰ τὴν σύνθεσιν τοῦτο [a 27] ἆρ’ οἶδας τὰς ἐν Πειραιεῖ νῆας: οὔ. τοῦτο τὸ πρόβλημα. τί δέ; οἶδας, τί ἐστι τριήρης; ναί. οἶδας δὲ τὸν Πειραιᾶ; ναί. εἶτα συντίθησιν· οἶδας ἄρα τὰς ἐν Πειραιεῖ νῆας. ἡ λύσις· οὐ γάρ, εἰ ἕκαστον οἶδα διῃρημένως, ἀναγκαῖον καὶ ὁμοῦ συντιθέναι καὶ γινώσκειν ταῦτα. [a 28] καὶ πάλιν ἀρ’ οἶδας τόδε τὸ ἔπος τὸ μῆνιν ἄειδε θεά; οὔ. τί δέ; οὐ γινώσκεις τὰ στοιχεῖα, οἷον τὸ μ, τὸ η, τὸ ν, τὸ ι, ἐξ ὧν σύγκειται τόδε τὸ ἔπος; ναί. οἶδας ἄρα τὸ ἔπος τὸ μῆνιν ἄειδε θεά. οὐ γάρ, εἰ τὰ στοιχεῖα (τὰ κδʹ δηλονότι γράμματα) γινώσκω, ἐξ ὧν πᾶς λόγος καὶ πᾶν ἔπος σύγκειται, ἀνάγκη καὶ πάντα τὰ ἔπη [*](f. 48r) καὶ πάντα τὰ βιβλία γινώσκειν· οὐ γὰρ τὸ ἔπος ταὐτόν ἐστι τοῖς στοιχείοις. ὡς σὺ φῄς, κἂν ἐξ αὐτῶν σύγκειται. [a 30] καὶ πάλιν ἐπεὶ τὸ δὶς τοσοῦτον νοσῶδες, ἤτοι ἐπεὶ νοσώδη εἰσὶ τὰ δύο ἑξάγια ἡ ἐντεριόνη, λοιπὸν οὐδὲ τὸ ἐν ἑξάγιον ἡ ἐντεριόνη ἐστὶν ὑγιεινόν· ἄτοπον γὰρ εἰπεῖν τὸ ἓν εἶναι κακόν, εἰ τὰ δύο ἀγαθά. τοῦτο δὲ ψεῦδος· συμβαίνει γὰρ τὸ ἐν εἶναι κακόν, [ἢ τὰ δύο ἀγαθά. τοῦτο δὲ ψεῦδος· συμβαίνει γὰρ τὸ ἐν εἶναι κακόν,] καὶ ταῦτα τῶν δύο ὄντων ἀγαθῶν· εἰ γὰρ τὸ βιβλίον
μου πωλούμενον, εἰ λάβω δύο νομίσματα, ἀγαθόν ἐστιν, ἐπεὶ καὶ ἄξιόν [*](f. 48r) ἐστι δύο νομισμάτων, εἰ δὲ λάβω ἐν νόμισμα, ἐστὶ κακόν, [a 31] οὕτως μὲν οὖν ἐστιν ἐλεγκτικὸν τὸ λέγειν ὅτι, εἰ τὰ δύο ἐστὶν ἀγαθά, καὶ τὸ ἔν ἐστιν ἀγαθόν· ἄτοπον γάρ ἐστι τὸ λέγειν τὸ ἐν εἶναι κακόν, εἰ τὰ δύο εἰσὶν ἀγαθά· ἀνάγκη γὰρ καὶ τὸ ἓν εἶναι ἀγαθόν. οὕτως δέ ἐστιν ἀπο δεικτικόν, εἴ τις λέγει ὅτι, εἰ τὰ δύο ἀγαθά εἰσι, λοιπὸν τὸ ἐν κακὸν οὐκ ἔστιν. [a 34] ὁ Πολυκράτης ῥήτωρ ὢν ἔπαινον ἐποίησεν εἰς Θρασύ βουλον, ἐν ᾧ ἐδείκνυεν αὐτὸν τριάκοντα ἀποκτεῖναι τυράννους ἐκ τοῦ λέγειν, ὅτι κατὰ τὸν δεῖνα καιρὸν ἀπέκτεινε τύραννον καὶ κατὰ τὸν δεῖνα ἀπέκτεινεν ἕτερον τύραννον καὶ κατὰ τὸν δεῖνα ἕτερον· εἶτα συντιθεὶς συνεπέρανε καὶ λοιπὸν ἄρα τριάκοντα τυράννους ἀπέκτεινε. τοῦτο δὲ ψεῦδος· οὐ γάρ, ἐὰν ἰδίᾳ τριάκοντα ἀπέκτεινεν. ἤδη ἀληθές ἐστιν εἰπεῖν, ὅτι ὁμοῦ τούτους ἀπέκτεινε. [a 36] καὶ πάλιν ἐκ διαιρέσεως δίκαιόν ἐστιν, εἴ τις γυνὴ ἀπέκτεινε τὸν πόσιν, ἀποκτείνειν αὐτήν ἤγουν τὴν Κλυταιμνήστραν, καὶ πάλιν δίκαιόν ἐστι τὸν υἱόν, ὡς τὸν Ὀρέστην, τιμωρεῖν καὶ βοηθεῖν τῷ πατρί. ταῦτα δὲ καὶ ἐπράχθησαν· καὶ γὰρ καὶ ἡ Κλυταιμνήστρα τὸν ἄνδρα αὑτῆς ἀπέκτεινε καὶ ὁ Ὀρέστης βοηθῶν τῷ πατρὶ τὴν Κλυται μνήστραν ἀπέκτεινεν. ἰδίᾳ μὲν γὰρ καὶ ἰδίᾳ λεγόμενόν ἐστι δίκαιον· δίκαιον μὲν γάρ ἐστι θνῄσκειν καὶ τὴν ἀποκτείνουσαν τὸν ἑαυτῆς ἄνδρα, καὶ πάλιν δίκαιόν ἐστι τὸν υἱὸν βοηθεῖν τῷ πατρί· οὐκ ἔστι δὲ δίκαιον συντιθέναι καὶ εἰπεῖν, ὡς δίκαιόν ἐστι κτεῖναι τὴν ἀποκτείνουσαν τὸν ἑαυτῆς ἄνδρα καὶ τὸν υἱὸν αὐτῆς τιμωρεῖν τῷ πατρί· οὐ γὰρ δίκαιόν ἐστι τὴν μητέρα κτείνεσθαι παρὰ τοῦ υἱοῦ. [b 2] εἴη δ’ ἂν καὶ παρὰ τὴν ἔλλειψιν οὐ γὰρ δίκαιον, παρὰ τίνος κεῖται κτείνεσθαι τὴν μητέρα. εὗρον δὲ σχόλιον εἰς τὸ [a 34] κατέλυσε τριάκοντα τυράννους τοιοῦτον· κατέ λυσε τύραννον, καὶ τύραννον καὶ γυναῖκα· συντίθησι γοῦν καὶ ποιεῖ τρία·εἶτα τύραννον καὶ γυναῖκα καὶ θυγατέρα, εἶτα τύραννον καὶ γυναῖκα καὶ θυγατέρα καὶ υἱόν. [b 3] ἄλλος δὲ τόπος τὸ ἐν δεινώσει κατα σκευάζειν· τὸ δὲ δεινώσει κατασκευάζειν τοῦτό ἐστιν, ὅταν ὁ κατηγορῶν μὴ δείξας, ὅτι ἐποίησεν ὅδε τὸν φόνον, ἤτοι ὅταν πρὸ τοῦ δεῖξαι, ὅτι ὅδε ἐφόνευσεν, αὐξήσῃ τὸ πρᾶγμα ὡς μέγα, δεινὸν τὸ παρὰ τοῦδε πραχθέν· δοκεῖ γάρ, ὡς οὐκ ἂν ἄλλως πρὸς αὔξησιν ἐχώρησε τοῦ πράγματος, εἰ μὴ ἔδειξεν ὁμολογουμένως τόνδε φονεύσαντα· [b 6] ὅταν
γὰρ ὁ τὴν αἰτίαν ἔχων ἤτοι ὁ κατηγορούμενος καὶ ἀπολογούμενος [*](f. 48r) αὔξῃ, ὡς δεινὸν ἢ ἡ συκοφαντία ἢ ὁ φόνος, δοκεῖ προαποδεῖξαι, ὅτι οὐκ ἐποίησε φόνον. ὁμοίως δὲ πάλιν καὶ ὁ κατηγορῶν, ἐὰν ὀργίζηται καὶ αὔξῃ, ὡς δεινὸν ὁ φόνος, δοκεῖ προαποδεῖξαι, ὅτι πεποίηκεν ὁ φεύγων τὸν φόνον, καὶ ταῦτα μὴ δείξας τοῦτο αὐτό· ὁ γὰρ ἀκροατὴς παραλογίρίους ζεται καὶ ἀπατᾶται καὶ οἴεται τὸν κατηγοροῦντα ἀποδεῖξαι, ὅτι ἐποίησεν ὁ φεύγων τὸν φόνον, ἐν τῷ ἀκούειν αὐτοῦ χωροῦντος πρὸς αὔξην τοῦ πράγματος· μετὰ γὰρ τὰς ἀποδείξεις αἱ αὐξήσεις. [b 9] ἀσυλλόγιστόν ἐστι καὶ τὸ ἐκ σημείου ἐνθύμημα, διότι ἐν δευτέρῳ σχήματι ἀπὸ δύο καταφατικῶν συλλογίζεται ἢ ἐν τρίτῳ σχήματι. ὁ Ἁρμόδιος καὶ Ἀριστο γείτων ἀλλήλων ἤρων. [b 12] ἀσυλλόγιστον λέγει τὸν συλλογισμὸν τὸν τοῦ Διονυσίου διὰ τὸ ψευδῆ εἶναι τὴν μείζονα πρότασιν· οὐ γὰρ πᾶς πονηρὸς κλέπτης. [b 16] διατραγόντες τὰς νευράς. Πολέμων ἱστορεῖ τοὺς ἀμφὶ Τρωάδα κατοικοῦντας ἀπὸ χρησμῶν τινων τοὺς ἐπιχω μῦς σέβεσθαι διὰ τὸ τὰς νευρὰς τῶν τόξων τῶν πολεμίων φαγεῖν, πρὸς δὲ καὶ τοὺς ὀχεῖς τῶν ἀσπίδων ἤτοι τοὺς λώρους. ἐμήνισεν ὁ Ἀχιλλεὺς διὰ τὸ μὴ κληθῆναι παρὰ τοῦ Ἀγαμέμνονος τοὺς ἀρίστους καλέσαντος. [b 21] οὐ γὰρ ἐὰν οἱ μεγαλόψυχοι ὑπερορῶσιν, ἤδη καὶ πᾶς ὑπερορῶν εἴη ἂν μεγαλόψυχος· πολλάκις γάρ τινες διὰ λύπην ἢ ὀργὴν [*](f. 48v) ἢ μανίαν φεύγουσι τὴν μετ’ ἀνθρώπων διατριβήν. [b 25] οὐδὲ εἰ οἱ πτωχοὶ ᾄδουσι καὶ ὀρχοῦνται ἐν ταῖς ἑορταῖς, ἤδη καὶ πάντες οἱ ᾄδοντες ἐν ταῖς ἑορταῖς καὶ ὀρχούμενοι πτωχοί εἰσιν, ἐπεὶ καὶ οἱ πλούσιοι καὶ οἱ χορηγοὶ τῆς ἑορτῆς ᾄδουσι καὶ ὀρχοῦνται· οὐδὲ γάρ, εἰ τοῖς εὐδαίμοσιν ὑπάρχει ταῦτα ἤτοι τὸ οἰκεῖν, ἔνθα ἂν ἐθέλωσιν, ἤδη καὶ οἷς ἂν ὑπάρχῃ ταῦτα ἤτοι τὸ οἰκεῖν, ἔνθα θέλουσιν, εἰσὶν εὐδαίμονες· ἔχουσι γὰρ ταῦτα καὶ οἱ φυγάδες. [b 28] διαφέρει δέ, ὅτι οἱ μὲν φυγάδες οἰκοῦσιν, ἔνθα βούλονται, διὰ τὸ κωλύεσθαι ἀπὸ τῆς πατρίδος ἤτοι ἄκοντες, οἱ δὲ εὐδαίμονες οἰκοῦσιν ἑκόντες, ἔνθα βούλονται. [b 30] οἷον εἴ τις αἰτιᾶται τὸ διότι ἀπέβη ὕστερον, καὶ ταῦτα ὄντος ἐκείνου τοῦ αἰτίου· [b 32] οἶον ὁ Δημάδης ἔλεγε τὴν τοῦ Δημοσθένους πολιτείαν αἰτίαν πάντων τῶν κακῶν· καὶ μήν, εἰ τοῦ Δημοσθένους ἤκουον καὶ ἀφώρων πρὸς τὴν
πολιτείαν ἐκείνου, οὐδὲν ἂν κακὸν συνέβη τῇ πόλει, ἀλλὰ πᾶν εἴ τι [*](f. 48v) ἀγαθόν. [b 36] οὐ γὰρ ἀεὶ ἦν ἡ αἵρεσις αὕτη τῆς Ἑλένης, ἀλλὰ τὸ πρῶτον, ὅτε ἔμελλεν ἄνδρα λαβεῖν· καὶ γὰρ καὶ ὁ πατὴρ μέχρι τού του ἦν κύριος τῆς Ἑλένης. μέχρις οὗ ἄνδρα ἔλαβεν· ὥστε οὐχ ἁπλῶς ἀλλὰ ποτὲ ἐδόθη αὕτη ἡ αἵρεσις τῇ Ἑλένη. [1402a 2] οὐ γὰρ ἁπλῶς ἐστιν ὕβρις τὸ τύπτειν τοὺς ἐλευθέρους· εἰ γὰρ τυφθῶ παρὰ τοῦ ἐλευ θέρου καὶ ἀντιτύψω κἀγὼ τοῦτον, τοῦτο ὕβρις οὐκ ἔστιν· ἀλλὰ πή, ἤτοι ὅταν μηδὲν παθὼν κακὸν παρὰ τοῦ ἐλευθέρου ἄρξωμαι χειρῶν ἀδίκων ἤτοι τύψω τὸν ἐλεύθερον· τότε γάρ ἐστιν ὕβρις. τοιοῦτόν ἐστι καὶ παρὰ τῷ Θεολόγῳ. ἐὰν δὲ λεγόντων ἡμῶν, ὅτι μείζων τῷ αἰτίῳ ὁ πατὴρ τοῦ υἱοῦ, προσλαβόντες τὴν τὸ δὲ αἴτιον φύσει πρότασιν ἔπειτα τὸ μεῖζον τῇ φύσει συνάγουσιν, οὐκ οἶδα, πότερον ἑαυτοὺς παραλογίζονται ἢ τούς, πρὸς οὓς ὁ λόγος. ἀλλ’ οἶμαι παρὰ τὸ πῂ καὶ ἁπλῶς οὗτος ὁ παραλογισμός, ὡς τοῖς περὶ ταῦτα τεχνολόγοις σύνηθες. [a 4] ἐν μὲν τοῖς διαλεκτι κοῖς· χρώμεθα γὰρ καὶ ἐν ταῖς διαλέξεσι σοφίσμασιν, οἷον συνάγουσι συμπέρασμα, ὅτι τὸ μὴ ὂν ὄν ἐστι, καὶ συνάγουσι τοῦτο οὕτως ὁ τραγέλαφος δοξαστόν ἐστιν, ὁ τραγέλαφος μὴ ὄν, τὸ μὴ ὂν ἄρα ὄν ἐστιν· καταλιμπά νεται γὰρ τὸ δοξαστόν· ὥστε τὸ μὴ ὂν πῂ ὄν ἐστιν ἤτοι δοξαστόν ἐστιν, οὐχ ὅτι ἔστιν, ἀλλ’ ὅτι μὴ ὄν ἐστιν ἤτοι οὐκ ἔστιν· ὥστε τὸ μὴ ὂν πῂ ὄν ἐστιν ἤτοι ὡς δοξαστόν. καὶ πάλιν συνάγουσιν, ὅτι τὸ ἄγνωστον ἐπι στητόν ἐστιν· τὸ γοῦν ἄγνωστόν ἐστιν ἐπιστητὸν οὐχ ἁπλῶς ἀλλὰ πῄ· ἐπιστητὸν γάρ ἐστιν οὐχ ὡς γνωστὸν ἀλλ’ ὡς ἄγνωστον. [a 7] καὶ ἐν τοῖς ῥητορικοῖς ἐνθύμημα φαινόμενον γίνεται παρὰ τὸ μὴ ἁπλῶς εἰκὸς ἀλλὰ τὶ εἰκὸς ἤτοι πῂ εἰκός· ἔστι δὲ τοῦτο τὸ πῂ εἰκὸς οὐ καθ’ ὅλου· ὥσπερ καὶ ὁ Ἀγάθων λέγει εἰκὸς πολλὰ οὐκ εἰκότα ἐν βροτοῖσι γίνεσθαι· γίνεται γάρ τι καὶ παρὰ τὸ εἰκὸς ἐν βροτοῖς. [a 13] εἰ δὲ τοῦτο, ἤτοι εἰ δὲ εἰκὸς τὸ μὴ εἰκὸς γίνεσθαι, λοιπὸν τὸ μὴ εἰκός ἐστιν εἰκός, πλὴν οὐχ ἁπλῶς ἔσται εἰκὸς ἀλλὰ πῂ εἰκὸς ἤτοι ὡς γινόμενον· καὶ εἰκὸς γὰρ γίνεσθαι τὸ μὴ εἰκὸς ἐν τοῖς βροτοῖς, οὐ μὴν τὸ μὴ εἰκός ἐστιν ἁπλῶς εἰκός. [a 15] καὶ ἐνταῦθα οὖν γίνεται ὁ παραλογισμὸς καὶ ἡ ἀπάτη παρὰ τὸ λαμβάνειν τὸ εἰκὸς οὐχὶ ἁπλῶς, ἀλλ’ ὡς πῂ εἰκὸς ἤτοι ὡς γίνεσθαι τὰ μὴ εἰκότα, ὥσπερ καὶ ἐν τοῖς σοφιστικοῖς μὴ προστεθὲν τὸ πῂ καὶ τὸ πρός τι ποιεῖ τὴν συκοφαν τίαν καὶ τὴν ἀπάτην· τὸ γὰρ εἰκὸς οὐχ ἁπλῶς μὴ εἰκὸς ἀλλὰ μετὰ τοῦ
γίνεσθαι· οἷον εἰκὸς γίνεσθαι τὸ μὴ εἰκός. ὁ Τισίας μαθητὴς τοῦ Κόρακος, [*](f. 48v) ἐξ οὗ καὶ τὸ ᾠὸν κακὸν κακοῦ Κόρακος. [a 17] ἐκ τοῦ τόπου τούτου οὖν παρὰ τὸ πῂ καὶ ἁπλῶς καὶ ἡ τοῦ Κόρακος τέχνη ἐπιχειρεῖ· ἐάν τε γὰρ ἀσθενής τις ᾖ καὶ ἀνίσχυρος, οὐκ ἔστιν ἔνοχος τοιαύτῃ κατη γορίᾳ, ὅτι τὸν δεῖνα ἔτυψε· πῶς γὰρ ἀσθενὴς ὤν ἠδυνήθη τοῦτο ποιῆσαι; καὶ ἔστιν εἰπεῖν καὶ ἐπ’ αὐτοῦ κατηγορουμένου αἰκίας τὸ εἰκὸς οἷον εἰκὸς μὴ αἰκίσαι· κἂν εὐσθενής τις ᾖ καὶ ἰσχυρὸς καὶ διὰ τοῦτο ἔνοχος τῇ τοιαύτῃ κατηγορίᾳ, εἰ φεύγει καὶ οὗτος αἰκίας, ἔστι καὶ ἐπ’ αὐτοῦ χρή σασθαι τῷ εἰκότι οἷον εἰκὸς μὴ αἰκίσαι, ἵνα μὴ φωραθῇ ὡς αἰκίσας· οὐ γὰρ εἰκὸς αἰκίσαι τὸν δεῖνα, ὅτι ἔμελλεν εἰκὸς δόξαι ὡς αἰκίσας. εἴτε γοῦν ἔνοχός ἐστι τῇ αἰτίᾳ ταύτῃ ἤτοι τῷ αἰκίσαι ὡς εὐσθενὴς εἴτε μὴ ἔνοχος ὡς ἀσθενής, ἀλλ’ οὖν ἐπ’ ἀμφοτέρων, καὶ τοῦ εὐσθενοῦς καὶ τοῦ μὴ εὐσθενοῦς, ἔστι χρήσασθαι τῷ εἰκότι· πλήν, εἰ καὶ ἐπ’ ἀμφοτέρων ἔστι χρήσασθαι τῷ εἰκότι, ἀλλ’ οὖν διαφέρει κατὰ τοῦτο, ὅτι τὸ μὲν ἤτοι ἐπὶ τοῦ ἀσθενοῦς τοῦ κατηγορουμένου αἰκίας χρώμεθα τῷ εἰκότι, οὐχ ἁπλῶς ἀλλὰ πῄ, οἷον εἰκὸς μὴ αἰκίσαι, ἵνα μὴ δόξῃ ὡς αἰκίσας. [a 23] καὶ τοῦτό ἐστι τὸ ποιεῖν τὸν ἥττω λόγον μείζω τὸ χρᾶσθαι [*](f. 48v) τῷ εἰκότι πῄ· εἰ γὰρ καὶ ὁ κατηγορῶν τοῦ εὐσθενοῦς αἰκίας τὴν μείζονα μοῖραν ἔχει, ὁ δὲ ἀπολογούμενος τὴν ἥττω, ἀλλ’ εἰ ὁ ἀπολογούμενος χρή σεται τῷ πῂ εἰκότι, μεῖζον ἰσχύσει καὶ πλέον λέγων εἰκὸς μὴ αἰκίσαι, ἵνα μὴ φωραθῇ ὅθεν καὶ ὁ Πρωταγόρας ἐπηγγέλλετο ποιῆσαι τὸν ἥττονα λόγον μείζονα. [a 26] ἀλλὰ φαινόμενόν ἐστιν ἀληθὲς καὶ εἰκός, ὃ ὑπισχνεῖτο ὁ Πρωταγόρας· οὐδεμία γὰρ ἄλλη τέχνη ἀλλ’ ἢ ἡ ῥητορικὴ καὶ ἡ ἐριστικὴ δύναται πιθανολογεῖν καὶ τὸ ψεῦδος ποιεῖν ἀληθές.

Τὸ μὲν ἀντισυλλογίσασθαι καὶ προκομίσαι ἕτερον συλλο γισμὸν ἀναιρετικὸν τοῦ συλλογισμοῦ τοῦ ῥηθέντος παρὰ τοῦ προσδιαλεγο μένου αὐτῷ δυνατόν· ἐνδέχεται γὰρ ἀπὸ τοῦ αὐτοῦ τόπου ἐπιχειρῆσαι τὸν ἐνιστάμενον, ἀφ’ οὗ καὶ ὁ προσδιαλεγόμενος ἐπεχείρησε· καὶ γὰρ ἀπὸ τοῦ ἴσου καὶ ἀμφότεροι θέλουσιν ἐπιχειρῆσαι ἢ ἀπὸ τοῦ μείζονος ἢ ἀπὸ τοῦ ἐναντίου, οἷον ἡ ἀνδρία ἐστὶ καλὸν διὰ τὰ γέρα καὶ τὰ κλέα καὶ ἡ ἀνδρία ἐστὶ κακὸν διὰ τὰ τραύματα· εἰ γοῦν συλλογίσεται ἐκεῖνος, ὅτι ἀγαθὸν ἡ ἀνδρία, χρησάμενος τῇ τιμῇ, ὁ ἐνιστάμενος ἀντισυλλογίσεται, ὡς κακὸν ἡ ἀνδρία, λαβὼν τὰ τραύματα μέσον ὅρον. [a 4] μᾶλλον δὲ

ἐναντία ἀλλήλοις εἰσὶ δοκοῦντα ἤτοι ἔνδοξα, οἷον τὸ δοξάζειν τὴν [*](f. 49r) ἀνδρίαν καὶ ἀγαθὸν καὶ κακὸν ἐναντία εἰσὶν ἀλλήλοις· εἰσὶ δὲ καὶ ἄμφω ἔνδοξα. ἀπ’ αὐτοῦ μὲν τοῦ πράγματος ἐνίσταταί τις, οἷον εἴ τις εἴπῃ, ὅτι σπουδαῖον ὁ ἔρως, διχῶς ἐνσταίη ὁ ἐνιστάμενος· [b 1] ἢ γὰρ καθ’ ὅλου, ὅτι οὐδεὶς ἔρως ἀγαθόν, διότι ὁ ἐρῶν ἐρᾷ ἐνδεὴς ὢν καὶ ἐλλειπό μενος ἐκείνου, οὗ ἐρᾷ, πᾶσα δὲ ἔνδεια πονηρόν, ἔνδεια δὲ καὶ ὁ ἔρως, καὶ λοιπὸν ἄρα φαῦλόν ἐστιν· ἢ μερικῶς ἐνσταίη· οὐ πάντες οἱ ἐρῶντές εἰσι σπουδαῖοι· εἰσὶ γὰρ καὶ τινὲς τῶν ἐρώντων πονηροὶ καὶ φαῦλοι. [b 6] ἀλλ’ οὐδὲ ὁ μοχθηρὸς πάντας τοὺς φίλους κακῶς ποιεῖ. [b 11] ἔνστασις· οὔκουν ὁ Πιττακὸς ᾢετο δεῖν συγγνωμονεῖν τοῖς μεθύουσι·καὶ γὰρ ὁ Πιττακὸς ἐνομοθέτησε μειζόνως κολάζεσθαι τὸν μεθύοντα, εἴ γε ἁμαρτήσει τὰ αὐτὰ τοῖς οὐ μεθύουσι, διότι αὐτὸς ἑαυτῷ αἴτιος ἐγένετο τοῦ κακοῦ· εἰ μὴ γὰρ ἐμέθυσεν, οὐκ ἂν ἐποίησε τόδε τὸ κακόν. [b 14] τὰ μὲν ἐνθυμήματα τὰ συναχθέντα ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ ὄντων ἢ ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ δοκούντων εἰσὶν ἐκ τῶν εἰκότων ἐνθυμήματα. ἐὰν δὲ γίνηται τὸ ἐνθύμημα δι’ ἐπαγωγῆς ἤτοι ἀπὸ τοῦ ἐπαγαγεῖν τὸ ὅμοιον, καὶ τοῦτο τὸ ἐπαγόμενον ὅμοιον ἢ ἂν ὅμοιον ὀφείλει εἶναι ἢ πολλὰ διὰ παραδείγματος· οἷον οὐ δεῖ τῷ Πεισιστράτῳ δοῦναι φυλακήν. [b 17] εἶτα μεταξὺ λέγει καὶ τὴν φύσιν τοῦ καθ’ ὅλου καί φησιν, ὅτι ἐπαγωγή ἐστιν, ὅταν τις λαβὼν τὸ καθ’ ὅλου συλλογίσηται καὶ ἀπο δείξῃ αὐτὸ ἐκ τῶν κατὰ μέρος. τὰ δὲ ἐνθυμήματα τὰ διὰ τοῦ ἀναγ καίου, εἰ καὶ τὸ ἀναγκαῖόν ἐστι καὶ ὄν, λέγονται τεκμήρια· οἷον ἀναγκαῖόν ἐστι τὴν γάλα ἔχουσαν τεκεῖν, ἔστι τοῦτο καὶ ὄν. τὰ δὲ ἐνθυμήματα, ἃγίνονται ἐκ τοῦ καθ’ ὅλου ἤτοι ἐκ τοῦ λαβεῖν πολλά (καὶ γὰρ καὶ τὸ καθ’ ὅλου πλῆθος σημαίνει) ἢ ἐκ τοῦ λαβεῖν ἐν μερικόν, ἐάν τε ὄν, ἤτοι εἴτε καταφατικὸν συναχθῇ, εἴτε μὴ ὄν, ἤτοι εἴτε ἀποφατικόν, σημεῖον λέγεται. [b 21] εἰκὸς δέ ἐστιν οὐ τὸ ἀεὶ οὕτως ἔχον ἀλλὰ τὸ ὡς ἐπὶ τὸ πολύ. [a 17] ἐκ τοῦ Τισίου ἐλήφθη καὶ τὸ κακοῦ Κόρακος κακὸν ᾠόν. [b 24] πρὸς γὰρ τὸν λέγοντα εἰκὸς τόδε γενέσθαι οὐκ ἐνί σταται λέγων οὐκ εἰκός ἀλλ’ ὅτι οὐκ ἀναγκαῖον· ὃ δὲ οὐκ ἔστιν ἀναγκαῖον, τοῦτο οὐκ ἔστι μὴ εἰκὸς ἀλλ’ εἰκός· τὸ γὰρ οὐκ ἀναγκαῖον οὐκ ἔστιν ἀναιρετικὸν τοῦ εἰκότος ἀλλὰ τὸ οὐκ εἰκός. [b 25] διὸ καὶ ὁ ἀπὸ λογούμενος μᾶλλον πλεονεκτεῖ ἤτοι εὐπορίαν ἔχει ἐπιχειρημάτων, καθ’ ὃ
ὁ λέγων ὅτι πᾶς ὁ λαβὼν φυλακὴν ἐτυράννησε καὶ δείκνυται, ὅτι οὐκ [*](f. 49v) ἀναγκαῖόν ἐστι πάντα τὸν λαβόντα φυλακὴν τυραννεῖν· οὐ μόνον δὲ ἐὰν δείξῃ ἐπὶ ἑνός, ὃ μὴ ἔχει οὕτως, ἀναιρεθήσεται τὸ πᾶς ὁ λαβὼν φυλακὴν ἐτυράννησεν, [a 7] ἀλλ’ εἰ καὶ τὰ πλείω ἢ πλεονάκις, ἤτοι ἀλλ’ εἰ καὶ πολλοὺς δείξομεν λαβόντας μὲν φυλακὴν μὴ τυραννήσαντας δέ, ἢ καὶ πλεονάκις ἤτοι ἐπὶ πολλῶν χρόνων εἴδομεν τοῦτο οὕτως ἔχον, καὶ οὕτως ἀναιρεῖται ὁ τοῦ ἀντιδίκου λόγος ὁ λέγων πᾶς ὁ λαβὼν φυλακὴν ἐτυράν νησε. [a 8] καὶ τὰ πλείω καὶ τὰ πολλάκις, ἤτοι εἰ δὲ πολλοὺς εἴδομεν οὕτως, ὡς ὁ ἀντίδικος, ἤτοι λαβόντας φυλακὴν καὶ τυραννήσαντας, ἢ ὅτι αἱ πλείους τῶν γυναικῶν τῶν τετοκυιῶν εἰσιν ὠχραὶ καὶ πλεονάκις εἴδομεν τοῦτο οὕτως ἔχον, λοιπὸν καὶ ἥδε ἡ γυνὴ ὠχρὰ οὖσα τέτοκε, μαχητέον πρὸς τὸν ἀντίδικον, ὅτι ἄλλο τὸ παρὸν ἤτοι ἡ ἐνοῦσα ὠχρότης τῇδε τῇ γυναικί, ἣν λέγεις τετοκέναι, οὐκ ἔστιν ὁμοία τῇ ὠχρό τητι, ἣν ἔχουσιν αἱ τετοκυῖαι γυναῖκες. ἢ ὅμοιαι μέν εἰσι, πλὴν ἔχουσι διαφοράν τινα μικράν. [a 10] οὐκ ἔστι δὲ δυνατὸν λῦσαι τὰ τεκμήρια ἀπὸ τοῦ δεικνύειν, ὅτι ἀσυλλόγιστά εἰσιν· ἀσυλλόγιστα γὰρ τεκμήρια οὔκ εἰσι· λείπεται δὲ μόνον δεῖξαι, ὅτι ὑπάρχει· οἷον εἰ δείξω, ὅτι ἐνταῦθα πῦρ ἦν, ὅπου καὶ τέφρα ἐστί, λείπεται δεῖξαι, ὅτι καὶ ἡ τέφρα ἐνταῦθα ἐγένετο· εἰκὸς γὰρ ἄνεμον ἀποκομίσαι αὐτὴν ἐνταῦθα ἀπὸ ἄλλου τόπου, καὶ εἰ τοῦτο δειχθῇ, ἔμεινε πάντῃ ἄλυτον. [a 13] εἰ δὲ καὶ φανερόν ἐστι τοῦτο, ὅτι ἡ τέφρα ἐνταῦθα ἦν καὶ ὅτι τεκμήριόν ἐστιν, ἐστὶν ἀπόδειξις φανερὰ καὶ ἄλυτον. [1402b 30] ὁ δὲ κριτής, ἐὰν λυθῇ τὸ εἰκὸς καὶ φέρῃ τις πρὸς αὐτὸ ἔνστασιν, οἴεται, ὅτι οὐδὲ εἰκός ἐστιν (ὥσπερ εἰ μὴ ἦν τὸ εἰκὸς λύσιμον καὶ ὡς ἐπὶ τὸ πολύ), καὶ ἢ λέγει, ὅτι τοῦτο οὐκ ἔστιν εἰκὸς ἢ ὅτι οὐκ αὐτῷ κριτέον, ἤτοι ἢ ὅτι οὐκ ἀνήκει ἐμοὶ τὸ περὶ τούτου κρῖναι· τοῦτο δὲ λέγει παραλογιζόμενος καὶ ἀπα τώμενος. [1402b 33] ἀλλὰ καὶ ἐκ τῶν εἰκότων ἤτοι τῶν ὡς ἐπὶ τὸ πολύ· τὸ γὰρ γνώμῃ τῇ ἀρίστῃ κρίνειν τοῦτό ἐστι τὸ μὴ ἀεὶ κρίνειν ἀπὸ τῶν κειμένων νόμων μηδὲ προσέχειν τοῖς νόμοις, ἀλλὰ τὰ ζητήματα λύεσθαι τῇ δοκιμασίᾳ καὶ κρίσει καὶ οἰκονομίᾳ τοῦ κρίνοντος.

Τὸ δὲ αὔξειν τὸ προκείμενον ἔγκλημα ἢ μειοῦν οὐκ ἔστι στοιχεῖον καὶ τόπος ἐνθυμήματος. [1403a 19] στοιχεῖον δὲ λέγω καὶ τόπον, εἰς ὃ πολλὰ ἐνθυμήματα ἤτοι τὰ κατὰ μέρος ἀνάγονται. ἔστι

δὲ εἴδη ἐνθυμήματος τὸ ἀπὸ τοῦ ἴσου, τὸ ἀπὸ τοῦ ἐναντίου καὶ τὰ λοιπά. [*](f. 49v) [a 20] τὸ δὲ αὔξειν καὶ μειοῦν ἐνθυμήματά εἰσι δεικνύοντα, ὅτι τόδε τὸ γεγονὸς ἢ μέγα ἐστὶν ἢ μικρόν, ὥσπερ δὴ καὶ τὸ ὅτι τόδε [*](f. 50r) ἐστὶν ἀγαθὸν ἢ κακὸν ἢ δίκαιον ἢ ἄδικον, ἃ ἐνθυμήματα καὶ στοιχεῖα ἐνθυμήματος οὔκ εἰσιν ἀλλὰ προβλήματα, περὶ ἃ καταγίνονται οἱ συλλο γισμοὶ καὶ τὰ ἐνθυμήματα· ὥστε, εἰ ἕκαστον τούτων, οἷον ὅτι δίκαιον ἢ ἀγαθὸν ἢ κακόν, τόπος καὶ στοιχεῖον ἐνθυμημάτων οὐκ ἔστι, λοιπὸν οὐδὲ τὸ αὔξειν καὶ μειοῦν τόποι ἐνθυμήματός εἰσιν. [a 25] οὐδὲ τὰ λυτικὰ ἐπιχειρήματα εἶδος καὶ τόπος ἐστὶν ἐνθυμήματος· δῆλον γὰρ ὅτι ἕκαστος ἐνιστάμενος λύει τὰ ἐνθυμήματα ἢ ἐν τῷ ἀνταποδεῖξαι καὶ ἀντισυλλογίσασθαι ἢ ἐν τῷ ἐπενεγκεῖν ἔνστασιν. [a 27] ὁ ἐνιστάμενος ἀντιδείκνυσιν ἀεὶ τὸ ἀντικείμενον· οἷον εἰ ὁ κατηγορῶν δείξει, ὅτι γέγονεν, ὁ ἐνιστάμενος δείξει, ὅτι οὐ γέγονεν, εἰ δὲ δείξει ἐκεῖνος, ὅτι οὐ γέγονεν, οὗτος δείκνυσιν, ὅτι [οὐ] γέγονεν. ὥστε κατὰ τοῦτο οὐ διαφέρει· τοῖς γὰρ αὐτοῖς τόποις ἀμφότεροι χρῶνται· καὶ γὰρ καὶ ὁ κατηγορῶν καὶ ὁ ἀπολογούμενος ἐκ τῶν αὐτῶν τόπων ἐπιχειροῦσιν ἤτοι ἀπὸ τοῦ ἐναντίου, ἀπὸ τοῦ ἴσου καὶ τῶν λοιπῶν· καὶ γὰρ ἀμφότεροι φέρουσιν ἐνθυμήματα πρὸς τὸ δεῖξαι, ὅτι τόδε ἢ ὅτι τόδε οὐκ ἔστιν. [a 31] ἡ δὲ ἔνστασίς ἐστι τὸ εἰπεῖν καὶ κομίσαι δόξαν τινὰ ἤτοι ἔνδοξόν τινα πρότασιν, ἐξ ἧς ἔσται δῆλον, ὅτι ὁ ἀντίδικος αὐτό, πρὸς ὃ καὶ τὴν ἔνστασιν ἔφερεν, οὐ συλλελόγισται ἢ ὅτι ψευδῆ πρότασιν ἔλαβεν· ἡ γὰρ ἔνστασις οὐκ ἄλλο τί ἐστιν ἢ πρότασις ἐναντία τῇ προκο μισθείσῃ προτάσει παρὰ τοῦ ἀντιδικοῦντος.