In Aristotelis artem rhetoricam commentarium

Anonymi in Aristotelis Artem Rhetoricam

Anonymi in Aristotelis Artem Rhetoricam. Anonymi et Stephani in Artem Rhetoricam Commentaria. Commentaria in Aristotelem graeca, Vol. 21, part 2. Rabe, Hugo, editor. Berlin: Typ. et impensis G. Reimeri, 1896.

[1356b 34] καὶ ἡ διαλεκτικὴ οὐ σκοπεῖ τὸ δοκοῦν τῷ καθεκάστῳ, [*](f. 3r) ἀλλὰ τὸ δοκοῦν τοῖς πλείστοις ἢ τοῖς σοφοῖς. οὐ τοίνυν συλλογίζεται ἐξ ὧν ἔτυχε· δοκοῦσι γάρ τινα καὶ τοῖς παραληροῦσιν ἔνδοξα· ἀλλ’ ἐκείνη μὲν συλλογίζεται ἐκ τῶν λόγου δεομένων ἤγουν τῶν λόγου ἀξίων τῶν δοκούντων τοῖς ἐλλογίμοις, ἡ δὲ ῥητορικὴ ἐκ τῶν ἤδη βουλεύεσθαι εἰωθότων ἤτοι τῶν βουλευτῶν. [1357a 1] ἔστι δὲ τὸ ἔργον αὐτῆς περί τε τοιούτων, περὶ ὧν βουλευόμεθα καὶ μὴ ἔχομεν τέχνας, ὥσπερ καὶ ἐν τοῖς Ἠθικοῖς εἶπε, περὶ τίνων ἐστὶν ἡ βούλευσις, ὅτι οὔτε περὶ τῶν ἀναγκαίων, εἰ κινηθῇ ὁ ἥλιος ἢ ἀνατελεῖ, οὔτε περὶ τῶν ἀδυνάτων, εἰ σύμμετρος ἡ διάμετρος, οὔτε περὶ ὧν ἐστι τέχνη καὶ ἐπιστήμη. οἶον εἰ τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν· ἀεὶ γὰρ οὕτως ἔχει, κἂν μὴ βουλευσώμεθα, τὰ ἀναγκαῖα· καὶ τοῦ τριγώνου αἱ τρεῖς γωνίαι οὐκ ἀπὸ βουλῆς ἀλλ’ ἐπιστήμη διδάσκονται. τοίνυν βουλευόμεθα περὶ τούτων, ὧν οὐκ ἔχομεν τέχνας, [a 3] καὶ ἐν τοιούτοις ἀκροαταῖς, οἳ οὔκ εἰσι προειλημμένοι· τοῦτο γὰρ βούλεται λέγειν ἐκ τοῦ εἰπεῖν οἳ οὐ δύνανται διὰ πολλῶν συνορᾶν τὰ λεγόμενα ἐκ τοῦ μὴ προειλῆφθαι ἡνίκα γὰρ οὐκ ἔστι προειλημμένος, ἀκολουθεῖ ταῖς πίστεσι τοῦ λέγοντος κατὰ μικρὸν καὶ συμπεραίνει ἠρέμα προσέχων ἑκάστῳ τῶν λεγομένων καὶ διανύων ἡσύχῳ πόδι’ τὸ τοῦ λόγου τὴν εἰς γνῶσιν τῶν λεγομένων ἄγουσαν ὁδόν, οὐ μέντοι πόρρωθεν συλλογιζόμενος ὡς προειδὼς τὸ λεγόμενον. καὶ ἐν ἀκροαταῖς. ἤ, ὡς ἔφθην ὑφηγησάμενος, ἢ οὕτως οὐ δεινοῖς δια
λεκτικοῖς οὐδὲ συλλογιζομένοις καὶ σοφισταῖς’· πεζὸς γὰρ καὶ καταλογάδην [*](f. 3r) ὁ λόγος· οἱ δ’ ἀκροαταὶ οὐ δύνανται διὰ πολλῶν τεθέντων παρὰ τοῖς ῥήτορσι συνορᾶν καὶ θεωρεῖν τὸ ἐκ τῶν πολλῶν συναγόμενον, οὐδὲ συλ λογίζεσθαι πόρρωθεν δύναται καὶ λέγεν, ὅτι ὅδε ὁ ῥήτωρ ἐκ τῆς ὁμωραινε νυμίας ταύτης ἢ τούτου τοῦ νῦν τεθέντος λόγου μέλλει πιθανολογεῖν τε καὶ ψεύδεσθαι, εἰ καὶ πολλὰ παρεμπλέκει μεταξύ. [a 4] βουλευόμεθα δὲ περὶ τῶν ἐνδεχομένων γίνεσθαι ἀμφοτέρως ἔχειν, ἤγουν βουλευτέον περὶ τῶν ἐπαμφοτεριζόντων, οἷον εἰ μὲν πλεύσω καὶ ἐμπορεύσομαι, πλουτήσω, εἰ δ’ ἡσυχάσω καὶ μελέτῃ λόγων προσέξω, θεωρητικὸς γενήσομαι’. [a 5] περὶ γὰρ τῶν ἀδυνάτων ἄλλως ἔχειν οὐδεὶς ὡς εἴπομεν βουλεύεται ἀεὶ γάρ εἰσιν ἀδύνατα, ὡς τὰ ἀναγκαῖα ἀεὶ ὄντα. [a 7] ἐνδέχεται δὲ συλλογίζεσθαι καὶ ἀποδεικνύειν τὰ μὲν ἐξ ἀποδεδειγμένων πρότερον, οἷον συλλογίσασθαι βούλομαι τὰ κατηγορημένα· ἀπέδειξα τὸν Φίλιππον μηδὲν ἀπηγγελκότα ἀληθές’ καὶ τὰ ἑξῆς, τὰ δὲ ἐξ ἀσυλλογίστων μὲν δεομένων δὲ συλλογισμοῦ διὰ τὸ μὴ εἶναι ἔνδοξα, οἷον ὁ θάπτων νεοσφαγὲς σῶμα· εἰ μὲν μὴ παρίστασο μηδὲ ἔθαπτες, εἰ μὴ ἦν τὸ σῶμα νεοσφαγές, οὐκ ἂν ὑποψίαν δέδωκας᾽· ταῦτα λέγει δεόμενα συλλογισμοῦ καὶ ἀποδείξεως διὰ τὸ μὴ εἶναι ἔνδοξα. [a 10] ἀνάγκη δὲ τούτων τῶν λε γομένων τὰ μὲν μὴ εἶναι εὐπαρακολούθητα διὰ τὸ εἶναι πολλά, τὸν δὲ ἀκροατὴν μὴ προειλημμένον, τὰ δὲ μὴ πιθανὰ εἶναι διὰ τὸ μὴ εἶναι αὐτόπιστα μηδὲ ὁμολογούμενα. [a 13] ὥστε ἀναγκαῖον ἐντεῦθεν εἶναι τό τε ἐνθύμημα καὶ τὸ παράδειγμα, ἵνα καὶ πιθανὸς ὁ λόγος ᾖ καὶ ἀγωνιστικὸς καὶ ἀναγκαστικὸς ἐκ τῶν προτάσεων τοῦ ἐνθυμήματος καὶ τῆς ἐπαγωγῆς καὶ ἵνα εὐσύνοπτος ᾗ καὶ συντετμημένος καὶ εὐεπακολούθητος. [a 16] δεῖ δὲ καὶ ἐξ ὀλίγων λέγειν καὶ κατασκευάζειν τὸ λεγόμενον καὶ πολλάκις ἐλαττόνων ἢ ἐξ ὧν ὁ συλλογισμός· τοῦ γὰρ συλλογισμοῦ ὄντος ἐκ δύο προτάσεων τὸ ἐνθύμημα ἔχει μίαν. ὃ γοῦν λέγει, τοιοῦτόν ἐστιν ὅτι συντομίας φροντίζων καὶ βραχυλογίας ἐκ μιᾶς προτάσεως συμπέ τὸ λεγόμενον τὸ γὰρ ἄλλο συνεννοεῖται τῷ ἀκροατῇ· ἐὰν γὰρ ᾖ γνώριμον, οὐδὲν δεῖ προστιθέναι. [a 19] καὶ ἐπιφέρει τὸ παράδειγμα, οἷον ὅδε ὁ Δωριεὺς Ὀλύμπιον ἀγῶνα νενίκηκε· συμπέραινε οὖν στεφα|νίτης
ἄρα, τὴν δὲ μείζονα τὴν λέγουσαν, ὅτι πᾶς ὁ Ὀλύμπια νικῶν [*](f. 3v) στεφανίτης, ἔασον· νοεῖται γὰρ καὶ μὴ προστεθεῖσα. οὕτω μὲν ἡ ἀλήθεια κατ’ ἐμὲ διαφαίνεται. ὁ μέντοι φιλόσοφος οὕτως ἐξηγήσατο τὸ ῥητὸν τὸ λέγον, ὅτι [a 16] καὶ ἐξ ὀλίγων τε καὶ πολλάκις ἐλαττόνων ἢ ἐξ ὧν ὁ πρῶτος συλλογισμός· ἔφη γάρ, ὅτι πρῶτον μὲν ἀποδεῖξαι δεῖ τὸ πρᾶγμα διὰ λόγων μακροτέρων, εἶτα συλλογίσασθαι ἐκεῖνο διὰ λόγων ἐλατκαῖα, τόνων· ὡς καὶ ὁ Δημοσθένης συλλογίσασθαι βούλομαι τὰ κατηγορηθέντα· ἀπέδειξα τὸν Φίλιππον μηδὲν ἀληθὲς ἀπηγγελκότα’ καὶ τὰ ἑξῆς. δεῖ γοῦν ἐξ ὀλίγων τε καὶ πολλάκις ἐλαττόνων ὕστερον συλλογίζεσθαι ἢ ἐκ τοσούτων καὶ τοσαῦτα λέγειν, ἐξ ὧν ὁ πρῶτος συλλογισμὸς ἤγουν ἡ τοῦ πράγματος διὰ μακροῦ ἀφήγησις. κάλλιστον μὲν οὖν τὸ νόημα καὶ τῆς ἐκείνου συνέσεως καὶ μεγαλονοίας ἄξιον. δεῖ δὲ καὶ ἡμᾶς οἴκοθεν προσεπεξευρίσκειν τινά. [a 22] ἐπεὶ δέ ἐστιν ὀλίγα μὲν τὰ ἀναγκαῖα. βούλεται διὰ τούτων εἰπεῖν ὡς, ἐπειδὴ τινὰ μὲν τῶν πραγμάτων, περὶ ἃκαταγίνονται οἱ ῥήτορες, ἀναγκαῖα, τινὰ δὲ ἐνδεχόμενα, πλείω δὲ τὰ ἐν δεχόμενα τῶν ἀναγκαίων, ἔσται καὶ τὰ ἐνθυμήματα τινὰ μὲν ἀναγκαῖα, τινὰ δὲ ἐοικότα καὶ ἐνδεχόμενα, ἐπεὶ δέ ἐστι φησὶν ὀλίγα μὲν τὰ ἀναγκαῖα, ἐξ ὧν οἱ ῥητορικοὶ συλλογισμοί, εἶτα λέγει καί, διὰ τί ὀλίγα. [a 25] πράξουσιν † ἐπὶ μέτρον· σκοπεῖ γάρ τις περὶ ὧν πράξει. ταῦτα δὲ πάντα ἐνδεχομένης φύσεως. [a 27] καὶ ἐπεὶ τὰ μὲν ἀναγκαῖα, τὰ δ’ ἐνδεχόμενα, καὶ σχεδὸν ὀλίγα τὰ ἀναγκαῖα, τὰ πλείω δὲ ἐνδεχό μενα, τὰ δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐνδεχόμενα ἐκ τοιούτων προτάσεων συλ λογίζονται ἐνδεχομένων, ὡς καὶ τὰ ἀναγκαῖα ἐξ ἀναγκαίων (τοῦτο δὲ δῆλον ἐκ τῶν Ἀναλυτικῶν), φανερὸν ὅτι αἱ προτάσεις, ἐξ ὧν τὰ ἐνθυμήματα, αἱ μὲν ἀναγκαῖαι, αἱ δὲ ὡς ἐπὶ τὸ πολύ, τὰ δὲ ἐνθυμήματα ἐξ εἰκότων καὶ σημείων εἰσὶ καὶ τὰ μὲν εἰκότα ὡς ἐπὶ τὸ πολύ, τὰ δὲ σημεῖα ἀναγ εἰ καὶ μὴ πάντα, ἀλλὰ τὰ τεκμηριώδη. [a 33] ὥστε ἀνάγκη τού των ἐκ ἑκάτερον ταὐτο εἶναι ἐκείνοις, τὸ μὲν εἰκὸς τοῖς ἐνδεχομένοις πράγμασι, τὸ δὲ σημεῖον τὸ τεκμηριῶδες τοῖς ἀναγκαίοις. λέγει τοίνυν ἐφεξῆς, τί τὸ σημεῖον καὶ τί τὸ εἰκός, καὶ πῶς τοῦ σημείου τὸ μὲν ἀναγκαῖον καὶ τεκμήριον, τὸ δὲ ἀνώνυμον ὁμωνυμοῦν τῷ σημείῳ τῷ γένει, ἐν δεχόμενον δέ. [a 34] εἰκὸς οὖν ἐστι τὸ ὡς ἐπὶ τὸ πολὺ γινόμενον,
οἷον ὁ καλλωπιζόμενος ὡς ἐπὶ τὸ πολὺ πόρνος καὶ ὁ νύκτωρ πλανώμενος [*](f. 3v) ὡς ἐπὶ τὸ πολὺ κλέπτης, οὐ πᾶς δέ, καὶ ὁ πυκνὸν ἀναπνέων πυρέττει, οὐχ ἁπλῶς δὲ οὐδὲ ἐπὶ τὸ πολὺ ἀλλὰ καὶ ἐπ’ ἔλαττον· τοῦτο γὰρ τῆς φύσεως τὸ ποτὲ διαμαρτάνειν· εἰκὸς γὰρ τὸν ἔχοντα πανοπλίας τυραννῆσαι καὶ τὸν ὀρύττοντα θησαυρῷ ἐντυχεῖν καὶ τὸν ἐπὶ βαλανεῖον πορευόμενον φίλῳ ἐντυχεῖν ἀνδρὶ ἢ βιβλίῳ χρησίμῳ ἢ ἄλλῳ χρειωδεστάτῳ. [a 36] οὕτω δὲ ἔχει τὸ εἰκὸς πρὸς ἐκεῖνο, πρὸς ὃ εἰκός, ὡς τὸ καθ’ ὅλου πρὸς τὸ κατὰ μέρος, ἀποδεικνύμενον καὶ κατασκευαζόμενον· οἷον ὁ δεῖνα νύκτωρ πλανᾶται· κλέπτης ἄρα. παρέλειψα τὸ πᾶς νύκτωρ πλανώμενος κλέπτης καὶ κατεσκεύασα διὰ τῆς ἐλάττονος καὶ μερικῆς προτάσεως τὸ λεγόμενον. ἐνταῦθα οὖν ἡ μὲν ἐλάττων μερική, ἡ δὲ μείζων, ἣν παραλιμπάνει, ψευδής, τὸ πᾶς ὁ νύκτωρ πλανώμενος κλέπτης, καὶ τὸ συμπέρασμα ψεῦδος. εἰ δ’ εἴπῃ, τὶς νύκτωρ πλανώμενος κλέπτης, αἱ δύο μερικαὶ προτάσεις εὑρίσκονται. τοιοῦτον μὲν τὸ εἰκός. καὶ οὕτω δὴ ἔχει τοῦτο τὸ εἰκὸς τὸ καὶ ἐπὶ πλέον καὶ ἐπ’ ἔλαττον πρὸς ἐκεῖνο, ὃ εἰκὸς μὲν ἐπὶ πολὺ δέ, ὡς τὸ καθ’ ὅλου πρὸς τὸ κατὰ μέρος· ὃ γὰρ περιέχει καὶ τὸ ἐπὶ πολὺ καὶ τὸ ἐπ’ ἔλαττον, πῶς οὐκ ἐπὶ πλέον καὶ καθολικώτερον τοῦ εἰκότος ἐκείνου, ὅπερ ἐστὶ μόνον ὡς ἐπὶ τὸ πολύ; τοῦ δὲ σημείου τὸ μὲν τεκμήριον, ὃ καὶ ἀναγκαῖόν ἐστι, τὸ δὲ ὁμώνυμον τῷ σημείῳ τῷ γένει, αὐτὸ ἀνώνυμον ὄν, ὃ καὶ λυτὸν καὶ οὐκ ἀναγκαῖόν ἐστιν ἀλλὰ καὶ ἀσυλλόγιστον. [b 2] ἔστι δὲ τούτων τὸ μὲν ὡς τὸ καθ᾽ ἕκαστόν τι πρὸς τὸ καθ’ ὅλου, λυτὸν δέ, ὡς τὸ [b 12] οἱ σοφοὶ δίκαιοι συμπέρασμα· Σωκρά της γὰρ σοφὸς ἦν καὶ δίκαιος. [b 3] τὸ δὲ ὡς τῶν καθ’ ὅλου [*](f. 4r) τι πρὸς τὸ κατὰ μέρος· τούτου δὲ τὸ μὲν ἀναγκαῖον καὶ τεκμήριον, τὸ δὲ οὐκ ἀναγκαῖον ἀνώνυμον καὶ οὐκ ἀληθές. ῥητέον δὲ καὶ τὰ παραδείγματα τοῦ τεκμηρίου οὕτως· ἥδε ἡ γυνὴ γάλα ἔχει· τέτοκεν ἄρα. ὅδε πυρέττει· νοσεῖ ἄρα. ταῦτα ἀναγκαῖα σημεῖα καὶ ἄλυτα· τε κμήρια γάρ. ῥητέον δὲ καὶ τὸ λυόμενον· ὅδε πυκνὸν ἀναπνεῖ· νοσεῖ ἄρα ψεῦδος· οὐ γὰρ πᾶς ὁ πυκνὸν ἀναπνέων νοσεῖ, ἐπεὶ ὁ πνευστιῶν πυκνὸν μὲν ἀναπνεῖ, οὐ νοσεῖ δέ. ἴδωμεν δὲ καὶ τὴν λέξιν. [b 1] τῶν σημείων φησὶ τὸ μὲν οὕτως ἔχει, ὡς τὸ καθ’ ἕκαστόν τι πρὸς τὸ καθ’ ὅλου (θήσει δὲ τούτου καὶ τῶν ἑξῆς παραδείγματα), τὸ δέ, ὡς τῶν καθ’ ὅλου τι πρὸς τὸ κατὰ μέρος. τούτου δ’ ἐλέγομεν τὸ μὲν τεκμήριον, τὸ δ’ ἀνώνυμον καὶ εἰκός. [b 5] ἀναγκαῖα μὲν οὖν εἰσιν, ἐξ ὧν γίνεται συλλογισμὸς ἐν πρώτῳ σχήματι. διὸ καὶ τεκμήριον τὸ
τοιοῦτο τῶν σημείων ἐστὶν ἤτοι ἀναγκαῖόν ἐστιν. [b 7] ὅταν γὰρ μὴ [*](f. 4r) οἶόν τε ἐνδέχεσθαι λυθῆναι τὸ λεχθέν, τότε φέρειν οἴονταί τινες τεκμήριον ὡς πεπερασμένον καὶ δεδειγμένον καὶ τετελειωμένον διὰ προτάσεων ἀκριβῶν καὶ ἀληθῶν. [b 10] ἔστι δὲ τῶν σημείων τὸ μέν, ὡς τὸ καθ’ ἕκαστον πρὸς τὸ καθ ὅλου, ὧδε. τοῦτο παράδειγμα τῆς πρώτης τομῆς τοῦ σημείου καὶ τοῦ πῶς ἔχει τὸ καθ’ ἕκαστον πρὸς τὸ καθ’ ὅλου, ὡς τὸ οἱ σοφοὶ δίκαιοι· Σωκράτης γὰρ σοφὸς ὤν δίκαιός ἐστιν. ἀσυλλόγιστον δέ ἐστιν ἐν τρίτῳ σχήματι, ὡς εἶπε καὶ ἐν τοῖς Ἀναλυτικοῖς, ἐκ δύο μερικῶν συναγόμενον. ἀλλὰ καὶ τὸ συμπέρασμα ψεῦδος· οὐ γὰρ πᾶς σοφὸς δίκαιος. [b 14] τὸ δὲ οἷον εἴ τις εἴπῃ σημεῖον ὅτι νοσεῖ τὸ συμπέρασμα, πυρέττει γάρ ὁ μέσος ὄρος, ἢ τέτοκεν ἡ γυνή τὸ συμπέρασμα, ἔχει γὰρ γάλα ὁ μέσος ὅρος, ταῦτα ἀναγκαῖα. [b 17] τὸ δὲ ὡς τὸ καθ’ ὅλου πρὸς τὸ κατὰ μέρος, οἷον εἴ τις εἴπῃ ὅδε πυρέττει τὸ συμπέρασμα· διὰ τί; διότι πυκνὸν ἀναπνεῖ ὁ μέσος ὅρος. πᾶς δὲ ὁ πυκνὸν ἀναπνέων νοσεῖ ἡ μείζων πρότασις· ψευδὴς γάρ. εὑρίσκεται δὲ ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστον ἐκ δύο καταφατικῶν καὶ τὸ ἥδε τέτοκεν· ὠχρὰ γάρ· πᾶσα δὲ ὠχρὰ τίκτει· τοῦτο γὰρ ψεῦδος. [b 21] τί μὲν οὖν εἰκὸς καὶ τί σημεῖον καὶ τεκμήριον, ἐστενωμένως εἴρηκε νῦν, πλατύτερον δὲ ἐν τοῖς Ἀναλυτικοῖς. [b 25] ῥητέον δὲ καὶ περὶ παραδείγματος. τὸ παράδειγμα ταὐτὸν μέν, ὡς εἴπομεν, τῇ ἐπαγωγῇ· ὃ γὰρ ἐν διαλεκτικῇ ἐπαγωγή, τοῦτο ἐν ῥήτορσι παράδειγμα.[b 26] ἔστι δὲ τὸ παράδειγμα οὔτε ὡς μέρος πρὸς ὅλον· ὁ γὰρ ἐκ τοῦ μέρους τὸ ὅλον πιστούμενος ἐπαγωγὴν ποιεῖ· οἷον ὁ ἄνθρωπος τὴν κάτω γένυν κινεῖ, ὁ κύων, ὁ βοῦς, τὸ πρόβατον, ἡ ἄρκτος· πᾶν ἄρα ζῷον τὴν κάτω γένυν κινεῖ. πάλιν ἡ κορώνη ἄχολον οὖσα μακρόβιον, ὁ ἐλέφας, ἡ ἔλαφος· πᾶν ἄρα ἄχολον μακρόβιον. ὁ οὖν ἐκ τοῦ μέρους τὸ ὅλον δει κνύων ἐπαγωγικῶς συμπεραίνει. ἔχεις ἐντεῦθεν ὡς πόρισμα καὶ τί τὸ διά φορον ἐπαγωγῆς καὶ παραδείγματος· ἡ μὲν γὰρ ἐπαγωγὴ ὡς μέρος πρὸς ὅλον, τὸ δὲ παράδειγμα, ὡς ἐφεξῆς ἐροῦμεν, τοιοῦτόν ἐστιν, ἡνίκα ἐκ μέμέρος δεικνύμενον ᾗ καὶ πιστούμενον· ὡς ὅταν κωλύῃ τις Διονυσίῳ δοῦναι φυλακὴν τοῦ σώματος Συρρακουσίους αἰτοῦντι, ἵνα μὴ ἐπιχειρήσῃ τυραννίδι· καὶ γὰρ Πεισίστρατος αἰτήσας παρ’ Ἀθηναίων φυλακὴν ἐτυράν
νησε καὶ Θεαγένης παρὰ Μεγαρέων. ἑκάτερον δὲ τούτων, καὶ τὸ δεικνύμενον [*](f. 4r) καὶ τὸ δι’ οὗ δείκνυται καὶ κωλύεται, μέρη ἐστὶν ὅλου τοῦ ὅτι οἱ φυλακὴν αἰτοῦντες ἐπιτίθενται τυραννίδι. μέρος οὖν πρὸς μέρος, ὅμοιον πρὸς ὅμοιον τὸ παράδειγμα. [b 27] οὐκ ἔστι δὲ οὐδ’ ὡς ὅλον πρὸς μέρος· ὡς γάρ, ἡνίκα ἐκ μέρους τὸ ὅλον, τότε ἐπαγωγὴ τὸ λεγόμενον, οὕτως, ἡνίκα τὸ μέρος ἐκ τοῦ ὅλου λαμβάνει τὴν πίστιν, συλλογισμὸς γί νεται. καὶ ἔστιν ἀναγκαστικωτάτη τῶν πίστεων αὕτη· ὃ γὰρ τῷ καθ’ ὅλου ὑπάρχει, τοῦτο ἐξ ἀνάγκης καὶ τῷ περιεχομένῳ ἐν τούτῳ καὶ μερικῷ· ἡνίκα γὰρ λέγω τὸ ἐλεεῖν δικαιοσύνη, πᾶσα δικαιοσύνη καλόν, πᾶν καλὸν ἀγαθόν, τὸ ἐλεεῖν ἄρα ἀγαθόν’ ἐκ τοῦ ἐν ὅλῳ συλλογιζόμενος τότε τὸ μέρος ἐκ τοῦ ὅλου δεικνύω· ὁ γὰρ δούς, ὅτι πᾶσα δικαιοσύνη καλόν, δίθυμημάτων δωσι καὶ τὸ ἐλεεῖν (ὃ τὶς δικαιοσύνη καὶ μέρος ἐστί) καλὸν καὶ ἀγαθόν. [b 27] οὔτε οὖν τοιοῦτον τὸ παράδειγμα, ὡς ὅλον πρὸς μέρος, οὔτε ὡς ὅλον πρὸς ὅλον, οἷον ὡς πάντων τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη, [*](f. 4v) οὕτω καὶ τῶν ἐναντίων αἰσθητῶν ἡ αὐτὴ αἴσθησις, καὶ ὡς πᾶσα νόσος βλάπτει τὸ σῶμα, οὕτω καὶ πᾶσα κακία τὴν ψυχήν· ἀλλ’, ὅπερ ἐλέγομεν, ὡς μέρος πρὸς μέρος, ὅμοιον πρὸς ὅμοιον, ὅταν ἄμφω μὲν ᾖ ὑπὸ τὸ αὐτὸ γένος· τό τε γὰρ τὸν Πεισίστρατον λαβεῖν φυλακὴν καὶ τὸ τὸν Διονύσιον ὑπὸ τὸ αὐτὸ γένος εἰσὶ τὸ ἐπιτίθεσθαι τυραννίδι. [b 29] 5γνωριμώτερον δὲ θάτερον θατέρου ἐστί· τὸ μὲν γὰρ τὸν Διονύσιον τυραννίδι ἐπιθέσθαι ἄδηλον νῦν αἰτοῦντα φυλακὴν σώματος, τὸ δὲ τὸν Πειθυμημάτων σίστρατον καὶ Θεαγένη τῶν προδήλων· ἐπέθεντο γὰρ τυραννίδι φυλακὴν αἰτήσαντες. τὰ δ’ ἄλλα σαφῆ. [1358a 1] ἐξ ὧν μὲν οὖν γίνονται αἱ πίστεις, εἴρηται, τίνα εἰσίν, ὅτι ἐνθύμημα καὶ παράδειγμα, τὸ δὲ ἐνθύμημα ἐξ εἰκότων καὶ σημείων, τῶν δὲ σημείων τὰ μὲν ἀναγκαῖα καὶ τεκμήρια, τὰ δὲ ἀνώνυμα καὶ πιθανὰ καὶ λυτὰ καὶ οἷον εἰκότα. [a 2] τῶν δὲ ἐν μεγίστη διαφορά. ἢ βούλεται εἰπεῖν, ὅτι εἰσὶ τόποι τινὲς κοινοὶ ἐφαρμόζοντες πᾶσιν, ὡς ὁ τοῦ μᾶλλον καὶ ἧττον, ὁ τοῦ δυνα τοῦ καὶ ἀδυνάτου, τοῦ μεγάλου καὶ μικροῦ, εἰσὶ δὲ ἄλλα ἐνθυμημάτων τισὶ μονομερῶς ἐφαρμόζοντα — παραδώσει οὖν πρῶτον μὲν περὶ τῶν ἰδίων ἑκάστοις, εἶτα καὶ περὶ τῶν κοινῶν τόπων —. ἢ ὃ λέγει, καὶ τοιοῦτον, ὅτι λανθάνει τοὺς πολλοὺς τὰ ἐνθυμήματα πολλὰ ὄντα καὶ διαφόρων πραγματειῶν, ἐπειδὴ τὰ μὲν ἠθικά εἰσιν ἐνθυμήματα, τὰ δὲ φυσικά, τὰ δὲ γεωμετρικὰ τυχόν, τὰ δὲ ἴσως ἀριθμητικά· ὥσπερ γὰρ ὁ διαλεκτικὸς ποτὲ μὲν συλλογίζεται φυσικόν τι θεώρημα λαβὼν καὶ εἴη ἂν τότε ὁ συλλογισμὸς φυσικός, ποτὲ δὲ ἠθικόν τι θεώρημα συλλογίζεται καὶ εἴη ἂν ὁ συλλο γισμὸς ἠθικός, ποτὲ δὲ γεωμετρικῶς συμπεραίνει, ἡνίκα ποιεῖ τὰ ψευδο γραφήματα, καὶ εἴη ἂν τότε γεωμετρικὸν τὸ συλλογιζόμενον, οὕτω καὶ ὁ
ῥήτωρ ἐκ διαφόρων μεθόδων καὶ πραγματειῶν ἐνθυμήματα ποιῶν εὑρεθήσεται· [*](f. 4v) καὶ δόξαιεν ἂν ἴσως ταῦτα ῥητορικά, οὐκ εἰσὶ δέ, ἀλλ’ εἰ μὲν ἐκ τῆς ἠθικῆς, ἠθικά, εἰ δὲ ἐκ τῆς φυσικῆς, φυσικά. παραδείγματος δὲ χάριν ἔστω φυσικὸν ἐνθύμημα τόδε τὸ ἀδικεῖν φύσει· καλὸν ἄρα· πᾶν γὰρ τὸ φύσει καλόν· ἐπεὶ καὶ οἱ λύκοι φύσει ἀδικοῦντες καὶ ἁρπάζοντες ζῶσι καὶ οἱ ἰχθύες ἀδικοῦντες καὶ ἐσθίοντες τοὺς μικροὺς ζῶσι. πάλιν ὅδε τὰ ἀκρωτήρια μεγάλα ἔχει τῶν μερῶν· ἰσχυρὸς ἄρα καὶ πολεμιστής,φυσικόν· εἰ δ’ εἴπωμεν ὅδε τιμῆς ἄξιος· σώφρων γὰρ καὶ ἀνδρεῖος καὶ δίκαιος, ἠθικὸν τὸ ἐνθύμημα. εἰ δὲ βούλομαι συμβουλεῦσαι φανῆναι τὸ ἡμέτερον στρατόπεδον ὀλίγον τοῖς πολεμίοις, καίτοι μυριοπληθὲς ὂν τυχόν, ἐρῶ οὕτως παραταττέσθω κατὰ κύκλον· πολυχωρητότατος γὰρ ὁ κύκλος· μικρὸν δὲ φαίνεται πορρωτέρω τὸ κυκλικῶς στρατηγοῦν καὶ φραττό μενον ἢ τὸ ἀνάπαλιν, εἰ βουλόμεθα πολὺ φανῆναι τὸ πλῆθος ὃν ὀλίγον, ἐροῦμεν ὡς ἐν τριγώνου σχήματι στρατοπεδευτέον καὶ παρατακτέον· πολλοὶ γὰρ φανούμεθα, συνεννοουμένης προτάσεως τῆς τὸ τρίγωνον μέγα δοκεῖ, εἰ καὶ ἔστιν ὀλιγοχώρητον. ταῦτα δὲ συνταγματικὰ καὶ γεωμετρικά. μὴ ζήτει δὲ τὸ ἀκριβὲς ἐν τοῖς παραδείγμασιν. ἔσται δὲ τυχὸν καὶ ἀριθμητι κὸν τὸ ἐνθύμημα· οἷον ὄρυγμα ποιήσας πορνοβοσκὸς δέκα ἀριστεῖς ἀπέ κτεινεν ἐρεῖς ἠτίμωκας τὸν τέλειον ἀριθμόν, ἐφόνευσας ἀριστεῖς. ὁ συλλο γισμὸς οἵδε δέκα ἀριστεῖς· ὁ δέκα τέλειος ἀριθμός· οἵδε ἐν τελείῳ ἀριθμῷ· ὁ τοίνυν ἀποκτείνας ἠτίμωσε τὸν δέκα καὶ τέλειον ἀριθμόν. [a 2] τῶν ἐνθυμημάτων φησὶ μεγίστη διαφορὰ καὶ σχεδὸν λεληθυῖα τοὺς πολ λούς, ὥσπερ καὶ ἐν τῇ διαλεκτικῇ μεθόδῳ πολλοὶ οἱ συλλογισμοί, ἠθικοί, φυσικοί, γεωμετρικοί, ὁποῖοι οἱ ἐκ ψευδογραφημάτων, καὶ διαλεκτικοὶ καὶ διάφοροι. [a 4] τὰ μὲν γὰρ τῶν ἐνθυμημάτων εἰσὶ ῥητορικὰ ἤτοι οἰκεῖα τῇ ῥητορικῇ, ὡς τὸ ὅδε πλανᾶται νύκτωρ· κλέπτης ἄρα, ὥσπερ καὶ ἐν τῇ διαλεκτικῇ εἰσι διαλεκτικοὶ οἰκεῖοι συλλογισμοί. [a 6] τὰ δὲ τῶν ἐν θυμημάτων εἰσὶ κατὰ τὰς ἄλλας τέχνας καὶ ἐπιστήμας, τὰ μέν. ὡς εἴπομεν, ἠθικά, τὰ δὲ διαλεκτικά, εἴ γε ἐκ τῶν δοκούντων εἰσὶ τοῖς σοφοῖς, τὰ δὲ φυσικά· τοῦτο γὰρ δηλοῖ λέγων τὰ δὲ κατὰ τὰς ἄλλας τέχνας καὶ δυνάμεις, τὰς μὲν εὑρεθείσας καὶ τεχνωθείσας καὶ ὀργανωθείσας, [*](f. 5r) τὰς δὲ οὔπω καταληφθείσας, ὅτι ἴσως ὁ χρόνος πάλιν εὑρετὴς ἄλλων τε χνῶν φωραθήσεται· ἀλλὰ τὰ τῆς ἐπικρατούσης οἰήσεως καὶ τῆς διακένου σοφίας τὸ περιὸν ἐν πολλοῖς δέδοικα μὴ καὶ τὰς ὀργανωθείσας ἐντέχνως μεθόδους καὶ δυνάμεις καὶ ἐπιστήμας εἰς τὸ πρῴην ἄτεχνον ἐληλακέναι καὶ ἀντιπεριστῆναι παρασκευάσῃ κατὰ ἀνάλυσιν. ἀλλὰ τοῦτο μὲν ὡς ἐπεισοδιῶδες ἐάσθω καὶ πάρεργον. [a 8] ὃ δὲ ἐλέγομεν, διὰ τοῦτο τὰ ἐνθυμή
ματα λανθάνουσί τε τοὺς ἀκροατὰς οἰομένους εἶναι πάντα ῥητορικῆς, [*](f. 5r) πλὴν εὐδοκιμοῦσιν οἱ μᾶλλον ἐνθυμημάτων μὲν ἁπτόμενοι ἠθικῶν καὶ φυσικῶν, κατὰ τρόπον δὲ καὶ δεόντως μεταβαίνοντες ἐξ αὐτῶν καὶ οἰκεῖα τῇ ῥητορικῇ ταῦτα ποιοῦντες καὶ προσφυῶς συναρμόζοντες [a 9] σαφὲς δ’ ἔσται τὸ λεγόμενον περὶ τῶν ἐνθυμημάτων διὰ πλειόνων ἐπεξεργασθέν. [a 10] λέγω γὰρ οὐ μόνον εἶναι ἐπὶ τῆς διαλεκτικῆς καὶ ῥητορικῆς ἄλλον μὲν συλλογισμὸν γεωμετρικὸν καὶ ἕτερον φυσικόν, καὶ ἄλλο μὲν ἐνθύμημα ἠθικὸν καὶ ἑτεροῖον φυσικόν, ἀλλὰ πρὸς τούτοις λέγω καὶ κοινοὺς εἶναι τόπους πᾶσιν ἁρμόττοντας καὶ εἶναι τὸν αὐτὸν καὶ ἕνα τόπον φυσικῆς πραγματείας καὶ ἠθικῆς καὶ ῥητορικῆς καὶ διαλεκτικῆς καὶ ποιητικῆς καὶ [a 13] πολλῶν διαφερόντων τῷ εἴδει, οἷον ὁ τοῦ μᾶλλον καὶ ἧττον τόπος καὶ τοῖς φυσικοῖς ἁρμόττει· τὸ μᾶλλον γὰρ κοῦφον ἄνω φέρεται μᾶλλον, τὸ δ’ ἧττον φέρεται μὲν ἄνω, ἧττον δέ, καὶ τὸ μᾶλλον βαρὺ μᾶλλον κάτω φέρεται. ἐπὶ δὲ ἰατρικῆς μᾶλλον ἡ θριδακίνη ψύχει, ἧττον δὲ ἥδε ἡ πόα. ἐπὶ δὲ τῶν ἠθικῶν μᾶλλον μὲν ἡ μεγαλοπρέπεια, ἧττον δὲ ἡ ἐλευθεριότης ἀγαθόν· ὑπερέχει γὰρ ἡ μεγαλο πρέπεια τῆς ἐλευθεριότητος, ἀρεταὶ δὲ ἄμφω· ὥσπερ καὶ ἐπὶ τῶν κακιῶν μᾶλλον μὲν κακὸν ἡ ἀκολασία, ἧττον δὲ ἡ ἀναισθησία. ἐπὶ δὲ τῆς δια λεκτικῆς μᾶλλον μὲν δοκεῖ τοῖς σοφοῖς τὴν ὑγείαν καὶ τὴν ἀρετὴν εἶναι ἀγαθόν, ἧττον δὲ τὸν πλοῦτον. ἐπὶ δὲ τῆς ῥητορικῆς μᾶλλον μὲν κακὸν ἡ ἱεροσυλία, ἧττον δὲ κακὸν ἡ κλοπή, καὶ μᾶλλον μὲν ὁ φόνος, ἧττον δὲ κακὸν τὸ αἰκίσαι, καὶ μᾶλλον μὲν ἀγαθὸν τὸ τύραννον ἀποκτεῖναι, ἦττον δὲ τὸ πεῖσαι ἀποσχέσθαι τῆς τυραννίδος. ἐπὶ δὲ γεωμετρίας μᾶλλον ὁ κύκλος πολυχωρητότερον, ἦττον δὲ τὸ τρίγωνον· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.οὕτως ὁ τοῦ μᾶλλον καὶ ἧττον τόπος κοινότατος. εἰσὶ δὲ καὶ τοῖς ῥήτορσι κοινοὶ τόποι, ἀφ’ ὧν καὶ ὁ πανηγυρίζων ὅτι δυνατὸν γενέσθαι τόδε κατασκευάζει καὶ ὁ συμβουλεύων καὶ ὁ ἀμφισβητῶν· καὶ ὁ περὶ τοῦ μέγα τόδε ἢ μικρὸν κοινὸς τοῖς τρισίν. [a 16] εἰσὶ δὲ καὶ ἕτεροι τόποι τοιοῦτοι περὶ δικαίων ἤτοι ῥητορικῆς οἰκεῖοι ἢ περὶ φυσικῶν ἢ περὶ ὁτουοῦν, ἠθικῆς ἢ διαλεκτικῆς πραγματείας. καίτοι ταῦτα εἴδει διαφέρει τὰ ῥητορικὰ καὶ ἠθικὰ καὶ πολιτικά, ἀλλ’ ὅμως κοινοί τινες τόποι τούτοις ἐφαρμόττουσιν, ὡς δῆλον ἐκ τούτου τοῦ μᾶλλον καὶ ἧττον τόπου· οὐδὲν γὰρ μᾶλλον ἔσται ἐκ τούτου συλλογίσασθαι διαλεκτικῶς ἢ ἐνθύμημα εἰπεῖν περὶ δικαίων ῥητορικῶς ἢ περὶ φυσικῶν ἢ περὶ ὁτουοῦν ἑτέρου. [a 16] ταῦτα δέ, ὡς εἴπομεν πολλάκις, τῷ εἴδει διαφέρει. ἐντεῦθεν δῆλον, ὡς ἔχομεν κοινοὺς τόπους πᾶσιν ἐφαρμόζοντας. ἴδια δὲ ἐπιχειρήματα καὶ πίστεις, ὅσα εἰσὶν ἐκ τῶν οἰκείων ἑκάστῳ εἴδει καὶ ὑποκειμένῳ προ
τάσεων, οἷον περὶ φυσικῶν εἰσι προτάσεις, ἐξ ὧν οὔτε ἐνθύμημα [*](f. 5r) ἔσται ῥητορικὸν οὔτε συλλογισμός ἐστι περὶ τῶν ἠθικῶν· τί γὰρ κοινὸν νοήμασι φυσικοῖς καὶ ἠθικοῖς; [a 20] καὶ περὶ τούτων αὖ, τῶν ἠθικῶν φημι καὶ ῥητορικῶν, εἰσὶν ἐνθυμήματα καὶ τόποι οἰκεῖοι, ἐξ ὧν οὐκ ἔστι συλλογισμὸς φυσικοῖς οἰκεῖος. [a 21] ὁμοίως δὲ τοῦτ’ ἐπὶ πάντων· τὰ γὰρ τοῖς γεωμετρικοῖς οἰκεῖα οὐκ ἔσται τῶν ἀριθμητικῶν. κἀκεῖνα μέν, οἱ κοινῶς πᾶσιν ἐφαρμόζοντες τόποι, οὐ ποιεῖ περὶ οὐδὲν γένος ὑποκείμενον τέχνης τινὸς ἐπιστήμονα καὶ τεχνίτην· τοῦτο γὰρ δηλοῖ τὸ ἔμφρονα, ὅτι μὴ περὶ ἓν ὑποκείμενον καταγίνονται. [a 23] ταῦτα δὲ ἤτοι τὰ ἴδια ἑκάστης φυσικῆς καὶ ἠθικῆς καὶ λογικῆς πραγματείας ἴσως καὶ ῥητορικῆς θεωρήματά τε καὶ ἐνθυμήματα ἐκλεξάμενός τις λήσει ποιήσας ἄλλην ἐπιστήμην τῆς διαλεκτικῆς καὶ ῥητορικῆς [a 25] ἂν γὰρ τύχῃ ἀρχαῖς ὡρισμέναις καὶ ταύταις ἰδίας πορίσηται προτάσεις καὶ κατασκευάς, οὐκέτι διαλεκτικὴν οὐδὲ ῥητορικὴν ἑκ τούτων οὖσαν εὑρήσει καὶ γνώσεται· αὗται γὰρ οὐχ ὡρισμένον γένος ἔχουσιν ἀλλ’ ἐκείνην, ἧς ἔχει τὰς ἀρχάς, ἢ ἀτούτωνοὖσανριθμητικὴν τυχὸν ἢ γεωμετρίαν ἢ ἠθικήν, [*](f. 5v) καθάπερ εἴπομεν. [a 26] ἔστι δὲ τὰ πλείω τῶν ἐνθυμημάτων ἐκ τούτων τῶν εἰδῶν τῶν κατὰ μέρος καὶ ἰδίων, τῶν οἰκείων ἑκάστῃ τέχνη θεωρημάτων, ἐκ δὲ τῶν κοινῶν τόπων τῶν πάσαις ἐφαρμοττόντων ἢ ταῖς πλείοσιν ἐπιστήμαις ὀλίγα. [a 29] καθάπερ οὖν καὶ ἐν τοῖς Τοπικοῖς ἄλλους μὲν ἔχομεν τόπους κοινούς, ἑτέρους δὲ ἰδίους καὶ καταλλήλους καὶ προσφόρους τῇ κατασκευῇ τοῦ γένους ἢ τῇ ἀνασκευῇ, ἑτέρους δὲ οἰκείους τῇ δείξει τοῦ εἶναι τόδε εἶδος ἢ μή, οὕτω δὴ καὶ ἐνταῦθα διαιρετέον τῶν ἐνθυμημάτων τά τε εἴδη τὰ οἰκεῖα ἑκάστῳ, ἐξ ὧν τὸ δίκαιον (τοῦ δικανικοῦ) ἢ τὸ ἄδικον, καὶ ἐξ ὧν τὸ συμφέρον (τοῦ συμβουλευτικοῦ) ἢ τὸ βλαβερόν, καὶ ἐξ ὧν τὸ καλὸν καὶ τὸ αἰσχρόν (τοῦ πανηγυρικοῦ)· οὐ μὴν ἀλλὰ καὶ ἑτέρας πίστεις καὶ τόπους παραδώσει, ἐξ ὧν τόδε μέγα, τόδε δὲ μικρόν, καὶ ἐξ ὧν τόδε δυνατόν, τόδε δὲ ἀδύνατον. ταῦτά τε οὖν διαιρετέον τὰ ἴδια ἑκάστῳ, ἅπερ εἴδη λέγει, καὶ τοὺς κοινοὺς τόπους πάντων ὡς πᾶσιν ἐφαρμόζοντας. [a 32] πρῶτον οὖν εἴπωμεν περὶ τῶν εἰδῶν, τῶν οἰκείων ἑκάστῳ λέγω πίστεων καὶ ἐνθυμημάτων καὶ τόπων· ἀλλὰ πρὸ τούτων εἴπωμεν, πόσα τὰ γένη τῆς ῥητορικῆς ἤγουν εἴδη, ὅπως διελόμενοι, πόσα ἐστὶ ταῦτα τὰ εἴδη αὐτῆς, περὶ τούτων παραδώσομεν ἐφεξῆς τὰ στοιχεῖα καὶ τὰς προτάσεις τῶν πίστεων, ἐξ ὧν ἕκαστον κατασκευάζεται ἢ ἀνα σκευάζεται, καὶ τῶν οἰκείων τόπων καὶ ἐνθυμημάτων.

Ἔστι δὴ τῆς ῥητορικῆς εἴδη τρία τὸν ἀριθμὸν δηλονότι ὅτι τοσοῦτοι καὶ οἱ ἀκροαταί, δικαστής, ἐκκλησιαστὴς καὶ θεωρός. εἰς

κατασκευὴν δὲ τοῦ ὅτι τρεῖς οἱ ἀκροαταὶ προσλαμβάνει λῆμμα τοιοῦτον [*](f. 5v) τὸ ὁ μὲν γὰρ λόγος ἐκ τριῶν σύγκειται, ἐκ τοῦ λέγοντος καὶ περὶ οὗ πράγματος λέγει καὶ πρὸς ὃν ἀκροατήν. τούτου τεθέντος, ὅτι ἕτερος ὁ λέγων καὶ ἄλλο τὸ περὶ οὗ λέγει, ἕτερος δὲ ὁ ἀκροατής, πρὸς ὅν, ἐφεξῆς θεωρεῖ τὸν ἀκροατήν. [b 2] οὗτος δὲ ἢ θεωρός ἐστι τῆς δυνάμεως τοῦ πανηγυρίζοντος, καὶ ποιεῖ ἓν εἶδος, ἢ κριτής, ἀλλ’ εἰ μὲν περὶ μελλόντων, τὸν ἐκκλησιαστὴν σημαίνει, καὶ ἰδοὺ τὸ συμβουλευτικόν, εἰ δὲ περὶ παρελ θόντων, τὸν δικαστήν, καὶ ἰδοὺ τὸ δικανικόν. ἐφερμηνεύει δὲ τὸ λεγό μενον οὑτωσὶ φάσκων· [b 4] ἔστι δὲ ὁ μὲν περὶ τῶν μελλόν τωνκρίνων ἐκκλησιαστής, ὁ δὲ περὶ τῶν γεγενημένων δικαστής, ὁ δὲ περὶ τῆς δυνάμεως τοῦ γράφοντος, εἴτε ἐντέχνως εἴτε ἀτέχνως ἐνεκωμίασε καὶ ἐπῄνεσε τὸ προκείμενον, ὁ τοιοῦτος θεωρός· καὶ ἰδοὺ τρία εἴδη. ἀλλὰ διὰ τί περὶ δυνάμεως εἴρηκεν, ἐρωτᾷς. ἐγώ σοι τὴν αἰτίαν ἀκριβῆ παραδώσω περιεργότερον καὶ αὐτὸς βασανίσας τὴν λέξιν· διηπόρηται γὰρ κἀμοί, διὰ τί ἐνταῦθα λέγει τὸν ἀκροατὴν τοῦ πανηγυρί ζοντος θεωρὸν τῆς ἐκείνου δυνάμεως· ἔστι γὰρ καὶ ἐν τοῖς δικαζομένοις καὶ συμβουλεύουσι δύναμις. ἡ δ’ αἰτία φαίνεται τοιαύτη καὶ τῆς σῆς ἀπο ρίας ἡ ἐπίλυσις ἀξία. ὁ μὲν συμβουλεύων τοῦτο μόνον δεικνύει τὸ συμ φέρον εἶναι τὸ περὶ οὗ ἡ συμβουλή, ἀλλὰ καὶ ἐξ ἀληθῶν καὶ δοκούντων καὶ φαινομένων πιθανῶν ὀφείλει κατασκευάζειν. ὁμοίως καὶ ὁ δικαζόμενος κατηγορῶν εἴτε ἀπολογούμενος δεῖξαι μέλλει, ὅτι γέγονε τόδε, οὐχ ἁπλῶς δὲ ἀλλὰ μετὰ βασάνου καὶ πίστεως ἀκριβοῦς. ὁ δὲ πανηγυρίζων ἐπαινῶν τοῦτο μόνον ἔχει σκοπὸν ἐγκωμιάσαι καὶ πολλάκις ἐκ ψευδῶν καὶ ἀπιθά νων τῷ περιόντι τῆς οἰκείας δυνάμεως κατασκευάζει τὸ λεγόμενον· τὴν δύναμιν οὖν ἐπιδείκνυται τὴν οἰκείαν δεικνὺς τὸν κώνωπα ἴσον τῷ λέοντι καὶ τὸν χειμῶνα κρείττω τοῦ θέρους καὶ τὴν μυῖαν ἐπαινετήν, ὥσπερ οἱ δεινοὶ ῥήτορες μυίας ἔπαινον ἐποιήσαντο. καὶ μᾶλλον θαυμάζεται ὁ ῥήτωρ καὶ τὴν οἰκείαν ἐκφαίνει δύναμιν, ὅταν τὰ προφανῶς φαῦλα μετασκευάσῃ καὶ δείξῃ ἐπαινετά· ποίας γὰρ δυνάμεως εἴποις ἂν τὸ τὸν Ἕκτορα τῷ Ἀχιλλεῖ ποιῆσαι ἴσον; οὐ πολλῆς καὶ ἐν λόγοις ἱκανῆς; τὸ δὲ μυίας ἐγκώ μιον οὐ δυνάμεως Δημοσθενικῆς καὶ ἐντέχνου; ὁ τοίνυν θεωρὸς τὴν δύνα μιν ὁρᾷ τοῦ ἐγκωμιάζοντος, εἰ ἐντέχνως ἢ μὴ ἐξῇρε τὸν ἐπαινούμενον·κἂν ἐκ τῶν ὁμολογουμένως φαύλων καὶ φευκτῶν ἐπιχειρήσας ἐπαινετὰ τὰ κατορθώματα τοῦ ἐγκωμιαζομένου ἔδειξε, μᾶλλον θαυμάζεται τῆς τοιαύτης δυνάμεως. ἀκολούθως δὲ καὶ ἐπιδεικτικὸν τὸ πανηγυρικὸν λέγεται τῆς δυνάμεως ἐντεῦθεν φαινομένης τοῦ λέγοντος, ὁποία ἐστίν· ὁ μὲν γὰρ δικα νικὸς ῥήτωρ ἢ τῇ ἀληθείᾳ τοῦ πράγματος βοηθούμενος καὶ νικῶν οὐ [*](f. 6r) τοσοῦτον ἐπαινετός ἐστιν ἢ πιθανὰ μὲν εἰπὼν καὶ ὅσα ἔδει ἡττηθεὶς δὲ οὐ
τοσοῦτον ἐπίψογος· ὁ δὲ πανηγυρίζων ἢ ψέγων δείξας ἢ τὸ φαῦλον ἐπαινετὸν [*](f. 6r) ἢ τὸ ἐπαινετὸν φαῦλον θαυμαστὸς εὑρίσκεται καὶ πολλοὺς ἐπαινέτας εὑρίσκει τῆς οἰκείας δυνάμεως. [b 6] ὥστε τρία γένη ἤγουν εἴδη τῆς ῥητορικῆς. σαφῆ δὲ τὰ ἑξῆς· τίνα γὰρ τὰ τρία εἴδη ταύτης καὶ τίνες οἱ χρόνοι τοῖς τρισί, σαφῶς διηγεῖται. [b 20] τέλος δὲ ἑκάστοις ἕτερόν ἐστιν, τῷ μὲν συμβουλεύοντι τὸ συμφέρον καὶ βλαβερόν· ὁ γὰρ συμβουλεύων εἰς βέλτιον μὲν προτρέπει, ἀποτρέπει δὲ τοῦ χείρονος· τέλος δὲ καὶ σκοπὸν ἔχων ταῦτα τὰ ἄλλα χάριν τούτων λαμβάνει ὡς φέροντα πρὸς ἐκεῖνα, τὸ μὲν δίκαιον εἰς δεῖξιν τοῦ ὅτι συμφέρει, τὸ δὲ ἄδικον διὰ τὸ ὅτι οὐ συμφέρει βλαβερὸν ὄν, ὁμοίως τὸ καλὸν εἰς πίστωσιν τοῦ ὅτι συμφέρει, τὸ δ’ αἰσχρόν, ὅτι βλαβερὸν τόδε. [b 25] τοῖς δὲ δικαζο μένοις τὸ δίκαιον καὶ τὸ ἄδικον, ὁ μὲν κατηγορῶν δεικνύων ἀδικῆσαι τὸν φεύγοντα, ὁ δὲ φεύγων οὐκ ἀδικῆσαι ἀλλὰ δίκαιον ποιῆσαι διατεινόμενος ἢ μὴ ποιῆσαι τὸ ἄδικον. [b 26] τὰ δ’ ἄλλα καὶ οὗτοι συμπαραλαμβάνουσιν εἰς δεῖγμα τούτων, ὁ μὲν κατήγορος τὸ αἰσχρόν, τὸ βλαβερὸν καὶ τὰ λοιπὰ εἰς κατασκευὴν τοῦ ὅτι ἄδικον, ὁ δὲ φεύγων τὸ συμφέρον καὶ καλὸν εἰς βεβαίωσιν τοῦ ὅτι δίκαιον τὸ γεγονός. [b 27] τοῖς δὲ ἐπαινοῦσι καὶ ψέγουσι τέλος τὸ καλὸν καὶ τὸ αἰσχρόν, τὰ δ’ ἄλλα καὶ οὗτοι συμπαραλαμβάνουσι, τὸ δίκαιον μὲν καὶ τὸ συμφέρον ἕνεκα τοῦ παρ’ αὐτοῖς κειμένου τέλους, λέγω δὴ τοῦ καλοῦ, τὸ δὲ ἄδικον καὶ βλαβερὸν ἕνεκα τοῦ δεῖξαι, ὅτι αἰσχρὸν τόδε τὸ προκείμενον εἰς ψόγον. [b 29] σημεῖον δὲ τοῦ ταῦτα εἶναι τὰ τέλη τοῖς τρισί, διότι ἐπὶ τῶν δικανικῶν ἀμφισβητήσεων ἐνίοτε ὁ φεύγων ὁμολογεῖ τὸ γεγονὸς ἐκτὸς τῶν στοχαστικῶν ζητημάτων καὶ βλαβερὸν εἶναι συντίθεται, οὐ μὴν ἄδικον ὁμολογεῖ ἀποδεικνύων αὐτό (εἰ γὰρ συγκατετίθετο καὶ ἄδικον αὐτὸ εἶναι, [b 33] οὐδὲ δικαστηρίων ἔδει), ὁ δὲ διώκων σπεύδει δεῖξαι ἄδικον. ὁ δὲ συμβουλεύων πολλάκις ἄδικον μὲν εἶναι λέγει τὸ περὶ οὖ ἡ συμβουλή, συμφέρον δέ· ὅτι μὲν γὰρ ἄδικον τὸ καταδουλοῦσθαι τοὺς ἀστυγείτονας καὶ μηδὲν βλάπτοντας, συντίθεται, συμβουλεύει δὲ καὶ προτρέπει ὡς ὠφελοῦν τὴν πόλιν. ὁρᾷς, ὅτι τέλος τοῦ συμβουλεύοντος οὐχὶ τὸ δίκαιον καὶ ἄδικον ἀλλὰ τὸ συμφέρον καὶ βλαβερόν. [b 38] πάλιν οἱ ἐπαινοῦντες καὶ ψέγοντες οὐ φροντίζουσιν, εἰ μὴ συμφέρει τὸ γεγονὸς ὡς βλαβερὸν ἢ εἰ συμφέρει, σκοποῦσι δὲ μόνον, εἰ καλόν· εἰ δὲ καὶ βλαβερόν, ἐν ἐπαίνου μοίρᾳ μᾶλλον τοῦτο τιθέασιν, ὅτι τοῦ οἰκείου συμφέροντος ὀλιγωρήσας ὁ ἀριστεὺς τοιοῦτόν τι καλὸν τῇ πόλει περιεποιήσατο, νίκην τυχόν, ἐλευ θερίαν, τρόπαια, νόμων παρρησίαν ἢ ἄλλο τι, [1359a 3] ὁποῖόν τι καὶ Ἀχιλ
λεὺς ἐποίησε βοηθήσας μὲν Πατρόκλῳ, ὅπερ ἐπαινετὸν καὶ καλόν, πεσὼν [*](f. 6r) δέ, ὃ οὐ συμφέρον. [a 6] φανερὸν δὲ ἐκ τούτων τῶν νῦν εἰρημένων, ὅτι, εἰ τῆς ῥητορικῆς εἴδη τοσαῦτα καὶ μέρη, δεῖ προτάσεις ἔχειν οἰκείας τούτοις καὶ ἐνθυμημάτων εἴδη, ἐξ ὧν τὸ πανηγυρικὸν κατασκευασθήσεται,5 καὶ ἑτέρας, ἐξ ὧν τὸ δικανικόν, καὶ ἄλλας, ἐξ ὧν τὸ συμβουλευτικόν· [a 7] τὰ γὰρ τεκμήρια καὶ τὰ εἰκότα καὶ τὰ σημεῖα ῥητορικαί εἰσι πίστεις καὶ προτάσεις· ὁ μὲν γὰρ ἁπλῶς συλλογισμὸς ἐκ προ τάσεών ἐστι, τὸ δὲ ἐνθύμημα συλλογισμός τις. φημὶ δὴ ῥητορικός, συνεστηκὼς ἐκ τεκμηριωδῶν προτάσεων καὶ εἰκότων καὶ σημείων.[a 11] ἐπεὶ δὲ οὔτε πραχθῆναι οἷόν τε οὔτε πεπρᾶχθαι τὰ ἀδύ νατα. ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι οὐ μόνον χρῄζομεν τῶν ἐνθυμημάτων τῶν οἰκείων ἑκάστῳ καὶ καταλλήλων, ἀλλὰ καὶ τῶν κοινῶν· ἐπειδὴ γὰρ περὶ δυνατῶν γενέσθαι συμβουλεύει τις ἢ δικάζεται ἢ πανηγυρίζει, ὅτι οὔτε πανηγυρίζων τις ἐρεῖ πραχθῆναι τὰ ἀδύνατα οὔτε συμβουλεύων ἐρεῖ πραχθήσεσθαι τὰ ἀδύνατα οὔτε ὁ δικαζόμενος ἐρεῖ πεπρᾶχθαι τὰ ἀδύνατα — ἀναλόγως γὰρ τοῖς τρισὶν εἴδεσι τοὺς τρεῖς χρόνους ἀπέδωκεν —, ἐπὶ δὴ τούτῳ χρῄζομεν. φησί, τόπων κοινῶν, ἀφ’ ὧν καὶ ὁ πανηγυρίων καὶ ὁ συμβουλεύων καὶ ὁ δικαζόμενος ἀποδείξουσι δυνατὸν εἶναι τόδε ἢ μή.[a 16] ἔτι δὲ χρῄζομεν τόπων κοινῶν εἰς τὸ δεῖξαι τόδε μέγα ἢ μικρόν, μέγα δὲ ἢ καθ’ αὑτό, ὡς ἡ ἀσέβεια, ἢ πρὸς ἄλλο, ὡς ἡ ἱεροσυλία πρὸς τὴν κλοπήν, καὶ μικρὸν ὁμοίως ἢ καθ’ αὐτό, ὡς τὸ ῥῆξαι τὸ τεῖχος καὶ νίκην ποιῆσαι, ἢ ὡς πρὸς ἄλλο, ὡς ἡ ἱεροσυλία μικρὸν πρὸς τὴν ἀσέ βειαν καὶ τὴν εἰς θεοὺς ὕβριν. [a 23] δεῖ τοίνυν ἔχειν τόπους κοινοὺς τοῦ μείζονος καὶ τοῦ ἥττονος, οἷον τί μεῖζον ἀγαθόν, ὅπερ ὀφείλει δεῖξαι διὰ κοινῶν προτάσεων ὁ πανηγυρικός, καὶ τί μεῖζον ἀδίκημα ἢ δικαίωμα, [*](f. 6v) τοῦ δικανικοῦ· ὁμοίως δὲ καὶ περὶ τοῦ συμφέροντος καὶ βλαβεροῦ, τί μεῖζον καὶ τί ἧττον συμφέρον καὶ ποῖον βλαβερὸν καὶ ποῖον μή· ταῦτα γὰρ δηλῶν εἶπε [a 26] καὶ περὶ τῶν ἄλλων. μετὰ ταῦτα διαιρετέον, περὶ τίνων μὲν συμβουλεύει ὁ συμβουλεύων, περὶ τίνων δὲ οἱ ἐπιδεικτικοὶ λόγοι εἰσὶ καὶ περὶ ὧν οἱ δικανικοί· ἐπεὶ γὰρ διωρισάμεθα, πόσα τὰ εἴδη τῆς ῥητορικῆς καὶ τί τὸ τέλος τούτων τῶν τριῶν καὶ πῶς χρῄζουσι καὶ κοινῶν τόπων καὶ προτάσεων καὶ εἰδῶν ἐνθυμημάτων οἰκείων καὶ προσφόρων ἑκάστῳ, ῥητέον καὶ περὶ τίνων βουλεύονταί τινες καὶ περὶ τίνων δικάζουσι καὶ περὶ τίνων πανηγυρίζουσι. καὶ νῦν μὲν ἐρεῖ, ὅτι περὶ πέντε τινῶν κυρίως συμβουλεύει ὁ συμβουλεύων, πολέμου καὶ εἰρήνης, ἀλλὰ καὶ περὶ χρημάτων, ὅθεν πορισθήσονται, ἔτι δὲ περὶ φυλακῆς τῆς χώρας, πρὸς τού
τοις καὶ περὶ τῶν εἰσαγομένων καὶ ἐξαγομένων, ἀλλὰ καὶ περὶ νομοθεσίας· [*](f. 6v) ἐφεξῆς δὲ προϊὼν ἐρεῖ καὶ περὶ τίνων πανηγυρίζουσι καὶ περὶ τίνων δικά ζουσι.

Πρῶτον δὲ ῥητέον, περὶ τίνων βουλεύεταί τις· δῆλον γὰρ ὡς οὐ περὶ ἀναγκαίων οὐδὲ περὶ ἀδυνάτων βουλεύσεται, ἀλλὰ περὶ τῶν ἐνδε χομένων καὶ ἄλλως ἔχειν. [a 34] οὐδὲ δὴ περὶ τῶν ἐνδεχομένων πάντων· οὐ γὰρ περὶ τοῦ ἐπ’ ἔλαττον ἐνδεχομένου βουλεύσεταί τις, οἷον εἰ δεῖ εὑρεῖν θησαυρὸν βαδίζοντα, οὐδὲ περὶ τῶν ὡς ἐπὶ τὸ πολὺ γινο μένων (τοῦτο γὰρ τῆς φύσεως, τὸ πενταδάκτυλον ποιεῖν ὡς ἐπὶ τὸ πολύ),10 ἀλλὰ περὶ τῶν ἐπ’ ἴσης, ἃ τῆς ἡμετέρας εἰσὶ προαιρέσεως καὶ εἰς ἡμᾶς καὶ εἰς τὸν ἀρχηγὸν νοῦν ἀνάγονται. [a 39] καὶ ὧν ἡ ἀρχὴ τῆς γενέ σεως ἐφ’ ἡμῖν ἐστι· μέχρι γὰρ τούτου σκοποῦμεν, ἕως ἂν εὕρω μεν, εἰ ἡμῖν δυνατὰ πραχθῆναι. βουλόμενος δὲ εἰπεῖν περὶ πέντε ἁπλῶς τινων βουλεύεσθαι τὸν ὑποτιθέμενον φησίν, ὅτι τὰ καθ’ ἕκαστα λέγειν, περὶ ὧν τις βουλεύεται, ἀμήχανον μᾶλλον ἢ ἀστέρας ἀριθμεῖν, ἐπεὶ καὶ τὰ καθ’ ἕκαστα ἄπειρα, ἔτι δὲ καὶ τὸ διορίσαι περὶ αὐτῶν ἀκριβῶς πάντων, πόσα εἰσί, περὶ ὧν ἡ συμβουλή, ἀδύνατον τῆς γὰρ ῥητορικῆς καὶ διαλεκτικῆς, ἐπεὶ δυνάμεις εἰσίν, ἴδιον τὸ μὴ περὶ ὡρισμένον ὑποκείμενον στρέφεσθαι ἀλλὰ περὶ πολλά. [b 5] οὐ δεῖ γοῦν κατὰ τὸν παρόντα καιρόν, καθ’ ὃν περὶ δυνάμεως τῆς ῥητορικῆς διαλεγόμεθα, τὸ ὡρισμένον ζητεῖν καὶ τὸ ὅσον ἐνδέχεται· οὐ γὰρ τοῦτο τῆς ῥητορικῆς οἰκεῖον. ἀλλὰ τίνος; ἐρωτᾷς. ἐμφρονεστέρας ἐπιστήμης, γεωμετρίας, ἀριθμητικῆς καὶ τῶν ἄλλων. ἔα γοῦν, μὴ ζήτει τὸ ἀκριβὲς διὰ τὸ μήτε ῥητορικῆς εἶναι τοῦτο καὶ διὰ τὸ [b 7] πλείω δεδόσθαι καὶ νῦν αὐτῇ τῶν οἰκείων θεωρημάτων, ὅπερ ἐστὶ ταὐτὸν τῷ καίτοι καὶ νῦν πολλὰ ἀπεχαρισάμεθα αὐτῇ καὶ ἀρκείσθω ἐν αὐτοῖς πλείω τοῦ δέοντος λαβοῦσα, ἱκανῶς ἐχέτω χάριν λαβοῦσα παρ’ ἡμῶν μείζω τῆς ἰδίας δυνά μεως. τίνα χάριν δεδώκαμεν; ὅτι σύγκειται καὶ μετέχει διαλεκτικῆς καὶ ἠθικῆς καὶ σοφιστικῆς τυχόν, ἡνίκα τὸν κώνωπά τις ἀποδεικνύει ἴσον τῷ λέοντι. [b 12] ὅσῳ δ’ ἄν τις βιάσαιτο τὴν διαλεκτικὴν ἢ τὴν ῥητο ρικὴν κατασκευάζειν οὐχὶ δυνάμεις ἀλλ’ ἐπιστήμας ὑποκειμένων τινῶν ὡρισμένων, λήσεται τὴν φύσιν αὐτῶν ἀφανίσας, ὥσπερ εἰ καὶ τῇ σιμότητι σπουδάσει τις ἐπιδοῦναι τὸ μέσον τῆς ἀκριβοῦς θέσεως τῆς ῥινός, ἀφανίσει τὸν λόγον τῆς σιμότητος· ἀφανίσει γοῦν τὴν δύναμιν τῆς ῥητορικῆς τις καὶ τῆς διαλεκτικῆς ἐπισκευάζων εἰς ἐπιστήμας ὑπο κειμένων τινῶν πραγμάτων ὡρισμένων, ἀλλὰ μὴ μόνον λόγων

ἐπιστήμας ἢ δυνάμεις ἐν πολλοῖς καὶ ἀορίστοις καὶ διαφόροις θεωρουμένας [*](f. 6v) ὑποκειμένοις καὶ] πράγμασιν. [b 16] ὅμως, ἔχοντος τοῦ πράγματος οὕτω καὶ τῆς ῥητορικῆς οὐχ ὡρισμένα τὰ ὑποκείμενα ἐχούσης, ὅσα πρὸ ἔργου, εἴπωμεν, ἤτοι ὅσα τὸ παρὸν ἔργον καὶ ἡ παροῦσα ἐγχείρησις ἀπαιτεῖ, διέλωμεν νῦν ταῦτα γὰρ καὶ τῇ πολιτικῇ ἐπιστήμῃ σκέψιν ὑπολεί πουσιν. ὃ δὲ λέγει, τοιοῦτον· ὅσα τῷ συμβουλευτικῷ εἴπωμεν ὑπο κεῖσθαι πρὸς σκέψιν, ταῦτα φαίνονται καὶ τῷ πολιτικῷ ὑποκεῖσθαι. τοῦτο δὲ δῆλον ἔσται οὕτως· [b 20] πέντε ὑπόκεινται τῷ συμβουλευτικῷ, τὸ περὶ πόρων ἤτοι χρημάτων συμβουλεύειν, τὸ περὶ πολέμου καὶ εἰρή νης, τὸ περὶ φυλακῆς τῆς χώρας, τίνα δεῖ εἰσάγειν, ὧν χρῄζει πάν τως ἡ πόλις, καὶ τίνα ἐξάγειν, ἃ περιττὰ τῇ πόλει δηλονότι, καὶ περὶ νομοθεσίας· ταῦτα δὲ καὶ ὁ πολιτικὸς σκοπεῖ καὶ περὶ τούτων βουλεύεται. [b 24] τὸν μὲν οὖν περὶ χρημάτων μέλλοντα συμβουλεύειν δέοι ἂν τὰς προσόδους εἰδέναι τῆς πόλεως καὶ τίνες εἰσὶ καὶ πόσαι, ὅπως, εἴτε λείπεται πρόσοδος, προστεθῇ, ὥσπερ ἡνίκα δεκάτας συμβου λεύει τις γενέσθαι ἢ ὅτε συμβουλεύει Δημοσθένης τὰ θεωρικὰ χρήματα [*](f. 7r) γενέσθαι πολέμου παραναλώματα· ἐλάττων δὲ οὖσα προστίθεται, ἡνίκα αἱ ὑποτελεῖς πόλεις πεντήκοντα τάλαντα διδοῦσαι ὀφείλουσι διδόναι ἑκατόν. [b 26] ἔτι δὲ δεῖ τὰς δαπάνας εἰδέναι τῆς πόλεως, ὅπως εἴ τίς ἐστι περιττὴ δαπάνη καὶ ἀνωφελὴς κόπτηται, ὡς ἡνίκα τρέφει ἡ πόλις ἵππους δρομικοὺς χάριν τοῦ σταδίου καὶ ἀνθρώπους σταδιοδρόμους καὶ ἡνιόχους· δεῖ γὰρ ταύτην ἀφαιρεθῆναι καὶ ἐκβληθῆναι τὴν δαπάνην· [b 27] καὶ εἴ τις μείζων ἐλάττων γένηται, ὡς ἡνίκα ἔχει ναυτικὸν ἡ πόλις τριήρεων τετρακοσίων τυχόν, ἀρκουμένη ταῖς ἡμισείαις. οὐ μόνον γὰρ εἰ προστιθέασιν οἱ πολῖται τοῖς χρήμασι χρήματα καὶ ταῖς προσόδοις προσόδους, εἰ δεκάτας ἐπινοοῦσι καὶ τῶν νηῶν πορθμεῖα, πλουσιώτεροι γίνονται, ἀλλὰ καὶ εἰ ἀφαιροῦσι τέλεον τὰ περιττὰ δαπανήματα, ὥσπερ εἰ κόψειέ τις τέλεον τὰ πάλαι τοῖς ἀξιώμασι διδόμενα κατ’ ἔτος, εἴτε τὰ ἡμίση παρέχουσιν ἀντὶ τοῦ διπλασίου, οἷον εἰ τριήρεις ἔχοντες ὡς εἴρηται τόσας, ὑποδιπλασίους κατέλειψαν, τὰς ἄλλας παρεικότες ὡς ἀχρήστους τῇ πόλει τυχόν. [b 30] ταῦτα δὲ ἐνδέχεται συνορᾶν οὐ μόνον ἐκ τῆς περὶ τὰ ἴδια πράγματα ἐπιστήμης καὶ πείρας ἀλλὰ καὶ † ἐκ τῶν παρ’ ἄλλοις εὑρημένων ἱστορικὸν εἶναι καὶ ἔμπειρον τὸν περὶ ταῦτα συμβουλεύοντα. [b 33] περὶ δὲ πολέμου καὶ εἰρήνης δεῖ τὴν δύναμιν εἰδέναι τῆς πόλεως, πόση τε ὑπάρχει, ἣν ἔχει, οἷον εἰ ἱππόται χίλιοί εἰσι καὶ πεζοὶ διπλάσιοι καθ’ ὑπόθεσιν, καὶ πόσην ἐνδέχεται
ἀρκεῖν τῇ πόλει, πλείω ἢ ἐλάττω, καὶ ποία τις ἡ ὑπάρχουσά ἐστι, [*](f. 7r) πεζὴ ἢ ἱππικὴ ἢ ναυτική, καὶ † τοξικὴ ἢ μετὰ δόρατος παρατάττεται, καὶ ποίαν χρὴ προσγενέσθαι τῇ πόλει, ποίας χρῄζει. τοξικῆς ἢ ἄλλης δυνάμεως· ἔτι δὲ τίνας πολέμους ἡ πόλις ἐπολέμησε, δεῖ σκοπεῖν, καὶ πρὸς τίνας καὶ πότε καὶ πῶς ἐπολέμησε, τοξικῶς ἢ μετὰ σπάθης ἢ ἐν δόρατι καὶ πάλιν μετὰ ναυμαχίας ἢ ἱππικῶς ἢ πεζικῷ λαῷ. [b 37] οὐ μόνον δὲ τῆς πόλεως εἰδέναι δεῖ τὴν δύναμιν καὶ πότε καὶ πρὸς οὓς ἐπολέμησεν, ἀλλὰ καὶ τῶν γειτόνων, ποίαν ἔχουσι δύναμιν καὶ πῶς ἐπολέμησαν καὶ πρὸς τίνας. δεῖ δὲ σκοπεῖν καὶ πρὸς οὓς τὸ πολεμεῖν δόξαν ποιεῖ τῇ πόλει, καὶ ὅτι πρὸς μὲν τοὺς κρείττους οὐ δεῖ πολε μεῖν ἀλλ’ εἰρηνεύειν, πρὸς δὲ τοὺς ἥττους, εἰ μὲν χρῄζομεν χπημάτων ἢ βλάπτουσιν ἡμᾶς, δεῖ πολεμεῖν, εἰ δὲ μή, οὐ χρή. [1360a 1] δεῖ δὲ καὶ τὰς δυνάμεις θεωρεῖν ἡμῶν καὶ τῶν πολεμίων, πότερον ὅμοιαι ταῖς ἡμῶν δυνάμεσιν αἱ ἐκείνων ἢ οὔ, οἷον εἰ ἐκεῖνοι ἀσπιδηφόροι καὶ δορατισταὶ καὶ ἀνδρεῖοι οἱ πολέμιοι, ἆρά γε τοιοῦτοι καὶ οἱ ἡμέτεροι. ἔστι γὰρ καὶ ταύτῃ πλεονεκτεῖν τῇ δυνάμει ἢ ἡμᾶς ἢ τοὺς ἐναντίους, εἰ ἴσοι μὲν ἡμεῖς κἀκεῖνοι τῷ πλήθει, ἀλλ’ ἡμεῖς ἀσπιδηφόροι καὶ δορατισταὶ καὶ ἱππηλάται πρωτεπιστήμονες, ἐκεῖνοι δὲ πεζοὶ καὶ τοξόται καὶ ἄοπλοι τυχόν. [a 6] ἔτι δὲ καὶ περὶ φυλακῆς τῆς χώρας δεῖ μὴ λανθάνειν, πῶς ἡ χώρα φυλάσσεται, πόσας ἔχει ὀχυρότητας καὶ τόπους ὀρεινοὺς φυλακτικούς, οἳ κλεῖδες λέγονται καὶ οἳ θριγκώματα. [a 7] δεῖ δὲ καὶ τὸ πλῆθος εἰδέναι τῆς φυλακῆς, πόσον ἀρκεῖ τῷδε τῷ χαρακώματι πλῆθος εἰς φυλακὴν καὶ πόσον ἐν ἑτέρῳ, καὶ ὅτι ἐνταῦθα μὲν ἀρκοῦσιν ἑκατὸν εὐφυλάκτῳ ὄντι, ἐκεῖ δὲ δεῖ χιλίων διὰ τὸ ἀφύλακτον καὶ τῶν τειχῶν τὸ ὑπόσαθρον καὶ εὐεπιβούλευτον, ἵνα, εἴτε ἐλάττων ἐν τῷδε τῷ μέρει τῆς πόλεως ἡ φυλακή, προστεθῇ, εἴτε πλείων τοῦ δέοντος ἡ φυλακή, τυχὸν ὁπλιτῶν ὄντων ἑκατὸν ἀρκούντων πεντήκοντα, ἐκκοπῇ ἡ πλείων, καταλειφθῇ δὲ ἡ ἡμίσεια. [a 12] ἔτι περὶ τροφῆς δεῖ συμβουλεύειν, πόση δαπάνη ἱκανὴ τῇ πόλει πρὸς διατροφὴν τῶν στρατιωτῶν καὶ τῶν οἰκείων ἀρχόντων, καὶ πόσην γεωργεῖ ἡ πόλις αὐτὴ καὶ πόσην δεῖ μετακομισθῆναι ἐξ ἑτέρων χωρῶν, καὶ τῆς ποίων πραγμάτων εἰσαγωγῆς δέονται, οἴνου ἢ σίτου, καὶ τίνων ὄντων περιττῶν δεῖ ἐξάγειν καὶ ἀποποιεῖσθαι αὐτά, ἵνα πρὸς τούτοις καὶ συμβολαὶ ἤτοι πραγματεῖαι καὶ εἰσβολαὶ τῶν ἐμπόρων γίνωνται· [a 15] εἰς δύο γὰρ φυλαττέσθωσαν
εἰρηνεύοντες οἱ πολῖται, εἰς τοὺς κρείττους καὶ δυνατωτέρους καὶ εἰς [*](f. 7r) τοὺς χρησίμους εἰς τὰ χρειώδη τῇ χώρᾳ. [a 20] ἀναγκαῖον εἰδέναι καὶ πόσα πολιτειῶν εἴδη καὶ ποῖα συμφέρει ἑκάστῃ πολιτείᾳ. περὶ δὲ τούτων ἀκριβῶς εἴρηκεν ἐν τῇ πραγματείᾳ τῶν Πολιτειῶν οὕτω λεγομένων, ἐκ τίνων συνίστανται καὶ φθείρονται. βελτίστην δὲ πολιτείαν [*](f. 7v) λέγει τὴν βασιλείαν. [a 24] αἱ δὲ ἄλλαι πᾶσαι καὶ ἀνιέμεναι καὶ ἐπι τεινόμεναι φθείρονται, ὥσπερ ἢ τε τυραννὶς καὶ ἡ δημοκρατία· εἴτε γὰρ πάντες ἄρχουσι, καὶ οἱ ἀγύρται καὶ βωμολόχοι καὶ οἱ νηπιώδεις καὶ ἄφρονες, ἐπετάσθη καὶ ἐφθάρη, εἴτε ὀλίγοι καὶ κρείττους, ἀριστοκρατία γέγονεν, εἴτε ὀλίγοι καὶ πλούσιοι, ὀλιγαρχία, φθαρεῖσα, ὅπερ ἦν. [a 27] ὥσπερ καὶ ἡ γρυπότης καὶ ἡ σιμότης ἀνιέμεναι μὲν εἰς τὸ μέσον ἔρχονται, ἐπιτεινόμεναι δὲ οὕτω διατίθενται, ὡς μηδὲ ῥῖνα δοκεῖν τὴν ἔχουσαν τὰς ὑπερβολὰς ταύτας, ὥσπερ ἡ τοῦ ἀετοῦ καὶ ἡ τοῦ ἐλέφαντος οὐδὲ ῥῖνες δοκοῦσι. τὰ δ’ ἑξῆς σαφῆ. [a 38] περὶ ὧν μὲν οὖν δεῖ συμβουλεύειν τὸν μέλλοντα συμβουλεύειν, ταῦτά ἐστι πέντε τὸν ἀριθμὸν ὄντα. ἐξ ὧν δὲ προτάσεων καὶ πίστεων δεῖ ἐπιχειροῦντας συμ βουλεύειν καὶ περὶ τούτων τῶν πέντε καὶ περὶ τῶν ἄλλων πάντων, περὶ ὧν συμβουλεύει τις, ῥητέον.

Σχεδὸν σκοπὸς τοῖς ζῶσιν ἐν βίῳ, οὗ ἐφίενται, ἡ εὐδαιμονία ἐστί· δεῖ οὖν ἐκ τῶν φερόντων πρὸς ταύτην λόγων ἐπιχειρεῖν καὶ συμβου λεύειν. ἔστι δὲ σκοπὸς τούτοις καὶ αἱ ἀρεταὶ καὶ τὰ μόρια αὐτῆς τῆς εὐδαιμονίας, ἤτοι φρόνησις, ἀνδρία, εὐγένεια, τιμή, δόξα. εἰπὲ οὖν τόδε δόξαν ποιεῖται τῇ πόλει, ἀγαθὸν ἄρα καὶ συμφέρον· τόδε εὐγένειαν, καλὸν ἄρα· τόδε τιμήν, αἱρετὸν ἄρα. [b 7] λάβωμεν δέ, τί ἐστιν εὐδαιμονία καὶ τί ἔχει σκοπὸν καὶ τέλος ὁ συμβουλεύων, λάβωμεν δὲ καί, τίς ὁ ὁρισμὸς τῶν μερῶν αὐτῆς, πρὸς ἃ τὰς ἀποδείξεις ὁ ῥήτωρ ἐνθυμηματικῶς ποιεῖται. [b 14] σαφῶς δὲ ἀπαγγέλλει τοὺς ὅρους τῆς εὐδαιμονίας, σαφῶς δὲ διηγεῖται καὶ τὰ μέρη ταύτης. [b 19] εἰπὼν δὲ διηρθρωμένως καὶ καθαρῶς τὰ ἐκτὸς ἀγαθὰ (πλοῦτον, εὐτεκνίαν, εὐγένειαν, εὐγηρίαν, πολυφιλίαν, χρηστοφιλίαν) καὶ τὰς ἀρετὰς τοῦ σώματος (κάλλος, ἰσχύν, δύναμιν ἀγωνιστικὴν τὸ πυκτεύειν, τὸ θέειν, τὸ ἕλκειν, τὸ ὠθεῖν), τὰς τῆς ψυχῆς (ἀνδρίαν, φρόνησιν, σωφροσύνην, δικαιοσύνην, εὐφυίαν, ἀγχίνοιαν, μνήμην, σοφίαν, συμπάθειαν), ταῦτα εἰπὼν ὁρίζεται, τί ἐστιν ἕκαστον αὐτῶν. [b 31] εὐγένεια μὲν οὖν ἔθνει καὶ πόλει τῶν Ἀθηναίων τυχὸν τὸ εἶναι αὐτόχθονας τοὺς πολίτας ἀλλὰ μὴ περιοίκους, τὸ ἀρχαίους, ὡς οἱ

Ῥωμαῖοι, τὸ ἔχειν ἡγεμόνας τοὺς πρώτους ἐπιφανεῖς, ὡς ἐν [*](f. 7v) Ἀθήναις ἐστρατήγει μὲν ὁ περιβόητος Ἐπαμινώνδας καὶ Ζάλευκος Περι κλῆς τε καὶ Κλέων ἐκεῖνος καὶ Μιλτιάδης καὶ Καλλίμαχος καὶ Κυναίγειρος, ὁ δ’ ἀστρονομικώτατος Τίμαιος ἐπολιάρχει τε καὶ ἐπρέσβευεν, ἐν δὲ Ῥώμῃ Καῖσαρ Αὔγουστος καὶ οἱ λοιποὶ τῶν εὐγενῶν ὕπατοι καὶ πραίτωρες. [ 33] εὐγένεια δὲ καὶ τὸ πολλοὺς ἐπιφανεῖς γεγονέναι ἐξ αὐτῶν, ἀλλ’ ἐπὶ τοῖς ζηλουμένοις, οὐκ ἐπὶ κακοῖς τισιν ἐπιφανεῖς· εἰσὶ γάρ τινες ἐπὶ κακίᾳ περιφανεῖς. [b 34] ἰδίᾳ δὲ εὐγένεια τῷδε τινὶ τυχὸν ἡ ἀπὸ πατρὸς καὶ μητρὸς λαμπρότης. καὶ ὥσπερ ἐπὶ πόλεως εἴπομεν εὐγένειαν τὸ ἔχειν τοὺς πρώτους ἐπιφανεῖς καὶ προδήλους ἐπὶ ταῖς ἡγεμονίαις, οὕτω καὶ τῷδε τῷ ἀνθρώπῳ τὸ ἔχειν ἐπισήμους τοὺς προγόνους ἐπὶ ἀρετῇ καὶ πλούτῳ. [1361a 1] ἔστι δὲ τῷ κοινῷ μὲν καὶ τῇ πόλει εὐτεκνία, νεότης ἂν ἢ πολλὴ καὶ ἀγαθή, [a 5] ἰδίᾳ δὲ ἑκάστῳ εὐτεκνία τὸ τὰ ἴδια τέκνα ἔχειν κάλλιστα καὶ ἀγαθά. [a 6] θηλειῶν δὲ ἀρετὴ κατὰ ψυχὴν μὲν σωφροσύνη καὶ φιλεργία ἄνευ ἀνελευθερίας, ἵνα μὴ περὶ χύτρας καταγίνηται καὶ λοπάδων κάθαρσιν καί τινων εὐτελῶν πραγμάτων ἐπιτήρησιν καὶ νήματα νήθειν, ὥστε πωλεῖν, ἀλλὰ χρυσοϋφῆ ἔπιπλα τοῖς ναοῖς, κατὰ δὲ σῶμα κάλλος, περιουσία καὶ μέγεθος. ἁπλῶς δὲ καὶ ἰδίᾳ καὶ κοινῇ δεῖ σκοπεῖν καὶ ἐν ἀνδράσι καὶ ἐν γυναιξὶν ἓν ἕκαστον τῶν ῥηθέντων ἀγαθῶν τῆς εὐγενείας ὑπάρ χειν ὡς ἐνεῖναι πᾶσι καὶ ἄρρεσι καὶ θηλείαις σωφροσύνην, φιλεργίαν, μέγεθος, κάλλος, ἰσχύν, δύναμιν ἀγωνιστικήν. εἴρηται δέ μοι ζητεῖν ταῦτα καὶ ἐν ἀνδράσι καὶ ἐν γυναιξί, [a 10] διότι, ὅσοις κακῶς ἔχουσι τὰ κατὰ τὰς γυναῖκας, ὥσπερ τοῖς Λακεδαιμονίοις στρατευομένοις πολλάτων 40κις, τῶν δὲ γυναικῶν ἑταιριζομένων καὶ ἐπανισταμένων ἐκείνοις, οὗτοι κατὰ τὸ ἥμισυ δυσδαίμονες, οὐκ εὐδαίμονες, τῷ μὲν ἄλλῳ μέρει τυχὸν τῶν ἀγαθῶν εὐδαιμονοῦντες, τῷ δὲ γυναικῶν εὐμοιρεῖν μαινάδων τὸ ἥμισυ τῆς εὐδαιμονίας ἀφαιρούμενοι. [a 16] ἔστι δὲ χρήσιμα μὲν τῶν κτημά καὶ χωρίων καὶ φυτῶν μᾶλλον τὰ κάρπιμα, οἷον ἐλαῖαι, ἄμπελοι, μηλέαι, ἐλευθέρια δὲ τὰ πρὸς ἀπόλαυσιν, οἷον κυπάριττοι, μυρίναι, δρύες κατάσκιοι. [a 19] ὅρος δὲ ἀσφαλείας τῶν κτημάτων τούτων [*](f. 8r) τὸ κατέχειν ἀσφαλῶς καὶ ἐπ’ ἐξουσίας ἔχειν πωλεῖν καὶ δωρητικῶς ἐκδιδόναι καὶ ἀπαλλοτριοῦν ἤτοι ἀποποιεῖσθαι ἐφ’ ὁποίῳ δήποτε βούλεται προσώπῳ. [a 23] ὅλως δὲ τὸ πλουτεῖν ἐστιν ἐν τῷ χρῆσθαι καὶ ἐνεργεῖν, ἀλλὰ μὴ κεκτῆσθαι μὲν καταχωννύειν δέ καὶ γὰρ ἡ ἐνέργειά ἐστιν ἀρετὴ τοῦ πλούτου, οὐ τὸ κλεῖσαι αὐτὸν ἐν ταμείοις καὶ κατορύξαι, καὶ ἡ χρῆσίς ἐστι πλοῦτος, οὐχ ἡ διακατοχὴ μόνον καὶ ἀχρησία.
[a 25] εὐδοξία δέ ἐστι τὸ ἔχειν τι πρᾶγμα, οὗ ὀρέγονται οἱ πολλοί, οἷος [*](f. 8r) ὁ πλοῦτος, ἢ οἱ ἀγαθοί, ὁποία ἡ ἀρετή, ἢ οἱ φρόνιμοι εἴη δ’ ἂν ἡ σοφία, ἦς ἐρῶσιν οἱ φρόνιμοι. [a 30] εὐεργεσία δέ ἐστιν ἢ εἰς σωτη ρίαν, ἡνίκα τις ἰατρεύσει ἄριστά τινα ἀόκνως καὶ ἀμισθὶ ἢ πλοῦτον δώσει ἢ διδάξει μάθημά τι κάλλιστον ἢ οἰκίαν ἀποδώσει δωρεαστικῶς. ὁ τοίνυν εὐεργετήσας οὕτως εὐεργέτης λέγεται ἢ ἁπλῶς τοιοῦτόν τι χαρισάμενος δυσκόλως κτώμενον ἢ ἐν τῇ τοιαύτῃ χώρᾳ μὴ κτώμενον εὐχερῶς, ἔνθα δίδωσί τις· ἢ ποτὲ δούς τις εὐεργέτης καὶ πλουτοδότης καλεῖται, ἡνίκα ἐν πολιορκίᾳ καὶ καιρῷ ἐνδείας σῖτον ἐπιδώσει τινὶ τὸν χρειώδη. [a 32] πολλοὶ γὰρ διὰ μικρὰ τιμῆς ἄξιοι, διὰ τὸν τόπον μὴ ἔχοντα ἀφθονίαν τοῦ πράγματος ἢ διὰ τὸν καιρὸν καὶ τὴν ἔνδειαν ἢ καὶ διὰ τὸν τρόπον, οἷον εἰ μὴ πονήσαντά μέ τις μηδὲ ὑπηρετήσαντα αὐτῷ μηδὲ ὑπεραποθανόντα αὐτοῦ εὐηργέτηκε. [a 34] μέρη δὲ τιμῆς τὸ θυσίας τῷ τιμωμένῳ δι δόναι θανόντι, ὥσπερ Ἕλληνες Ἀχιλλεῖ τὴν Ἑκάβης θυγατέρα. τοῖς τοιούτοις οὖν ἀριστεῦσι δίδονται μνῆμαι καὶ ᾠδαὶ ἐπιτύμβιοι ἡρωικαὶ καὶ ἐγκωμίων λαμπρότητες ἐν λόγοις, γέρα δὲ τοῖς ζῶσι, τεμένη δ’ αὖ τοῖς θανοῦσι καὶ τάφοι καὶ εἰκόνες· τοῖς δὲ παροῦσιν εὐεργέταις προεδρίαι καὶ τὸ τρέφεσθαι ἐκ τῶν δημοσίων ἀναλωμάτων καὶ αἱ προσκυνήσεις καὶ τὸ ὑπεξίστασθαι τοῦ θρόνου· ταῦτα δὲ τὰ βαρβαρικά. [a 3] καὶ δῶρα τὰ παρ’ ἑκάστοις, καὶ τοῖς διδοῦσι καὶ τοῖς λαμβάνουσι, τίμια τιμῆς σημεῖον, οἷον εἰ φιλόσοφός τις ὢν ὁ διδοὺς χρήζει τῶν ἐκκρίτων καὶ δυσευρέτων ἐξηγητῶν, ἐπιδώσει δὲ † ταύτας εὐεργέτῃ τινὶ τῷ λαμβάνοντι καὶ τιμωμένῳ, ἀπλήστως ὀρεγομένῳ τούτων, καὶ πρὸ πολλοῦ τότε ση μεῖον τιμῆς τὸ διδόμενον. πάλιν τῷ φιλοχρημάτῳ σημεῖον τιμῆς χρυσοῦ δόσις καὶ τῷ φιλίππῳ ἵππος δρομεὺς καὶ πιότατος. τιμὴ οὖν ἡ δόσις ἐκείνου, οὗ ἐφίενται οἱ φιλότιμοι. [b 3] ὑγεία δὲ τὸ ἀρίστως ἔχειν καὶ καύ σωνα ὑπομένειν καὶ ψῦχος καὶ πυγμὰς καὶ τρώσεις, ἀλλὰ μὴ καθάπερ Πρόδικος ἀεὶ νοσαζόμενος καὶ ἰατροῖς προσανέχων καὶ καθ’ ἑκάστην ἀλεξιτηρίοις τισὶ καὶ φαρμάκοις ἐπιβοηθῶν τῷ σώματι. [b 7] κάλλος ἐστὶν ἐν νέοις, ἐν μέσοις, ἐν γέρουσιν. ἐν νέοις μὲν τὸ κάλλος τὸ πρὸς πόνους χρήσιμον αὐτοῖς σαρκίον· τοὺς πρὸς δρόμον δὲ καὶ βίαν πό νους λέγω· βίαν δὲ τὸ ὠθῆσαί τινα, τὸ ἕλξαι πρὸς ἑαυτόν, τὸ βαστάσαι, τὸ θλῖψαι, τὸ πυγμῇ τρέψαι, τὸ πάλῃ νικῆσαι, τὸ δρόμῳ ὑπερνικῆσαι·ταῦτα δὲ καὶ τοῦ ἀκμάζοντος. κάλλος δὲ νέου καὶ τὸ εἶναι ἡδὺν πρὸς ἀπόλαυσιν, ὡς αὐτὸς Ἀριστοτέλης φησί. [b 10] διὸ οἱ πένταθλοι κάλλιστοι. τοῦτο δηλωτικόν ἐστι τοῦ εἶναι ἀρετὰς τοῦ νέου, εἰ καὶ μὴ παντός, θλῖψιν, ὤθησιν, πυγμικήν, πάλην, δρόμον. πένταθλός ἐστι θλῖψις, ὤθησις βίας, δρόμος, πάλη † τε, πυγμικῆς αὖθις τόνος. πένταθλός ἐστι τὸ
θλίβειν ἐναντίους, ὤθησις αὖθις, πυγμική, πάλη, δρόμος. [b 13] γέροντος [*](f. 8r) δὲ κάλλος τὸ ἐν πόνοις τοῖς ἀναγκαίοις εὔτονον, τὸ οὐρεῖν, τὸ κνήθεσθαι, τὸ εἰς ναὸν βαδίζειν, τὸ λούεσθαι ἀλύπως, τὸ ἐσθίειν καὶ πέττειν εὐχερῶς, τὸ μὴ περιττότητας ἔχειν, ἃς ἡ τοῦ γήρως ὑγρότης εἴωθε φέρειν, ἢ κήλην ἰσχὺς δέ ἐστι τὸ ἕλκειν πρὸς ἑαυτόν, τὸ ὠθεῖν πόρρω, τὸ ἄχθη φέρειν. [b 18] μεγέθους δὲ ἀρετὴ τὸ ὑπερέχειν μὲν ἐν μήκει καὶ πλάτει καὶ βάθει, ἀλλὰ συμμέτρως καὶ τοσοῦτον, ὥστε μὴ νωθῆ ποιεῖν καὶ βραδὺν καὶ ἀκίνητον τὸν ἔχοντα. [b 21] ἀγωνιστικὴ δὲ πάλη σύγκειται ἐκμεγέθους καὶ ἰσχύος καὶ τάχους· καὶ γὰρ ὁ ταχὺς ἰσχυρός τις κατὰ τὸ ῥιπτεῖν τὰ σκέλη ταχέως μόνον· ἔχει δὲ πλεῖον τοῦ δρομικοῦ καὶ ταχέος ὁ ἰσχυρός, ὅτι καὶ ἕλκει καὶ ὠθεῖ καὶ θλίβει. φαίνεται δὲ λέγων, τίς ὁ πένταθλος, ἐκ τοῦ εἰπεῖν οὕτως, [b 23] ὅτι ὁ μὲν δυνάμενος τὰ σκέλη ῥιπτεῖν δρομικός, πρῶτον εἶδος τοῦ πεντάθλου, ὁ δὲ θλίβειν καὶ κατέχειν παλαιστικός, δεύτερον, τρίτον ὁ ὦσαι τῇ πληγῇ πληκτικός, τέταρτον δὲ ὁ ἀμφοτέροις τούτοις, τῷ καὶ παλαίειν καὶ [*](f. 8v) πλήττειν, παγκρατιαστικός, ὁ δὲ πᾶσι τοῖς ῥηθεῖσιν ἐνευδοκιμῶν, τῷ τρέχειν, τῷ θλίβειν καὶ κατέχειν, τῷ ὠθεῖν καὶ πλήσσειν, καὶ μέγεθος ἔχειν καὶ ἰσχὺν καὶ τὰ ἄλλα, πένταθλος. [b 26] εὐγηρία δὲ βραδυ τὴς γήρως μετὰ ἀλυπίας· εἰ γὰρ ταχὺ γηράσκει, δεινόν, μαραινομένης τῆς ἀκμῆς πρὸ τῆς ὥρας· εἰ δὲ βραδέως μὲν γηράσκει τις, ἐπι πόνως δέ, καὶ τοῦτο χαλεπώτατον, οἷον εἰ ὀφθαλμιᾷ, εἰ τετρεμαίνει, εἰπαραληρεῖ, εἰ κωφεύει. [b 28] ἔστι δὲ εὐγηρία καὶ ἐκ τῶν τοῦ σώ ματος ἀρετῶν, εἰ ἰσχυρόν ἐστι τὸ σῶμα καὶ ἀνένδοτον πρὸς τὰ τοῦ γήρως κακὰ καὶ τὴν ψυχρότητα καὶ τὸ θάλπος, καὶ ἐκ τῆς τύχης ἤτοι τῶν τυχηρῶν ἀγαθῶν· εὐγηρία γὰρ τὸ ἔχειν τὰ ζωαρκῆ καὶ χρειώδη καὶ τὰ πρὸς ἀνάπαυσιν καὶ τὰ πρὸς τιμήν. [b 29] μὴ ἄνοσος γὰρ ὢν μηδὲ ἰσχυρὸς ἐν τοῖς ἀναγκαίοις καὶ χρειώδεσι πόνοις οὐκ ἔσται ἀπαθὴς οὐδ’ ἄλυπος οὐδὲ πολυχρόνιος, ἐφ’ ᾧ χρῄζει τῶν τοῦ σώματος ἀρετῶν, οὔτε ἂν εὐτυχὴς διαμένοι μὴ τοῖς ἀπὸ τύχης ἀγαθοῖς καὶ τοῖς ἐκτὸς ὀργανικοῖς βοηθούμενος χρήμασι καὶ κτήμασι καὶ πλήθει φίλων. [b 31] ἔστι δὲ καὶ ἄλλη μακροβιότης οἶον εὐγηρία, χωρὶς μέντοι ἰσχύος καὶ ὑγείας καὶ τῶν τοῦ σώματος ἀρετῶν· πλὴν τί τὸ κέρδος, εἰ μακρόβιος ὤν τις νοσώδης ἐστὶ καὶ περίλυπος καὶ πόνους τοὺς ἀναγκαίους οὐ φέρων μηδὲ ταῖς φυσικαῖς λειτουργίαις ὑπουργῆσαι δυνάμενος; [b 39] εὐτυχία δ’ ἐστὶν ἐκεῖνα τὰ ἀγαθά, ὧν ἡ τύχη αἰτία, ἢ πάντων ἢ τῶν γε πλει
όνων. τίνων δὲ αἰτία ἡ τύχη; [1362a 2] ἐνίων μὲν καὶ ὧν αἱ τέχναι, [*](f. 8v) οἷον εἰ τῆς κεφαλῆς πληρωθείσης αἵματος, ὃ βάρος τοῖς ὀφθαλμοῖς ἐνεμένης ποίει καὶ τύφλωσιν, καταπεσὸν ἢ προσράξας τις νέος τὴν κεφαλὴν ἢ τὴν ῥῖνα ἐκένωσε τὸ αἴτιον καὶ ὀπτικὸς ἐφάνη καὶ ἀνάλγητος τὴν κεφαλήν, εὐτυχὴς ἂν ὁ παῖς ἐκεῖνος· τούτου δὲ τέχνη ἡ ἰατρική. πάλιν τις πυ ρέττων κατὰ τύχην ὕδωρ πιὼν ἢ οἶνον ἀνθοσμίαν ἔπαυσε τὸν πυρετόν.τούτων ἡ τύχη αἰτία. [a 3] πολλῶν δὲ καὶ ἀτέχνων, ὧν οὐχὶ τέχνη προΐσταταί τις, ἀγαθῶν ἡ τύχη αἰτία γίνεται, οἶον πολλῶν δυσειδῶν καὶ μελάνων τεχθέντων εἷς κάλλιστος ἐτέχθη· τοῦτο γὰρ δηλοῖ τὸ ὅσων ἡ φύσις, ἐνδέχεται δὲ καὶ παρὰ τὴν φύσιν εἶναι· αἰτία μὲν γὰρ ἡ φύσις τῶν δυσειδῶν, ἐνδέχεται δὲ καὶ μὴ δυσειδὲς γενέσθαι· ἔστι γὰρ τοιούτων παραλόγων ἀγαθῶν ἢ κακῶν ἡ τύχη αἰτία ἢ γὰρ καλὰ τίκτουσά τις γυνὴ παρὰ φύσιν καὶ τὸν λόγον δυσειδὲς ἔτεκεν ἢ τοὐναντίον δύσμορφα καὶ τερατώδη τίκτουσα κάλλιστον καὶ ὡραῖον ἐκυοφόρησεν. [a 6] ἢ τυχηρόν ἐστιν, ἐφ’ ᾧ καὶ φθόνος, ἡνίκα ἄλλοι μὲν οὐκ εἶδον τὸν θησαυρόν, εἷς δὲ ἐκείνων εὗρεν, ἢ εἰ τῶν ἀδελφῶν ἐφεστώτων ἢ τῶν γειτόνων ἢ ἄλλου τινὸς τοῦ μὲν πλησίον αὐτοῦ ὄντος τὸ βέλος ἔτυχε καὶ ἔτρωσεν, αὐτὸν δὲ μή· ἢ εὐτυχής τίς ἐστιν, εἰ ἔθος εἶχε φοιτᾶν εἰς τὸ θέατρον ἀεί, ἐν δὲ ἡμέρᾳ τινὶ αὐτὸς μὲν οὐκ ἀπῆλθεν, οἱ δὲ ἀδελφοί, οἳ καὶ στάσεως γενονεται, ἐφθάρησαν. ἰσχὺς οὖν ἐστιν, ἵνα πάλιν εἴπωμεν, δύναμις τοῦ κινεῖν ἕτερον καθ’ ἕλξιν, ὤθησιν, πίεσιν, σύνθλιψιν. μέγεθος δέ ἐστιν αὖθις ὑπερνεται, οχὴ κατὰ μῆκος, πλάτος, βάθος.

Ἐπειδή, φησί, τοῖς συμβουλεύουσι σκοπὸς τὸ συμφέρον, συμ φέρον δὲ λέγεται τὸ ἀναγκαῖον προαχθῆναι ἐκείνῳ, πρὸς ὃν ἡ συμβουλὴ γί διά τι τέλος, τὸ δὲ συμφέρον ἀγαθόν, ληπτέον τόπους ἀγα θοῦ καὶ συμφέροντος. [a 17] ἐπεὶ τοίνυν σκοπός ἐστι τῷ συμβου λεύοντι τὸ συμφέρον, οὐδεὶς δὲ περὶ τοῦ τέλους βουλεύεται ἀλλὰ καὶ περὶ τῶν ὡς πρὸς τὸ τέλος, τῶν συμφερόντων καὶ χρησίμων ταῖς πράξεσι δηλονότι (τὸ γὰρ φέρον πρὸς τὸ τέλος τὸ συμφέρον ἐστί), δοτέον τόπους τῷ συμβουλεύοντι, ἵνα δείξῃ, ὅτι ἀγαθόν ἔστι τόδε καὶ συμφέρον. διὰ τί συμφέρον; διὰ τὸ καὶ τό. ὀφείλομεν οὖν δοῦναι, φησί, στοιχεῖα καὶ τόπους εἰς τὸ ἀποδεικνύειν, ὅτι τόδε συμφέρον καὶ πῶς ἐστιν ἐκεῖνο συμφέρον. [a 21] ἔστω δὴ ἀγαθόν, ὃ ἑαυτοῦ ἕνεκα αἱρετόν, οἷον τὸ ζῆν, ἡ ὑγεία, ἡ εὐδαιμονία. ἀγαθὸν δὲ κἀκεῖνο, οὗ χάριν ἄλλο βουλόμεθα, οἷον ἡ νίκη, ἦς χάριν εἱλόμεθα τὸ πολεμεῖν καὶ στρατεύεσθαι, ἢ ἡ

ὑγεία, ἦς χάριν τὰ γυμνάσια καὶ τὰ φάρμακα ὕποιστα καὶ οὐ λυπηρὰ νομίζονται [*](f. 8v) καὶ οἱ καυτῆρες ἡδεῖς δοκοῦσιν. [a 23] ἀγαθὸν δὲ καί, οὗ πάντα ἐφίενται, οἷον τὸ εἶναι καὶ ἡ ἡδονή. τὰ δὲ ἐφιέμενα ἢ πάντα λέγει τὰ αἴσθησιν ἔχοντα, πρὸς ἃ ἡ ἡδονὴ λεχθήσεται (ταύτης γὰρ ἐφίεται),ἢ ἀγαθόν, οὗ ἐφίεται τὰ νοῦν ἔχοντα, φρονήσεως, ὑγείας καὶ τιμῆς καὶ τοῦ μηδὲν κακὸν παθεῖν. κἀκεῖνα ἀγαθά, ὅσα ὁ νοῦς ἀποδώσει, εὐμά θειαν, ἀγχίνοιαν, μνήμην, τέχνης ποικιλίαν καὶ ἀκρίβειαν· καὶ εἰ περὶ [*](f. 9v) πολλὰ ὑποκείμενα τεχνῶν καταγίνεται τυχὸν ὅδε ὁ ἄνθρωπος, ἀγαθά εἰσιν, ὅσα περὶ ἕκαστον γένος καὶ ὑποκείμενον ὁ ἐκείνου ἐφεῦρε νοῦς, ἢ ὅσα περὶ ἕκαστον πρᾶγμα προτεθὲν τέχνης ἢ ἐπιστήμης, ὁποῖον ἂν ἦ, ὁ νοῦς εὕρῃ † τί ἀγαθόν, ἐκεῖνο καλόν ἐστιν, ᾧ καὶ συντίθεμαι μᾶλλον. [a 26] καὶ ἐκεῖνο ἀγαθόν, οὗ παρόντος εὖ διάκειταί τις, ὡς ἡ φρόνησις καὶ ἡ ὑγεία·τούτων γὰρ οὐσῶν εὖ ἔχομεν. καὶ τὸ αὔταρκες ἀγαθόν, ὡς ἡ εὐδαι μονία καὶ τὸ ἀνενδεὲς ἐν τοῖς ἀναγκαίοις, καὶ τὸ ποιητικὸν ἀγαθοῦ, ὡς τὰ γυμνάσια ὑγείας καὶ αἱ ἀρεταὶ ποιητικὰ τῶν ἀγαθῶν. ἀγαθὸν καὶ τὸ φυλακτικόν, ὡς ἡ δίαιτα ἡ ἀγαθή, καὶ ἐκεῖνο ἀγαθόν, ᾧ ἀκολουθεῖ τι τίμιον καὶ διωκτόν, οἷον τὸ μανθάνειν ἰατρικὴν καὶ τὸ φιλοσοφίαν, ἵν᾽ ἐπιστήμη ὕστερον ἐπιγένηταί μοι. καὶ τὸ ὑγιαίνειν ἀγαθόν· ἐπακολουθεῖ γὰρ ἅμα αὐτῷ τὸ ζῆν. [a 29] καὶ τὰ κωλυτικὰ τῶν ἐναντίων ἀγαθά, ὡς τὸ τὰ ψιλὰ τῶν γραμμάτων μὴ ἀναγινώσκειν κωλυτικὸν τοῦ ἐναντίου, τοῦ ὀφθαλμοπονεῖν, καὶ τὸ μὴ ψυχροποτεῖν † κωλυτικὸν καὶ τὸ μὴ ἀπλη στεύεσθαι καὶ τὸ μὴ προσφέρεσθαι τὰ δύσπεπτα. κωλυτικὸν δὲ τοῦ ἐναν τίου καὶ τὸ θερμὸν τοῦ ψυχροῦ καὶ τοῦ πλήθους ἡ κένωσις καὶ ἡ μάθησις τῆς ἀγνοίας, καὶ τῶν νόσων κωλυτικαὶ αἱ τοιαίδε φλεβοτομίαι. [a 29] καὶ τὰ φθαρτικὰ τῶν ἐναντίων ἀγαθά, οἷον τὰ φάρμακα. διχῶς δὲ ἀκολουθεῖ τινα ἀγαθά· ἢ γὰρ ἅμα, ὡς τῷ ὑγιαίνειν τὸ ζῆν, ἢ ὕστερον, ὥσπερ τῷ μανθάνειν ἡ ἐπιστήμη ὕστερον ἐπιγίνεται. [a 31] καὶ τὰ ποιη τικὰ δὲ τριχῶς, τὰ μὲν ὡς ὁδοποιὰ καὶ ἄγοντα πρὸς τὸ τέλος, τὰ δὲ ὡς συντηρητικά, ὡς τὰ σιτία τὰ ὑγιεινά, τὰ δὲ ἐπανασωστικά, ὡς τὰ γυμνάσια ἄγει πρὸς αὐτὴν καὶ παροῦσαν τηρεῖ καὶ ἀπελθοῦσαν ἐπανάγει. ποιητικὰ οὖν τὰ ὁδοποιά, τὰ τηρητικὰ καὶ ἐπανασωστικά· τριχῶς οὖν τὰ ποιητικὰ ἀγαθά. [a 32] τῶν γὰρ ποιητικῶν τὰ μὲν ὡς τὸ ὑγιαίνειν ἤγουν τὸ ὑγιάζεσθαι ὑγείας· ὁδὸς γὰρ τὸ ὑγιάζεσθαι τῆς ὑγείας· τὰ δὲ ὡς σιτία ὑγείας ὡς τὸ οὗ οὐκ ἄνευ ὄντα· ἄνευ γὰρ σιτίων οὐκ ἔστιν ὑγεία· τὰ δὲ φυλακτικὰ ὡς τὸ γυμνάζεσθαι καὶ ἡ τοιάδε δίαιτα, ὅτι ὡς ἐπὶ τὸ
πολὺ ποιεῖ ὑγείαν. [a 34] τούτων δὲ κειμένων ἀνάγκη τάς τε [*](f. 9r) λήψεις τῶν ἀγαθῶν ἀγαθὰς εἶναι καὶ τὰς ἀποβολὰς τῶν κακῶν ἀγαθὰς ὁμοίως· καὶ γὰρ τὸ λαμβάνειν ἀγαθὸν ἀγαθὸν καὶ τὸ ἀποβάλλειν τὸ κακὸν ἀγαθόν. [a 36] καὶ ἀκολουθεῖ τῷ μὲν ἤτοι τῇ λήψει τῶν ἀγαθῶν τὸ μὴ ἔχειν τὸ κακὸν ἅμα, τῷ δὲ ἤτοι τῇ ἀποβολῇ τῶν κα κῶν ἔχειν τὸ ἀγαθὸν ὕστερον· ἐκκλίνοντες γὰρ τοῦ κακοῦ οὕτως ἐργα ζόμεθα τὸ ἀγαθὸν μετὰ τὴν ἀποβολὴν δηλαδὴ τοῦ κακοῦ. καὶ ἀγαθὸν δὲ πάλιν ἡ λῆψις τοῦ μείζονος ἀγαθοῦ ἀντ’ ἐλάττονος· τὸ γὰρ λαβεῖν δύο καλὰ κρεῖττον τοῦ ἓν καὶ τὸ μεῖζον λαβεῖν κρεῖττον τοῦ ἔλαττον. [a 37] καὶ ἡ ἀντὶ μείζονος κακοῦ ἐλάττονος λῆψις ἀγαθόν· τὸ γὰρ ἔλαττον κακὸν τοῦ μείζονος κακοῦ ἀγαθὸν ἀντισυγκρινόμενον. εἶτα τίθησι καὶ τὴν αἰτίαν, δι’ ἣν τὸ ἧττον κακὸν ἀγαθόν, οὐχὶ τὸ μεῖζον, φανερῶς τοῦτο λέζοντα γων, ὅτι τὸ ἧττον κακὸν ἀγαθὸν καὶ κακόν· διότι, εἰ χρεωστῶν δέκα τά λαντα (τὸ μεῖζον κακόν) δώσω δύο (τὸ ἧττον κακόν), τὰ μὲν ὀκτὼ δοκῶ κερδαίνειν καὶ λαμβάνειν παρά τινος, τὰ δὲ δύο διδόναι· ὑπερέχει δὲ τὰ δέκα τῶν δύο ὀκτάδι· δοκῶ γοῦν τὰ μὲν ὀκτὼ λαμβάνειν, τὰ δὲ δύο δι δόναι. ἐπειδὴ γοῦν διδόναι τὰ δέκα μέλλω, κερδαίνω τὰ ὀκτώ, δίδωμι δὲ τὰ δύο. διὰ τοῦτο τὸ ἧττον κακὸν ἀγαθόν· κερδαίνομεν γάρ τι. [b 2] γίνεται μὲν οὖν λῆψις ἐμοὶ τῷ μέλλοντι διδόναι ἐκείνου τοῦ ὑπερέχοντος ἤτοι λαμβάνω τὰ ὀκτώ, τοῦ δὲ ἐλάττονος ἤγουν τῶν δύο καθ’ ὑπόθεσιν ἀποβολή. τὰ δ’ ἑξῆς σαφῆ. [b 28] ταῦτα μὲν οὖν σχεδὸν τὰ ὁμο λογούμενα ἀγαθά. εἶπε περὶ τῶν ὁμολογουμένων καὶ κυρίως ἀγαθῶν· ἐφεξῆς δὲ μέλλει παραδοῦναι τόπους καὶ πίστεις, πῶς ἂν κατασκευάσῃ τις πιθανῶς, ὅτι τόδε ἀγαθόν. καὶ ἐπεὶ πιθανῶς εἴπομεν, ἔσται τὸ αὐτὸ διὰ 40τόνδε μὲν τὸν τόπον ἀγαθόν, διὰ δὲ ἕτερον φαῦλον ἢ μὴ ἀγαθὸν ἀλλὰ μέσον. βούλεται δὲ μετὰ ταῦτα πάλιν εἰπεῖν τόπους, οἷς ἀποδείξει τις τόδε μεῖζον αἱρετὸν καὶ συμφέρον μᾶλλον τοῦδε καὶ ἐκ τῶν ἐναντίων φαῦλον καὶ βλαβερὸν μᾶλλον τόδε τοῦδε. [b 29] ἐν δὲ τοῖς ἀμφισβητησίμοις ἄνω εἶπε περὶ ὁμολογουμένων ἀγαθῶν, ἐνταῦθα δὲ λέγει πιθανὰ καὶ [*](f. 9v) ἀμφισβητήσιμα. χρειώδη μέντοι τῷ ῥήτορι. τίνα δὲ ταῦτα τὰ κατασκευά τόδε εἶναι ἀγαθόν, ὁμοῦ δ’ ὄντα καὶ ἀμφισβητήσιμα, ἐπιφέρει αὐτὸς κοινοὺς καὶ πιθανοὺς παρατιθέμενος τόπους· οἷον [b 30] ᾧ τὸ ἐναντίον κακόν, τοῦτο ἀγαθόν, ὡς τὸ εἰρηνεύειν ἀγαθὸν ὂν ἐναντίον ὂν τῷ μά χεσθαι πρὸς ἀλλήλους· εἰ γοῦν τὸ μάχεσθαι πρὸς ἀλλήλους φαῦλον, ἀγα 5θὸν τὸ εἰρηνεύειν. καὶ ἀγαθὸν ἐκεῖνο, οὗ τὸ ἐναντίον συμφέρει τοῖς ἐχθροῖς. συμφέρει ἐκείνοις τὸ εἶναι ἡμᾶς δειλούς· λοιπὸν τὸ ἐναντίον
τούτῳ τῷ συμφέροντι ἐκείνοις ἀγαθόν· ποῖον τοῦτο; ἡ ἀνδρία. [b 34] καὶ [*](f. 9v) ὅλως ἐπί τινος, ὃ οἱ ἐχθροὶ βούλονται ἢ ἐφ’ ᾧ χαίρουσι, τὸ ἐν αντίον τούτου ὠφέλιμον, ὥσπερ εἰ βούλονται μὴ ἔχειν ἡμᾶς σῖτον οἱ πολέμιοι· εἰ δὲ τοῦτο, τὸ ἔχειν σῖτον τῶν ὠφελίμων ἡμῖν· διό, ὡς ἐδείξαμεν, ἐπειδὴ κακὸν ἡμῖν τὸ συμφέρον τοῖς πολεμίοις, ἀγαθὸν δὲ ἡμῖν τὸ ἐναντίον τῷ συμφέροντι τοῖς πολεμίοις, ὡς τὸ εἰρηνεύειν κρεῖττον τοῦ μάχεσθαι. καλῶς εἶπε Νέστωρ ἢ κεν γηθήσαι Πρίαμος. [b 36] ἔστι δὲ οὐκ ἀεὶ τοῦτο τὸ εἶναι τὸ συμφέρον τοῖς ἐναντίοις ἡμῖν βλαβερόν, τὸ δ’ ἐναντίον ἐκείνοις ἡμῖν ὠφέλιμον, ἀλλὰ τὸ ὡς ἐπὶ πολὺ ὁ τόπος ἔχει καὶ οὐκ ἀναγκαῖός ἐστι. καὶ ἡ αἰτία, διότι οὐδὲν κωλύει ἐνίοτε ταὐτὰ συμφέρειν ἡμῖν καὶ τοῖς ἐναντίοις· συμφέρει γὰρ ἐκείνοις μὴ πολεμηθῆναι ἡμᾶς ὑπὸ μείζονος ἔθνους, ἵνα μὴ καταπολεμηθέν των ἡμῶν καταπολεμηθῶσι κἀκεῖνοι, ὥσπερ Λακεδαιμονίοις συνέφερε μὴ πολεμηθῆναι τοὺς Ἀθηναίους παρὰ τοῦ Ξέρξου μυριάνθρωπον στρατόπεδον ἐξοπλίσαντος, ἵνα μὴ κἀκεῖνοι πολεμηθῶσιν. [b 37] ὅθεν λέγεται, ὡς τὰ κακὰ συνάγει τοὺς ἀνθρώπους· ὁ πόλεμος γὰρ ὁ κροτηθεὶς παρὰ τοῦ Ξέρξου Λακεδαιμονίους καὶ Ἀθηναίους συνῆξε καὶ ἥνωσε τοὺς πρῴην πάντη διεστηκότας καὶ ἀντιμαχομένους ἀλλήλοις στερρότερον. συνάγει δὲ αὐτούς, ὅταν ἡ τὸ κακὸν βλαβερὸν ἀμφοῖν. [1363a 1] καὶ οὗ μή ἐστιν ὑπερβολή, τοῦτο ἀγαθόν, ὡς ἡ σωφροσύνη μὲν ἀγαθόν (οὐκ ἔστι γὰρ αὐτῆς ὑπερβολή), ἡ δ’ ἐγκράτεια οὐδαμοῦ (ἔστι γὰρ αὐτῆς ὑπερκις βολή, ἡ σωφροσύνη). [a 2] ὃ δ’ ἂν ἢ μεῖζον ἢ δεῖ, κακόν. τὸ γὰρ φωτίζεσθαι ἀγαθόν ἀλλ’ ἡ ὑπερβάλλουσα τοῦ φωτὸς αἴγλη τυφλοῖ πολλά τὸν ὀφθαλμόν, ὥσπερ ἡνίκα χιόνος οὔσης καθαρῶς ὁ ἥλιος λάμψει, ἢ ἡνίκα ἀνατέλλει, εἰ ἀντωπήσῃ τις. οὕτω μὲν ὁ φιλόσοφος. μή ποτε δὲ εἷς ὁ τόπος ἐστὶ λέγων, ὡς, ὃ μὲν οὐκ ἔχει ὑπερβολήν, ἤτοι ὅπερ ἐκ φεύγει τὴν ὑπερβολήν, ἔστι δὲ μέσον, ἐπαινεῖται, ὃ δέ ἐστι μεῖζον ἢ δεῖ ἤτοι ὅπερ συντρέχει τῇ ὑπερβολῇ, τῆς μεσότητος ἀπολαθόν, κακόν· τὸ γὰρ θερμαίνεσθαι μέχρι τινὸς ἀγαθόν, οὐχ ὑπερβαλλόντως, καὶ τὸ φαρμακεύεσθαι μέχρι τινός, οὐ μὴν ὑπερβαλλόντως, καὶ τὸ πονεῖν μέσως τοῦ ὑπερ βαλλόντως κρεῖττον καὶ μεῖζον, καὶ τὸ ἔχειν μέγεθος σώματος οὐχ οἷον τὸ τῶν πολυσαρκούντων καὶ ἄκρως ἐπιμηκίστων ἀγαθόν. [a 2] καὶ ἐκεῖνο, οὗ χάριν ἐδαπανήθη πολλά, ἀγαθόν ἐστιν, οἷον τοῦ πορθῆσαι τὴν Ἴλιον χάριν ἐδαπανήθη πολλά· ἀγαθὸν οὖν ἐκεῖνο· τέλος γὰρ τῶν πολλῶν ἐκείνων ἀναλωμάτων ἡ ἅλωσις, πᾶν δὲ τὸ παρά τινων ὡς τέλος διωκόμενον
ἀγαθὸν ἐκείνοις ἢ κυρίως ἢ φαινόμενον. [a 5] ὅθεν ταῦτ’ εἴρηται [*](f. 9v) κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ, ἤγουν εἰ μὴ τὸ τέλος ἕξομεν, δι’ ὃ τοσαῦτα πεπονήκαμεν, εὖχος γένοιτο τῷ Πριάμῳ, καὶ αἰσχρὸν τοσοῦτον μὲν καιρὸν μένειν ἡμᾶς ἐπὶ ξένης, ἀποτυχεῖν δὲ τοῦ τέλους. δι’ ὃ τοσού τοις μόχθοις καὶ πολέμοις ἐπατταλεύθημεν. [a 6] καὶ ἡ παροιμία τὸ ἐπὶ θύραις τὴν ὑδρίαν. τοῦτο ἐκ τοῦ ἐναντίου κατασκευαστικὸν τοῦ ὅτι μέγα τὸ ἀγαθὸν τὸ τέλος ἐκεῖνο, δι’ ὃ πολλὰ πονήσομεν. ὡς καὶ ὁ μέγας φησὶ Γρηγόριος τὸ καὶ γτοῦτον πολλοῖς ἱδρῶσι συντελεσθέντα καὶ πόνοις, εἴη † δὲ εἰπεῖν ὅτι καὶ τῶν πόνων ἄξιον. εἰ γὰρ τὸ ἐπὶ θύραις ἔχειν τι καὶ πρόχειρον ἤτοι τὴν ὑδρίαν οὐ μέγα ὡς ἐφ’ ἡμῖν ὄν, ὅτε βουλό μεθα, πάντως τὸ μὴ ῥᾳδίως κτώμενον μέγα, τὸ μαργαρίτας ὑφαιρεῖν ἔνδον κειμένους μυρίων οἴκων. [a 8] καὶ οὗ πάντες ἐφίενται, τοῦτ’ ἀγα θὸν ἦν· ὑγείας γὰρ καὶ φρονήσεως καὶ τοῦ ὑπατεύειν πάντες ἐφίενται. [a 10] καὶ τὸ ἐπαινετὸν ἀγαθόν, ὡς ἡ φρόνησις καὶ ἡ γνῶσις τῆς φιλοσοφίας, ταὐτὸν δὲ εἰπεῖν πάντων τῶν ὄντων, ἐπαινετόν. καὶ πάλιν ἀγα θόν, ὃ οἱ ἐχθροὶ ἐπαινοῦσιν, ὡς τοὺς Ῥωμαίους οἱ Ἰσμαηλῖται [*](f. 10r) ἐπαινοῦσιν ὡς ἀνδρείους· ὥστε τὸ καὶ παρὰ τῶν ἐχθρῶν ἐπαινούμενον ἀγα θόν ἐστιν, ὁποία καὶ ἡ ἀρετή τινος· αἰδεῖται γὰρ ἀνδρὸς ἀρετὴν καὶ πο λέμιος. [a 12] καὶ ὃ οἱ κακῶς πεπονθότες ἐπαινοῦσιν, ἀγαθόν, ὥσπερ οἱ Τρῶες τὸ τῆς Ἑλένης κάλλος καὶ τὸν Ἀγαμέμνονα
ᾧ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον
καὶ τὸ βασιλῆι γὰρ ἀνδρὶ ἔοικε. [a 12] διὰ γὰρ τὸ εἶναι φανερὸν τὸ ἀγαθὸν ὁμολογοῦσι καὶ οἱ ἐχθροί, ὥσπερ φαῦλοί εἰσιν, οὓς οἱ φί λοι ψέγουσιν· εἰ γὰρ ἀγαθοί, οὓς οἱ ἐχθροὶ ἐπαινοῦσι, φαῦλοι πάντως, οὖς οἱ φίλοι ψέγουσι. γράφεται δὲ καὶ οὕτως· φαῦλοί εἰσιν, οὓς οἱ φαῦλοι οὐ ψέγουσιν· εἰ γὰρ φαῦλοί εἰσιν, οὓς οὐ ψέγουσιν οἱ φαῦλοι (οἱ γὰρ κλέπται τοὺς κλέπτοντας ὡς ὁμοίους οὐ ψέγουσιν οὐδ’ οἱ λῃσταὶ τοῖς ὁμοίοις ἐπιμέμφονται, ἀλλ’ ἐπαινοῦσι), καλῶς ἄρα ὑπέλαβον λελοιδορῆσθαι Κορίνθιοι ποιήσαντος τοῦ Σιμωνίδου
[a 16] Κορίνθοις δ᾽ οὐ μέμφεται τὸ Ἴλιον.
φαῦλοι γὰρ οἱ Ἰλιεῖς· καὶ ἐπειδὴ οὐκ ἐμέμφοντο τοῖς Κορινθίοις, συναναφαίνεται κἀκείνους φαύλους εἶναι· φαῦλοι γάρ εἰσιν, οὓς οἱ φαῦλοι οὐ ψέ γουσιν. οὐκοῦν καὶ οἱ Ἰλιεῖς, ἐπεὶ φαῦλοι ἦσαν, οὐκ ἐμέμφοντο δὲ τοῖς Κορινθίοις, φαύλους ἐκείνους ἡμῖν ὑπονοεῖσθαι δεδώκασιν. ὕβριν οὖν ἡγήσαντο Κορίνθιοι τὸ ποιηθὲν ὑπὸ Σιμωνίδου καλῶς· δειλοὶ γὰρ καὶ ἄναν δροι πεποίηνται παρ’ αὐτοῦ, εἴπερ οὐκ ἐμέμψατο τὸ Ἴλιον αὐτοῖς, ταὐτὸν
δὲ εἰπεῖν οὐ ψόγον οὐδὲ λοιδορίαν ἀφῆκεν αὐτοῖς· τὸ γὰρ ὅμοιον οὐ μέμφεται [*](f. 10r) τῷ ὁμοίῳ. ἢ καὶ ὥσπερ ἀγαθόν ἐστι πρᾶγμα τὸ ὑπὸ τῶν ἐχθρῶν ἐπαινούμενον, φαῦλοι δὲ ἄνθρωποι, οὓς οἱ φίλοι ψέγουσιν, οὕτω καὶ ἀγατίων θοὶ ἄνδρες ἐκεῖνοι, οὓς ἐπαινοῦσιν οἱ ἐχθροὶ μὴ ψέγοντες μηδὲ μεμφόμενοι. τοῦτο μέντοι μὴ εἰδότες οἱ Κορίνθιοι, ὅτι ἀγαθοὶ μᾶλλον, οὓς οὐ ψέγουσιν οἱ ἐχθροί, λελοιδορῆσθαι ὑπέλαβον ὑπὸ Σιμωνίδου ποιήσαντος
Κορινθίοις δ’ οὐ μέμφεται τὸ Ἴλιον
ἤτοι οὐ ψέγει τοὺς Κορινθίους τὸ Ἴλιον οὐδὲ δειλίαν καταγινώσκει, ἀλλ’ἐπαινεῖ καὶ θαυμάζει τὴν ἀνδρίαν, εἰ καὶ κακῶς παρ’ ἐκείνων ἔπαθε καὶ ἐχθρὸν ἦν τὸ ἔθνος καὶ πολέμιον. ἐκεῖνο δ’ οὐ συνῆκαν, ὅτι τὸ οὐ μέμ φεται ταὐτὸν ἦν τῷ οὐ ψέγει, τὸ δὲ μὴ ψέγεσθαί τινα παρὰ τῶν ἐναντίων ἔπαινος κατορθώματος. [a 16] καὶ ὃ τῶν φρονίμων τις προέκρινεν, ἀγαθόν, ὥσπερ ὁ Ὀδυσσεύς, ὃν ἡ Ἀθηνᾶ, καὶ ἡ Ἑλένη, ἣν ὁ Θησεύς, καὶ Ἀλέξανδρος ἀγαθός, ὃν αἱ θεαὶ ἐπελέξαντο κριτήν, καὶ ὁ Ἀχιλλεὺς μείζων, ὃν Ὁμηρος τῶν ἄλλων Ἐλλήνων ἐπὶ τῷ τῆς ἀνδρίας ἀγαθῷ κρείττονα πάντων ἔδειξε. [a 19] καὶ ὅλως ἀγαθὰ τὰ προαιρετά· ἃ γὰρ πρὸ τῶνδε αἱρούμεθα ὡς ὠφελιμώτερα, ταῦτα ἀγαθά. προαιροῦνται δὲ οἱ ἄνθρωποι πράττειν τά τε προειρημένα ἤτοι τὰ πᾶσιν ἐπαινετὰ καὶ τὰ βλαβερὰ τοῖς ἐχθροῖς καὶ ἀγαθὰ τοῖς φίλοις καὶ ἃ ὁ φρόνιμος προκρίνει καὶ τὰ δυνατὰ αὐτοῖς· ἂν γὰρ διαγνῶμέν τι ἀδύνατον ὂν ἡμῖν, ἀφιστά μεθα. [a 21] τὰ δὲ δυνατὰ διχῶς, τά τε γενόμενα μέν, δυσκόλως δὲ καὶ ἐπιπόνως· δυνατὸν γὰρ κτηθῆναι τὴν ἀρετήν, ἀλλ’ ἐν πόνῳ πολλῷ, καὶ τὴν σοφίαν καὶ γνῶσιν τῶν ὄντων, ἀλλ’ ἐν ἱδρῶτι. δυνατὰ δὲ καὶ τὰ προζοντα χειρότατα καὶ ὅσα χωρὶς λύπης κτῶνται, ὡς ἡ τῶν νῦν ἀσμάτων διδασκαλία ῥᾳόνως τοῖς εὐφώνοις καὶ ἐν ὀλίγῳ χρόνῳ καταλαμβανομένη, ὁποῖαι καί τινες τῶν τεχνῶν ἐν ὀλίγῳ χρόνῳ κατορθούμεναι. ἐπιχειρῶν οὖν τις ἑκατέρωθεν ποτὲ μὲν ἀποδείξει μεῖζον ἀγαθὸν ἐκεῖνο, ἐν ᾧ πολ λοὺς πόνους εὕρομεν, ποτὲ δὲ τοὐναντίον μεῖζον τὸ προχείρως καὶ ἄνευ λύπης καταλαμβανόμενον· τὰ χαλεπὰ γὰρ ὁρίζονται οἱ ἄνθρωποι ἢ τὰ μετὰ λύπης καὶ πόνου κτώμενα, ὡς ἡ ἀρετὴ καὶ ἡ γνῶσις τῶν ὄντων, ἢ τὰ ἐν πλήθει χρόνου κατορθούμενα, ὡς αὐτά τε ταῦτα, ἃ εἴπομεν, καὶ πρὸς τού ἰατρικὴ καὶ νομικὴ πολλῆς ἐμπειρίας καὶ χρόνου καὶ γυμνασίας χρῄ διὰ τὰ καθ’ ἕκαστα ὑποκείμενα ἄπειρά τε ὄντα καὶ ἀπερίληπτα. [a 25] καλὰ δέ εἰσι καὶ ἀγαθὰ κἀκεῖνα, ἃ κατορθοῦνταί τισιν, ὡς βούλον αὐτοὶ οὗτοι οἱ σπουδάζοντες κτήσασθαι. βούλονται δὲ ἢ μηδὲν κακὸν παθεῖν, οἷον νίκης ἐφίεται καὶ τροπαίων τις καὶ τοῦ καταπολεμῆσαι τὸν ἀλλόφυλον, βούλεται μηδὲν ἐν πολέμῳ παθεῖν κακὸν καὶ μηδένα τῶν ἐκείνου ὑποστρατήγων ἢ στρατιωτῶν πεσεῖν· ἢ τὸ δεύτερον καλόν, ἐὰν
πάθωσι μέν, ἀλλὰ πάθωσιν ἔλαττον κακὸν πρὸς τὸ μέγα ἀγαθόν, ὅπερ [*](f. 10r) ἐκτήσαντο· εἰ γὰρ ὀλίγοι πτῶσιν πάθωσιν ἐν πολέμῳ, τῶν δὲ ἀλλοφύλων χιλιάδες, ἀγαθὸν τοῦτο, καὶ ἔλαττον μὲν τὸ κακόν, μεῖζον δὲ καὶ πολλαπλασίον [*](f. 10v) τὸ ἀγαθόν. [a 26] τοῦτο δὲ ἔσται, τὸ ἔλαττον μὲν κακόν, μέγα δὲ ἀγαθόν, ἐὰν ἢ λανθάνῃ ἡ τιμωρία καὶ τὸ γεγονὸς κακόν, οἷον εἰ τοσοῦτόν ἐστι τὸ ἀγαθόν, ὥστε ποιῆσαι ἐπιλαθέσθαι τῆς κακώσεως, ἣν ἐκτησάμεθα δι’ ἐκεῖνο, καὶ ἐὰν ὀλίγοι ἔπεσον ἐν πολέμῳ, τοσοῦτον ὥστε μηδὲ φαίνεσθαι ἀλλὰ λανθάνειν, εἰ πέπτωκέ τις τῶν ἡμετέρων, ἢ ἐὰν οὐ λανθάνῃ μὲν ἡ τιμωρία καὶ τὸ γεγονὸς κακόν, μικρὰ δέ ἐστιν ἡ βλάβη καὶ ἡ κατάπτωσις καὶ πληγὴ τῶν ἡμετέρων καὶ τὸ ἐπιζήμιον ἡμῖν πρὸς τὸ ἀγαθόν, ὅπερ ἐκτησάμεθα. [a 27] ἔτι ἀγαθὰ καὶ τὰ ἴδια, ὡς ἀν θρώπου μόνου τὸ γελαστικὸν καὶ τὸ λογογραφεῖν τῶν ῥητορευόντων καὶ τῶν πλουτούντων τὸ εὖ ποιεῖν. ἔτι ἀγαθά, ἃ μηδεὶς ἔχει, ὡς ἡ βασι λεία καὶ ὁ λίθος ὁ πολυτίμητος, καὶ τὰ περιττὰ καὶ κομψὰ καὶ ποικίλα ἔργα ἢ κτήματα ἢ χρήματα μείζω, οἷον εἰ τύχῃ τι εἰς κάλλος καὶ μέγεθος ἠσκημένον ἔργον ἐκ χρυσοῦ ἢ ἀργύρου, ἢ εἰ ἐκ χρωμάτων μέν, ἀλλ’ ἀνίκητον τὸ ἔργον, ὁποῖα τὰ τῶν παλαιῶν χρωματογράφων, ἢ οἰκία με γάλη καὶ περιφανὴς ἐν πολλῇ περιττότητι· τιμὴ γὰρ τὰ τοιαῦτα τῶν ἐχόν των. [a 28] καὶ τὰ ἁρμόττοντά τισιν ἀγαθά, ὡς τῷδε μὲν ἥδε ἡ στολή, ἄλλη δὲ ἄλλῳ (τοῖς γὰρ ἱερωμένοις ἄλλη καὶ τοῖς μοναχοῖς ἄλλη) καὶ τῷ πλουσίῳ καὶ εὐγενεῖ τὸ εὐεργετεῖν ἁρμόττει καὶ τῷ ἀνδρείῳ τὸ ἀριστεύειν ἐν πολέμῳ. [a 29] καὶ τὰ ἐλλείποντα, κἂν μικρὰ ἦ, ἀγαθὰ δοκεῖ· ὥσπερ εἰ ἔν τινι πλουσίου οἴκῳ ἐνδεῖ τὸ ὕδωρ, ἐκεῖνος τὸ ἐν μέσῃ τῇ οἰκίᾳ ῥέειν ὕδωρ ποθεινὸν ἡγεῖται καὶ μέγα ἀγαθόν· καὶ πάλιν, εἰ εὐγενής τις ὤν οὐκ ἔχει τι προσῆκον τῇ αὐτοῦ εὐγενείᾳ, σπουδάζει τὸ ἐνδεὲς ἁρμόττον δὲ τῇ αὐτοῦ εὐγενείᾳ πρᾶξαι λέγων καθ’ ἑαυτὸν ὡς εἰ καὶ μικρὸν τόδε, ἀλλ’ οὖν τῇ ἐμῇ εὐγενείᾳ πρεπῶδές ἐστιν, οἷον τὸ τὸν παῖδα διὰ παιδαγωγῶν καὶ μυσταγωγῶν τελειοῦσθαι. [a 31] καὶ τὰ εὐκατέργαστα καὶ συντό μως τελειούμενα ἀγαθά, οἷον τὸ ψηφηφορεῖν ἢ ἱππεύειν· ταῦτα γὰρ ὡς ῥᾴδια ἀγαθά. ἑρμηνεύει δέ τινα τὰ εὐκατέργαστα λέγων ἐκεῖνα εἶναι, ἃ οἱ πάντες κατωρθώκασιν, ὡς τὸ θέειν ἐν παιδιαῖς ἢ τὸ ἱππεύειν, ὡς εἴ ρηται, ἢ οἱ πολλοὶ κατώρθωσαν, ὅπερ οἶμαι ἐπανορθωτικὸν καὶ ἐφερμη νευτικὸν ἔσται τοῦ πάντες· εἰ γὰρ καὶ μὴ πάντες, ἀλλ’ οἱ πολλοί· οἷον τὸ γραμματικεύειν, εἰ κατώρθωσαν πολλοί, εὐκατέργαστον. [a 32] ἢ ὅσα ὅμοιοι κατώρθωσαν, ἀγαθὰ ὡς εὐκατέργαστα· οἷον εἰ στρατιωτῶν παῖς εἴη τις, εὐκατέργαστα ἀγαθὰ ἐκείνῳ, ὅσα οἱ τῶν ἄλλων στρατιωτῶν παῖ δες ἰσήλικες ὄντες κατώρθωσαν. καὶ ὅσα οἱ ἥττους κατώρθωσαν, εὐ κατέργαστα· οἷον εἰ δέκα ὅμοιοι στρατιῶται νενικήκασι, πολλῷ δήπου πάν τως, εἰ τεσσαράκοντα ἐκεῖνοι τυγχάνουσι. [a 33] καὶ ἃ χαριοῦνται τοῖς
φίλοις, ἀγαθὰ ἐκεῖνα πάντως, ὧν χρῄζουσι. καὶ ἃ ἀπεχθήσονται τοῖς [*](f. 10v) ἐχθροῖς, ἤτοι ἀγαθά. ἅπερ εἰς ἀπέχθειαν καὶ μῖσος τῶν ἐχθρῶν καὶ ἄμυναν ἐπιδείξονται. [a 34] καὶ ὅσα ὁ σπουδαῖος πράττειν βούλεται καὶ ἐκεῖνοι, οὓς θαυμάζομεν. ἀγαθὰ τὸ τὰ δίκαια ποιεῖν, τὸ ἐπίστασθαι τὰ ὄντα, τὸ εὖ ποιεῖν, τὸ ἀληθές, τὸ ἐπιεικές, τὸ πονεῖν ἐν λόγοις. καὶ ἀγαθά, πρὸς ἃ εὐφυεῖς εἰσιν ἔστι δὲ ὁ μὲν εἰς τὸ ῥητορεύειν δεξιός, ὁ δὲ εἰς τὸ στωμύλον καὶ ἀναισχυντεῖν. [a 35] καὶ πρὸς ἃ ἔμπειροι· οἷον εἰ πολ λοῖς ἐτρίβη πράγμασί τις καὶ δίκαις ἐνετράφη καὶ δικασπολείοις, θᾶττον γενήσεται νομικὸς καὶ ἀγαθὸν ἐντεῦθεν ἐκείνῳ ἡ τῶν νόμων εἴδησις· ὥσπερ εἰ μετὰ ἰατρῶν ἀνήχθη τις καὶ νοσαζομένων καὶ θεραπευομένων, ἑτοίμως ἔχει πρὸς τὸ μαθεῖν τὰ τῆς ἰατρικῆς καὶ διὰ τοῦτο ἀγαθὸν ἐκείνῳ τὸ ἰα τρεύειν. καὶ ἡ αἰτία ῥᾷον γὰρ κατορθώσειν οἴονται ταῦτα, περὶ ἃ ἔμπειροί εἰσι. [a 36] καὶ ἃ μηδεὶς φαῦλος ἔχει, ἀγαθά· ἐπαινετὰ γάρ, οἷον τὸ σωφρονεῖν καὶ φιλοσοφεῖν. καὶ ἐκεῖνα ἀγαθά, ὧν ἐπιθυμήσας 40τις ἐπέτυχεν· οὐ γὰρ φαίνεται μόνον ἡδέα ταῦτα ἀλλὰ καὶ βελτίω. [a 38] καὶ ἔτι ἀγαθά, ἃ μάλιστα ἀποδέχεται ὁ καθ’ ἕκαστα, πρὸς ἃ φιλοτοιοῦτός ἐστιν· οἷον εἰ φιλόνεικος ἔστι τις, πρόκειται δέ πῃ φιλονεικία καὶ πόλεμος, ἀγαθὸν ἐκείνῳ φαίνεται τὸ προκείμενον. εἰ δὲ φιλεῖ τὴν νίκην ἐν τῷ παί ζειν ἢ πυκτεύειν, εἰ πρόκεινται ταῦτα τὰ ἐξ ὧν ἡ νίκη, ἀσπάζεται αὐτά. [*](f. 11r) καὶ οἱ φιλότιμοι· εἰ τιμή τις ἐκ τοῦ λογογραφεῖν ἐπιγίνεται, τὸ λογογραφεῖν ἐπιτηδεύεται, ἵνα δι’ ἐκείνου τιμὴν εὑρήσει. [b 3] περὶ μὲν οὖν ἀγα θοῦ καὶ τοῦ συμφέροντος ἐκ τούτου δεῖ τοὺς τόπους καὶ τὰς πί στεις λαμβάνειν.

Ἐπεὶ δὲ περὶ τοῦ πότερόν ἐστι μεῖζον τόδε ἀμφισβήτησίς ἐστι.ληπτέον τόπους, ἐξ ὧν τι κατασκευασθήσεται μέγα ἢ μικρόν, κακὸν ἢ ἀγαθόν· ἀμφιβάλλεται γάρ, πότερον μεῖζον τὸ εὐεργέτημα τὸ ποιῆσαι νίκην καὶ ἀριστεῦσαι ἢ τὸ ἁμάρτημα τὸ ἀνελθεῖν εἰς τὸ τεῖχος, καὶ πότερον μεῖζον εὐεργέτημα τὸ διῶξαι τὸν τύραννον ἐκ τῆς ἀκροπόλεως ἢ τὸ ἀπο κτεῖναι, καὶ ποῖον μεῖζον ἀδίκημα, τὸ κατασκάψαι τὴν πόλιν ἢ τὸ γεωργῆσαι. ῥητέον οὖν ἐφεξῆς περὶ τοῦ μείζονος ἀγαθοῦ καὶ μᾶλλον συμφέροντος. [b 7] ἔστω δὲ ὡς λῆμμά τι καὶ ἀξίωμα προϋποκείμενον, ὅτι ὑπερέχει τί τινος, ἡνίκα τοσοῦτόν ἐστιν, ὅσον ἐκεῖνο, καὶ ἔτι, ὡς ὁ δέκα ὑπερέχει τοῦ ἐξ τοσοῦτος ὤν καὶ ἔτι. ὑπερεχόμενον δὲ λεγέσθω τὸ ἐλαττούμενόν τινος καὶ ὑποβεβηκὸς καὶ ὑπερεχόμενον. [b 9] καὶ τὸ μεῖζον μὲν πρὸς τὸ ἔλαττον λέγεται, μέγα δὲ πρὸς τὸ μικρὸν καὶ

πολὺ πρὸς τὸ ὀλίγον, καθὼς ἔχουσι μεγέθους τὰ θεωρούμενα· εἰ μὲν [*](f. 11r) γὰρ ὑπερέχει τῷ μεγέθει, μέγα λέγεται, εἰ δὲ τοὐναντίον, μικρόν. τούτων ὑποτεθέντων, ἵνα δηλωθῇ, ποῖον τὸ μεῖζον καὶ ποῖον τὸ ἔλαττον χρῄζομεν γὰρ αὐτοῦ τούτου τοῦ λήμματος διὰ τὸ εἰδέναι σε, ὅτι καὶ τὸ τέλος,5 οὗ χάριν τἆλλα πράττεται, κρεῖττον τῶν πρὸς τὸ τέλος φερόντων, εἰ περι έχει ἐκεῖνα (ὄντος μὲν γὰρ τέλους ἀνάγκη εἶναι κἀκεῖνα, οὐ μὴν ἐκείνων ὄντων ἔστι καὶ τέλος) καὶ πολὺ ὡσαύτως τὸ περιέχον, ὀλίγον δὲ τὸ περι εχόμενον καὶ ἐλαττούμενον —, [b 12] ἐπεὶ οὖν οὕτως ἔχει ταῦτα, ἄγα θὸν δὲ λέγομεν τὸ αὐτὸ αὑτοῦ ἕνεκα ἤγουν τὸ τέλος, οἷον ὑποδείγματος χάριν ἡ ὑγεία· οὐ γὰρ ἄλλου χάριν αἱρετόν, ὡς τὸ γυμνάσιον· πολλοὶ γὰρ τῆς ὑγείας μὴ οὔσης οὐδὲ τὸ ζῆν ἐθέλουσιν. [b 14] καὶ ἀγαθόν, οὗ πάντ’ ἐφίεται, ᾗ τὸ εἶναι ἔχει καὶ ἡ ἡδονή τοῦ γὰρ εἶναι πάντα καὶ τῆς ἡδονῆς τὰ αἰσθανόμενα ἐφίεται. καὶ ἀγαθά, ἃ ἕλοιτο νοῦν καὶ φρόνησιν λαβόντα τὰ ζῷα, ὡς τὸ θεωρεῖν ἐμφρόνως καὶ εἰδέναι τὰ ὄντα, τὰ ἄνω, τὰ κάτω, τὰ περὶ ἀνθρώπου, τὰ περὶ ζῴων καὶ τὰ λοιπὰ πολυωφελῆ καὶ ἀναγκαῖα ὄντα. [b 15] ἔστι δὲ ἀγαθὸν καὶ τὸ ποιητι κόν, ὡς τὸ ἡδὺ ἡδονῆς καὶ αἱ ἀρεταὶ τῶν ἀγαθῶν καὶ τὸ ὑγιεινὸν ὑγείας. ἀγαθὸν δὲ καὶ τὸ φυλακτικόν, ὡς τὰ γυμνάσια ὑγείας φυλακτικά. [b 16] ἀγαθὸν δὲ καί, ᾧ ἕπεται τὰ ἀγαθά, ὥσπερ τὸ μανθάνειν ἀγαθόν· ἕπεται γὰρ αὐτῷ τὸ ἐπίστασθαι. καὶ τὸ ὑγιάζεσθαι καλόν· ἕπεται γὰρ αὐτῷ τὸ ἀπόνως ἔχειν. βούλεται οὖν ἐν τούτοις τοῦτο συναγαγεῖν καὶ εἰπεῖν, ὅτι μεῖζόν ἐστι τὸ μετὰ τοῦ τέλους ἔχον πλείονα ἀγαθὰ τοῦδε, οἷον εἰ ὑγεία τὸ τέλος, ἡ ῥώμη καὶ τὸ κάλλος καὶ ὁ πλοῦτος μετὰ τῆς ὑγείας τοῦ τέ λους κρείττω καὶ μείζω τοῦ κάλλους καὶ τοῦ πλούτου μόνου· ὡς περι 30έχοντα γὰρ μείζω τῶν περιεχομένων εἰσίν. ἀπαρτίζεται δὲ τὸ νόημα εἰς τὸ [b 18] ἀνάγκη τὰ πλείω ἀγαθὰ μετὰ τοῦ τέλους κρείττω εἶναι τῶν ὀλίγων. τὸ οὖν οὗ ἕνεκα τέλος· τέλος δέ, οὗ χάριν τὰ λοιπά· αὐτὸ δὲ ἀγα θόν. διὸ ἐκεῖνα οὕτως ὤφειλεν εἰπεῖν· αὐτὸ δὲ τελικώτατον τὸ παθὸν ἐκεῖνα δι’ ἑαυτὸ τὰ πρὸς αὐτὸ φέροντα δι’ αὑτό· τέλος γὰρ τὸ παθὸν ἐκεῖνα δι’ ἑαυτό· αὐτὸ οὖν ἀγαθὸν τὸ πεπονθὸς ἐκεῖνα δι’ ἑαυτό. φέρεται δὲ οὕτως ἡ γραφή· [b 17] οὗ ἕνεκα τἆλλα αὐτῷ· τὸ δὲ ἀγαθὸν τὸ πρὸς αὐτὸ πεπονθὸς ταῦτα. καὶ ἴσως κάλλιον οὕτως· ἀγαθὸν γάρ, οὗ ἕνεκα τἆλλα αὐτῷ ἤγουν ἐν αὐτῷ, τὸ δὲ ἀγαθὸν ἐκεῖνο τὸ πεπονθὸς ἐκεῖνα· τοῦ γὰρ πεπονθέναι καὶ ὑπάρξαι ἐκεῖνα τὸ τέλος αἴτιον. εἰ δὴ ταῦτα
οὕτως ἔχει (πολλοῖς γὰρ καὶ σχοινοτενέσι ῥήμασι τὸ θεώρημα ἐμεστώσαμεν), [*](f. 11r) ἀνάγκη τὰ πλείω ἀγαθὰ συναριθμούμενα τῷ τέλει κρείττω εἶναι τῶν ὀλίσυλεῖν γων. εἰκότως δὲ προσέθηκε τὸ συναριθμεῖσθαι τῷ τέλει τὰ συγκρινόμενα·εἰ γὰρ μὴ τοῦτο, εὑρεθήσεται τὰ πλείω χείρω τῶν ἐλαττόνων· καὶ γὰρ τὸ τέλος μεθ’ ἑνὸς ἀγαθοῦ κρεῖττον τῶν πλειόνων μὴ τελῶν ὄντων, οἷον ἡ ὑγεία καὶ ἡ ῥώμη κρείττω τοῦ κάλλους καὶ τοῦ πλούτου καὶ τῆς ἰσχύος καὶ τῆς εὐτεκνίας. πρῶτος οὖν τόπος τοῦ μεῖζον εἶναί τι ὅδε τὸ τὰ πλείω ἀγαθὰ εἶναι κρείττω τῶν ἐλαττόνων μετὰ τοῦ τέλους. ἐπεὶ δ’ εἴπομεν ἀρχῆθεν [*](f. 11v) ἐν τοῖς ὑποτεθεῖσι λήμμασιν, ὅτι καὶ μέγα ἔχομεν τὸ ὑπερέχον τοῦ μικροῦ, δεύτερος ἔστω τόπος οὗτος· [b 21] εἰ τὸ μέγιστον ἔν τισι πράγμασι θεωρούμενον ὑπερέχει τοῦ μεγίστου τοῦδε, καὶ αὐτὰ ἁπλῶς τὰ πράγματα ἐκείνων, οἷον εἰ ὁ μέγιστος ἀνὴρ ὑπερέχει τῆς μείζονος γυναικός, καὶ οἱ ἄνδρες ἁπλῶς τῶν γυναικῶν. καὶ ἀντιστρέψας αὖθις εἰπέ, εἰ ἁπλῶς τάδε τῶνδε κρείττω, καὶ τὰ μέγιστα τῶν μεγίστων κρείττω· εἰ γὰρ οἱ ἁπλῶς ἄνδρες κρείττονες τῶν ἁπλῶς γυναικῶν, καὶ οἱ μέγιστοι τῶν μεγί στων, καὶ εἰ οἱ ἄνθρακες τῶν μαργαριτῶν μείζους, καὶ ὁ μείζων ἄνθραξ τοῦ μείζονος μαργαρίτου μείζων, καὶ εἰ ὁ μείζων ῥήτωρ τοῦ μείζονος γραμμα τικοῦ καὶ νομικοῦ κρείττων, καὶ ὁ ἁπλῶς ῥήτωρ τοῦ ἁπλῶς γραμματικοῦ καὶ νομικοῦ κρείττων· πᾶς γὰρ ῥήτωρ καὶ γραμματικὸς κείσθω· ἡ ἀναλογία γὰρ οὕτως ἔχει εἰ τὰ ἁπλῶς τῶν ἁπλῶς, καὶ τὰ μείζω τῶν μειζόνων, καὶ εἰ τὰ μείζω τῶν μειζόνων κρείττω, καὶ τὰ ἁπλῶς τῶν ἁπλῶς κρείττω. [b 27] καὶ ὅταν τόδε μὲν τῷδε ἕπηται, ἐκεῖνο δὲ μὴ τούτῳ ἕπηται, πάντως ἀγαθὸν ἐκεῖνο τὸ ἡγούμενον καὶ συνεισφέρον ἕτερον ἀγαθόν, οὐ μὴν τὸ ἑπόμενον τὸ μὴ συνεισφέρον, οἷον ἡ ὑγεία συνεισφέρει τὸ ζῆν ἑπόμενον αὐτῇ καὶ τὴν ἐπιστήμην εἰσφέρει τὸ μεμαθηκέναι καὶ ὁ ἄνθρωπος τὸ ζῷον· κρείττω ἄρα τὰ συνεισφέροντα· ἔνεισι γὰρ αὐτοῖς κἀ [b 29] λέγει δὲ τὰ ἑπόμενα ἢ ἅμα εἶναι τῷ συνεισφέροντι ἀγασυλεῖν θῷ, ὡς τὸ ζῆν τῇ ὑγείᾳ, ἢ ἐφεξῆς, ὡς ἡ ἐπιστήμη τῷ μανθάνειν ἐφεξῆς· εἰσφέρεται γὰρ τῷ μανθάνειν ὕστερον τὸ ἐπίστασθαι· ὃς μὲν γὰρ μανθάνει, ἐπίσταται, οὐ μήν, ὃς ἐπίσταται, μανθάνει· ἐπίσταται γὰρ καὶ αὐτοφυῶς, ὡς αἱ ψυχαὶ κατὰ Πλάτωνα ἀναμιμνῃσκόμεναι, ἀλλὰ καὶ ἀπὸ ζητήσεως καὶ εὑρέσεως· οὐκ ἀντιστρέφει ἄρα. ὥστε ἐπὶ πλέον τὸ ἐπίστασθαι τοῦ μανθάνειν, κρεῖττον δὲ τὸ μανθάνειν κατά γε τὸν παρόντα τόπον. [b 30] ἕπεται δὲ καὶ τῇ δυνάμει τοῦ ῥητορεύειν τὸ λογογραφεῖν καὶ τῷ ἱεροσυλεῖν τὸ ἀποστερεῖν· ὥστε μεῖζον μὲν ἀγαθὸν τὸ ῥητορεύειν, κακὸν
κρείττων ἡ σωφροσύνη. [a 5] καὶ τὸ ἧττον προσδεόμενον θατέρου [*](f. 12r) κρεῖττον τοῦ προσδεομένου αὐτοῦ, οἷον ἡ γραμματικὴ κρείττων τῆς ῥητορικῆς· οὐ γὰρ προσδέεται αὐτῆς, ἡ μέντοι ῥητορικὴ δέεται αὐτῆς. πάλιν ἡ φιλοσοφία δέεται ἑτέρων, ῥητορικῆς φημι καὶ γραμματικῆς, ἡ μέντοι γραμματικὴ οὐκ αὐτῶν, καὶ ἐντεῦθεν κρείττων αὐτῶν ἡ γραμ ματικὴ ἐλαττόνων προσδεομένη ἢ ῥᾳόνων. [a 7] καὶ ὅταν τόδε μὲν ἄνευ τοῦδε μὴ , οἷον κρείττων ἡ γεωργία τῆς σκυτοτομικῆς· γεωργὸς μὲν γὰρ ἄνευ ὑποδημάτων ζήσεται, σκυτοτόμος δὲ χωρὶς σίτου καὶ γεωργίας οὐδαμῶς. πάλιν κρείττων ἡ στρατιωτικὴ δύναμις τῆς βασιλείας· στρατιῶται μὲν γὰρ καὶ χωρὶς βασιλέως ἐπιζήσονται στρατεύ οντες καὶ διατρεφόμενοι, βασιλεία δὲ χωρὶς στρατιωτῶν οὐδαμοῦ συστῇ. πάλιν φρόνησις ἀνδρίας· ἡ μὲν γὰρ φρόνησις οὐ δέεται ἀνδρίας, ἀνδρία δὲ φρονήσεως ἀναγκαίως. καὶ ὥσπερ ὁ θεμέλιος κρείττων τοῦ ὀρόφου(ἄνευ γὰρ τούτου ἀδύνατον γενέσθαι ὄροφον· ὄροφος γὰρ ἀναγκαίως τούτου χρῄζει, οὐ μὴν ὁ θεμέλιος τοῦ ὀρόφου), ὁμοίως δὲ καὶ ἡ γραμματικὴ ἧττον προσδέεται τῆς ῥητορικῆς, ῥητορικὴ μέντοι ἀναγκαίως χρῄζει τῆς γραμματικῆς· κρείττων οὖν ἡ γραμματική· αὐταρκεστέρα γὰρ ὡς μὴ δεο μένη ἑτέρας. [a 10] κἂν ἦ ἀρχή, τὸ δὲ μὴ ἀρχή. ἐντεῦθεν κρείτ των ἡ ἐγκράτεια τῆς σωφροσύνης· ἀρχὴ γὰρ ἡ ἐγκράτεια, οὐκ ἀρχὴ δὲ ἡ σωφροσύνη. καὶ ὁ φόβος ὁ στοιχειώδης κρείττων ἐν ἀρεταῖς ἀρχὴ ὤν. καὶ τὸ τὰ στοιχεῖα καὶ τὰς συλλαβὰς εἰδέναι τοῦ ψηφηφορεῖν κρεῖττον ὡς ἀρχή. κἂν ἢ αἴτιον, τὸ δ’ οὐκ αἴτιον. ἐντεῦθεν κρεῖττον τὸ ὑγιει νὸν τῆς ὑγείας ὡς ποιητικὸν αὐτῆς. [a 11] ἄνευ γὰρ αἰτίου καὶ ἀρχῆς ἀδύνατον εἶναι ἢ γενέσθαι τι. ὥστε αἱ ἀρχαὶ καὶ τὰ αἴτια λόγον ἔχοντα τὸν ὧν οὐκ ἄνευ μείζω ἀγαθὰ τῶν ὑπ’ αὐτά. [a 12] καὶ ἐν δυσὶν ἀρχαῖς τὸ ἀπὸ τῆς μείζονος ἀρχῆς μεῖζον. κείσθωσαν φρόνησις καὶ πλοῦτος ὡς ἀρχαί, εὐβουλία δὲ καὶ εὐεργεσία ὡς ἐξ αὐτῶν·ἐπειδὴ γοῦν μείζων ἡ φρόνησις τοῦ πλούτου, καὶ ἡ εὐβουλία μεῖζον ἀγα θὸν ἢ ἡ εὐεργεσία, εἴπερ ἡ εὐβουλία ἀπὸ μείζονος ἀρχῆς τῆς φρονήσεως πρόεισι. [a 13] καὶ δυοῖν αἰτίοιν τὸ ἀπὸ τοῦ μείζονος αἰτίου μεῖζον. τεθείσθω τὸ ὑγιεινὸν ὑγείας ποιητικόν, τὸ δὲ ἡδὺ ἡδονῆς, μεῖζον δὲ τὸ ὑγιεινὸν τοῦ ἡδέος, μείζων ἄρα καὶ ἡ ὑγεία τῆς ἡδονῆς· ἡ γὰρ ὑγεία τὸ αἰτιατὸν αἰτίου ὄντος τοῦ ὑγιεινοῦ ἐξ ἀνάγκης ὑπέρκειται τῆς ἡδονῆς, εἴπερ ἔστιν αὕτη αἰτιατὸν τοῦ ἡδέος, οὗπερ εὑρίσκομεν ἀσυγ κρίτως τὸ ὑγιεινὸν ὑπερκείμενον. [a 14] καὶ ἀνάπαλιν δὲ δυοῖν ἀρ χαῖν. ἐντεῦθεν βούλεται ἀντιστρόφως δεῖξαι ἀπὸ τῆς ὑπεροχῆς τοῦ
αἰτιατοῦ πρός τι ἕτερον αἰτιατὸν καὶ τὸ αἴτιον τοῦ μείζονος αἰτιατοῦ ὑπερφέρον [*](f. 12r) τοῦ ἐλάττονος αἰτιατοῦ αἰτίου· δύο γὰρ κειμένων αἰτιατῶν, εἰ τόδε μεῖζον τοῦδε, καὶ τὸ αἴτιον ἐκείνου τοῦ μείζονος ὑπερέξει τοῦ ἑτέρου αἰτίου, ὅπερ ἐστὶν ἐλάττονος αἴτιον. καὶ ἐπὶ τῶν ἀρχῶν ὁμοίως· εἰ γὰρ δύο πρόκεινται τελοῦντα ὑπό τινας ἀρχάς, ἔστι δὲ τόδε κρεῖττον τοῦδε, καὶ ἡ ἀρχὴ τοῦ κρείττονος κρείττων ἐστὶ τῆς ἑτέρας ἀρχῆς τῆς ἐχούσης ὑφ’ ἑαυτὴν ἔλαττον ἀγαθόν, ὡς ἐφ’ ὧν εἴπομεν παραδειγμάτων, εἰ καὶ μὴ σῴζουσιν ἀκριβῶς. [a 15] δῆλον οὖν ἐκ τῶν εἰρημένων, ὅτι ἀμφο τέρως μεῖζόν ἐστι φαίνεσθαι. τοῦτο πρὸς τὸν ἄνω τόπον ἀποδο τέον, ἐν ᾧ ἐλέγομεν [a 10] κἂν ἦ ἀρχή, τὸ δὲ μὴ ἀρχή. ὁποτέρως γάρ, φησί, βούλει, τὸ προκείμενον μεῖζον δείκνυε, ποτὲ μὲν μείζω τὸν θεμέλιον καὶ τὴν γραμματικὴν τυχὸν κατασκεύαζε τοῦ ὀρόφου καὶ τῆς ῥητορικῆς (ἀρχαὶ γὰρ ἐκεῖνα, τὰ δὲ οὐκ ἀρχαί), ὁτὲ δὲ τὰ τέλη συλλολεύσαντος γίζου μείζω τῶν ἀρχῶν εἶναι, εἴπερ ἐχρῄζομεν ἐκείνων, τῶν τελῶν κατα στοχαζόμενοι· τοῦτο βουλόμενος ἐπάγει [a 16] καὶ γὰρ εἰ ἀρχὴ τόδε ἤγουν ἡ γραμματική, τὸ δὲ μὴ ἀρχὴ ἤγουν ἡ ῥητορική, δόξει μεῖζον [*](f. 12v) εἶναι τὸ τῆς ἀρχῆς ἤτοι ἡ γραμματική. [a 1] καὶ εἰ μὴ ἀρχὴ τόδε ἀλλὰ τέλος ὡς ἡ ῥητορική, τὸ δὲ ἀρχή. κρεῖττον τὸ τέλος ἤτοι κρείττων ἡ ῥητορικὴ τῆς γραμματικῆς· τὸ γὰρ τέλος μεῖζον καὶ οὐκ ἀρχή. [a 19] τούτων τῶν ἐφ’ ἑκάτερα κατασκευῶν ἀντιστρόφως εἰσάγει τὸν Λεωδάμαντα μάρτυρα κατηγοροῦντα μὲν Καλλιστράτου, ἐπειδὴ ὑπέ θετο τῷ Χαβρίᾳ καὶ συνεβούλευσεν ἀναιρεθῆναί τινα, καὶ μεῖζον εἶναι τὸ ἀδίκημα τούτου τοῦ βουλεύσαντος ἢ τὸ τοῦ πράξαντος διατεινόμενον (οὐ γὰρ ἂν ἐπράχθη τὸ τέλος, εἰ μὴ ἡ ἀρχὴ τῆς βουλῆς προηγήσατο), ὁτὲ δὲ τοῦ Χαβρίου μᾶλλον καταφερόμενον ὡς πράξαντος καὶ μεῖζον τοῦ βου Καλλιστράτου ἔγκλημα τούτῳ προστρίβοντα ([a 22] οὐδὲ γὰρ ἂν γενέσθαι τὴν βουλὴν διετείνετο, εἰ μὴ ἦν ὁ πράξων). ὁρᾷς, ὅπως ἀμφοτέρωθεν ὁτὲ μὲν μείζω τὴν ἀρχὴν ὁτὲ δὲ τὸ τέλος κατασκευάσαι δυνάμεθα. σὺ δέ μοι ὁ συνετὸς ἀκροατὴς διελὼν ἀκριβῶς τὰ τῆς ἀρχῆς καὶ τοῦ αἰτίου σημαινόμενα (πολλαχῶς γὰρ λέγεται) εὑρὲ καὶ τῶν λεγο μένων τὰ παραδείγματα προσφυῆ καὶ κατάλληλα. [a 23] καὶ τὸ σπανι ώτερον μεῖζόν ἐστι μᾶλλον τοῦ ἀφθόνου, ὡς ὁ χρυσὸς μᾶλλον τοῦ σιδή ρου κρείττων ὢν διὰ τὸ εἶναι χαλεπωτέραν τὴν κτῆσιν αὐτοῦ. ἄλλον δὲ τρόπον τὸ ἄφθονον μεῖζον τοῦ σπανίου διὰ τὴν χρῆσιν· τὸ γὰρ χρησιμώτατον κρεῖττον, ὅθεν καὶ τὸ ἄριστον μὲν ὕδωρ διὰ τὸ πολλάκις ἡμᾶς ἔχειν τὴν χρῆσιν αὐτοῦ. [a 28] καὶ ὅλως τὸ χαλεπώτερον μεῖζον τοῦ προχείρου καὶ ῥᾴονος, κάλλιον δὲ καὶ μεῖζον ὡς σπανιώ
τερον· ἄλλον γὰρ τρόπον κρεῖττον τοῦ χαλεπωτέρου τὸ ῥᾷον ὡς [*](f. 12v) χρησιμώτερον. [a 30] καὶ ᾧ τὸ ἐναντίον μεῖζον. ὡς ἡ ὑγεία μεῖζον ἀγαθὸν ἢ ὁ πλοῦτος· ἡ γὰρ νόσος ἡ ἀντικειμένη τῇ ὑγείᾳ μεῖζον κακὸν ἢ ἡ πενία ἡ ἀντικειμένη τῷ πλούτῳ· μεῖζον οὖν ἀγαθὸν ἡ εἰ μείζον κακὸν ἀντίκειται. [a 31] καὶ οὖ ἡ στέρησις μείζων, ὡς εἰ ἡ φρόνησις μείζων τῆς ἀνδρίας, μᾶλλον χείρων ἡ στέρησις τῆς φρονήσεως ἢ τῆς ἀνδρίας· οὗ δὲ ἡ στέρησις μείζων, καὶ αὐτὸ μεῖζον. καὶ ἀρετὴ μὴ ἀρετῆς καὶ κακία μὴ κακίας μείζων· τὰ μὲν γὰρ τέλη, τὰ δὲ οὐ τέλη. οὐ τοῦτο λέγω, ὅτι ἡ ἀρετὴ μεῖζον καλὸν τῆς μὴ ἀρετῆς (τίνος γὰρ λόγου δεῖται τοῦτο καὶ ἀποδείξεως, ὅτι μείζων ἡ ἀρετὴ τῆς μὴ ἀρετῆς καὶ ἡ κακία μεῖζον κακὸν τῆς μὴ κακίας;), ἀλλ’ ὅτι αἱ ἕξεις κρείττους τῶν διαθέσεων καὶ γενέσεων ἐν ἀγαθοῖς, ἐν δὲ φαύ λοις χείρων ἡ ἕξις τῆς διαθέσεως· οἷον εἰ ὅδε μὲν γραμματικὴν ἔξιν ἔχει, ὁ δὲ γίνεται, καὶ εἰ ὁ μὲν ἕξιν ἀνδρίας ἔχει, ὁ δὲ οὔπω, κρείττων ὁ ἔχων τὴν ἕξιν τοῦ μὴ ἔχοντος μὲν κτωμένου δὲ καὶ γινομένου· καὶ ὁ ἐν κακοῖς τισιν ἕξιν ἔχων ἢ μέθης ἢ ἀκρασίας χείρων τοῦ μήπω τὴν ἕξιν λαβόντος ἐκ τῶν καθ’ ἕκαστα. μείζω δὲ ἁπλῶς τὰ τέλη τῶν ἀτελῶν ἐν μὲν ἀγαθοῖς ἀγαθά, ἐν δὲ φαύλοις φαῦλα· μεῖζον οὖν ἀγαθὸν ἡ ὑγεία τοῦ ὑγιά ζεσθαι, ὥσπερ μεῖζον κακὸν τὸ ἤδη ὂν τοῦ μὴ τέλος λαβόντος· ὥστε ἡ νόσος χείρων καὶ μείζων τοῦ νοσάζεσθαι καὶ τῆς φερούσης εἰς νόσον δια θέσεως. τὰ μὲν οὖν τέλη ἐν ἀρεταῖς μείζω ἀγαθά, τὰ δὲ φαῦλα ἐν κακοῖς μείζω κακά, τὰ δὲ μὴ τέλη ἐλάττω μὲν ἐν ἀγαθοῖς ἀγαθά, ἐλάττω δὲ ἐν κακοῖς κακά. [a 33] καὶ ὧν τὰ ἔργα καλλίω ἢ αἰσχίω, μείζω αὐτά, ὡς ἡ ἀνδρία μείζων τῆς σωφροσύνης· τά γὰρ ἔργα ταύτης μείζω τῶν ἔργων τῆς σωφροσύνης· ὥσπερ μείζους κακίαι, ὧν κακιῶν τὰ ἔργα αἰσχίω, ὡς ἡ μοιχεία καὶ ἡ ἀσέλγεια καὶ ἡ ἀνδροφονία χείρονες τῆς κλοπῆς καὶ ἱεροσυλίας, ἤδη δέ που καὶ ἀσεβείας διὰ τὸ εἶναι τὰ ἔργα αὐτῶν αἰσχίω, ἐπειδή, [a 35] ὡς ἔχουσι τὰ αἴτια καὶ αἱ ἀρχαὶ τῶν ἔργων, οὕτω καὶ τὰ ἐξ αὐτῶν ἀποβαίνοντα, καὶ ὡς τὰ ἐξ αὐτῶν ἀποβαίνοντα καὶ γινόμενα, οὕτως ἔχουσι καὶ αἱ ἀρχαὶ καὶ τὰ αἴτια. εἰ μὲν οὖν μείζονες αἱ ἀρχαί, καὶ τὰ ἐξ αὐτῶν, καὶ εἰ τὰ ἐξ αὐτῶν, καὶ αἱ ἀρχαί· εἰ γὰρ κάλλιον τὸ ἔργον τῆσδε τῆς ἀρετῆς πρὸς ἑτέραν καὶ μεῖζον, καλλίων κἀκείνη καὶ μείζων, καὶ εἰ καλλίων ἡ ἀρετὴ αὕτη καὶ μείζων πρὸς ταύτην, καὶ τὰ ἔργα πάντως αὐτῆς καλλίω καὶ μείζω (ἀνδρίας γὰρ τὰ ἔργα καλλίω εἰσὶ πρὸς τὰ τῆς σωφροσύνης), καὶ εἰ τὰ αἴτια μείζω τῶνδε τῶν αἰτίων καὶ ἀγαθά, μείζω καὶ τὰ ἐξ αὐτῶν καὶ ἀγαθά, ἐπειδή, εἰ τὸ ὑγιεινὸν μεῖζον τοῦ ἡδέος, καὶ ἡ ὑγεία μείζων τῆς ἡδονῆς,
καὶ εἰ ὑγεία μείζων τῆς ἡδονῆς, καὶ τὸ αἴτιον πάντως (τὸ ὑγιεινὸν [*](f. 12v) λέγω) μεῖζον τοῦ ἡδέος. [a 37] καὶ ὧν πραγμάτων αἱ ὑπεροχαὶ αἱρε τώτεραι καὶ καλλίονες, καὶ αὐτὰ ἁπλῶς χωρὶς ὑπεροχῆς αἱρετώτερα καὶ καλλίω, ὡς ἐφ’ ὧν παραδειγμάτων προτεθείκαμεν ἔστιν ἰδεῖν τοῦ ὁρᾶν [*](f. 13r) καὶ ὀσφραίνεσθαι, καὶ ἀντιστρόφως, εἰ τὰ ἁπλῶς κρείττω, καὶ αἱ ὑπερ βολαὶ καλλίους· ἄνω μὲν γὰρ ἐκ τοῦ εἶναι τὰς ὑπεροχὰς βελτίους καὶ τὰ ἁπλῶς κρείττω ἐδεικνύομεν, νῦν δὲ ἐκ τοῦ τὰ ἁπλῶς κρείττω φαίνεσθαι κρείττονας τὰς ὑπεροχὰς συλλογιζόμεθα. [b 4] καὶ ὧν αἱ ἐπιθυ μίαι καλλίους, ἐκεῖνα καλλίω· εἰ γὰρ ὁ σοφὸς μᾶλλον ἐπιθυμεῖ ἡσυχίας καὶ τοῦ ἀπερισπάστου ἢ τοῦ ἔχειν πλοῦτον, ὅς ἐστι πολλῶν περι σπασμῶν αἴτιος, κρείττων ἂν εἴη πενία, ἧς ἡσυχία τὸ κάλλιστον, ἢ πλοῦ τος, οὗ τὸ πολυμέριμνον καὶ πολυόχλητον ἴδιον· πάλιν τῷ φιλοχρημάτῳ μᾶλλον ἐπιθυμία χρημάτων ἢ δόξης, ὥστε παρ’ ἐκείνῳ κρείττω τὰ χρή ματα τῆς δόξης· ἡ ἐπιθυμία τῆς ὑγείας μᾶλλον πᾶσιν ἢ χρημάτων, κρείττεροι· των οὖν ἡ ὑγεία τῶν χρημάτων. καὶ ἀνάπαλιν, εἰ ἐκεῖνα βέλτιστα, ὧν μᾶλλον ἐπιθυμοῦμεν, καὶ αἱ τῶν τοιούτων καλλιόνων ἐπιθυμίαι μείζονες τῶν ἐπιθυμιῶν, ἃς ἔχομεν ἐπὶ τοῖς ἐλάττοσιν ἀγαθοῖς. [b 7] καὶ ὧν αἱ ἐπιστῆμαι καλλίους καὶ σπουδαιότεραι, καὶ τὰ πράγματα καλλίω καὶ σπουδαιότερα· εἰ γὰρ ἡ φιλοσοφία ἐπιστήμη ἐπιστημῶν καὶ ὑπέρκειται, κρείττω ταύτης τὰ ἔργα καὶ τὰ πράγματα ἢ τὰ τῆς νομικῆς. [b 9] ὡς γὰρ ἔχει ἡ ἐπιστήμη, οὕτω καὶ τὸ ἐν ταύτῃ ἀληθές· ἔχει δὲ ἡ φιλοσοφία ἀποδεικτικῶς καὶ ἐξ ἀληθῶν καὶ πρώτων εὑρίσκει τὰ πράγματα· κρείττω οὖν τὰ ταύτης πράγματα τῶν τῆς νομικῆς, ἢ σοφιστική τίς ἐστιν ἐφ’ ἑκάτερα βοηθοῦσα. σπουδαιότεραι δὲ ἁπλῶς αἱ λογικώτεραι τέχναι τῶν πρακτικῶν καὶ βαναύσων. τῶν οὖν σπουδαιοτέρων καὶ τὰ ἔργα κρείσσω. ἀναλόγως δὲ καὶ τοῦδε τοῦ σπουδαιοτέρου ἀνδρὸς ἡ ἐπιστήμη κρείττων τῶν ἐπιστημῶν ἐκείνων, ἃς ἔχουσιν οἱ μὴ σπουδαιότεροι· οἱ γὰρ σπουδαιότεροι τὰς κρείττους ἐκλέγονται ἐπιστήμας, οἱ δὲ ῥᾳθυμότεροι τὰς χείρονας. [b 11] καὶ ὃ κρίναιεν ἂν ἢ κεκρίκασιν οἱ φρόνιμοι, μεῖζόν ἐστι τοῦ παρὰ μὴ τοιούτων κριθέντος· καὶ ὃ οἱ πάντες κρίνουσι, μεῖζον ἐκείνου, ὅπερ οὐχ οἱ πάντες κρίνουσι· καὶ ὃ οἱ πολλοὶ κρίνουσι, μεῖζον ἐκείνου, ὅπερ οὐχ οἱ πολλοὶ κρίνουσι· καὶ ὅπερ οἱ πλείους ἔκριναν, μεῖζον τοῦ παρ’ ὀλίγοις κριθέντος. πιθανοὶ δὲ οἱ τόποι καὶ εὐανάτρεπτοι. καὶ ὅπερ οἱ κράτιστοι ἔκριναν, ἀγαθὸν μεῖζον. [b 13] οἱ δὲ κρίνοντες ἢ ἁπλῶς κρίνουσιν ἤτοι ἐπιστήμονες ὄντες· ὁ μὲν γὰρ στρατηγὸς κρίνει τόδε κατὰ τὴν ἐνοῦσαν αὐτῷ περὶ τὰ
πολεμικὰ ἐμπειρίαν, ὁ δὲ ῥήτωρ κρίνει τόδε κατὰ τὴν ἐνοῦσαν αὐτῷ ἐπι στήμην [*](f. 13r) καὶ γνῶσιν καὶ δύναμιν. [b 14] ἤγουν οὕτω κρίνουσιν ἢ κατὰ φρόνησιν ἤτοι ὅπερ κρίνουσί τινες πεπαιδευμένοι ὄντες περὶ πᾶν· εἰσὶ γάρ τινες ἐκ τῆς οἰκείας φρονήσεως οἷον γνώσεις τινὰς ἔχοντες ἐν ἑαυτοῖς καὶ γεωμετρικῶν θεωρημάτων καὶ φυσικῶν καὶ ἀστρονομικῶν καὶ ῥητορι κῶν καὶ τῶν ἄλλων· οὗτοι δὲ καὶ δύνανται κρίνειν, εἰ ὅδε διαλέγεται καλῶς, ὅδε δὲ οὔ, καὶ εἰ ὅδε φυσικῶς ἀποδείκνυσιν ἄριστα τόδε ἢ μή. καὶ εἰ ῥήτωρ γενναῖος οὗτος, ὁ δὲ μή· οὗτοι λέγονται περὶ πᾶν πεπαιδευ μένοι ὡς ἔχοντες οἷον πάντων ἀρχὰς καὶ ἀκούσματα, οὐ μέντοι ἀκριβῆ ἕξιν· ὁ γὰρ ἔχων ἀκριβῆ κατάληψιν ἐπιστήμων κυρίως λέγεται, οἱ μέντοι διαθέσεις τινὰς ἔχοντες καὶ μετρίαν γνῶσιν καὶ ἀρχάς τινας καὶ ἀκούσματα μόνον ἐν πᾶσι καὶ δυνάμενοι κρίνειν πεπαιδευμένοι καὶ κριταὶ λέγονται. μήποτε οὖν μᾶλλον τὸ ἁπλῶς λέγεται ἐπὶ τῶν περὶ πᾶν πεπαιδευμένων, τὸ δὲ κατὰ φρό νησιν ταὐτόν ἐστι τῷ κατὰ τὴν ἐπιστήμην, ὡς εἶναι τὸ λεγόμενον, ὅτι ἢ ἁπλῶς κρίνουσιν ὡς περὶ πᾶν πεπαιδευμένοι ἢ κατὰ τὴν οἰκείαν φρόνη σιν ἤγουν κατὰ τὴν ἐνοῦσαν αὐτοῖς ἐπιστήμην, περὶ τὴν ῥητορικὴν τυχὸν ἢ γεωμετρικὴν ἢ φυσικὰ μαθήματα· οὕτω γὰρ καὶ ἐν τοῖς Ἠθικοῖς λέγει ἁπλῶς δὲ ὁ περὶ πᾶν πεπαιδευμένος, ἐν δὲ τῷ προοιμίῳ τῆς Περὶ ζῴων πραγματείας ὅλως πεπαιδευμένον καὶ κριτικὸν περὶ πάντων λέγει τὸν τοιοῦτον. ἀλλὰ καὶ ἐφεξῆς τοῦτο δηλῶν ἐπάγει [b 16] ὡς ἂν ἡ ἐπιστήμη καὶ ἡ φρόνησις εἴπῃ, ὡς τῆς ἐπιστήμης εἰς ταὐτόν ποτε τῇ φρονήσει συντρεχούσης. ἀλλ’ ὅπερ ἐλέγομεν, ἀγαθόν ἐστιν, ὅπερ οἱ οὕτως ἔχοντες κρίνουσιν ἢ ὡς ἐπιστήμονες ἢ ὡς πεπαιδευμένοι. [b 14] ἔστι δὲ φησὶ τοῦτο τὸ λεγόμενον κοινότατον ἐπὶ πάντων τῶν [*](f. 13v) πραγμάτων καὶ ἐπὶ τῶν ἐπιστημῶν καὶ τῶν τεχνῶν· καὶ γὰρ ἀνάγκη ἐπί τε γραμματικῶν κρεῖττον εἶναι τὸ λεγόμενον ὑπὸ τῶν ἀρίστων καὶ ἐπὶ τῶν ῥητόρων τὸ λεγόμενον ὑπὸ Ἐρμογένους μᾶλλον ἢ τὸ ὑπὸ Μινουκιανοῦ, καὶ ὁμοίως ἐπὶ τῶν ἄλλων, ἰατρικῶν, λογικῶν, φυσικῶν. κοινότατος οὖν ὁ τόπος· ἐπὶ πᾶσι γάρ, εἴ τι πρᾶγμα κρίνουσιν οἱ ἄριστοι καὶ πεπαιδευ μένοι, μέγα τοῦτο ἀγαθόν, οἷον εἰ λέγουσι πολεμῆσαι τῷ Φιλίππῳ ἢ τειχί σαι τὴν πόλιν καὶ ὀχυρῶσαι ἐν ναυσίν, ἢ εἰ λέγουσιν οἱ ἄριστοι ἰατροὶ καὶ οἱ πεπαιδευμένοι συμφέρειν τὸ μὴ τέμνεσθαι τὴν φλέβα τῶν ἐχόντων τὸ στόμα τῆς γαστρὸς ἀσθενές· εἰ κρίνουσιν οὖν τι πρᾶγμα, ἄριστόν ἐστιν οἷον οἱ στρατηγικοὶ καὶ πολεμισταὶ πάλιν εἰ λέγουσι κάλλιον εἶναι τὸ μετὰ ἀσπίδων καὶ σπαθῶν πολεμῆσαι, καὶ εἰ τὸ ποσὸν τῶν ἀσπίδων καὶ τῶν σπαθῶν λέγουσι καὶ τὸ ποιόν, ὅτι ὁλόκυκλοι μὲν αἱ ἀσπίδες, δίστομοι δὲ αἱ σπάθαι, ἢ εἰ κρίνουσι μέν τι πρᾶγμα, οἷον ὅτι τριήρεις εἰς τὸν διὰ θαλάττης πόλεμον ἑτοιμασθήτωσαν. ποσὸν δέ, εἰ εἴπωσιν, ὅτι πεντήκοντα
ἀβεβαιοτέρων. οἷον τὸ ἔχειν ἕξιν τῆσδε τῆς ἐπιστήμης κρεῖττον ἢ τὸ [*](f. 13v)  διάθεσιν καὶ ἀκούσματα μόνα ψιλὰ κεκτῆσθαι, καὶ τὸ λαβεῖν με δεσποτείαν πράγματός τινος ἤγουν ἀγροῦ ἢ βιβλίων μεῖζον ἀγαθὸν ἢ τὸ ἔχειν με χρῆσιν μόνην. διὰ τί δὲ μείζω τὰ πολυχρονιώτερα καὶ τὰ βεβαιότερα; [b 32] διότι ὑπερέχει τῶν πολυχρονιωτέρων ἡ χρῆσις (μᾶλλον γάρ, ὡς ἔφημεν, διαρκοῦσιν οἱ ἀγροὶ ἢ τὰ ὑφάσματα), τῶν δὲ βεβαιοτέ ρων ἡ χρῆσις τῇ βουλήσει παρέπεται, ἤγουν εἴ τις ἔξιν ἔχει ῥητορικῆς, [*](f. 14r) ἔχει τῇ βουλήσει τὴν δύναμιν σύνδρομον καὶ ἅμα τῇ θελήσει τὴν χρῆσιν ἐφεπομένην καὶ λογογραφεῖ εὐθέως, οὐ μὴν τοιοῦτος ὁ διάθεσιν ἔχων.[b 34] καὶ ἐκ τῶν συστοίχων. εἰ τὸ ἀνδρείως τοῦ σωφρόνως μεῖ ζον καὶ βέλτιον, καὶ ἀνδρία σωφροσύνης κρείττων καὶ τὸ ἀνδρεῖον εἶναι τόνδε τοῦ σωφρονεῖν ἕτερον κάλλιον. [b 37] καὶ ὃ πάντες αἱροῦνται ὁμοῦ, κρεῖττον τοῦ πράγματος, ὅπερ οὐχ οἱ πάντες αἱροῦνται, οἷον τὸ φῶς ὁρᾶν κρεῖττον τοῦ τέκνα ἔχειν τυχὸν ἢ τινος ἄλλου, ὃ μὴ πάντες αἱροῦνται. [1365a 1] ἀγαθὸν γάρ ἐστιν, οὗ πάντες ἐφίενται, μεῖζον δέ, οὗ μᾶλλον πάντες ἐφίενται· ὑγείας γὰρ μᾶλλον ἅπαντες ἢ χρημάτων ἐρῶσι. καὶ οἱ ἀμφισβητοῦντες. ἔτι μεῖζόν ἐστιν, ὅπερ καὶ αὐτοὶ οἱ ἀμφισβητοῦντες πρότερον καὶ λέγοντες μὴ εἶναι ἀγα θὸν συνέθεντο ὕστερον, ὅτι ἀγαθόν ἐστιν· οἷον εἰ συνεβούλευον μεῖζον εἶναι ἀγαθὸν τὸ συμμαχῆσαι τοῖς Ὀλυνθίοις, Αἰσχίνης δὲ καί τινες ἄλλοι ἀντέλεγον ἐμοὶ συμβουλεύοντες, ὕστερον δὲ συνέθεντο καὶ αὐτοί, ὅτι κάλλιον τὸ συμμαχῆσαι Ὀλυνθίοις, πάντως μεῖζον ἐκεῖνο. [a 2] ἢ ὅπερ οἱ ἐχθροὶ αὐτοί φασιν ἀγαθὸν εἶναι, μεῖζον ἐκεῖνο, οἷον τὸ θεῖναι πεζι κὸν οἷον φρούριόν τι καὶ πρόβλημα καὶ αὐτοὶ οἱ ἐχθροὶ ἐπαινοῦσι καὶ τῶν Ῥωμαίων τὴν ἀρίστην ἱππείαν οἱ Ἰσμαηλῖται ἐπαινοῦσιν. ἢ ὅπερ οἱ κρίνοντες εἴπωσι, μεῖζον· ὃ γὰρ οἱ κριταὶ εἴπωσιν ὡς κύριοι, ἀγα θόν. καὶ ὅπερ αὐτοὶ οἱ κρινόμενοι ἐροῦσιν ἀγαθὸν εἶναι, τοῦτο κάλλιον·γὰρ ἑαυτοῖς συμφέρειν νομίζουσι, τοῦτο ἐξελέξαντο. [a 3] τὸ μὲν γάρ, ὅπερ οἱ ἀμφισβητοῦντες καὶ οἱ ἐχθροὶ λέξουσιν εἶναι καλόν, τοιοῦτόν ἐστιν, ὥσπερ ἂν εἰ πάντες συνέθεντο· τὸ δέ, ὅπερ οἱ κρίνοντες εἴπωσιν, ἀγαθόν ἐστι μεῖζον, διότι παρὰ τῶν κυρίων καὶ τῶν εἰδότων ἐλέχθη. [a 4] καὶ ὁτὲ μὲν οὖ πάντες μετέχουσι μεῖζον, οἷον τὸ παρρησίας μετέχειν ἐν δημοκρατίᾳ, ἧς (τῆς παρρησίας καὶ ἐλευθερίας) πάντες μεταλαμβάνουσιν· ἀτιμία γὰρ τὸ μὴ μετέχειν· ὁτὲ δὲ 20ἀγαθόν, οὗ μηδεὶς μετέχει, ὡς ἡ βασιλεία, ὁτὲ δὲ ἀγαθόν, οὖ μετέ χουσιν ὀλίγοι, οἷον τιμή, ἦς μετέχουσιν ἐν ἀριστοκρατίᾳ οἱ ἄριστοι, κάλλιον δὲ ὡς σπανιώτερον. [a 6] καὶ τὰ ἐπαινετώτερα· καλλίω
γάρ. τὰ τῇ πολιτείᾳ φησὶν ἐπαινετώτερα καλλίω. καὶ εἰ μὲν ὀρθῶς [*](f. 14r) ἔχει καὶ ἀδιαστρόφως ἡ πολιτεία καὶ οὐκ ἀσπάζεται τὸ πλεονεκτεῖν καὶ τὰ χρήματα, ἐπαινετὰ νομίζει τὰ κυρίως καλά, ἀρετήν, γνῶσιν, σοφίαν· εἰ δὲ μὴ οὕτως, ὡς εἴπομεν, ἔχει, ἐπαινετώτερα νομίζει τὰ χείρονα, ὥσπερ νῦν τὴν νομικὴν διὰ τὸ τῆς πλεονεξίας νόσημα τιμῶσιν οἱ πολλοὶ καὶ οἴονται τῶν ἐπαινετῶν καὶ τιμίων αὐτήν. [a 7] καὶ ὧν αἱ τιμαὶ μείζους. πρόσθες τὸ ἐκεῖνα μείζω ἀγαθά. οἷον τὸ ἀριστεύειν κρεῖττον ἢ τὸ τέκτονα εἶναι· ἡ τιμὴ γὰρ τῶν ἀριστέων κρείττων ἢ τῶν τεκτόνων. [a 8] καὶ ὧν αἱ ζημίαι μείζους. συνεννόει πάλιν τὸ ἐκεῖνα μείζω ἀγαθά· εἰ γὰρ χείρων καὶ μείζων ἡ ζημία τῶν ὀφθαλμῶν ἢ τῶν ποδῶν, κρεῖττον ἀγαθὸν τὸ τῆς ὁράσεως ἢ τὸ βαδίζειν, καὶ εἰ τὸ ἀπολέσαι ὑγείαν μεῖζον τοῦ ἀπολέσαι χρήματα, μεῖζον ἀγαθὸν ἡ ὑγεία. [a 8] καὶ τὰ ὑγείανμεῖζοντῶν ὁμολογουμένων ἢ φαινομένων μεγάλων ἀγαθῶν μείζω καὶ αὐτά εἰσι μείζω πάντως καὶ κρείττω· οἷον φαινόμενον ἀγαθόν ἐστιν ἥδε ἡ ἀρχή. Κύπρου τυχὸν ἢ Φοινίκης, ἢ ὁμολογούμενον ἀγαθὸν τὸ ἄρξαι Ἀντιοχέων, ἀλλὰ τούτων κρεῖττον τὸ καίσαρα εἶναι τυχὸν ἢ βασιλέα· μείζω ἄρα τὰ καὶ τῶν ὁμολογουμένων ἀγαθῶν ἢ φαινομένων ὑπερκείμενα. [a 10] καὶ διαιρούμενα δὲ εἰς τὰ μέρη ταὐτὰ μείζω φαίνεται· οἷον εἰ λέγω δεῖ βοηθῆσαι τοῖς Ὀλυνθίοις, εἶτα διαίρεσιν ποιήσομαι τῶν αὐτοῦ μερῶν εἰ γὰρ βοηθήσαντες ἐκείνοις πολεμήσομεν Φιλίππῳ, ἔσται δόξα τῇ πόλει, λαμπρότης, ἐλευθερία, τὰ παρόντα ἀγαθὰ μενοῦσι, τὰ οὐκ ὄντα δὲ προσκτησόμεθα, οὕτω διαιρεθὲν τὸ ἀγαθὸν μεῖζον ἐφάνη, ὥσπερ μεῖζον κακὸν δείκνυται τὸ διαιρούμενον· ὥσπερ ὁ Δημοσθένης ἐποίησε θέλων ἀπελέγξαι μέγα τὸ τοῦ Αἰσχίνου τῆς παραπρεσβείας ἔγκλημα, καὶ ὅπως ὁ Φίλιππος πόλιν τινὰ τῶν Ἀθηναίων οὖσαν ἐπόρθησεν, οὕτω λέγει ἡνίκα γὰρ ἐπορευόμεθα εἰς Δελφούς, ἦν ὁρᾶν τὰ τείχη μὲν οὕτως ἔχοντα, ὡς διηγεῖται, τοὺς δὲ ἄνδρας ἐλεεινούς, αἰχμαλώτους, γύναια δὲ καὶ παιδάρια ὀλίγα καὶ πρεσβύτας οἰκτρούς. [a 11] πλειόνων γὰρ ὑπερέχειν δοκεῖ τὸ διαιρούμενον, ὥσπερ καὶ ὁ ποιητὴς εἰσάγει τινὰ δεόμενον τῆς γυναικὸς τοῦ Μελεάγρου, ἵνα πείσῃ τὸν ἄνδρα ἐξελθεῖν πρὸς τὸν πόλεμον. [*](f. 14v) δέεται δὲ τῆς γυναικὸς εἰς πειθὼ τοῦ ἀνδρὸς διηγήσασθαι τὰ μέρη τῆς ἁλώ σεως, ἵνα μεῖζον κακὸν φανῇ ἡ ἅλωσις καὶ ἐντεῦθεν πεισθῇ ὁ Μελέαγρος διαναστῆναι πρὸς τὸν πόλεμον. Ὁμηρος ἐν τῷ ἰῶτα τῆς Ἰλιάδος εἰσάγει τὴν Κλεοπάτραν δεομένην τοῦ Μελεάγρου, ἵν’ ἐξέλθῃ πρὸς τὸν πόλεμον.[a 16] καὶ τὸ συντιθέναι δὲ καὶ τὸ ἐποικοδομεῖν μέγα ποιεῖ φαίνεσθαι τὸ πρᾶγμα, ὅπερ ἐποίει καὶ ὁ Ἐπίχαρμος. ἐφόνευσα τὸν τύραννον, οὐ μόνον δὲ τὸν τύραννον, ἀλλὰ καὶ τὸν τύραννον καὶ τὴν γυναῖκα, οὐδὲ τὸν τύραννον μόνον καὶ τὴν γυναῖκα, ἀλλὰ τὸν τύραννον, τὴν
γυναῖκα καὶ τοὺς παῖδας καὶ ἐφεξῆς τοὺς πέντε ἢ ἐξ τυχὸν μέχρι [*](f. 14v) τῶν τριάκοντα ἠρίθμει· τὸ συντιθέναι οὖν μέγα τὸ πρᾶγμα ἐποίει, ὥσπερ καὶ ἡ διαίρεσις. [a 17] ἡ σύνθεσις γὰρ ὑπεροχὴν δίδωσι τῷ πράγματι, ὥσπερ καὶ ὅτε λέγομεν εἰ πολεμήσομεν τῷ Φιλίππῳ, προσέσται τῇ πόλει κλέος, ἄδεια τοῖς πολίταις, φόβος τοῖς λοιποῖς ἐναντίοις, τῶν νῦν προσόντων ἀγαθῶν αὔξησις, τῶν κακῶν μείωσις· ἀλλὰ καὶ μεγάλα ἡμῖν ἀγαθὰ προσγενήσεται. [a 19] ἐπεὶ δὲ τὸ χαλεπώτερον, ὡς εἴρηται ἄνωθεν καὶ τὸ σπανιώτερον μεῖζον ἀγαθόν, ποιήσουσιν αὐτὸ μέγα ἀγαθὸν οἱ καιροί, οἷον εἰ ἐν καιρῷ πολιορκίας ἢ ἀνελθών τις εἰς τὸ τεῖχος ἠρίστευσεν ἢ στρατόπεδον λαβὼν καὶ ῥήξας τὰς πύλας ἐνίκησε. καὶ αἱ ἡλικίαι μέγα τὸ πρᾶγμα κηρύττουσιν, εἰ παρ’ ἡλικίαν τις ἠρίστευσεν, οἷον γέρων ἢ δεκαετής. [a 20] καὶ οἱ τόποι· εἰ γὰρ ἐν τῷ τόπῳ τις ἐκείνῳ, ἐν ᾧ σπάνις σίτου καθέστηκεν, εὐεργετήσει τις ἢ τὴν πόλιν ἢ τόνδε τὸν πολίτην σίτου ἀφθονίαν δούς, μέγα ἀγαθόν. καὶ οἱ χρόνοι μέγα τὸ πρᾶγμα ποιοῦσιν, οἷον εἰ πολλάκις εὐεργέτησε τὴν πόλιν ἀριστεύων καὶ ἐν χρόνοις πολλοῖς καὶ νῦν ἐν χρόνῳ ἀνάγκης καὶ πολιορκίας ἠρίστευσε. [a 21] καὶ αἱ δυνάμεις, εἰ μικρὰ δυνάμενός τις μεγάλα τὴν πόλιν ὠφέλησε καὶ μικρὰν στρατιῶτιν δύναμιν ἔχων πολλὰς πολεμίων χιλιάδας ἐτρέψατο. ταῦτα κατασκευάζων ἐπήγαγε τὸ εἰ γὰρ παρὰ τὴν δύναμιν τὴν οἰκείαν ἐποίησέ τις κατόρθωμα μόνος, ἐν πολλοῖς πολεμίοις τυχὸν περιπλακείς, ἢ σῖτον δέδωκε τῇ πόλει πολὺν εἰς διατροφὴν πλείονα τῆς ἑαυτοῦ δυνάμεως, τοῦτο μέγα ἀγαθόν, οἷον δυνά μενος δοῦναι χιλιάδας δύο τέσσαρας δέδωκε. [a 22] καὶ εἰ παρ’ ἡλι κίαν ἐποίησέ τι δεκαετὴς ἀριστεύσας ἢ γέρων, μεῖζον τὸ κατόρθωμα.25 καὶ εἰ παρὰ τοὺς ὁμοίους ποιεῖ τι, μεῖζον τὸ κατόρθωμα, οἷον εἰ πάντες μὲν οἱ νέοι ἐξ Ἄργους εἰς Τεγέαν διὰ τριῶν ἡμερῶν βαδίζουσιν ἄλλος δὲ διὰ μιᾶς, μεῖζον τὸ ἀγαθόν. εἰ οὖν παρὰ τοὺς ὁμοίους ποιεῖ τι, ἢ οὕτως ἤγουν ἁπλῶς, ὡς τὸ πορεύεσθαι διὰ μιᾶς ἡμέρας τὸ διά στημα τῶν τριῶν ἡμερῶν, ἢ ἐν ἐνταῦθα ἤτοι ἐν τόπῳ δυσβάτῳ καὶ τραχεῖ καὶ ἀδιεξιτήτῳ πεπόρευται, ἢ τότε ἤγουν εἰ ἐν χρόνῳ χρειώδει ἀνάγκης κατεπειγούσης τὸ διάστημα ἤνυσε. καὶ ἐπ’ ἄλλων ὁποίων βούλει παραδειγμάτων τὸν λόγον ἐξέταζε· πάντως ἀγαθὸν ἐκεῖνο μέγα καὶ μέγε θος ἕξει τὸ τοιοῦτον ὑπερέχον καὶ τῶν ἀγαθῶν καὶ τῶν καλῶν καὶ τῶν δικαίων. [a 24] τὸ δὲ καὶ τῶν ἐναντίων τί βούλεται τῷ Ἀριστοτέλει προσκείμενον; ἢ πάντως, ὅτι καὶ ἀντιστρόφως ἐκεῖνο μέγα κακὸν καὶ μέγεθος ἔχει ὑπερέχον τῶν ἀδίκων καὶ τῶν κακῶν καὶ τῶν φαύλων, ὅπερ οὔτε ἐν καιρῷ γέγονεν οὔτε ἐν χρόνῳ οὔτε ἐν ἡλικίᾳ οὔτε ἐν δυνάμει.
οἷον τί λέγω; δύναμιν ἔχων εὖ ποιῆσαί τις οὐκ ἐποίησε, καιρὸν [*](f. 14v) ἔχων οὐκ ὠφέλησεν, ἡλικίας εὖ ἔχων οὐκ ἠρίστευσεν· ἢ ἔδρασε μέν τι, ἀνάξιον δὲ καὶ τῆς ἑαυτοῦ δυνάμεως· καὶ τῆς ἡλικίας· μεῖζον οὖν τοῦτο κακόν. [a 24] τὸ δὲ ὅθεν καὶ τὸ ἐπίγραμμα τῷ ὀλυμμπιονίκῃ παράδειγμά ἐστι τοῦ ἀγαθοῦ, ὅπερ ποιεῖ τις παρὰ τοὺς ὁμοίους, ὁποῖον καὶ τοῦτο συνέβη τῷ ὀλυμπιονίκῃ· φαίνεται γὰρ καὶ ἐν τῷ Ὀλυμπιακῷ ἀγῶνι νικήσας ἐκ τῆς ἐπωνυμίας τοῦ ὀλυμπιονίκου· τί δὲ τὸ ἐπίγραμμα, ὁ ὀλυμπιονίκης εἰσάγεται λέγων ταῦτα
πρόσθε όσθε μὲν ἀμφ’ ὤμοισιν ἔχων τραχεῖαν ἄσιλλαν,
ἤτοι πρόσθεν ἔχων ἐν τοῖς ὤμοισιν τραχεῖαν ἄσιλλαν, τουτέστιν ἄγγος ἰχθύων τραχύ, ὃ καὶ σκάφην λέγουσιν,
ἰχθῦς ἐκ τοῦ Ἄργους εἰς Τεγέαν ἔφερον·
ἰσχυροῦ δὲ ἀνδρὸς καὶ ῥωμαλέου τὸ κατόρθωμα. τὸ δὲ ἐφεξῆς τὸ [a 28] καὶ ὁ Ἰφικράτης αὑτὸν ἐνεκωμίαζε λέγων ὁ μὲν φιλόσοφος διὰ τὸν ὀλυμπιονίκην εἰπεν, ὡς εἶναι τὸ δηλούμενον, ὅτι καὶ ὁ Ἰφικράτης ἐνεκωμίαζε [*](f. 15r) τὸν ὀλυμπιονίκην λέγων, ἐξ οἵων εἰς οἷα μετέβαλλεν. ἕτερος δὲ λό γος ἀληθέστερος πείθει πάλιν ἕτερον ἐννοεῖν τὸ τοῦ Ἰφικράτους, ὡς εἶναι καὶ αὐτὸ παράδειγμα εἰς τὸ παρὰ τοὺς ὁμοίους, ὅτι καὶ ὁ Ἰφικράτης αὑτὸν ἐνεκωμίαζε λέγων, ἐξ ὧν ὑπῆρξε ταῦτα, ἤγουν ἀπὸ κόπων 5καὶ ἱδρώτων πολλῶν ὑπῆρξε τοιοῦτος· φασὶ γάρ, ὅτι ὁ Ἰφικράτης δοκῶν εἶναι γονέων εὐτελῶν καὶ ἀσήμων υἱὸς (σκυτέα γὰρ ἔλεγον τὸν αὐτοῦ παπίοις τέρα τινές) ἐντεῦθεν κατεφρονεῖτο, ἡνίκα δὲ πολέμιον ἄνδρα συναρπάσας ζῶντα μετὰ τῶν ὅπλων εἰς τὴν ἑαυτοῦ τριήρη κατήνεγκε, τότε δόξαν ἐκαρ πώσατο συγκρύπτουσαν τὸ δυσγενὲς καὶ περιφανὲς εὕρηκε τὸ κλέος. ὅτι δὲ οὐ μάτην ἐπερραψῴδησα ταῦτα οὐδ’ ἀντιλέγω τοῖς τοῦ φιλοσόφου ῥῆμασιν εἰκῇ, αὐτὸς ὁ δαιμόνιος Ἀριστοτέλης μαρτυρείτω τῷ λόγῳ λέγων ἐν τοῖς τόποις, οὓς τῷ πανηγυρικῷ παραδίδωσιν, οὕτω τοιοῦτον δὲ καὶ τὸ τοῦ Ἰφικράτους, ἐξ οἵων εἰς οἷα· ἐφεξῆς δὲ τούτῳ τῷ ῥητῷ φησι καὶ τὸ τοῦ ὀλυμπιονίκου
πρόσθε μὲν ἀμφ’ ὤμοισιν ἔχων τραχεῖαν ἄσιλλαν.
ὁρᾷς, πῶς ἕτερον τὸ τοῦ ὀλυμπιονίκου καὶ ἕτερον τὸ τοῦ Ἰφικράτους, ἐξ ὧν εἶπε καὶ τὸ τοῦ ὀλυμπιονίκου ὡς ἕτερον ὃν παρὰ τὸ τοῦ Ἰφικράτους.εἰ δέ τις ἐρεῖ, ὅτι φησὶν ὁ Ἰφικράτης νῦν δὲ κράτος φέρομαι ὀλυμπιονί καις μετὰ πᾶσιν, ἀκούσεται, ὡς οὐδὲν ἀπεικὸς καὶ τὸν τοιοῦτον ἐν Ὀλυμνικῆσαι· πολλοὶ γὰρ ἐκράτησαν τὸν Ὀλυμπιακὸν ἀγῶνα κατ’ ἔτος ἀγωνιζόμενοι. [a 29] καὶ τὸ αὐτοφυὲς τοῦ ἐπικτήτου μεῖζον ἀγαθόν, ὥσπερ ὁ Περικλῆς καὶ ὁ Θεμιστοκλῆς ῥητορικαῖς χάρισιν ἐκόσμουν τὸν λόγον καὶ λογοειδῶς ἀφηγοῦντο τὰ τῆς πολιτείας, μήπω τῆς ῥητορικῆς
τεχνωθείσης· αὐτοφυῶς οὖν παρ’ ἐκείνοις ἡ ῥητορική. μεῖζον δὲ τὸ αὐτοφυὲς [*](f. 15r) καὶ οἰκεῖον τοῦ ἐπικτήτου· χαλεπώτερον γάρ· [a 30] ὅθεν καί τις ποιητής φησιν αὐτοδίδακτος δ’ εἰμί. καὶ τὸ τοῦ μεγάλου μέγιστον μέρος, συνεπινόει δὲ τὸ μεῖζον ἀγαθόν οἷον μέγα μὲν ἡ πόλις, μέρος δὲ μέγα ταύτης ἡ νεότης· λέγει οὖν ὁ Περικλῆς ἡ νεότης ἐκ τῆς πόλεως ἀνῄρηται· ἐπιτάφιον δὲ ἐποίει τῇ νεότητι τῆς πόλεως πεσούσῃ λέγων ταῦτα ἡ νεότης ἐκ τῆς πόλεως ἀνήρηται, ὥσπερ ἔαρ ἐκ τοῦ ἐνιαυτοῦ εἰ ἐξαιρεθείη. [a 33] καὶ τὰ ἐν χρείᾳ μείζονι χρήσιμα μείζω, οἷον τὰ ἐν γήρᾳ καὶ νόσοις καλὰ μείζω ἀγαθά, οἷον ἡ εὐγηρία ἐν τῷ τέλει οὖσα τοῦ βίου καὶ ἐν χρείᾳ μείζονι κρατίστη, καὶ τὸ διδόναι τινὶ μεῖζον ἐν γήρει καὶ τυφλότητι, καὶ τὸ ἐν αἰχμαλωσίᾳ ὄντα τραφῆναι παρά τινος μεῖζον, καὶ τὸ ἐν κινδύνῳ μεγάλῳ βοηθηθῆναι μεῖζον ἢ τὸ ἐν ἐλάττονι. [a 34] καὶ δυοῖν τὸ ἐγγύτερον τοῦ τέλους· οἷον πρόκειται πλοῦτος καὶ ἀρετή, τέλος δὲ ἡ εὐδαιμονία, ἐγγύτερον δὲ ἡ ἀρετὴ πρὸς τὴν 30εὐδαιμονίαν ἢ ὁ πλοῦτος· κρείττων οὖν καὶ μείζων ἡ ἀρετὴ τοῦ πλούτου ὡς ἐγγυτέρα τῷ τέλει ἤγουν τῇ εὐδαιμονίᾳ. πολλάκις δὲ εἶπον, ὡς οὐκ ἀκριβολογούμεθα νῦν ἐν τοῖς παραδείγμασι. [a 35] καὶ τὸ αὐτὸ καὶ ἁπλῶς. οὕτω μὲν ὁ φιλόσοφος γράφεσθαι βούλεται τὸ ῥητόν· γράφεται δὲ καὶ οὕτως καὶ τὸ αὐτῷ ἢ ἁπλῶς. καὶ τὴν μὲν πρώτην γραφὴν οὕτως ὁ φιλόσοφος ἐξηγήσατο· καὶ τὸ αὐτό τε ὂν τέλος καὶ ἁπλῶς ἤγουν πρὸς ἄλλο τέλος ἀπονεῦον κρεῖττον καὶ μεῖζον τοῦ πρὸς ἄλλο μόνον συντελοῦντος καὶ μόνον πρὸς τέλος ἄγοντός τι, οὐ μὴν καὶ τέλους ὄντος, ὥσπερ ἡ μὲν στρατηγικὴ πρὸς τὴν νίκην ὡς τέλος τι ἀφορᾷ, ἡ δὲ νίκη τέλος οὖσα τῆς ἱππικῆς παρασκευῆς ἀφορᾷ καὶ πρὸς τὴν εὐδαιμονίαν· οὐκ εὐδαίμων γὰρ κυρίως ὁ ἡττώμενος, ὡς ὁ Κροῖσος· ἡ μὲν οὖν νίκη καὶ τέλος καὶ πρὸς τέλος ἄγει κρεῖττον, ἡ δὲ ἱππικὴ ἁπλῶς πρὸς ἄλλο μόνον λυσιτελεῖ μεῖζον οὖν τὸ αὐτὸ ὂν τέλος ἄλλου καὶ ἁπλῶς ἤτοι πρὸς ἄλλο λυσιτελοῦν καὶ φέρον πρὸς ἐκεῖνο ἢ τὸ μόνον πρὸς ἄλλο φέρον, ὁποῖον ἡ ἱππική. τῆς δὲ δευτέρας γραφῆς ἡ ἐξήγησις αὕτη· καὶ τὸ αὐτῷ λυσιτελοῦν καὶ χρησιμεῦον ἤτοι ἐμοὶ μεῖζον ἢ τὸ ἁπλῶς ἤγουν τὸ ἄλλοις τισὶ χρησιμεῦον, ὡς εἶναι τὸ λεγόμενον, ὅτι τὸ ἐμοὶ ὠφέλιμον μεῖζον τοῦ ὠφελίμου ἄλλοις ἢ τὸ τινὶ ὠφέλιμον κρεῖττον τοῦ ἄλλοις ὠφελίμου· μεῖζον γὰρ τὸ αὐτὸν [*](f. 15v) ὠφελοῦν ἢ τὸ ἄλλους. [a 35] καὶ τὸ δυνατὸν τοῦ ἀδυνάτου μεῖζον, ὡς τὸ γενέσθαι με γραμματικὸν δυνατὸν μᾶλλον ἢ τὸ μαθεῖν με ἀστρονομίαν καὶ κατοπτρικὴν καὶ Χαλδαϊκὴν φιλοσοφίαν· κρεῖττον οὖν καὶ μεῖζον τὸ δυνατόν. [a 36] τὸ μὲν γὰρ αὐτῷ ἤγουν ἐπ’ ἐμοὶ κεῖται, τὸ δὲ οὔ·
εἰ γὰρ ἀδύνατον, οὐκ ἐπ’ ἐμοί· τὸ γὰρ πτερωθῆναί με τυχὸν ἢ τὸ ἀθάνατον [*](f. 15v) γενέσθαι με ἐν σώματι ἀδύνατον· καίτοι μέγα ἡ ἀθανασία, ἀλλ’ ἀδύνατον· κάλλιον οὖν ἐμοὶ τῆς ἀθανασίας τὸ ζῆσαι μέχρι ἐτῶν ἑβδομή κοντα. [a 36] καὶ τὰ ἐν τέλει τοῦ βίου ἀγαθὰ μείζω· τὸ γὰρ ἀνασμεῖν παύεσθαι ἐν τῷ γήρει μᾶλλον καλὸν καὶ τὸ τιμᾶσθαι ἐν γήρᾳ ἐπαινετὸν μᾶλλον. τότε ἐπιδιωρθώσατο τὸν λόγον, ἐπεὶ ὁ θάνατος μᾶλλόν ἐστι τέλος, καὶ εἶπε [a 37] τέλη γὰρ μᾶλλόν εἰσι τὰ πρὸς τῷ τέλει τοῦ βίου ἀγαθά. διὰ τοῦτο παραινοῦμεν πονεῖν ἐν νεότητι, διότι μεγάλα τὰ ἐν τῷ γήρᾳ καλά, ἅπερ εὑρίσκει ὁ πονῶν ἐν τῷ καιρῷ τῆς νεότητος. [a 37] καὶ τὰ πρὸς ἀλήθειαν τῶν πρὸς δόξαν μείζω, ὡς τὸ ὑγιαίνειν πρὸς ἀλή θειαν ἀγαθόν, τὸ δὲ οἰκίαν ἔχειν λαμπρὰν καὶ ἐφεπομένους καὶ προπομ πεύοντας φαινόμενα καὶ πρὸς δόξαν· καὶ τῆς τιμῆς κρεῖττον τὸ ὁρᾶν· τὸ μὲν γὰρ πρὸς δόξαν ἤτοι φαινόμενον ἀγαθὸν οὐκ ἀληθές, τὸ δὲ ὁρᾶν ἀληοῦτος θὲς ἀγαθὸν καὶ μεῖζον. διὰ τοῦτο καὶ τὸ εὖ ποιεῖν τοῦ δοκεῖν δίκαιον κρεῖττον τὸ γὰρ πρὸς δόξαν καὶ οὐκ ἀληθὲς ἀγαθὸν διὰ τὸ φανῆναί τισι ποιοῦμεν. [b 1] ὅρος γὰρ τοῦ πρὸς δόξαν τὸ μὴ λαθεῖν· λανθάνων γάρ τις τὸν πολλῶν ὀφθαλμὸν οὐκ ἂν ἕλοιτο λαμπροφορεῖν καὶ χρυσῷ κο τὸν ἵππον, ἃ πρὸς δόξαν τείνει καὶ φανητιασμόν. [b 2] ἀπὸ τούτου δὲ τοῦ τόπου καὶ τὸ εὖ πάσχειν δόξειεν ἀληθέστερον εἶναι καὶ κρεῖττον τοῦ εὖ ποιεῖν· τὸ μὲν γὰρ εὖ ποιεῖν οὐκ ἂν λαθεῖν τις αἱρήσεται· τοιαργὲς δὲ τοῦ πρὸς δόξαν ὅρος· ὥστε τὸ εὖ ποιεῖν πρὸς δόξαν· τὸ δὲ πρὸς δόξαν οὐ μέγα ἀγαθόν. τὸ δὲ εὖ πάσχειν λανθάνειν αἱρεῖται· ὃ δὲ ἔχων τις λανθάνειν αἱρεῖται, μέγα ἀγαθόν· εὖ δὲ πάσχων βούλεται λανθάνειν κρεῖττον οὖν τὸ εὖ πάσχειν ἔχον τὸν ὅρον τὸν πρὸς ἀλήθειαν ἀγαθόν. ἦσαν δὲ ταῦτα πρὸς ἀλήθειαν, ἅ, κἂν λανθάνωσιν, ἔχειν φιλεῖ τις, πρὸς δόξαν δέ, ἅπερ οὐ λανθάνεσθαι βούλεταί τις· τοιοῦτον δὲ τὸ εὖ ποιεῖν κρεῖττον οὖν τὸ εὖ πάσχειν τοῦ εὖ ποιεῖν. [b 5] καὶ ὅσα εἶναι μᾶλλον ἢ δοκεῖν μᾶλλον βούλεται, μείζω ἀγαθά συνεπινόει ἐκτός· τὸ γὰρ εἶναί τινα σοφὸν κρεῖττον ἢ τὸ δοκεῖν· μείζων οὖν ἡ οὖσα σοφία ἢ ἡ δοκοῦσα· πρὸς ἀλήθειαν γὰρ ἡ οὖσα μᾶλλόν ἐστι, πρὸς δόξαν δὲ ἡ δοκοῦσα. ἐλέγομεν δὲ ἐν τῷ ἀνωτέρω τόπῳ τὰ πρὸς ἀλήθειαν εἶναι κρείττω καὶ μείζω, τὰ δὲ πρὸς δόξαν ἐλάττω· καὶ μᾶλλον ἔχειν βούλεταί τις πλοῦτον ἢ δοκεῖν, εἰ καὶ τισὶ δοκεῖ τὸ ἀντίστροφον· καὶ τὸ ὑγιαίνειν μεῖζον ἐκ πάλιν τούτου τοῦ τόπου καὶ κρεῖττον δικαιοσύνης καὶ ἐλευθεριότητος καὶ μεγα λοπρεπείας· δοκεῖν μὲν γὰρ βούλεταί τις ἢ εἶναι ἐλευθέριος. καὶ δίκαιος δοκεῖν ἢ εἶναι, καὶ μεγαλοπρεπὴς δοκεῖν μᾶλλον ἢ εἶναι, ὑγιαίνειν δὲ δοκεῖν οὐ βούλεταί τις. ἀλλ’ εἶναι μᾶλλον ὑγιὴς θέλει. [b 8] καὶ τὸ πρὸς τὰ πολλὰ χρησιμώτερον μεῖζον ἀγαθόν, ὡς αὐτὸς ὁ Ἀριστοτέλης ἐν παράδειγμα τίθησι τὸν πλοῦτον καὶ τὴν ὑγείαν· ταῦτα γὰρ χρησι
μεύουσι πρὸς πλείω καὶ μέγιστα ἀγαθά, πρὸς τὸ ζῆν, πρὸς τὸ εὖ ζῆν, [*](f. 15v) πρὸς τὴν ἡδονήν, πρὸς τὸ πράττειν τὰ καλά. καὶ τὰ γυμνάσια καὶ κυνηγέσια πρὸς πολλὰ χρήσιμα, πρὸς ὑγείαν, πρὸς ἡδονήν, πρὸς ἀλυπίαν· κρείττω ἄρα καὶ μείζω. [b 11] καὶ τὸ ἀλυπότερον καὶ τὸ μεθ’ ἡδο νῆς, συνεπινόησον ὁμοίως μεῖζον ἀγαθὸν μᾶλλον τοῦ ἔχοντος τὸ ἀλυπό τερον μόνον ἢ τὸ μεθ’ ἡδονῆς μόνον, ὥσπερ ἡ ἐλευθεριότης καὶ τὸ ἄλυπον ἔχει καὶ τὸ μεθ’ ἡδονῆς καὶ ἡ μεγαλοπρέπεια· ἡ δὲ ἀνδρία ἐν πολέ μοις τὸ μεθ’ ἡδονῆς οὐκ ἔχει· ἀγαπητὸν οὖν, εἰ καὶ τὸ ἀλύπως ἔχει καὶ τὸ οὐκ ἄνευ ἡδονῆς. εἰ οὖν τὸ ἓν ἀγαθὸν μέγα πολλάκις, τὸ ἔχον δύο μεῖζον ὅπερ οὖν ἔχει τὸ ἄλυπον καὶ τὸ μεθ’ ἡδονῆς, μέγα ὡς ἔχον δύο ἀγαθά, ὁποῖα καὶ τὰ ἱππηλάσια καὶ γυμνάσια. ῥητέον δὲ καὶ τὰ τῶν πε παιδευμένων παίγνια· παίζουσι γὰρ οἱ πεπαιδευμένοι πολλάκις, ἵνα σπου [*](f. 16r) δάζωσιν, ὅτι μηδὲ δεῖ συντονωτέρᾳ χρῆσθαι τῇ σπουδῇ ἀεί· κρείττων οὖν ἡ ἐλευθεριότης τῆς ἐγκρατείας· ἡ δ’ εὐφροσύνη καὶ ἡδονὴ τάχα διὰ τὸν παρόντα τόπον κρείττων ἔσται τῆς ἀρετῆς καὶ ὁ πλοῦτος τῆς πενίας· ὁ μὲν γὰρ τὸ μεθ’ ἡδονῆς καὶ τὸ ἄλυπον ἔχει, ἡ δὲ οὐδέτερον· καὶ ἡ ἀλυ πία δὲ ἀγαθόν, εἰ ἡ ἡδονὴ μέγα ἀγαθόν. [b 13] καὶ δυοῖν, ὃ τῷ αὐτῷ προστιθέμενον μεῖζον τὸ ὅλον ποιεῖ· εἰ γὰρ ἡ φρόνησις μεῖζον ποιεῖ προστιθεμένη τῇ ἰσχύι ἤπερ τὸ κάλλος, μείζων ἡ φρόνησις τοῦ κάλλους. [b 14] καὶ ἃ μὴ λανθάνει παρόντα ἢ ἃ λανθάνει. κρείττω φησὶν ἀγαθά, ἃ παρόντα οὐ λανθάνει, οἷον ἡ εὐτεκνία καὶ τὸ ἔχειν τέκνα ἀγαθὰ καὶ πολλὰ κρεῖττον ἢ τὸ ῥώμην ἔχειν· τὸ μὲν γὰρ ἔχειν τέκνα παρὸν οὐ λανθάνει, τὸ δὲ ῥώμην ἔχειν λανθάνει. καὶ τὸ ἐγκωμιάζειν ῥητορικῶς καὶ ἐπιστέλλειν κρεῖττον τοῦ μόνον ἔχειν τέχνην ῥητορικὴν καὶ ἕξιν, οὐ μὴν καὶ ἐνέργειαν· τὸ μὲν γὰρ λανθάνει, ἡ ἕξις φημὶ ἐνοῦσα, τὸ δέ, ἡ ἐνέρ γεια, οὐδαμοῦ. καὶ τὸ πλουτεῖν καὶ φαίνεσθαι μεῖζον τοῦ πλουτεῖν καὶ μὴ φαίνεσθαι· εἰ γὰρ δύο τινῶν ὄντων ὁ μὲν φαίνεται πλουτῶν, ὁ δὲ πλουτεῖ μέν, ἄπορος δὲ δοκεῖ, μᾶλλον ὑπερέχει ὁ τὸν πλοῦτον ἔχων φαι νόμενον ἢ ὁ κρυπτόμενον· τὸ γὰρ φαινόμενον κρεῖττον τοῦ λανθάνοντος καὶ ἀφανοῦς. καὶ εἰ ὁ μὲν ἐπαγγέλλεται σοφὸς εἶναι, ὁ δὲ δεικνύει τὴν ἐνέργειαν, κρείττων ὁ ἐνεργῶν καὶ δεικνύων ἢ ὁ ἐπαγγελλόμενος. [b 16] καὶ τὸ ἀγαπητὸν τοῖς μὲν μόνον, τοῖς δὲ μετ’ ἄλλων. κρεῖττόν φησι τὸ ἀγαπητόν, ὅταν ᾗ μοναδικόν, ἢ μετ’ ἄλλων ἤγουν πεπληθυσμένον· ὡς γὰρ ὁ μονογενὴς παῖς ἀγαπᾶται πλέον ἢ ὁ ἐν πολλοῖς ἀδελφοῖς θεωρούμενος, οὕτω καὶ πᾶν ἀγαθὸν μεμονωμένον παρ’ ὃ μετ’ ἄλλων ἀγαθῶν δεικνύ μενον μεῖζον. [b 17] αὐτίκα εἴ τις κατά τινα περίστασιν ὀφθαλμὸν ἔχει ἕνα, μᾶλλον ἀσπάζεται αὐτὸν τῶν ἐχόντων δύο ὀφθαλμούς· διό, ἄν τις αὐτὸν τυφλώσῃ, ζημίαν μείζονα πεποίηκε, παρ’ ὃ εἰ ἄλλου τινὸς δύο ἔχοντος τὸν ἕνα ἀφῄρηκεν, ἐπειδὴ τούτῳ μόνος ὢν ὁ ὀφθαλμὸς μᾶλλον ἦν
ἀγαπητὸς καὶ ἀσπαστὸς ὁλοσχερῶς. καὶ εἰ ὁ μὲν δύο ἔχει ἀγρούς, ὁ δὲ [*](f. 16r) ἕνα, καὶ ὁ μὲν πολλοὺς θησαυρούς, ὁ δὲ ἕνα, κρεῖττον τὸ ἐν τῷ ἔχοντι τὸ ἕν, ὅταν τις ἔχῃ ὡς πένης ἕν τι ἀγαθόν, ἐφ’ ᾧ πέποιθεν, ἤ τις ὢν ἐν στειρώσει πάλαι ὀψὲ πατὴρ ἑνὸς τέκνου γεγένηται. [b 19] ταῦτα μὲν οὖν εἰσιν, ἐξ ὧν ἄν τις προτρέπων καὶ ἀποτρέπων ἀποδείξῃ τι μέγα ἀγαθὸν εἶναι, εἰς ὃ προτρέπει, καὶ μέγα κακόν, ἀφ’ οὗ ἀποτρέπει.

Μέγιστον δὲ πρὸς τὸ δύνασθαι καὶ πείθειν καὶ συμβουλεύειν τὸ εἰδέναι τὰς πολιτείας πάσας καὶ λαμβάνειν ἐν ταῖς συμβουλαῖς καὶ χρησιμώτατον τῷ συμβουλευτικῷ τὸ διελεῖν τὰ ἑκάστης ἤθη καὶ νόμιμα καὶ συμφέροντα· ἄλλα γὰρ ἀριστοκρατίας ἔθη καὶ νόμιμα, ἄλλα δὲ δη μοκρατίας καὶ ἕτερα συμφέροντα ἄλλῃ πολιτείᾳ καὶ ἄλλα ἄλλη. [b 25] πάντες μὲν γὰρ τῷ συμφέροντι πείθονται· συμφέρει δὲ τὸ σῷζον τὴν πολιτείαν. ἔτι δὲ ἐν τοῖς συμβουλεύουσι κυρία ἐστὶν ἡ τοῦ κυρίου ἀπόφασις· ὁ γὰρ ἄρχων ἑκάστης πολιτείας ἀποφαίνεται τήνδε μὲν εἶναι κυρίαν τὴν βουλήν, τήνδε δὲ μή. ἄλλος δὲ ἐν ἄλλῃ πολιτείᾳ ἄρχων καὶ ἄλλος ἐν ἄλλῃ, ἐν μὲν μοναρχίᾳ βασιλεὺς καὶ τύραννος, ἐν δὲ ἀριστοκρατίᾳ οἱ ἄριστοι κατὰ τὴν ὑπὸ νόμου κειμένην, ἐν δὲ δημοκρατίᾳ οἱ τῷ κλήρῳ τὰς ἀρχὰς ἔχοντες, ἐν ὀλιγαρχίᾳ δὲ οἱ ἀπὸ τιμημάτων· τὰ κύρια οὖν καὶ οἱ ἄρχοντες διῄρηνται κατὰ τὰς πολιτείας. [a 3] δεῖ τοίνυν καὶ τὸ συμ φέρον τῇ πολιτείᾳ σκοπεῖν καὶ τὰ τέλη ἑκάστης καὶ τὰ τῶν ἀρχόντων ἔθη καὶ τὰ σῴζοντα ἐκείνους καὶ ἀφορᾶν ὡς εἰς σκοπόν τινα τὸν ἄρχοντα καὶ οὕτω ποιεῖσθαι τὰς συμβουλάς. δεῖ δὲ καὶ τῇ πολιτείᾳ συνεξομοιοῦν ἑαυτὸν τὸν συμβουλεύοντα· οἷον εἰ δημοκρατία ἐστίν, ὀφείλει λέγειν ὁ συμ βουλεύων ἐγὼ ἑκάστου τῶν πολιτῶν κήδομαι καὶ ἐπ’ ἴσης τιμῶ πάντας καὶ βούλομαι καὶ παραινῶ πάντας ἐλευθερίας μετέχειν εἰ δὲ βασιλεία ἐστί, δεῖ κατὰ τῶν βασιλειώντων ἀγανακτεῖν καὶ λέγειν ὡς ἀγαθὸν ἡ μοναρχία καὶ ἄφρονες οἱ ἐπανιστάμενοι καὶ δεῖ διδόναι δίκας αὐτοὺς καὶ ἐπὶ τούτοις ἀξιοῦν αὐτοὺς ὀργῆς καὶ κολάσεως ἢ λέγει τίς οὐκ ἀγανακτεῖ κατ’ αὐ τῶν; τίς οὐ χαλεπαίνει; ἀλλ’ ὅπερ ἐλέγομεν, βουλὴ † κρίσις κυρία ἐστὶν ἐν ταῖς συμβουλαῖς ἡ ἀπόφασις τοῦ ἄρχοντος. [b 27] τὰ δὲ κύρια διήρηται [*](f. 16v) κατὰ τὰς πολιτείας· τοσοῦτοι γὰρ οἱ ἄρχοντες, ὁπόσαι καὶ αἱ πολιτεῖαι. [b 29] εἰσὶ δὲ πολιτεῖαι τέσσαρες. δημοκρατία, ὀλι γαρχία, ἀριστοκρατία, μοναρχία, ὥστε καὶ τὸ κύριον καὶ τὸ κρῖνον ἐν συμβουλαῖς καὶ δίκαις (ἀλλὰ νῦν περὶ συμβουλῆς ἡμῖν πρόκει τούτων τι ἂν εἴη εἰ γὰρ ἄρχων εἴη τῆς μοναρχίας, βασιλεύς, ἢ εἰ

δημοκρατία ἐστὶν ἡ πολιτεία, ἔσται τὸ κύριον καὶ κρῖνον ἢ πάντες οἱ κλήρῳ [*](f. 16v) λαχόντες τὴν ἀρχὴν ἢ οὐχὶ πάντες ἀλλ’ οἱ πλείους ἢ μόριον τούτων τὸ τρίτον τυχὸν ἢ τὸ τέταρτον οἱ τῆς συμβουλῆς ἀκούοντες καὶ κρίνοντες. [b 31] ἔστι δὲ δημοκρατία μέν, ἐν ἦ κλήρῳ διανέμονται τὰς ἀρ χάς· ἐπειδὴ γὰρ πάντες ἰσονομίαν ἔχουσι καὶ τῆς αὐτῆς ἐλευθερίας μετέ χουσι, καὶ ἰσότιμοι διανέμονται τὰς ἀρχὰς ἐν τῷ κλήρῳ, ἵν’ ὁποίου προ δράμῃ τὸ λάχος. οὗτος ἄρξῃ εἰς τὰς τριήρεις τυχὸν ἢ εἰς στρατηγίαν ἢ εἰς ἑορτὴν ἕνα χρόνον· καὶ πάλιν ἐπετίθετο πᾶσι κλῆρος καὶ ὁ λαχὼν ἦρχεν ἔνιαυτόν· καὶ οὕτως ἀεὶ τὸ τῆς ἀρχῆς διενέμετο ὑπὸ τοῦ λάχους ἑκάστοις. [b 33] ὀλιγαρχία δέ, ἐν ἢ ἄπχουσιν οἱ ἀπὸ τιμημά των ἤτοι οἱ πλουσιώτεροι. ἀριστοκρατία δέ, ἐν ᾗ ἄρχουσιν οἱ νόμῳ καὶ παιδείᾳ ἐντραφέντες καὶ ἐνεθισθέντες καὶ γένει καὶ βίῳ καὶ γνώσει τῶν ἄλλων ὑπερέχοντες. [b 37] μοναρχία δέ ἐστιν, ἐν ἦ εἰς ἁπάντων κύριος, ὡς τὸ ὄνομα τοῖς πολίταις δηλοῖ, καθ’ ἃ καὶ αἱ ἄλλαι ὀνομά ζονται καὶ ἔχουσιν. εἰ μὲν οὖν κατ’ ἀξίαν ἄρχει τις καὶ κατὰ τάξιν πρέπουσαν, βασιλεία, εἰ δὲ ἀόριστος καὶ ἄτακτος, τυραννίς. [1366a 2] τὸ δὲ τέλος ἑκάστης πολιτείας οὐ δεῖ λανθάνειν· αἱροῦνται γὰρ πάντες τὸ φέρον πρὸς τὸ τέλος, καὶ εἰ συμβουλεύει τις τὸ φέρον πρὸς τὸ τέλος, ἀκούουσιν ἐκείνου. ἄλλα δὲ ἄλλῃ πολιτείᾳ τέλη· [a 4] τῆς μὲν γὰρ δημοκρατίας ἐλευθερία τέλος, ὀλιγαρχίας δὲ ὁ πλοῦτος, ἀριστοκρατίας δὲ τέλος παιδεία καὶ νόμοι, βασιλείας δὲ τὸ ἐννόμως ἐπι στατεῖν καὶ ὡς πατέρα ἄρχειν τὸν βασιλέα, [a 6] τυραννίδος δὲ τέλος φυλακή. πρὸς ταῦτα οὖν ἀποβλέπων ὁ συμβουλεύων ἀναλόγως τοῖς τέ λεσιν ὑποτιθέσθω τὰ πρὸς τὸ τέλος ἑκάστης πολιτείας φέροντα· καὶ ὑπο θετέον κατὰ τὰ ἑκάστης ἔθη καὶ νόμιμα καὶ συμφέροντα καὶ αἱρε τέον ἐκεῖνα, εἴπερ αἱροῦνται πάντες ἐκεῖνα, ὅσα πρὸς τέλος οἰκεῖον αὐ τοῖς φέρουσιν ἐπειδὴ τότε πείθεταί τις, ὅταν, ὃ λέγει ὁ συμβουλεύων, ἀνα φέρῃ αὐτὸς ὁ ἀκροατὴς εἰς τέλος τὸ τῆς ἑαυτοῦ πολιτείας. [a 8] ἐπεὶ δὲ οὐ μόνον αἱ πίστεις γίνονται διὰ τοῦ ἀποδεικτικοῦ λόγου. βού λεται εἰπεῖν, ὅτι ὀφείλεις, ὧ συμβουλεύων, ἠθικὸν ἑαυτὸν ποιεῖν ἤτοι εὔ νουν, ἀληθῆ, φιλόπολιν· ἀναγκαῖον μὲν γὰρ καὶ τὸ ἐνθυμηματικῶς καὶ ἀποδεικτικῶς κατασκευάζειν τὸ λεγόμενον. λυσιτελεῖ δὲ καὶ τὸ ποιὸν ἑαυ τὸν ἀποδεικνύειν· εἰ γὰρ βασιλεία ἐστὶν ἡ πολιτεία, ἐπαινέτην τῆς μοναρ χίας ἑαυτὸν φαῖνε καὶ ὑπεραποθνῄσκοντα τοῦ βασιλέως καὶ ἐχθρὸν τῶν ἐναντιουμένων αὐτῷ· καὶ πάλιν, εἰ δημοκρατία ἐστίν, ἑαυτὸν δείκνυε πάντας
ἐπ’ ἴσης ἀγαπῶντα καὶ τιμῶντα ἕκαστον καὶ τὸν ἕνα πάντας νομίζοντα [*](f. 16v) καὶ τοὺς πάντας ἕνα. [a 8] ἐπειδὴ οὐ μόνον, φησίν, αἱ πίστεις γίγου· νονται διὰ τοῦ ἀποδεικτικοῦ λόγου ἀλλὰ καὶ διὰ τοῦ ἠθικοῦ λό συναρπάζεται γὰρ ὁ ἀκροατὴς τῷ ἤθει τοῦ λέγοντος, εἰ φιλόπολιν οἴεται καὶ νομίζει μηδέποτε αὐτὸν συμβουλεῦσαι τὸ λυμαῖνον καὶ βλάπτον τὴν πολιτείαν ἐκ τοῦ εἶναι τοιοῦτον, ἀληθῆ, σώφρονα, δίκαιον, καὶ πιστεύει τῷ ποιόν τινα φαίνεσθαι αὐτόν. [a 11] τοῦτο δέ ἐστι, τὸ ποιόν τινα φαίνεσθαι τὸν συμβουλεύοντα, ἂν φαίνηται ἀγαθὸς ἢ εὔνους ἢ ἄμφω. διὰ τοῦτο (ποῖον; τὸ ποιεῖν ἑαυτὸν ἠθικόν) δεῖ εἰδέναι τὰ ἤθη τῶν πο λιτειῶν ἐκάστης· πρὸς γὰρ τὰ ἔθη καὶ νόμιμα ἑκάστης ἑαυτόν τινα ποιὸν κατασκευάσει συμβουλεύων. [a 13] τὸ γὰρ ἑκάστης ἔθος πιθα νώτατον πρὸς ἑκάστην· ὥστε καὶ ὁ ἔχων τὸ ἔθος ἑκάστης καὶ ποιόν τινα ἑαυτὸν δεικνύων πιθανώτατος ἔσται. ταῦτα δὲ τὰ ἤθη ἑκάστης ληφθήσεται ἐκ τῶν αὐτῶν τῶν τελῶν ἑκάστης πολιτείας· τὰ μὲν γὰρ ἤθη τῆς προαιρέσεως, τῶν πρὸς τὸ τέλος δὲ ἡ προαίρεσις· τὰ ἤθη ἄρα τῶν πρὸς τὸ τέλος· ὁ οὖν ἔχων τὰ τέλη ἔχει καὶ τὰ πρὸς τὸ τέλος, τὰ ἤθη τῆς πολιτείας. συμπέρασμα δὲ καὶ τέλος ἐπιθεῖναι βουλόμενος ταῖς πί καὶ τοῖς τόποις, ἐξ ὧν ὁ συμβουλευτικὸς ὁρμώμενος παραινεῖ, λέγει [*](f. 17r) [a 21] ταῦτα τὰ ἐν τῷ τέλει ῥηθέντα ἠκριβῶσθαι μᾶλλον ἐν τῇ πραγμαθήσει τείᾳ τῶν Πολιτειῶν, ἐνταῦθα δὲ τοσοῦτον ῥηθῆναι περὶ αὐτῶν, ὅσον ἔδει.

Μετὰ δὲ ταῦτα, φησί, λέγωμεν περὶ ἀρετῆς καὶ κακίας καὶ αἰσχροῦ καὶ καλοῦ· οὗτοι γὰρ σκοποὶ καὶ τέλη τοῖς πανηγυρί ζουσι. [a 25] συμβήσεται δὲ λέγοντας ἡμᾶς τόπους καὶ πίστεις, ἐξ ὧν ὁ ἐπαινῶν καὶ ψέγων ἐπιχειρῶν φανεῖται, παραδοῦναι κἀκεῖνα, ἐξ ὧν ποιός τις φανήσεται ὁ ἐπαινῶν ἢ ψέγων· πόρισμα γὰρ οἷον κάλλιστον ἀκολουθῶν, τὸ καὶ ποιὸν γενέσθαι τὸν πανηγυρίζοντα ἐκ τῶν πίστεων, ἐξ ὧν ἐγ κωμιάζων ἐπιχειρήσει τόδε μὲν ἐπαινεῖν, τόδε δὲ ψέγειν· εἰ γὰρ ἐξαίρω τοῦδε τὰ κατορθώματα καὶ δεικνύω τυχὸν ἀνδρεῖον καὶ σώφρονα ἐκ τῶν τοιῶνδε λόγων καὶ πίστεων καὶ δίκαιον ἀπὸ λόγων ἀκριβῶν καὶ τεκμηρίων, ἃ χαρακτηρίζουσι τὸν δίκαιον, ἀνάγκη κἀμὲ δίκαιον ὑπολαμβάνεσθαι καὶ σώφρονα, ὅτι μηδ’ ἔστιν εἰκὸς ἐκθειάζειν με πάνυ τεχνικῶς τάδε τῶν ἀγα ἀνδρείαν καὶ φρόνησιν, μὴ εἰδέναι δέ, τίνα εἰσὶ τὰ ἐπαινούμενα καὶ ἐξαιρόμενα· ἐπεὶ οὔτε τὸ μέλι θαυμάσει τις, εἰ μὴ τῆς γλυκύτητος ἀπο γεύσαιτο, οὔτε τὸ πῦρ ὡς θερμὸν καὶ ζῳογόνον ἐγκωμιάσει μὴ εἰδὼς ὅπερ ἐστίν, οὔτ’ ἀρετῆς ἐπαινέτης ἔσται μὴ ζηλωτὴς ὢν αὐτῆς καὶ θερμὸς ἐρα στής, οὔτε σωφροσύνης ἔργα καὶ δικαιοσύνης ἐξᾶραι θελήσειεν, εἰ μὴ τὴν πεῖραν ἐξ ἔργων ἔχει, ποῖαι δή τινες καθεστήκασιν. εἰκότως δὲ τὸ ἠθικὸν καὶ ποιόν τινα φαίνεσθαι δευτέραν λέγει πίστιν· [a 27] πρώτη γὰρ ἡ διὰ

τῶν πίστεων καὶ τῶν ἐνθυμημάτων ἀπόδειξις. [a 28] ἐπεὶ δὲ συμβαίνει [*](f. 17r) καὶ χωρὶς σπουδῆς καὶ μετὰ σπουδῆς ἐπαινεῖν. βούλεται εἰπεῖν, ὅτι ὁ μετὰ σπουδῆς καὶ πόθου ἐνδιαθέτου ἐπαινῶν τοῖς ἀληθέσι καὶ ὁμολο γουμένοις χρώμενος φαίνεται καὶ ἀποδεικτικῶς οἷον καὶ πιθανῶς κατασκευ άζει, ὁ δὲ χωρὶς σπουδῆς ἐπαινῶν τοῖς φαινομένοις πιθανοῖς καὶ ἐνδόξοις καὶ οὐκ ἀληθέσι πλέκει τὸν ἔπαινον, ἐπειδή, φησί συμβαίνει καὶ χωρὶς σπουδῆς καὶ μετὰ σπουδῆς ἐπαινεῖν πολλάκις. ἔχεις δὲ καὶ τοῦ μετὰ σπουδῆς ἐπαινεῖν παράδειγμα τὸν μέγαν ἐν θεολογίᾳ Γρηγόριον ἐπιτροπὴν τάφιον οἷον εἰς τὸν ἱεροφάντην καὶ μέγαν Βασίλειον πλέξαντα. ἐπαινεῖ δέ τις ἢ ἄνθρωπον ἢ θεὸν (ὑμνεῖν δὲ μᾶλλον δεῖ κυρίως λέγειν) ἢ ἄψυχα (τόπον, χρόνον, λιμένα) ἢ ζῷα ἄλογα, φυτά. [a 31] τὸν αὐτὸν τρόπον ληπτέον καὶ περὶ τούτων τὰς προτάσεις καὶ τοὺς τόπους * * προτάσεις. αἱ προτάσεις δὲ πάντως ἢ ἀληθεῖς ἢ φαινόμεναι. καὶ πρῶτον μὲν ὑποθετέον, τίνα εἰσίν, ἅπερ ὡς πίστεις καὶ ἐνθυμήματα ἕξει ὁ ἐγκω μιάζων, καὶ τίνα ὡς ἀρχετύπους εἰκόνας ὁρῶν ἐγκωμιάζειν ἐπιχειρεῖ· ὡς γὰρ τῷ συμβουλευτικῷ τέλος μὲν ἦν τὸ συμφέρον καὶ βλαβερόν (περὶ δὲ ὧν συνεβούλευε, πέντε τινὰ τὸν ἀριθμόν, πόρος χρημάτων, πόλεμος καὶ εἰρήνη, φυλακὴ χώρας, τὰ εἰσαγόμενα καὶ ἐξαγόμενα καὶ τελευταῖον καὶ πέμπτον νομοθεσία· αἱ δὲ πίστεις, ἐξ ὧν προέτρεπε καὶ ἀπέτρεπεν, ἦσαν εὐδαιμονία καὶ τὰ μέρη ταύτης καὶ τὰ ἐναντία, εἶτα καὶ τόποι, ἐξ ὧν ἢ μέγα τι ἀγαθὸν δειχθήσεται ἢ μέγα κακόν), οὕτω δὴ κἀνταῦθα ἐπὶ τῶν πανηγυριζόντων τέλος μὲν τὸ καλὸν καὶ τὸ αἰσχρόν, ὑποκείμενα δὲ πρὸς ἔπαινον καὶ ψόγον ἔμψυχα καὶ ἄψυχα, αἰσθητικὰ καὶ ἀναίσθητα, λογικά τε καὶ ἄλογα, πίστεις δέ, ἐξ ὧν τόδε καλὸν ἀποδείξομεν καὶ ἐγκωμιάσομεν ἢ ψέξομεν, αἱ ἀρεταὶ καὶ αἱ κακίαι· καὶ γὰρ τά, ἐξ ὧν τι ὡς φαῦλον καὶ αἰ σχρὸν ψέξομεν, αἱ κακίαι εἰσίν. ἀρκτέον οὖν τούτων, ὧν καταστοχαζόμενος ὁ ἐγκωμιάζων ἐπαινεῖ ἢ ψέγει. ὡρίσθω δὲ πρῶτον, τί ἐστι τὸ καλόν, ὃ τέλος τῷ ἐγκωμιάζοντι, εἶτα θεωρητέον τὴν ἀρετὴν καὶ τὰ μέρη αὐτῆς. εἰ δ’ ἐρεῖ τις, ὅπως καὶ τῷ συμβουλεύοντί εἰσι πίστεις καὶ τόποι εἰς προστεις καὶ ἀποτροπὴν αἱ ἀρεταὶ καὶ αἱ κακίαι καὶ τὰ μέρη αὐτῶν, καὶ τοῖς πανηγυρίζουσιν ὁμοίως σκοπὸς αἱ ἀρεταί, ἀκουέτω, ὅτι, ἅπερ ὑποτίθησί τις παραινῶν, ταῦτα καὶ ἐν ἐπαίνου μοίρᾳ παραλήψεται εὐφυῶς καὶ αὐτά, ἐξ ὧν ἐγκωμιάζει τις, ὡς καὶ Ἀριστοτέλης ἐρεῖ προϊών, καὶ τῷ συμβου λυσιτελεῖ· εἰ γὰρ συνεβούλευέ τις, ὅτι οὐ δεῖ μέγα φρονεῖν, ἐπαι νῶν εἰπὲ οὐκ | ἐφρόνει μέγα ὁ πρὸς ἔπαινον ἡμῖν προκείμενος καὶ ἐπὶ [*](f. 17v) τῶν ἄλλων ὁμοίως. οὐδὲν οὖν καινὸν καὶ τῷ συμβουλεύοντι καὶ ἀποτρέ ποντι καὶ προτρέποντι καὶ τῷ ἐπαινοῦντι καὶ ψέγοντι τὰς αὐτὰς εἶναι πί καὶ τοὺς αὐτοὺς σχεδὸν τόπους καὶ οὐχ ἑτερόφυλα τὰ τῶν ἀπο
δείξεων εἴδη ἐκεῖ τε γὰρ εὐδαιμονίας ἔφεσιν ἔχειν πάντας λέγομεν καὶ διὰ [*](f. 17v) τοῦτο τὰ τῆς εὐδαιμονίας μέρη διείλομεν καὶ τεθεωρήκαμεν ἱκανῶς, ἐνταῦθά τε τὰ μὲν ἐπαινούμενα ὡς ἀρετῆς εὖ ἔχοντα ἐξαίροντες, τὰ δὲ ψεγόμενα ὡς εἰς ἄκρον κακίας ἐληλακότα δεικνύντες εἰκότως τὰ περὶ τῆς ἀρετῆς καὶ τῶν ταύτης μερῶν παραδώσομεν. [a 33] καλὸν οὖν ἐστιν, ὃ ἂν δι’ αὑτὸ αἱρετὸν ὃν ἐπαινετόν ἐστι, καὶ ὃ ἀγαθὸν ὂν καὶ ἡδύ ἐστιν, ὅτι ἀγαθόν. εἰ δὲ τὸ καλὸν τοιοῦτον, ἀνάγκη καὶ τὴν ἀρετὴν καλὸν εἶναι· ἀγαθὸν γὰρ ὂν καὶ ἐπαινετόν ἐστι καὶ ἡδὺ ἡ ἀρετή, ὅτι καὶ ἀγαθόν· οὕτω μὲν οὖν ἡ ἀρετὴ καλόν, ἐπειδὴ δι’ αὑτὸ αἱρετόν ἐστι καὶ ἀγαθὸν καὶ ἐπαινετόν. [a 36] ἀρετὴ δὲ ἔστι μὲν δύναμις, ὡς δοκεῖ πᾶσι, ποριστικὴ ἀγαθῶν καὶ φυλακτικὴ καὶ δύναμις εὐερ γετικὴ πολλῶν ἐπὶ μεγάλοις πράγμασι καὶ πάντων περὶ πάντα· εὐερ γετικὴ γάρ ἐστι δύναμις οὐχὶ τινῶν μὲν τινῶν δὲ οὔ, ἀλλὰ πάντων εὐερ γέτις ἐστί, καὶ οὐχὶ περὶ τινὰ μὲν εὐεργετεῖ περὶ δὲ τινὰ οὔ, φθονοῦσα μεταδοῦναι τῶν αὐτῆς καλῶν, ἀλλ’ ἐν πᾶσιν εὐεργετεῖ. [b 1] μέρη δὲ αὐτῆς δικαιοσύνη, ἀνδρία, σωφροσύνη, μεγαλοπρέπεια, μεγαλοψυχία, ἐλευθεριότης, πραότης. φρόνησις, σοφία. ἀνάγκη δὲ μεγίστας εἶναι ἀρετὰς τὰς τοῖς ἄλλοις χρησιμωτάτας, ὁποία ἡ δι καιοσύνη καὶ ἡ ἐλευθεριότης καὶ ἡ ἀνδρία· ὁ μὲν γὰρ σώφρων ἑαυτῷ μόνῳ σώφρων καὶ ὁ ἐγκρατὴς καὶ πρᾶος ἑαυτῷ μόνῳ, ἡ δὲ δικαιοσύνη καὶ ἡ ἀνδρία κοινῇ τῇ πόλει χρήσιμα καὶ πολυωφελῆ ἀγαθά. ἐπάγει δέ. διὰ τί μεγίστη ἀρετὴ ἡ δικαιοσύνη καὶ ἡ ἀνδρία· διότι, φησίν, ὑπεθέ μεθα ὅρον ἀρετῆς τὸ εἶναι αὐτὴν δύναμιν εὐεργετικὴν πολλῶν περὶ πάντα·τοιοῦτον δ’ ἡ ἀνδρία καὶ ἡ δικαιοσύνη· μέγισται ἄρα. [b 4] ἐπεὶ δέ. ἔστι κάλλιον ἀντὶ τοῦ δέ κεῖσθαι τὸ γάρ, ἵν’ ᾗ κατασκευαστικὸν τῶν ἄνω λεγομένων· ἐπεὶ γάρ ἐστιν ἡ ἀρετὴ δύναμις εὐεργετική, διὰ τοῦτο τοὺς δικαίους καὶ ἀνδρείους μάλιστα ἐπαινοῦμεν καὶ τιμῶμεν· ἡ μὲν γὰρ ἀνδρία ἐν πολέμῳ μεγάλα λυσιτελεῖ κοινῶς, ἡ δὲ δικαιοσύνη καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνῃ χρησιμωτάτη. [b 7] εἶτα μεγίστη μετ’αὐτὰς ἡ ἐλευθεριότης· προΐενταί τε γὰρ τὰ ἑαυτῶν οἱ ἐλευθέριοι καὶ οὐκ ἀγωνίζονται περὶ τῶν χρημάτων. [b 9] ἔστι δὲ ἡ δικαιοσύνη. δι’ ἢν τὰ ἑαυτῶν ἔχουσιν ἕκαστοι, ὡς νόμος προστάσσει, οἷον ἀπὸ εὐλόγων πόρων καὶ πόνων οἰκείων καὶ πατρῴου κλήρου, ἀδικία δέ, δι’
ἣν τὰ ἀλλότρια κατέχει τις, οὐχ ὡς ὁ νόμος κελεύει. [b 11] ἡ δὲ [*](f. 17v) ἀνδρία ἐστί, δι’ ἦν ἐσμεν πρακτικοὶ τῶν καλῶν ἔργων ἐν τοῖς κινδύνοις, ἐν οἷς ὁ νόμος κελεύει τὸν ἀνδρεῖον τὴν οἰκείαν δεικνύειν ἐνέργειαν, ὑπὲρ ἐλευθερίας πατρίδος, ὑπὲρ εὐσεβείας πατροπαραδότου, ὑπὲρ ἀρετῆς καὶ τῶν ἀγαθῶν πραγμάτων· ἐν τοῖς τοιούτοις προκινδυνεύσει ὁ ἀν δρεῖος. [b 13] ἀνδρεῖοι δὲ καὶ οἱ ὑπηρετικοὶ τῷ νόμῳ· εἶπε γὰρ καὶ ἐν τοῖς Ἠθικοῖς εἶδος ἀνδρίας εἶναι τὸ προκινδυνεύειν ὑπὲρ τοῦ νόμου καὶ τῶν συμφερόντων τῇ πόλει· ἀνδρεῖοι οὖν οἱ πεπαιδευμένοι πολῖται καὶ τὰ τοῦ νόμου φυλάττοντες καὶ προκινδυνεύειν ἐθέλοντες ὑπὲρ τῶν πραγμάτων τῆς πόλεως διὰ τιμήν. [b 13] ἡ δὲ δειλία τἀναντία τούτων ἔχει. τὰ δὲ περὶ σωφροσύνης καὶ ἀκρασίας καὶ ἐλευθεριότητος καὶ ἀνελευθεριότητος προχειρότατα, ὡς καὶ τὰ ἀνωτέρω δηλωθέντα· κατὰ σπουδὴν γὰρ τάχα τὰ καριώτερα παρασημειούμεθα. [b 17] μεγαλοψυχία δέ ἐστιν ἀρετὴ ἐν ποιήσει μᾶλλον ἢ δόσει φαινομένη μεσότης· ἔστι γὰρ μεγάλων εὐεργετημάτων ποιητική, νίκης, λυτρώσεως αἰχμαλώτων, οἰκισμοῦ πόλεως, τιμῆς καὶ μόνης ἀξίως ὀρεγομένη, ναῶν, θεάτρων, οἰκιῶν, ἀγαλμάτων καὶ ἄλλων.[b 18] μικροψυχία δὲ τοὐναντίον. μεγαλοπρέπεια δὲ ἀρετὴ ἐν δόσει καὶ δαπανήμασι μᾶλλον· ἐν γὰρ ἑορταῖς καὶ συνεισφοραῖς καὶ στρατ αρχίαις καὶ τριηραρχίαις καὶ θεάτροις καὶ ταῖς ἄλλαις δόσεσίν ἐστι μεγέ θους ποιητική. ὡς δὲ συγγενῶν οὐσῶν τῶν δύο τούτων ἀρετῶν καὶ σχε δὸν ὁμοίων ἐπιφέρει [b 19] μικροψυχία δὲ καὶ σμικροπρέπεια τοὐν αντίον· ὡς ἂν εἰ ἔλεγεν, ὅτι οὐδὲν διαφέρει, εἴτε ἡ σμικροψυχία ἀντί [*](f. 18r) κειται τῇ μεγαλοπρεπείᾳ εἴτε ἡ σμικροπρέπεια· εἰ γὰρ ταὐτὰ σχεδὸν παρὰ μικρόν τι ἡ μεγαλοψυχία καὶ ἡ μεγαλοπρέπεια, καὶ τὰ ἐναντία αὐ ταῖς ἔσται ταὐτὰ σχεδόν, καὶ οὐδὲν τὸ διάφορον, εἴτε ἡ σμικροψυχία ἀντί κειται τῇ μεγαλοπρεπείᾳ εἴτε ἡ σμικροπρέπεια. [b 20] φρόνησις δέ ἐστιν ἀρετὴ διανοίας, καθ’ ἣν εὖ βουλεύεσθαι δύνανταί τινες περὶ ἀγαθῶν τῶν κυρίως ἢ κακῶν φαινομένων δὲ ἀγαθῶν ἢ κακῶν ὄντων καὶ φαινομένων κακῶν, ἐκείνῳ δὲ ὡς ἀγαθῶν διωκομένων ὡς τάχα λυσιτελούντων εἰς τὴν εὐδαιμονίαν. ὡς ἐν κεφαλαίῳ μὲν οὖν περὶ ἀρετῆς ἱκανῶς εἴρηται. [b 24] περὶ δὲ τῶν ἄλλων ἀγαθῶν οὐ χαλε πὸν συνιδεῖν· ἐξετάζων γὰρ εὑρήσεις καὶ τὰ ποιητικὰ τῆς ἀρετῆς ἀγαθά· τὸ γὰρ ἐνεθίζεσθαι τοῖς πόνοις τοῖς εἰς ἀρετὴν ἄγουσι καὶ τοῖς καθ’ ἕκαστα καλῶς † ἀγαθὸν καὶ τὸ ὑγιεινὸν τὸ ποιητικὸν τῆς ἀρετῆς ἀγαθόν. [b 27] καὶ τὰ ἔργα τῆς ἀρετῆς καλά· τὰ γὰρ τῆς ἀνδρίας ἔργα, οἷον τρόπαια, νῖκαι, ἐλευθερία πόλεων, καλά· καὶ τὰ τῶν ἄλλων ἀρετῶν ἔργα ἐπαινετά. [b 26] καὶ τὰ ἀπ’ ἀρετῆς γινόμενα καλά· τοιαῦτα δὲ τά τε σημεῖα τῆς ἀρετῆς, οἷον τὸ βάδισμα, τὸ λέγειν εὐσχήμονα,
τὸ αἰδεῖσθαι, τὸ μὴ καγχάζειν. [b 27] ἐπεὶ δὲ τά τε σημεῖα τῆς ἀρε [*](f. 18r) τῆς καλά, ὡς ἡ ἐκτὸς σεμνότης τὴν ἐντὸς παραδηλοῖ κατάστασιν πολλά κις καὶ τὸ βάδισμα. καὶ τὰ τοιαῦτα, ὅσα ἐστὶ τοῦ ἀγαθοῦ ἔργα, καλά, ὡς τὰ τρόπαια καὶ αἱ νῖκαι, καὶ τὰ πάθη ὁμοίως καλά, οἷον τὸ εὐφημεῖσθαι τὸν ἀνδρεῖον, τὸ τιμᾶσθαι τὸν ἐλευθέριον καὶ χαίρειν, τὸ τὸν δίκαιον ἥδεσθαι ἐπὶ τοῖς συναλλάγμασιν, ἄνάγκη ἐπὶ πάσης ἀρετῆς τὰ σημεῖα καὶ τὰ ἔργα καὶ τὰ πάθη ἄριστα εἶναι καὶ καλά. [b 30] καὶ τὰ δίκαια ἔργα ἀνάγκη εἶναι καλὰ καὶ τὰ δικαίως, οἷον τὸ κήδεσθαι τῶν υἱῶν τοὺς πατέρας καὶ τοὺς υἱοὺς τιμᾶν τοὺς γονεῖς. τὰ πάθη δὲ τῆς δικαιοσύνης μόνον οὔκ εἰσι καλά· καίτοι ἐπὶ πασῶν ἀρετῶν καὶ τὰ ἔργα καὶ τὰ πάθη ἐπαινετά, αὐτίκα ἐπὶ τῆς ἀνδρίας τὸ ὑπὲρ τῆς πόλεως ἀποθανεῖν ἄριστον καὶ τὸ σφαγῆναι πολεμοῦντα καλόν, ἐπὶ δὲ τῆς δικαιοσύνης τὸ δικαίως πάσχειν οὐκ ἐπαινετόν· τὸ γὰρ κολάζεσθαι δικαίως καὶ τὸ ζημιοῦσθαι χρήματα δικαίως καὶ τὸ ἀποθνήσκειν δικαίως φευκτόν. [b 31] ἐν μόνη γὰρ ταύτῃ τῇ δικαιοσύνῃ οὐκ ἀεὶ τὸ δικαίως καλόν· ἐπὶ γὰρ τῶν παθῶν οὐκ ἐπαινετὸν τὸ δικαίως, τὸ δὲ ἀδίκως παίεσθαι καὶ ἀποθνῄσκειν μᾶλλον καλόν καὶ ἐπὶ τοῦ ζημιοῦσθαι αἰσχρὸν τὸ δικαίως παρ’ ὃ τὸ ἀδίκως· τὸ γὰρ ἀδίκως ζημιοῦσθαι τὸν δίκαιον οὐ φευκτὸν τοσοῦτον, τὸ δὲ δικαίως ζημιοῦσθαι φαῦλον, ἐπειδὴ τοῦτο κλεπτῶν καὶ κακούργων ἐστί. τὸ δὲ [b 33] καὶ κατὰ τὰς ἄλλας ἀρετὰς ὁμοίως πρὸς τὰ ἄνω ἀπο δοτέον, ὅτι τῶν ἄλλων ἀρετῶν καὶ τὰ ἔργα καὶ τὰ σημεῖα καὶ τὰ πάθη καλά· τὸ γὰρ τῆς σωφροσύνης καλὸν καὶ τὸ ἔργον καὶ τὸ πάθος. [b 34] καὶ ἐφ’ οἷς τὰ ἇθλα τιμή, καλά· ὡς ἡ ἀριστεία καὶ ἡ τυραννοκτονία καλόν, ἧς αἱ στῆλαι καὶ αἱ εἰκόνες. καὶ τὰ ἐφ’ οἷς τιμὴ μεγάλη δίδο ται, οἷον ἀξιώματος ὄγκος, παρ’ ὃ χρήματα μεγάλα ἐκεῖνα, ὡς ἡ στρα τηγία ἡ ἔντεχνος, ἀφ’ ἧς Καῖσαρ ἐκεῖνος ὁ πρῶτος καὶ πολλοὶ τῶν ἐπι σήμων γεγόνασι περιώνυμοι. [b 36] καὶ ὅσα μὴ αὑτοῦ ἕνεκα πράτ τει τις τῶν ἀρετῶν ἃ γὰρ πράττει τις ἀνδρεῖος οὐχ ἑαυτοῦ ἕνεκα ἀλλὰ τῆς πόλεως, τῶν ἀρετῶν ἔργα. γράφεται δὲ καὶ τῶν αἱρετῶν. καὶ τὰ ἁπλῶς ἀγαθὰ ἤγουν τὰ πρὸς ἄλλων γινόμενα ὠφέλειαν καλά, οἷον τὰ τῆς ἐλευθεριότητος καὶ δικαιοσύνης καὶ τῆς ἀνδρίας, ὅσα τις ὑπὲρ πατρίδος ἐποίησε παριδὼν τὸ ἑαυτοῦ, καλά. [b 38] καὶ τὰ τῇ φύσει ἀγαθὰ καλά, ὡς τὸ τιμᾶν γονεῖς καὶ θεὸν καὶ ἀνδρία καὶ φρό νησις καὶ ῥώμη καὶ κάλλος τὸ φυσικόν, ἀλλὰ μὴ τὸ περίαπτον καὶ νόθον. καὶ ἃ μὴ αὐτῷ ἀγαθὰ ἀλλὰ ἄλλοις, καλά, οἷον τὸ ἀποκτεῖναι τύραννον
καὶ τὸ τρέφειν παῖδας τῶν γειτόνων καὶ τὸ ἐλεεῖν πτωχοὺς καὶ τὸ μὴ [*](f. 18r) τρυφᾶν ἐμὲ τυχὸν ἢ τὸν βασιλέα ἢ τὸν προιστάμενον ἀρχῆς τινος ἀλλὰ τοὺς ὑπὸ χεῖρα. ἃ τοίνυν ἄλλοις ἀγαθά, καλά, ἃ δὲ αὐτῷ τῷ ἔχοντι, οὐ καλὰ τοσοῦ τον. διὰ τί: [1367a 1] αὑτοῦ γὰρ ἕνεκα τὰ τοιαῦτα ποιεῖ ὁ ἔχων καὶ οὐ τοσοῦτον καλά· οἷον τὸ μὲν ποιεῖν λέγω πενήτων οἰκίαν καλόν, τὸ δὲ ἑαυ τοῦ οὐ τοσοῦτον καλόν. [a 1] καὶ ὅσα τεθνεῶτι ἐνδέχεται ὑπάρχειν, μᾶλλον ἢ ζῶντι καλά, καὶ αἱ στῆλαι καὶ αἱ εἰκόνες καὶ οἱ τύμβοι καὶ τὰ [*](f. 18v) σεμνεῖα· τὸ γὰρ ἑαυτοῦ ἕνεκα τὰ χρειώδη ἔχει καὶ ζωτικὰ ἤτοι πρὸς τροφὴν χρειώδη· ταῦτα δὲ φθείρονται, οἷον τὸ δημοσίᾳ τρέφεσθαι καὶ τὰ σιτηρέ σια· φθείρεται οὖν τὸ ἑαυτοῦ ἕνεκα, τὸ δὲ ζῶντι καὶ θανόντι σῳζόμενον καλόν. [a 3] καὶ ὅσα ἔργα τῶν ἄλλων ἕνεκα, καλά, οἷον τὸ νόμους τιθέναι τῇ πολιτείᾳ συμφέροντας καὶ ψηφίσματα, τὸ ἐν πόλεσιν ἐγείρειν ζωστῆρας τειχῶν καὶ προβολὰς στοῶν φυλακτικὰς τῆς χώρας ὑπὲρ τῶν πολιτῶν. καὶ ὅσαι εὐπραγίαι περὶ ἄλλους καὶ τοὺς εὖ ποιήσαν τας, ἀλλὰ μὴ περὶ αὐτόν, καλαί· τὸ γὰρ εὖ ποιεῖν καὶ πράττειν ἄλλους καὶ τοὺς εὖ ποιήσαντας μέγα, τὸ δὲ ἑαυτὸν οὐ τοσοῦτον· φιλαυτία γὰρ τοῦτο. τὸ δὲ [a 5] δίκαιον γάρ’ δηλοῖ τὸ δίκαιον εἶναι ποιεῖν εὖ ἄλλους καὶ τοὺς εὐεργετήσαντας. καὶ τὰ εὐεργετήματα τῶν ἄλλων καλά· οὐ γὰρ εἰς αὑτόν. καὶ τὰ ἐναντία ἢ ἐφ’ οἷς αἰσχύνονται καλά· εἰ γὰρ αἰσχρά εἰσιν, ἅπερ αἰσχύνονται καὶ λέγοντες καὶ πράττοντες καὶ ποιοῦντες καὶ μέλλοντες ποιεῖν, καλά εἰσι τὰ ἐφ’ οἷς οὐκ αἰσχύνονται. τίθησι δὲ παράδειγμα τῶν ἐφ’ οἶς αἰσχύνεταί τις· [a 8] πεποίηκε γὰρ ἡ Σαπφὼ λέγοντα τὸν Ἀλκαῖον
Θέλω τί τ’ εἰπεῖν, ἀλλὰ με κωλύει αἰδώς. αἴθ’ ἧκες ἐς ἐσθλῶν ἴμερον,
ἤτοι αἴθε ἦλθες ἐς ἵμερον τῶν ἀγαθῶν. εἶτα πάλιν ἕτερον ἔπος
καὶ μὴ τί τ’ εἰπεῖν γλῶσ᾽ ἐκύκα κακόν, αἰδώς κέν σε οὐκ εἶχεν ὄμματα, ἀλλ’ ἔλεγες περὶ ὧ δικαίω.
τινὲς δὲ οὕτω λέγουσιν αἴδ’ ἧκες. ἐὰν δ’ ἧκες ἐς ἐσθλῶν ἵμερον καὶ μὴ ἐκύκα γλῶσσά σού τι κακὸν εἰπεῖν, οὐκ ἂν εἶχέ σου τὰ ὄμματα αἰδώς. [a 15] καὶ περὶ ὧν ἀγωνιῶσι μὴ φοβούμενοι, ἐκεῖνα καλά, οἷον εἰ διαλέγεταί τις καὶ ἀγωνιᾷ, ἵνα μὴ ἡττηθῇ, ἀγαθὸν ἐκεῖνο τὸ δ’ ὃ ἡ ἀγωνία, οἷον ἡ γνῶσις καὶ ἡ ἐν λόγοις δεινότης καὶ ἡ τιμή· διὰ ταῦτα γὰρ ἀγωνιᾷ. πάλιν
ἡνίκα τις ἀγωνιᾷ τυχὸν τυχεῖν τινος, μέγα ἐκεῖνο καλόν, οὗ τυχεῖν [*](f. 18v) ἐφιέμενος ἀγωνιᾷ, οἷον ἀρχῆς τινος ἢ ἀξιώματος. καλῶς δὲ προσέθηκε τὸ μὴ φοβούμενοι οἱ γὰρ κλέπται καὶ μοιχοὶ οὐκ ἀγωνιῶσι μόνον ἀλλὰ καὶ φοβοῦνται. [a 16] καὶ αἱ τῶν φύσει σπουδαιοτέρων ἀρεταὶ καλλίους καὶ τὰ ἔργα, οἷον ἀνδρὸς ἢ γύναικός· καὶ ὅσαι ἀπο λαυστικαὶ ἄλλοις εἰσὶν ἀρεταὶ ἢ αὑτοῖς καλλίους, ὡς τὸ δίκαιον καὶ ἡ δικαιοσύνη καὶ τὸ ἀνδρεῖον καὶ ἡ ἀνδρία μέγα καλόν. [a 19] καὶ τὸ τοὺς ἐχθροὺς τιμωρεῖσθαι καὶ μὴ καταλλάττεσθαι καλόν· τὸ γὰρ ἀνταποδιδόναι δίκαιον, τὸ δὲ δίκαιον καλόν· τὸ ἄρα τιμω ρεῖσθαι τοὺς ἐχθροὺς καὶ μὴ καταλλάττεσθαι καλόν· τὸ γὰρ ἀνταποδιδόναι δίκαιον. ἔτι δ’ οὖν ἀνδρείου τὸ μὴ ἡττᾶσθαι· ἀνδρείων οὖν τὸ μὴ καταλλάττεσθαι πρὸς τὸ μὴ δοκεῖν ἡττᾶσθαι. [a 22] καὶ νίκη καὶ τιμὴ τῶν καλῶν· αἱρετά τε γὰρ ταῦτα ἄκαρπα ὄντα καὶ δι’ ἑαυτὰ μόνον ὄντα διωκτά· τὰ μὲν γὰρ εὔκαρπα διὰ κέρδος καὶ χρηματισμὸν διώκομεν, τὰ δὲ ἄκαρπα ὡς δι’ ἑαυτὰ αἱρετὰ σπεύδομεν λαβεῖν. [a 23] δηλοῖ δὲ ὑπεροχὴν ἀρετῆς ἡ τιμὴ καὶ ἡ νίκη. καὶ τὰ μνημονευτὰ ἤτοι τὰ μνήμης ἄξια ἔργα, οἷον τὸ τοῦ Κυναιγείρου, οἱ ἐπιτύμβιοι στίχοι, οἱ τύμβοι, οἱ ἐπιτάφιοι λόγοι, καὶ τὰ ἐν Σφακτηρίᾳ καὶ Πύλῳ τῶν Ἀθηναίων ἔργα. [a 24] καὶ μᾶλλον τὰ μᾶλλον, ὡς ἅλωσις Τροίας, ὡς κατάπτω σις Βουλγάρων, ὡς ἡ Περσῶν κατάλυσις ὑπὸ Ἀθηναίων. καὶ ἃ μὴ ζῶντι ἕπεται, μνήμης ἄξια, ἀλλὰ καὶ θανόντι μεγάλᾳ καλά, οἷον νοσο κομεῖα, ξενῶνες, πτωχῶν ἐτήσια καὶ μετὰ θάνατον σιτηρέσια, ναῶν θείων ἀνοικοδομαὶ ἀρετῆς ἔργα καὶ μετὰ θάνατον περιλάλητα. [a 25] καὶ τὰ περιττὰ καλά, ὡς τὸ εἰδέναι γεωμετρίαν, μεγάλην σύνταξιν, ἀστρονομίαν, μουσικήν· ταῦτα γὰρ περιττὰ καὶ δεινὰ καὶ διὰ τοῦτο μεγάλα· περιττὰ δὲ τὰ ποικίλα καὶ κομψὰ καὶ ὡραῖα καὶ εἰς κάλλος εὖ ἔχοντα, ὡς ἔφημεν ὄπισθεν. καὶ τὰ μόνῳ ὑπάρχοντα ὡς ἡ βασιλεία. καὶ ὅπερ ἂν εὑρεθῇ παρά τινι ἀγαθὸν μόνῳ μηδενὸς ἄλλου ἔχοντος ἐκεῖνο, μέγα, ὡς ἐν τῇ νέᾳ Ῥώμῃ ὁ περιώνυμος τῆς τοῦ θεοῦ σοφίας ναός [a 26] εὐμνημονευ τότερα γὰρ τὰ μόνῳ ὑπάρχοντά τινι. καὶ κτήματα ἄκαρπα καλὰ διὰ τὸ τῆς εὐφροσύνης ἐλευθέριον. καὶ τὰ παρ’ ἑκάστοις δὲ ἴδια καλά. ἀνωτέρω μὲν εἶπε τὸ ἑνὶ μόνῳ ὑπάρχον καλόν, νῦν δὲ καὶ τὰ παρ’ ἑκάστοις, οἷον ἐν Ἀθηναίοις λέγω λόγος, ἐν Λάκωσιν ἀνδρία, [*](f. 19r) ἐν Ἠλείοις Ὄλύμπια. [a 28] καὶ ὅσα σημεῖα τῶν παρ’ ἑκάστοις
ἐπαινουμένων, οἷον ἐν Λακεδαίμονι τὸ κομᾶν σημεῖον ἐλευθερίας [*](f. 19r) καὶ εὐγενείας. [a 31] καὶ τὸ μηδεμίαν ἐργάζεσθαι βάναυσον τέ χνην σημεῖον ἀνδρὸς ἐλευθέρου μὴ θέλοντος πρὸς ἄλλον ζῆν. καὶ τὸ σπουδάζειν ἐν λόγοις δεῖγμα φιλοπονίας καὶ σπουδαίου ἀνδρός. [a 32] ληπτέον δὲ καὶ τὰ σύνεγγυς τοῖς ὑπάρχουσιν. εἴπομεν. φησί, περὶ ἀρετῶν μεσοτήτων καὶ ἔργων αὐτῶν καὶ σημείων καί τινων τόπων· νῦν δὲ βουλόμεθά σε διδάξαι, πῶς καὶ ἐν ταῖς ὑπερβολαῖς τῶν ἀρετῶν καὶ ταῖς ἐλλείψεσιν εὑρήσεις τι πρὸς ἔπαινον χρησιμώτατον, ὥσπερ καὶ ἐκ τῶν μεσοτήτων εὑρήσεις τι πρὸς καταφοράν τινος ἐπιτηδειότατον τὸ παρά δοξον. ὑπάρχουσι μὲν ἀγαθὰ αἱ μεσότητες, σύνεγγυς δὲ αὐταῖς τὰ ἄκρα εἰσίν, οἷον τῇ σωφροσύνῃ ἡ ἠλιθιότης καὶ τῇ ἀνδρίᾳ ἡ θρασύτης καὶ τῇ φρονήσει ἡ πανουργία· ἐγκωμιάζων οὖν εἰπὲ τὸν ἠλίθιον σώφρονα καὶ χρηστὸν καὶ τὸν εὐλαβῆ καὶ εὔψυχον δειλὸν καὶ ἐπίβουλον (ὁρᾷς, ὅπως ἐκ τῆς μεσότητος τόπος σοι πρὸς ψόγον παραδοξότατος δέδοται) καὶ τὸν ἀνάλγητον κάλει πρᾶον. [a 35] καὶ ἕκαστον δὲ ἐκ τῶν παρακολου θούντων αἰεὶ κατὰ τὸ βέλτιστον, ἤτοι ἐπαίνει τὸ τῆς ἀκρότητος φαῦλον προσφόρως κατὰ τὸ βέλτιστον τῆς μεσότητος. [a 37] οἷον τὸν ὀργίλον καὶ τὸν μανικὸν ἁπλοῦν εἰπὲ καὶ ὡς οὐ βουλόμενον βυσσο δομεύειν ἐντός, καὶ τὸν αὐθάδη μεγαλοπρεπῆ καὶ σεμνὸν ὡς οὐ θέλοντα ὑπείκειν ἐν πράγμασιν εὐτελέσι. τὰ δ’ ἄλλα σαφῆ. [b 7] σκοπεῖν δὲ καὶ παρ᾽ οἷς ὁ ἔπαινος. δεῖ, φησί, τὸν ἐγκωμιάζοντα καὶ ἐπαινοῦντα σκοπεῖν, παρ’ οἷς ἀκροαταῖς ὁ ἔπαινός ἐστι καὶ τί ἐν ἐκείνοις τὸ ἐπαινούμενον καὶ τιμώμενον, οἷον ἐν Ἀθήναις λόγος οὐκοῦν εἴποις ἄν, ὅτι ὁ ἐπαινούμενος ἐν λόγῳ πάντων ἐκράτει· ἐν δὲ Λάκωσίν ἐστιν ἀνδρία τὸ τιμώμενον καὶ κάλλιστον· εἰ τοίνυν ἐπαινεῖς, ἐρεῖς ἄν, ὅτι ἀνδρεῖος ὅδε κατ’ ἐξαίρετόν ἐστι· καὶ οὕτως ἐν πᾶσιν. [b 8] ὥσπερ καὶ Σωκράτης ἔλεγεν, οὐ χαλεπὸν Ἀθηναίους ἐν Ἀθηναίοις ἐπαινεῖν· εἰ γὰρ ἐν Ἀθηναίοις ὁ λόγος τιμᾶται καὶ πρεσβεύεται, τὸ τοὺς Ἀθηναίους ἐπαινεῖν διὰ λόγου τοῦ καλλίστου σπουδάσματος παρ’αὐτοῖς οὐ χαλεπόν. οὕτω μὲν ὁ φιλόσοφος ἔφη, ἐμοὶ δὲ δοκεῖ τοιόνδε εἶναι τὸ νόημα· σκόπει, παρὰ τίσιν ἀκροαταῖς ἐγκωμιάζεις· οὐ γὰρ παρ’ ἅπασιν ἁπλῶς καὶ ἀδιαστόλως ἀκροαταῖς ὁ ἔπαινος καὶ ὁ ψόγος γίνεται, δεόμεθα δέ τινος ὑποδιαστολῆς· τίς δέ ἐστιν αὕτη; ὃν βούλει ἐγκωμιάσαι, ἀγαπώμενος ἔστω τοῖς ἀκροαταῖς καὶ τιμώμενος, ἀλλὰ μὴ τοὐναντίον ἐχθρός.αὐτίκα, εἰ τὸν Φίλιππον ἐπαινέσαι θελήσεις παρ’ Ἀθηναίοις, ἄτεχνος ὁ ῥήτωρ ὀφθήσῃ, καὶ εἰ Λακεδαιμονίους ἐν Ἀθηναίοις, οὐ μεθοδεύεις ὀρ θῶς. ἀλλὰ τί δεῖ; ψέγε Φίλιππον ἐν Ἀθηναίοις, ἐγκωμίαζε Περικλῆν, ἐν
Ἀθηναίοις Ἀθηναίους, ἐν Λακεδαιμονίοις Λάκωνας, ἐν Ἠλείοις Ἠλείους, [*](f. 19r) μὴ Ἀθηναίους, ἵνα μὴ καὶ αὐτὸς κατὰ τὸν Ἀλκιβιάδην αἰκισθῇς ὑπ’ αὐ τῶν τῆς ἀρίστης πόλεως εἰπόντα εἶναι. [b 9] δεῖ δὲ τὸ παρ’ ἑκάστοις τίμιον ὡς ὑπάρχον λέγειν. ὃ δοκεῖ, φησί, τῇ πολιτείᾳ τίμιον εἶναι, τοῦτο ἐπαινείσθω ὡς καλόν, οἷον τὸ παρ’ Ἀθηναίοις τίμιον τὸν λόγον λέγε καλὸν καὶ ἀγαθόν, τὸ παρὰ Ταυροσκύθαις τίμιον τὸ ξενοκτονεῖν ἀπο δείκνυε καλόν, εἴ γε παρ’ ἐκείνοις τίμιον· τὸ δὲ τίμιον καλόν· ἐπεὶ γειτνιᾶν δοκεῖ τὸ τίμιον καὶ τὸ καλόν· δεῖ γὰρ τὸν ῥήτορα τὸ τῆς πόλεως ἔθιμον ἢ νόμιμον ἢ τὸ τιμώμενον ἁπλῶς καλὸν λέγειν. [b 12] καὶ ὅσα κατὰ τὸ προσῆκον, οἷον εἰ ἄξια τῶν προγόνων καὶ τῶν πορρωτέρω αὐ τοῦ γονέων ἔπραξέ τις ἔργα· εὐδαιμοντικὸν γὰρ τοῦτο καὶ καλὸν τὸ πρᾶξαί τινα τῶν προγόνων ἐπάξια. [b 14] καὶ τὸ προσεπικτᾶσθαι τιμὴν καλόν· τὸ γὰρ προσεπαύξειν ἑαυτῷ τινα τιμὴν ἐπὶ τιμῇ καὶ δόξαν ἐπὶ δόξῃ ἐκ τῶν καλλίστων πάντως ἔργων καλὸν μέγα. [b 14] ἢ εἰ [*](f. 19r) παρὰ τὸ προσῆκον ἐπὶ τὸ βέλτιον καὶ κάλλιον, οἷον εἰ δεκαετὴς ἠρίστευσέ τις, παρὰ τὸ προσῆκον μέν, ἀλλὰ πρὸς τὸ βέλτιον καὶ κάλλιον. καὶ εἰ εὐτυχῶν μέτριός ἐστι, παρ’ ἐλπίδα τοῦτο· ἕπεται γὰρ τῷ εὐτυχοῦντι τὸ ἐπαίρεσθαι. καὶ εἰ ἀτυχῶν μεγαλόψυχός ἐστι. παρὰ τὸ προσῆκον καὶ παρ’ ἐλπίδα, ἐπὶ τὸ βέλτιον δέ· τῷ γὰρ ἀτυχοῦντι προσῆκον τὸ καταπίπτειν καὶ μικροψυχεῖν καὶ ταπεινοῦσθαι. [b 16] πάλιν εἰ μείζων γινόμενός τις μετριώτερος ἑαυτοῦ καὶ πρακτικώτερος γίνεται. γράφεται δὲ καὶ καταλλακτικώτερος, ἤγουν ἐστὶ μνησίκακος καὶ ταπεινόφρων παρὰ τὸ προσῆκον, ἀλλ’ ἐπὶ τὸ βέλτιον. οἷον τὸ τοῦ Ἰφικρά τους, ἐξ οἵων εἰς οἶα μετῆλθε. μένει δὲ ὅμως μέτριος. [b 18] καὶ τὸ τοῦ ὀλυμπιονίκου·
πρόσθεν ἀμφ’ ὤμοισιν ἔχων τραχεῖαν ἄσιλλαν
ὕστερον ἐκλείσθη μένων ἐπὶ τῆς αὐτῆς γνώμης καὶ μὴ κατεπαιρόμενος τῶν πολλῶν. [b 19] καὶ τὸ τοῦ Σιμωνίδου περὶ γυναικός τινος καὶ πατρὸς μὲν καὶ ἀνδρὸς καὶ ἀδελφῶν βασιλέων οὖσα, μένουσα μέντοι μετριόφρων καὶ πᾶσιν ἐξισταμένη τοῦ θρόνου καὶ μετριάζουσα καὶ τὴν ἰσονομίαν ἀσπα ζομένη. ταῦτα εἰπὸν καὶ βουλόμενος ἐπὶ τούτοις διδάξαι, ὅτι δεῖ τὸν ἐγκωμιάζοντα πρὸς τοῖς ἄλλοις δεῖξαι καὶ μετὰ προαιρέσεως ἐργαζόμενον ἢ ἐργασάμενον τὸ ἀγαθὸν τὸν ἐπαινούμενον, φησὶν [b 21] ὅτι, ἐπεὶ ὁ
ἔπαινος ἐκ τῶν πράξεων, τοῦ δὲ σπουδαίου τῶν πράξεων ἐργάτου [*](f. 19r) ἴδιον τὸ κατὰ προαίρεσιν πράττειν, πειρατέον δεικνύναι τὸν ἐπαινού μενον κατὰ προαίρεσιν πράττοντα. [b 23] χρήσιμον δὲ τὸ δεῖξαι πολλάνος κις ὅτι κατὰ προαίρεσιν ἔπραξεν· οὕτω γὰρ μέγα φανεῖται καὶ προαιρετι κὸν τὸ ἀγαθόν, οὐκ ἀκούσιον· διὸ κἂν μετὰ προαιρέσεως ἔπραξεν, εἰπέ, ὅτι καὶ πολλάκις τὸ τοιοῦτον πέπραχε, κἂν κατὰ σύμπτωμα, πάλιν μετὰ προαιρέσεως γεγονέναι πειράσθητι κατασκευάσαι, οἷον εἰ τὴν ἀσπίδα ὡς δειλὸς ἔρριψε καὶ πολέμιον πλήξας νίκην εἰργάσατο κατὰ σύμπτωμα καὶ τύχην, ὡς ἐν προαιρέσει ληπτέον τὸ γεγονός. καὶ εἰ μαινόμενός τις ἐφόνευσε τύραννον, ὁμοίως ἐν προαιρέσει γενέσθαι δεῖξον· [b 25] πρόφερε δὲ καὶ ἕτερ’ ἄττα τοιαῦτα παρ’ αὐτοῦ γεγονότα, καὶ τόδε βεβαιωθήσεται καὶ σημεῖον εἶναι δόξει ἀρετῆς τε καὶ προαιρέσεως· οἷον τυχὸν ἐξῆλθέ τις τῆς πόλεως διὰ τὸ διψῆν καὶ ἐντυχὼν τῷ στρατηγῷ τῶν πολεμίων κοιμωνος μένῳ ἐφόνευσεν αὐτὸν καὶ νίκην εἰργάσατο· εἰπέ, ὅτι μὴ κατὰ τύχην ἔκτεινεν, ἀλλὰ προσκεψάμενος καὶ βουλευσάμενος καὶ μετὰ προαιρέσεως ἐφιεμένης ἀριστεύειν ἐξῆλθε καὶ σκοποῦ ἐπαινετοῦ. [b 26] ἔστι δὲ ἔπαι λόγος αὐξητικὸς ἐμφανίζων μέγεθος ἀρετῆς. τῶν ἕξεων δέ ἐστιν ὁ ἔπαινος, τὸ δὲ ἐγκώμιον τῶν ἔργων καὶ τῶν πράξεων. δεῖ οὖν τὰς πράξεις δεικνύναι μεγάλας τῶν ἐχόντων τὰς ἕξεις καὶ ἐγκωμιάνειν ζειν τὰ ἔργα. [b 29] τὰ δὲ κύκλῳ καὶ ἐκτὸς εἰς πίστιν παραλαμβά τῶν πράξεων, οἷον εὐγένειαν, εὐείδειαν. γράφεται δὲ καὶ παι κάλλιον δὲ εἶναι παιδείαν διὰ τὸ ἐφεξῆς· εἰκὸς γὰρ φησὶ τὸν οὕτω τραφέντα καὶ παιδευθέντα τοιοῦτον εἶναι. διὸ ἐγκωμιάζομεν πράξαντας ἤτοι πολεμήσαντας γενναίως καὶ στρατηγήσαντας καὶ τριηραρχήσαντας. [b 31] τὰ δὲ ἔργα σημεῖα τῆς πράξεως. τὸ δὲ ἔργον ἀποτέλεσμα τῶν πράξεων, ἡ δὲ πρᾶξις ἐνέργεια μετὰ λόγου· ἐπαινοῦμεν οὖν τὰς ἔξεις, ἐγκωμιάζομεν δὲ τὰς πράξεις· τὰ δὲ ἔργα σημεῖα τῶν πράξεων φέρομεν ἀναγκαῖα τεκμήρια καὶ παραστατικὰ καὶ ἄλυτα. οὐ μόνον δὲ ἀπὸ τῶν ἔργων ἐπιφέρομεν ἐγκώμια τῶν πράξεων, ἐπεὶ καὶ χωρὶς ἔργων ἐπαινέσομεν τὸν ἔχοντα τὴν ἕξιν ὡς μέλλοντα πρᾶξαι, οἷον τὸν νῦν προχειρισθέντα στρατηγὸν ἐπαινοῦντες ἐροῦμεν, ὅτι στρατηγήσει, ὅτι νική σει ἔχων τὴν ἕξιν, καὶ τὸν ῥητορικῆς ἔχοντα ἕξιν καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. [b 33] μακαρισμὸς δὲ καὶ εὐδαιμονισμὸς ἑαυτοῖς μὲν ταὐτά, τούτοις δέ, τῷ ἐπαίνῳ καὶ τῷ ἐγκωμίῳ, οὐ ταὐτά, ἀλλ’ ἐμπεριέχονται καὶ ὑποβεβηκότα εἰσὶ πρὸς τὸν μακαρισμόν· ὡς γὰρ ἡ εὐδαιμονία περιέ χει τὴν ἀρετήν, οὕτω καὶ ὁ εὐδαιμονισμὸς περιέχει τὸ ἐγκώμιον
καὶ τὸν ἔπαινον. [b 36] ἔχουσι δέ τι κοινὸν αἱ συμβουλαὶ καὶ ὁ [*](f. 20r) ἔπαινος· ὧν γὰρ στοχάζεται ὁ συμβουλευτικός, ταῦτα λυσιτελεῖ τῷ πανηγυρίζοντι, καὶ ὅσα τοῖς πανηγυρίζουσι συντείνει, ταῦτα καὶ τῷ συμ βουλεύοντι μεγάλην εἰς τὸ συμβουλεύειν παρέξει ῥοπήν. [b 37] ἃ γὰρ φησὶν ἐν τῷ συμβουλεύειν ὑπόθοιο ἄν, ταῦτα μετατεθέντα τῇ λέξει καὶ τῇ φράσει ἐγκώμια γίνεται· ἐπεὶ οὖν, ὡς ἤδη παραδεδώ καμεν ἐν τοῖς περὶ τοῦ συμβουλευτικοῦ τόποις καὶ ἐνθυμήμασι καὶ ταῖς πίστεσιν, ἔχομεν ἃ δεῖ πράττειν ἀγαθά, καὶ ὁποῖον δεῖ εἶναι τὸν συμβουλεύοντα, ἡνίκα συμβουλεύειν ἐπιχειρεῖ, καὶ ἐκ τίνων πίστεων ὁρμᾶ σθαι, ταῦτα, ἃ ὡς ὑποθήκας ἔλεγε καὶ παραινέσεις, δεῖ μετατιθέναι καὶ στρέφειν, οἷον ὑποθήκη μὲν τὸ οὐ δεῖ μέγα φρονεῖν, εἰ δ’ ἐρεῖς οὐ μέγα ἐφρόνει τοῖς ἐκτὸς ἀλλὰ τοῖς δι’ ἑαυτὸν καὶ ἐντὸς ἀγαθοῖς ἔργοις, ἔπαινος. [1368a 10] χρηστέον δὲ καὶ τῶν αὐξητικῶν, ὅτι μόνος ἠρίστευσεν, ὅτι πρῶτος ἔτρεψε τοὺς πολεμίους ἢ μετ’ ὀλίγων στρατιωτῶν, ἢ ἄλλοι μὲν ἠρίστευσαν, μάλιστα δὲ πάντων οὗτος. [a 12] ἅπαντα δὲ ταῦτα καλά. ἔτι δὲ τὰ τῶν καιρῶν, ὅτι ἐν καιρῷ ἀνάγκης καὶ πολιορκίας ὠφέλησε τὴν πόλιν ῥήξας τὰς πύλας ὁ στρατηγός· καὶ τὰ τῶν χρόνων, ὅτι ἐν χρόνοις τοιούτοις ἐσιτάρκησε τῇ πόλει ἢ τρόπαιον ἔστησε. [a 13] ταῦτα δέ, εἰ παρὰ τὸ προσῆκον ἤτοι παρὰ πᾶσαν ἐλπίδα, καὶ ὅπερ ἔμπροσθεν εἰρήκειμεν, εἰ νέος ὤν δεκαετὴς ἠρίστευσε, παρὰ τὸ προσῆκον, καὶ εἰ ἀνελθὼν ξένος εἰς τὸ τεῖχος ἠρίστευσε, παρὰ τὸ προσῆκον, ἐπὶ τὸ βέλτιον δέ. καὶ εἰ πολλάκις τὸ αὐτὸ κατώρθωκε· μέγα δὲ οὐκ ἀπὸ τύχης ἀλλὰ δι’ αὑτὸν δείξει καὶ μετὰ προαιρέσεως. [a 15] καὶ εἰ τὰ προτρέποντα καὶ τιμῶντα δι’ αὐτὸν εὑρέθη, ἐπαινετός, ὥσπερ πολλοὶ τῶν σοφῶν ἐπαινετοί, οἱ μὲν εὑρόντες τὰ προ τρέποντα, τὰς παραινέσεις καὶ συνθήκας, οἱ δὲ τὰ τιμῶντα καὶ εἰς τιμὴν ἄγοντα, ὡς τὰς ἐπιστήμας τὰς λογικάς, αἰ εἰς τιμὴν ἄγουσι. [a 16] καὶ εἰς ὃν πρῶτον ἐγκώμιον ἐποιήθη, μέγας οὗτος καὶ ἐπαινετός, ὥσπερ Ἱππόλοχος εὗρε πρῶτος τὸ ἐγκωμιασθῆναι, μᾶλλον δὲ εὐτύχησε καὶ ἔσχε, καὶ Ἁρμόδιος καὶ Ἀριστογείτων εὗρον πρῶτοι τὸ σταθῆναι ἐπ’ ἀγορᾶς ἐν στήλαις. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἐναντίων φαῦλός ἐστι μεῖζον, εἰς ὃν ἐποιήθη πρώτως ψόγος καὶ ἀφ’ οὗ εὑρέθη τὰ εἰς κακίαν προτρέποντα, ὥσπερ ὁ Κάιν, ᾧ πρώτως φόνος τετόλμηται, καὶ ᾧπερ εὑρέθη πρώτως
τι φαῦλον ἢ τετόλμηται. [a 19] κἂν μὴ εἰς αὑτὸν εὐπορῇς, ἀντιπαράβαλλε [*](f. 20r) πρὸς ἄλλον τὸν συγκρινόμενον, ὅπερ Ἰσοκράτης ἐποίησεν παραβαλὼν τὴν Ἑλένην τῇ Ἀφροδίτῃ διὰ τὸ κάλλος, καὶ ὁ Ἀφθόνιος τὸν Ἕκτορα τῷ Ἀχιλλεῖ. [a 21] δεῖ δὲ ἐν τῷ παραβάλλειν πρὸς ἐνδόξους παρεξετάζειν αὐξητικὸν γάρ, εἰ καλλίων ὁ ἐπαινούμενός ἐστι τοῦ ἀντεξ εταζομένου σπουδαίου οἷον εἰ δείξομεν Ἕκτορα μείζονα τυχὸν ἢ ἴσον τῷ Ἀχιλλεῖ, αὔξησις. [a 22] πίπτει δὲ εὐλόγως μᾶλλον ἐν τοῖς πανη γυρίζουσι καὶ τοῖς ἐπαινοῦσιν ἡ αὔξησις· δέχονται μὲν γὰρ καὶ τὰ ἕτερα εἴδη τῆς ῥητορικῆς τὴν αὔξησιν, μᾶλλον δὲ προσήκει τοῖς ἐπαίνοις ἡ αὔξησις· ἐν ὑπεροχῇ γάρ ἐστιν. ἡ ὑπεροχὴ τῶν καλῶν ἤτοι τὰ καλὰ ὑπερέχει μέν, ἀλλὰ δεῖ ταῦτα λαβεῖν ὑπεροχὴν μείζω παρὰ τῶν ἐπαινετῶν, ἵνα γένωνται ἑαυτῶν ὑπερέχοντα καὶ διαδηλότερα. [a 24] ἡ ὑπεροχὴ τοίνυν τῶν καλῶν ἤτοι τὸ διδόναι αὐτοῖς ὑπεροχὴν ἐν ὑπεροχῇ ποιεῖ αὐτὰ καὶ οἷον μείζω ἑαυτῶν. διὸ κἂν μὴ πρὸς ἐνδόξους ἰσχύῃς παραβάλλειν, ἀλλὰ κἂν πρὸς τοὺς πολλούς, παράβαλλε, ἳν’ ὁ σπουδαῖος πρὸς πολλοὺς συγκρινόμενος ὑπερέχειν αὐτῶν δόξῃ εἷς πρὸς πολλοὺς ἀντεξ εταζόμενος καὶ ὑπερφέρων φαινόμενος· καὶ ἄλλως δὲ οἱ πολλοὶ δόξουσιν ἕνα σπουδαῖον καὶ ἔνδοξον ποιεῖν, [a 25] ἐπείπερ ἡ ὑπεροχὴ ἡ πρὸς πολλοὺς δοκεῖ μηνύειν ὑπεροχὴν τοῦ ἐγκωμιαζομένου· δεικνὺς οὖν, ὅτι ἡ αὔξησις λυσιτελεῖ ἐν τοῖς ἐπαίνοις, φησίν, ὅτι πολλὰ μὲν ἔχουσι κοινὰ τὰ τρία εἴδη τά τε γὰρ ἐνθυμήματα κοινὰ καὶ τὰ παραδείγματα κοινὰ καὶ ἡ αὔξησις κοινὴ τοῖς τρισίν. εἰσὶ δὲ καὶ ἄλλα κοινὰ τούτοις τοῖς λόγοις τῶν τριῶν εἰδῶν, τὸ ποιὸν ἑαυτὸν δεικνύειν, τὸ τὸν ἀκροατὴν τοιῶσδε προπαρασκευάζειν, τὸν ἐκκλησιαστήν, τὸν δικαστήν, τὸν θεωρὸν ἀναδιδά σκειν περὶ τῶν προτεθέντων. πολλῶν οὖν ὄντων κοινῶν δοκεῖ μᾶλλον [*](f. 20v) τοῖς ἐπαίνοις ἁρμόττειν ἡ αὔξησις. τὰ δὲ λοιπὰ σαφῆ.

Περὶ δὲ κατηγορίας καὶ ἀπολογίας ἐχόμενόν ἐστιν εἰπεῖν, ἐκ πόσων καὶ ποίων ὁρμώμενος ὁ κατηγορῶν ἢ ὁ ἀπολογούμενος ποιήσει τοὺς συλλογισμοὺς καὶ τὰς ἀποδείξεις τοῦ προκειμένου. [b 3] δεῖ γοῦν λαβεῖν τρία ἐνταῦθα, ἃ σκοποὶ τῷ κατηγόρῳ καὶ τῷ ἀπολογου μένῳ, ὡς ἐκεῖ τῷ συμβουλεύοντι πέντε. πρῶτον μέν, τίνων ἕνεκα καὶ πόσων ἀδικεῖ ὁ βλάπτων τινά, ἤγουν τίνα εἰσὶ τὰ ἐν οἷς βλάπτει μὲν οὗτος, ἕτερος δὲ βλάπτεται καὶ κατηγορεῖ, τυχὸν χρήματα, ἡδονὴ καὶ τιμή, καὶ ἐφεξῆς τίνα ἐρεῖ καὶ πόσα· καὶ ὁ μὲν κατήγορος ἐρεῖ διὰ ταῦτα

ἀδικῆσαι τόνδε τὸν ἐναγόμενον, ὁ δὲ ἐναγόμενος δείξει ὡς οὐ διὰ ταῦτα. [*](f. 20v) [b 4] δεύτερον δέ, πῶς αὐτοὶ διακείμενοι ἀδικοῦσιν, ἤτοι δυνάμενοι, πλούσιοι ὄντες, λαθεῖν ὑπολαμβάνοντες, φίλοι τῶν κριτῶν ὄντες, καὶ ὅσα ἐφεξῆς παραδώσει μετὰ τὸ τεχνῶσαί σε ἐν ἐκείνοις, δι’ ἃ ἀδικοῦσι, καὶ διδάξαι σε, πόσα εἰσὶ καὶ τίνα, δι’ ἃ ἀδικοῦσιν οἱ ἀδικοῦντες· τάξιν γὰρ ἀρίστην τηρεῖ καὶ ἀλληλουχίαν. [b 5] τρίτον ἐπὶ τούτοις, τοὺς ποίους καὶ πῶς ἔχοντας ἀδικοῦσιν, ἤγουν τοὺς ἀσθενεῖς, τοὺς ἔχοντας πράγ ματα τοιαῦτα, ὧν αὐτοὶ χρῄζουσι, τοὺς ῥαθύμους καὶ ἀμελεῖς, τοὺς ὑπὸ πολλῶν ἀδικηθέντας καὶ μὴ ἐπεξελθόντας, τοὺς αἰδήμονας, τοὺς αἰσχυν τηλούς· ὥσπερ πάλιν καὶ περὶ τούτων ἑπομένως διδάξει μετὰ τὸ παραδοῦναι λόγους γενναίους τε καὶ ἀρίστους περὶ τοῦ πῶς αὐτοὶ διακείμενοι ἀδικοῦσι. πρῶτον οὖν παραδοτέον, τίνα καὶ πόσα εἰσί, δι’ ἃ τινες ἀδικοῦ σιν· ἀλλὰ πρότερον εἴπωμεν, τί ἐστι τὸ ἀδικεῖν, εἶτα καὶ περὶ τῶν ἑξῆς λέγωμεν. [b 6] ἔστω δὴ τὸ ἀδικεῖν τὸ βλάπτειν ἕκαστον παρὰ τὸν νόμον· δεῖ γὰρ προϋποθεῖναι πρότερον, τί τὸ ἀδικεῖν, καὶ πῶς ἀδικεῖ τις, ἑκὸν ἢ ἄκων, καὶ πότε ποιεῖ τις ἑκών, καὶ διὰ τί μοχθηρός ἐστι καὶ ἀδικητικός, ὅτι διὰ χρήματα τυχὸν ἢ νίκην. καὶ μετὰ ταῦτα εἰπεῖν περὶ τῶν ὑποσχεθέντων τριῶν. ἀδικία ἐστὶ τὸ βλάπτεσθαί τινα παρὰ τὸν νόμον. [b 7] ὁ δὲ νόμος ἴδιός ἐστιν ἢ κοινὸς ἤγουν φυσικός, ἴδιος μέν, καθ’ ὃν νόμον ἐγγράφως τεθέντα καὶ κυρωθέντα παρὰ νομοθετῶν καὶ τῶν τῆς πολιτείας σοφῶν, κοινὸς δὲ νόμος ὁ ἄγραφος καὶ πᾶσιν ὁ αὐτὸς ὁμολογούμενος, οἷον τὸ γονεῖς τιμᾶν, τὸ τὸν μὲν ὠνεῖσθαι, τὸν δὲ πωλεῖν, καὶ τὸν μὲν μισθοῦν, τὸν δὲ ἐκμισθοῦν. χρῄζομεν δὲ καὶ ἑτέρου λήμματος, πῶς ἀδικοῦσιν οἱ ἀδικοῦντες, ἑκόντες ἢ οὔ, καὶ τί ἐστι τὸ ἑκόντας ποιεῖν· [b 10] ὅταν εἰδότες ποιῶμεν καὶ μὴ ἀναγκαζόμενοι· εἰ γὰρ ἀκούσιόν ἐστι τὸ βίᾳ καὶ δι’ ἄγνοιαν, ἑκούσιον τὸ μήτε ἐξ ἀγνοίας μήτε διὰ βίαν. βούλεται οὖν εἰπεῖν, ὅτι ἐκεῖνός ἐστιν ἄδικος ὁ μετὰ προαιρέσεως βλάπτων, ἐπεὶ πολλάκις ἑκουσίως μὲν ποιεῖ τις, οὐ μὴν προαιρούμενος· τὸ γὰρ ῥίπτειν ἐν πελάγει τὰ χρήματα ἑκούσιον μέν, οὐ μὴν προαιρέσεως, ἀλλ’ ἀπὸ βίας τινὸς ἢ ἀνάγκης. ἐφίσταται δέ ποτε καὶ ὁ φίλος αἴφνης ἐμοὶ ἑκουσίως μέν, οὐ μὴν προεβουλευσάμην ἢ προέκρινα ἐλθεῖν αὐτόν, ἀλλ’ ἄφνω ἐπέστη, ἑκόντι δέ μοι. [b 10] ὅσα οὖν ἑκόντες ποιοῦμεν, οὐ πάντα προαιρούμεθα· εἰ γὰρ κελευσθῇ τις ὑπήκοος τόνδε ἀποκτεῖναι, ἑκούσιον μὲν τοῦτο ποιεῖ, οὐ μὴν δὲ καὶ προαιρετόν· προαιρετὸν γάρ ἐστιν, ὅταν ὄντων πολλῶν, περὶ ὧν ἡ βουλή, ἀνθέλωμαι τόδε τοῦδε. ὅσα μὲν οὖν ἑκούσια, οὐ πάντα προαιρετά· [b 11] ὅσα δὲ προαιρούμενοι πράττο μεν, ταῦτα καὶ ἑκόντες καὶ εἰδότες ποιοῦμεν. τοιαῦτα δ’ ἂν εἶεν οὐ μόνον τὰ ἀγαθὰ ἀλλὰ καὶ τὰ ἀδικήματα· ὅτε γὰρ ἀγαθὸς μετὰ προαι ρέσεως καὶ γνώσεως ὀφείλει ποιεῖν, εἰ μέλλει κυρίως ἀγαθὸς εἶναι, ὅ τ᾽
ἄδικος ὁμοίως μετὰ προαιρέσεως καὶ γνώσεως πράττων ἄδικος λεχθήσεται· [*](f. 20v) οὐ γὰρ ἄγνοιαν προβαλεῖται, ὅτι οὐδεὶς ὃ προαιρεῖται ἀγνοεῖ. [b 12] τίνα δὲ τὰ δι’ ἃ προαιροῦνται βλάπτειν; προθεωρείσθω γὰρ καὶ τοῦτο. κακία καὶ ἀκρασία· ἐὰν γάρ τινες ἔχωσι μοχθηρίαν μίαν ἢ πολλάς, περὶ ἐκεῖνο ἄδικοί εἰσιν, εἰς ὃ μοχθηροί εἰσιν. ἐπιφέρει δὲ καὶ τὰ παραδείγματα· [b 16] οἷον ὁ μὲν ἀνελεύθερος μοχθηρίαν [*](f. 21r) καὶ κακίαν ἔχει τὴν περὶ τὰ χρήματα καὶ οὕτως ἀδικεῖ, ὁ δὲ ἀκό λαστος κακίαν καὶ μοχθηρίαν ἔχει τὴν περὶ τὰς σωματικὰς ἡδονὰς καὶ περὶ ἐκείνας ἀδικεῖ, ὁ δὲ μαλακὸς περὶ τὰ ῥᾴθυμα ἠσχόληται. μαλακὸς δὲ ὁ περὶ τὴν τῶν ἀμφιασμάτων λαμπρότητα καὶ τὰς θρύψεις καὶ τὰς χλιδὰς ἐπτοημένος καὶ οὐδ’ ἂν ἔχειν τὴν ἐσθῆτα βουλόμενος· ἀδικεῖ οὖν βλάπτων, ἐπεὶ ῥᾳθυμίας διδάσκαλος γίνεται, καὶ παρὰ τοῖς Λάκωσιν ὡς κλέπτου ἔγκλημα ἀποφερόμενος κολάζεται. ναὶ μὴν ὁ μαλα κὸς τῶν ἡδέων ἐφίεται· ἐὰν οὖν ἴδη προσόν τισιν ἡδύ τι, ἀποστερεῖ καὶ ἀδικεῖ. [b 18] ὁ δὲ δειλὸς κακίαν ἔχει τὴν περὶ τοὺς φόβους καὶ τοὺς κινδύνους· ἀδικοῦσιν οὖν οἱ δειλοὶ τοὺς συγκινδυνεύοντας ἐγκατα λιμπάνοντες. ὁ δὲ φιλότιμος τιμῆς ὀρεγόμενος ἑαυτῷ μόνῳ προσάπτει πάντα τὰ ἐξ ὧν ἡ τιμή· ἀδικεῖ οὖν λέγων τοὺς ἄλλους ἀσόφους καὶ μὴ ἐπιστήμονας. [b 20] ὁ δὲ ὀξύθυμος μοχθηρίαν ἔχων καὶ κακίαν ἐν ταῖς ὀργαῖς ἀδικεῖ πολλοὺς διὰ τὴν ὀργὴν ζητῶν ἀμύνασθαι καὶ πρᾶξαι τὰ τοῦ θεοῦ. ὁ δὲ φιλόνικος διὰ νίκην, ἧς ὀρεγόμενος ἀδικεῖ τινας δωροδοκῶν πολλάκις καὶ σκαιωρίας ἐπινοῶν τινας καὶ τὰ φέροντα πρὸς τὸ τυχεῖν τῆς νίκης. [b 21] ὁ πικρὸς δὲ διὰ τιμωρίαν κακὸς ὢν ἀδικεῖ μὴ καταλλαττόμενος, ἀλλὰ πολλάκις φονεύων ἢ παίων τινάς. ἀδικεῖ οὖν οὐχὶ καταλλαττόμενος. ὡς εἴπομεν, διὰ τὴν κακίαν, ἣν ἔχει περὶ τὸ τιμωρῆσαί τινας. ὁ δὲ ἄφρων ἀδικεῖ, διότι κακίαν ἔχει τὴν ἄγνοιαν τοῦ δικαίου καὶ τοῦ συμφέροντος, καὶ πολλάκις οἰόμενος τὸ δί καιον ἄδικον τὸ δ’ ἄδικον δίκαιον τόνδε μὲν κρίνει εἶναι ἄδικον δίκαιον ὄντα, τόνδε δὲ δίκαιον ἄδικον ὄντα. [b 22] ὁ δὲ ἀναίσχυντος κακίαν νοσεῖ τὸ ὀλιγωρεῖν δόξης· ὀλιγωρῶν οὖν δόξης ποιεῖ τὰ μὴ θεμιτὰ προ φανῶς, οὐκ αἰδούμενος παίει τὸν αἰδούμενον, ὑβρίζει αἰσχρῶς, ἁρπάζει τὰ μὴ προσήκοντα. ὁμοίως δὲ καὶ ἕκαστος τῶν ἄλλων περὶ ἕκαστον πάθος κακίας ὃ νοσεῖ ἀδικεῖ. [b 24] δῆλον δὲ περὶ τούτων, τὰ μὲν ἐκ τῶν περὶ τὰς ἀρετὰς ἐν τοῖς Ἠθικοῖς εἰρημένων, τὰ δὲ ἐκ τῶν περὶ τὰ πάθη ῥηθησομένων ἐφεξῆς· μέλλει γὰρ εἰπεῖν περὶ παθῶν ἐφεξῆς. τούτων δὲ τεθέντων ὡς λημμάτων ἀναγκαίων πρὸς τὴν παροῦσαν ὑπόθεσιν ἐπαναλήψομαι, ὅπερ ὑπεσχέθην, καὶ ἐρῶ σοι πάλιν, ὅτι μέλλω
εἰπεῖν περὶ τριῶν, ἵνα σοι ἡ * ἤδη γινομένη προκατάστασις διευκρινεῖ [*](f. 21r) σοι τὰ λεγόμενα· [b 27] πρῶτον μέν, τίνος ἕνεκα ἀδικοῦσι· πόσων γὰρ ἕνεκα, συνετῶς ἀκροωμένῳ σοι τάχα δεδήλωκα· τοσαῦτα γὰρ ἀδικοῦσιν, ὅσα καὶ πάθη ἔχουσι κακίας. ὅσα τοίνυν πάθη κακιῶν καὶ μοχθηριῶν, τοσαῦτα . καὶ ἀδικήματα. ῥητέον οὖν πρῶτον, τίνος ἕνεκα ἀδικοῦσι, δεύτερον, πῶς ἔχοντες, τρίτον, τίνας ἀδικοῦσι. [b 28] πρῶτον δὲ τὸ πρῶτον κείσθω, τίνων ὀρεγόμενοι ἐγχειροῦσιν ἀδικεῖν, ὅτι τῶν ἡδέων καὶ ποθητῶν αὐτοῖς ἢ χρημάτων ἢ νίκης ἢ δόξης, καὶ ποῖα φεύγοντες ἀδικίαν ποιοῦσι, ζημίαν, πενίαν, ποῖα †, κακῶν ἀπέλευσιν καὶ τὰ ἀνιαρὰ καὶ τὰ ἐναντία οἷς ποθοῦσιν· εἰ γὰρ ἐρῶσιν ὡς ἡδέων τῶνδε, πάντως τὰ ἐναντία φεύγουσιν. [b 29] ἔστω δὲ δῆλον, ὅτι τῷ μὲν κατηγοροῦντι σκοπὸς λέγειν, πόσα ὑπάρχει τῷ ἀντιδίκῳ καὶ ποῖα ἡδέα, ὧν ἐφιέ μενος ἀδικεῖ, τῷ δὲ ἀπολογουμένῳ, ποῖα καὶ πόσα τούτον τῶν ἀδικημάτων οὐχ ὑπάρχει. [b 32] πάντες δὴ πάντα πράττουσι τὰ μὲν οὐ δι’ ἑαυτούς, τὰ δὲ δι’ αὑτούς. προθέμενος εἰπεῖν, τίνος ἕνεκα ἀδι κοῦσιν οἱ ἀδικοῦντες καὶ τίνος ἐφιέμενοι βλάπτουσιν, εἰ μὲν εἶπεν, ὅτι διὰ τὰ ἀγαθὰ αὐτοῖς ἢ φαινόμενα ἀγαθὰ ἢ ἡδέα κυρίως ἢ τὰ φαινόμενα ἡδέα ἀδι κοῦσιν, εἶπεν ἂν σαφῶς, καὶ εἰ ἔφη, ὅτι, ὅσα δι’ αὑτοὺς πράττουσιν ἑκόντες, ἐκεῖνά εἰσιν ἡδέα αὐτοῖς ἢ κυρίως ἢ φαινόμενα, ὧν ὀρεγόμενοι τοὺς πλου σίους πολλάκις ἀδικοῦσιν, ἀπήλλαξεν ἂν πραγμάτων τὸν ἀκροατήν· νῦν δὲ τῆς συνήθους δεινότητος ἔχεται καὶ τέως πρῶτον ἐκ διαιρέσεως εὑρίσκει, [1369a 5] ὅτι δι’ ἑπτὰ αἰτίας πράττουσιν οἱ πράττοντες, ὅσα πράττουσι. διὰ τύχην, ὅταν ἐν ἐρήμῳ τοξεύων ἐπέτυχέ τινος κατὰ τύχην ὁδεύοντος. τυχὸν ἐχθροῦ ἢ λῃστοῦ, ἢ διψῶν καὶ ἐξελθὼν πολιορκίας οὔσης ἐν έτυχε κοιμωμένῳ τῷ στρατηγῷ τῶν πολεμίων καὶ πεφόνευκεν αὐτόν, ἢ [*](f. 21v) ῥίψας ὡς δειλὸς τὴν ἀσπίδα τινὰ πολέμιον ἐφόνευσε καὶ νίκην εἰργάσατο. [a 6] διὰ βίαν, ὅτε λιμώττων τις πολλὰς ἡμέρας ἅψεται κρεάτων ἀνοσίων, καὶ ὅτε πολυήμερον δίψαν διψήσας γεύσαιτο θαλάττης· πολλαὶ δὲ μητέρες καὶ οἰκείων βρεφῶν ἀπεγεύσαντο, ὡς ἱστορεῖται ἱστορικοῖς. διὰ φύσιν, ὡς οἱ Αἰθίοπες Αἰθίοπας τίκτουσι τῇ φύσει· φύσει οὖν τὸ παῖδα ποιεῖν ὅμοιον ἑαυτῷ ὡς ἐπὶ τὸ πλεῖστον· καὶ ἕτερα δὲ πολλὰ κατὰ φύσιν πράττε ται παρ’ ἡμῶν, ὡς τὸ πατέρας τιμᾶν, τὸ αἰδεῖσθαι καὶ ἄλλα. δι’ ἔθος, ὅτε τις ἐθισθεὶς ἐν ἀγορᾷ περιπατεῖν ἐρᾷ διατρίβειν καὶ ἐκεῖσε ἢ ἐν καπηλείῳ ἢ ἐν ἄλλοις τισὶ καὶ τούτων ἔχεται δι’ ἔθος. διὰ λογισμόν,
ὁπότε καθ’ ἑαυτὸν ἐννοήσω εἰ πόνοις ἐμαυτὸν ἐπιδώσω διὰ λόγους, φιλοσοφίας [*](f. 21v) ἐπιτεύξομαι· εἰ ἐμπορικῶς σταλῶ θαλαττοπορῶν, πλουτήσω· εἰ φιλέρημος γενήσομαι καὶ φιλήσυχος, καθαρθήσομαι καὶ ἐλλαμφθήσομαι τὴν διάνοιαν. [a 7] διὰ θυμὸν καὶ ὀργήν, ὅταν ἢ κολάζῃ τις ἢ τιμωρῇ, τὸ μὲν ὡς παιδεύων καὶ σωφρονίζων, τὸ δὲ ὡς ἐκπληρῶν τὴν ἐπιθυμίαν τοῦ θυμοῦ. δι’ ἐπιθυμίαν, ὅτε τις τὰ ἡδέα διώκει, ὁρατά, ὀσφραντά, γευστά, ἁπτά, ἀκουστά. ὅπερ οὖν ἔλεγον, πρῶτον εὑρίσκει ἀπὸ τῆς διαι ρέσεως, ὅτι πάντα, ὅσα πράττουσί τινες, δι’ αἰτίας ἑπτὰ ποιοῦσιν, εἶτα λέγει κατ’ ἐκεῖνα ἀδικεῖν τινας, ὅσα δι’ ἑαυτοὺς πράττουσιν ἡδέων τινῶν ἐφιέμενοι, μετὰ ταῦτα διορίζεται, τίς ἐστιν ὁ τῆς ἡδονῆς ὅρος καὶ τότε λέγει ἡδέα τυγχάνειν τά τε ποιητικὰ αὐτῆς καὶ τὰ φθαρτικὰ τῆς λύπης καὶ ἄλλα τινά· καὶ οὕτως ἀκολούθως δεικνύει σοι, πόθεν κατασκευάσαι ἕξεις, ὅτι ὅδε ὀρεγόμενος τούτου καὶ ἐφιέμενος ἠδίκησεν. ὁρᾷς, ὅπως ἀναγκαία ἡ προθεωρία διὰ τὴν δεινότητα. ὅρα οὖν τὴν λέξιν, ὅρα δὲ καὶ τὴν διαίρεσιν. [1368b 33] οἱ πράττοντες ἢ δι’ ἑαυτοὺς πράττουσιν ἢ οὐ δι’ ἑαυτοὺς ἤτοι οὐ προαίρεσιν ἔχοντες τόδε πρᾶξαι, ὡς ὁ ῥίψας τὴν ἀσπίδα ὡς δειλὸς καὶ τυχὼν τοῦ πολεμίου καὶ νίκην ποιήσας. ἑκάτερον δὲ τῶν δύο μερῶν τῆς πρώτης διαιρέσεως ὑποδιαιρῶν πρῶτον ἴδε, εἰς τίνα τέμνεται τὸ οὐ δι’ αὑτούς· [b 34] τούτου οὖν ἤτοι τῶν οὐ δι’ αὐ τοὺς πραττόντων τὰ μὲν διὰ τύχην πράττονται, τὰ δὲ ἐξ ἀνάγκης· τῶν ἐξ ἀνάγκης δὲ τὰ μὲν βίᾳ, τὰ δὲ φύσει. εἰρήκαμεν δὲ τούτων τὰ παραδείγματα ἐν τῇ ἀπαριθμήσει αὐτῶν καὶ οἷον προθεωρίᾳ· ὥστε ἐκ τοῦ ἑνὸς μέρους εὑρέθησαν τρία, ὅσα πράττουσί τινες οὐ δι’ αὑτούς. χρῄζει δὲ τῶν λεγομένων καὶ ἀκολουθεῖ ὁ ἀκροώμενος κατὰ μικρόν. τὰ μὲν ἀπὸ τύ χης, τὰ δὲ φύσει, τὰ δὲ βίᾳ. ἴδε δὲ καὶ τὸ ἄλλο μέρος. [b 37] τῶν γὰρ δι’ ἑαυτοὺς καὶ ὧν αὐτοὶ αἴτιοι τὰ μὲν δι’ ἔθος πράττομεν ἐνεθισθέντες ἐκ βρέφους τῷ πράγματι καὶ ἀσπαζόμενοι ἐκεῖνο, ὁποῖον ἂν τύχοι, τὰ δὲ δι’ ὄρεξιν· τῆς δὲ ὀρέξεως ἡ μὲν λογιστικὴ ὄρεξις, ἡ δὲ ἄλογος. [1369a 2] καὶ ἡ μὲν λογιστικὴ ὄρεξις καὶ βούλησίς ἐστιν ἀγα θοῦ μετὰ λόγου ὄρεξις· οὐδεὶς γὰρ βούλεταί τι φαῦλον, ἀλλ’ ἦ ἀγαθοῦ καὶ τούτου ὀρέγεται. [a 4] ἄλογοι δὲ ὀρέξεις θυμὸς καὶ ὀργαὶ καὶ ἐπιθυμίαι. ὥστε ἐκ τῆς διαιρέσεως σύναξον, ὅτι πάντα, ὅσα πράττουσι, δι’ αἰτίας ἑπτὰ πράττουσι, διὰ τύχην, ὡς εἴρηται, διὰ βίαν, διὰ φύσιν, δι’ ἔθος, διὰ λογισμόν, δι’ ἐπιθυμίαν· [a 7] τὸ δὲ προσδιαιρεῖσθαι
καὶ λέγειν, ὅτι καὶ καθ’ ἡλικίας πράττουσι νέοι ὄντες ἢ γέροντες [*](f. 21r) ἢ καθ’ ἕξεις πράττουσι δικαιοσύνης ἢ ἀρετῆς ἢ κακίας (ἔχοντες γὰρ τὴν ἕξιν ἐκ τῶν καθ’ ἕκαστα πράττουσί τινες, ἃ πράττουσι), περιττόν ἐστι παντελῶς· ἀνάγονται γὰρ πάντα τὰ δι’ ἃ πράττουσι τινες εἰς ταῦτα. [a 9] εἰ γὰρ καὶ τοῖς νέοις συμβέβηκεν ἢ ὀργίλοις εἶναι ἢ ἐπιθυμητι κοῖς, πάντα ταῦτα οὐ διὰ τὴν νεότητα ὡς αἰτίαν πράττουσί τινες, ὡς αἰτιῶν οὐσῶν τῆς πλουσιότητος καὶ τῆς πενίας. ἀλλὰ διὰ ποίαν αἰτίαν πράττουσιν οἱ πλούσιοι καὶ οἱ πένητες, ἃ πράττουσιν; ἦν μὲν προ χείρως εἰπεῖν, ὅτι δ’ ἐπιθυμίαν, διότι οἱ μὲν πένητες ἐφίενται χρημάτων, οἱ δὲ πλούσιοι ἐπιθυμοῦσιν ἡδονῶν· ὁ δὲ λέγει πρώτην αἰτίαν εἶναι τῶν πραττομένων παρ’ αὐτοῖς τοῖς μὲν πτωχοῖς ἔνδειαν, τοῖς δὲ πλουσίοις ἐξουσίαν, δι’ ἣν ἐπιθυμοῦσι τῶν μὴ ἀναγκαίων ἡδονῶν· ἐπανορθούμένος [*](f. 22r) δέ σου τὴν πλάνην φησὶν [a 15] ἀλλὰ καὶ τούτων αἰτία ἡ ἐπιθυτόν· μία. ὁμοίως δὲ καὶ ὅσα πράττουσιν οἱ δίκαιοι καὶ οἱ ἄδικοι πράττουσι μὲν κατὰ τὰς ἕξεις, πλὴν ἐξετάσας αὐτοὺς εὑρήσεις ἢ δι’ ὄρεξιν ἢ δι’ ἔθος ἢ διὰ λογισμὸν χρηστὸν ἢ φαῦλον πράττοντάς τι· ταῦτα δὲ τῶν ἑπτὰ αἰτῶν ἤσαν. [a 17] ἢ γὰρ διὰ λογισμὸν ἢ διὰ πάθος ὀρέξεως λογιστικῆς ἢ ἀλόγου ἤτοι διὰ θυμὸν καὶ ἐπιθυμίαν ἢ διὰ ζῆλον ἐπαινε τοῦτο δηλῶν ἐπήγαγε [a 18] πλὴν τῶν καθ’ ἕξεις πραττόντων οἱ μὲν πράττουσι δι’ ἔθος χρηστὸν καὶ λογισμὸν ἐπαινετόν, οἱ δὲ διὰ φαῦ λον ἔθος καὶ λογισμὸν κακόν. οἱ πλούσιοι διὰ τὴν ἐπιθυμίαν ἐπιθυμοῦσι τῶν μὴ ἀναγκαίων ἡδονῶν· [a 16] καὶ οἱ ἄλλοι οἱ λεγόμενοι πράτ τειν κατὰ τὰς ἄλλας ἕξεις ἤτοι σωφροσύνην ἢ ἀνδρείαν· διὰ ταῦτα πράττουσιν ἤτοι τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν καὶ οὐχὶ διὰ πλοῦτον ἢ πενίαν ἢ νεότητα ἢ γῆρας· ἢ γὰρ διὰ τὸν λογισμὸν ἤτοι διὰ τὸν λόγον τι πράττουσιν ἢ διὰ πάθος. πάθη εἰσὶν ἡ μεγαλοπρέπεια καὶ ἡ φιλο τιμία. ἀλλ’ οἱ μὲν πράττουσι δι’ ἦθος, οἷον εἴθισέ τις ποιεῖν τι καὶ ποιεῖ τοῦτο. πάθη χρηστά, τὴν φιλοτιμίαν φησί. [a 19] καὶ τὰ τοιαῦτα ταῖς τοιαῖσδε ἕξεσιν, οἷον τῇ σωφροσύνῃ ἀκολουθεῖ χρηστὴ ἐπιθυμία, ταῖς δὲ τοιαῖσδε ἕξεσιν, οἷον τῇ ἀκολασίᾳ, τὰ τοιάδε φαῦλαι δηλονότι ἐπιθυμίαι. [a 25] εἰ μὲν γὰρ λευκὸς ἢ μέλας, ἤτοι οὐδὲν ὀφείλομεν θεωρῆσαι, τί ἀκολουθεῖ τῷ Σωκράτει ὡς λευκῷ ἢ μέλανι ἢ μεγάλῳ ἢ μικρῷ· ἀπὸ γὰρ τοῦ εἶναί τινα λευκὸν ἢ μέλανα οὐδεμία διαφορὰ τοῖς ἤθεσι θεωρεῖται τῶν ἀνθρώπων, ἀπὸ δὲ τοῦ εἶναι νέον ἢ πρεσβύτην
δίκαιον ἢ ἄδικον μεγάλη διαφορὰ τοῖς ἤθεσι τῶν ἀνθρώπων ἐπιγίνεται. [*](f. 22r) [a 28] καὶ ὅλως ὅσα ἀπὸ τῶν συμβαινόντων τὰ ἤθη τῶν ἀνθρώ πων ποιοῦσι διάφορα, οἷον αἱ τοιαίδε ἢ τοιαίδε ἕξεις καὶ κράσεις, οἶον διοίσει τις ἐν τῷ δοκεῖν πλουτεῖν ἢ πένεσθαι· ὁμοίως δὲ καὶ ἡ εὐτυχία καὶ ἡ ἀποτυχία διάφορα τὰ ἤθη τῶν ἀνθρώπων ποιεῖ. [a 32] ὅσων δὲ ἡ αἰτία ἀόριστος καὶ μὴ ἕνεκά του γίνεται, ταῦτα γίνονται κατὰ τύχην (γράφεται καὶ ἕνεκα τούτου)· ὃ γὰρ γίνεται κατὰ τύχην, ἦν ἂν ἕνεκά του, εἰ σκοπὸν τοῦτο ἔθεμεν ποιῆσαι· οἷον εἰ εἰς τὴν ἀγορὰν ἀπελ θὼν ὠνήσασθαι ἰχθὺν εὗρον τὸν χρεωστοῦντά μοι καὶ ἀπέδωκέ μοι τὸ χρέος, τοῦτο κατὰ τύχην, εἰ δὲ ἀπῆλθον εἰς τὴν ἀγορὰν διὰ τὸ ἐντυχεῖν τῷ χρεώστῃ καὶ ἐντυχὼν τῷ χρεώστῃ ἔλαβον τὸ χρέος, ἔστι τοῦτο ἕνεκά του· ἔστι γὰρ ἡ τύχη αἰτία τῶν κατὰ προαίρεσιν γινομένων ἐν τοῖς ἕνεκά του γινομένοις. [b 2] ἢ ὡσαύτως ἀποβαίνει. ἀεὶ γὰρ γενειῶσιν οἱ ἄνθρωποι ὡσαύτως ἤτοι κατὰ τὸν εἰκοστὸν πέμπτον ἐνιαυτόν. περὶ δὲ τῶν παρὰ φύσιν οὐ δεῖ ζητεῖν, εἴτε κατὰ φύσιν γίνονται εἴτε παρὰ φύσιν· πάντα γοῦν τὰ παρὰ φύσιν ὥρμηνται μὲν φύσει καὶ ἐκεῖθεν λαμβάνουσι τὴν ἀρχὴν τῆς κινήσεως, οὐ κατὰ σκοπὸν δὲ τῆς φύσεως ἀποβαίνουσιν, ἡ δὲ τύχη αἰτία ἐστὶ τῶν τοιούτων ἤτοι τῶν παρὰ φύσιν. [b 6] ἔθει δὲ ποιοῦσιν, ὅσα γίνονται διὰ τὸ πολλάκις πεποιηκέναι. διὰ λογι σμὸν δέ, ὅσα γίνονται διὰ τὸ συμφέρον· τίνα δέ εἰσι τὰ συμφέροντα, ἔγνω μεν ἐκ τῶν εἰρημένων ἀγαθῶν δοκοῦντα δὲ συμφέρειν ἢ ὡς τέλη ἢ ὡς συμβαλλόμενα πρὸς τὸ τέλος. [b 9] τινὰ δὲ ποιοῦσιν οἱ ἀκό λαστοι ὡς συμφέροντα αὐτοῖς εἰς τὸ οὗ ὀρέγονται, πλὴν πράττουσι ταῦτα οὐχ ὡς αὐτὰ καθ’ ἑαυτὰ συμφέροντα οὐδὲ δι’ ἑαυτὰ ἀλλὰ τὴν ἡδονήν. [b 12] ἡ μὲν κόλασις λέγεται ἐπὶ τοῦ πάσχοντος ὡς κω λύουσα τὴν ἄλογον ὁρμὴν αὐτοῦ, ἡ δὲ τιμωρία ἐστὶ τοῦ ποιοῦντος δι’ αὐτὸ γὰρ τιμωρεῖ, ἵνα πληρώσῃ ἣν εἶχεν ὄρεξιν τοῦ ἀντιλυπῆσαι αὐ τὸν τὸν ὀργιζόμενον. [b 16] ἡδὺ δοκεῖ καὶ τὸ ἐθιστόν, ὃ ἔχω ἔθος διαπράττειν. [b 18] ὅταν οὖν πράττωμέν τινα δι’ ἑαυτοὺς ἤτοι ὧν αὐτοί ἐσμεν αἴτιοι, ταῦτα ἢ ἀγαθά εἰσιν ἢ φαινόμενα ἀγαθά. [b 24] ἀγαθὸν δέ ἐστι καὶ ἡ τῶν κακῶν ἀποφυγὴ καὶ ἡ λῆψις τῶν ἐλαττόνων κακῶν ἀντὶ τῶν μειζόνων. [b 31] τοὺς δὲ ὅρους τοὺς νῦν λαμβανο μένους οὐ δεῖ ἀπαιτεῖν αὐτοὺς εἶναι ἀναγκαίους καὶ οὐσιώδεις· ἀρκεῖ γάρ, ἂν σαφεῖς εἰσι, κἂν ἀκριβεῖς οὔκ εἰσιν.

Ἡδονή ἐστι κίνησις τῆς ψυχῆς καὶ ἀθρόα καὶ αἰφνίδιος κατάστασις αἰσθητὴ εἰς τὴν ὑπάρχουσαν φύσιν ἤτοι εἰς τὴν κατὰ φύσιν· ὅταν

γὰρ πεινᾷ τις, εἶτα ἐσθίῃ καὶ ἀναπληροῖ τὴν γαστέρα βρωμάτων, ἀθρόως [*](f. 22v) ἥδεται ὡς κινούμενος εἰς τὸ κατὰ φύσιν καὶ ἀνελλιπές, οὐχὶ ἀνεπαισθή τως δὲ κινεῖται, ἀλλ’ αἰσθάνεται τῆς ἀναπληρώσεως. ἐπὶ δὲ τῆς αὐξητι κῆς κινήσεως οὐχ ἡδόμεθα, διότι ἀνεπαισθήτως κινούμεθα εἰς αὔξησιν. λύπη δέ ἐστιν ἡ εἰς τὴν παρὰ φύσιν κίνησις· παρὰ φύσιν δὲ κινεῖται, ὅταν ἡ γαστὴρ βρωμάτων ἐνδεὴς γένηται καὶ λυπῆται τὸ ζῷον. [b 35] εἰ δή ἐστιν ἡδονὴ τὸ τοιοῦτον ἤτοι ἀθρόα κατάστασις ἡ εἰς τὴν κατὰ φύσιν, λοιπὸν καὶ ἡδύ ἐστι τὸ ποιητικὸν τῆς τοιαύτης διαθέσεως· καὶ μάλιστα ἥδονται τὰ ζῷα, ὅταν λάβωσι τὴν ἑαυτῶν φύσιν, οἷον εἰ ὑγροτέρας ὄν κράσεως ξηρότερον γένηται, λυπεῖται, ἐὰν δὲ ἢ διὰ διαίτης ὑγρᾶς ἢ λουτροῦ λάβῃ τὴν κατὰ φύσιν κρᾶσιν, ἥδεται, ἢ ἐὰν ἔθος ἔχῃ τις λούεσθαι, λυπεῖται ἀποκοπῇ τοῦ ἔθους, εἰ δὲ πάλιν ποιήσει, ὃ ἔχει ἔθος, ἥδεται. [1370a 10] καὶ αἱ ἀνάγκαι οἷον αἱ ἐπιμέλειαι καὶ αἱ σπουδαὶ λυπηραὶ ὡς βίαιοι· πᾶν γὰρ πρᾶγμα ἀναγκαῖον καὶ βίαιον λυπη ρόν. τοῦτο δὲ παρέφρασεν ὁ Ἀριστοτέλης ἐκ τοῦ Εὐριπίδου λέγοντος
πᾶν τ’ ἐξ ἀνάγκης δοῦλον ἔσται τοῖς σοφοῖς.
ἐὰν δὲ ἔθος ἔῃ τις κοπιᾶν, ἡδὺ δοκεῖ αὐτῷ ὁ κόπος [a 1] καὶ ἅπαν ἐστὶν ἡδύ, οὗτινος ἐνῇ καὶ ἐνυπάρχει ἐπιθυμία καὶ ὄρεξις. ἄλο γοι ἐπιθυμίαι εἰσίν, ὅσων ἐπιθυμοῦσί τινες μὴ ὑπολαβόντες μηδὲ λογισά μενοι ὠφέλειάν τινα μηδὲ κέρδος ἐκ τῆς ἀναπληρώσεως τῆς τοιαύτης ἐπιθυμίας. [a 20] εἰσὶ δὲ τοιαῦται ἄλογοι αἱ φυσικαὶ καὶ αἱ διὰ σώ ματος, οἷον ἡ δίψα καὶ ἡ πεῖνα ποιεῖ ἐπιθυμίαν τῆς τροφῆς, καὶ ὁ πει νῶν φαγὼν οὐδὲν ἄλλο σπουδάζει ἢ τὸ ἐμπλῆσαι τὴν γαστέρα. εἰ δὲ καὶ ὠφέλειά τις αὐτῷ μέλλει ἐπιγίνεσθαι ἐκ τούτου, οὐκέτι λογίζεται. καὶ ἐν ἑκάστῳ εἴδει τροφῆς παρακολουθεῖ ἄλλο καὶ ἄλλο εἶδος ἐπιθυμίας καὶ ἐν τοῖς ἀφροδισίοις ἄλλη. [a 25] μετὰ λόγου δὲ ἐπιθυμίαι, ὅσων ἐπιθυ μοῦσί τινες ἐκ τοῦ λογίσασθαι καὶ πεισθῆναι, ὅτι μέλλουσι παθεῖν τι ἀγαθόν· πολλὰ γάρ τινες ἐθεάσαντο ἢ ἤκουσαν καὶ προσελογίσαντο ὠφε ληθῆναι ἐκ τοῦ τούτων ἐπιθυμῆσαι καὶ ἐπείσθησαν ὠφεληθῆναι καὶ διὰ τοῦτο καὶ ἐπεθύμησαν. [a 27] ἐπεὶ δὲ τὸ ἥδεσθαι ἐπιγίνεται ἐκ τοῦ αἰσθάνεσθαι — εἶδε γὰρ καὶ ἡ αἴσθησις καὶ ὃ εἶδε παρέπεμψε τοῦτο τῇ φαντασίᾳ, εἶτα ἐν τῇ φαντασίᾳ ὃν ἀεὶ φαντάζομαι καὶ διανοοῦμαι τοῦτο καὶ μεμνημένος ἥδομαι, οἷον ἤκουσά τι καὶ παρεπέμφθη τοῦτο τῇ φαν τασίᾳ καὶ φανταζόμενος καὶ ἐλπίζων τοῦτο γενέσθαι ἥδομαι — ἐπεὶ δὲ τὸ ἥδεσθαι γίνεται ἐκ τοῦ αἰσθάνεσθαι καὶ φαντάζεσθαι πάθος τι, ἤτοι ἢ γλυκὺ ἢ ἄλλο τι ἡδὺ ἢ ἐπαινετόν (ἔστι γὰρ καὶ λέγεται καὶ ἡ φαντα
σία αἴσθησίς τις ἀμυδρὰ καὶ ἀσθενής). καὶ διὰ τοῦτο κἂν τῷ μεμνημένῳ [*](f. 22v) καὶ ἐλπίζοντι παρακολουθοίη φαντασία τις καὶ συναίσθησις, οὗ μέμνηται καὶ ἐλπίζει, καὶ διὰ τοῦτο μεμνημένοι τινὲς καὶ ἐλπίζοντες ἥδονται, ἐπείπερ αἴσθησιν ἔχουσι καὶ φαντασίαν, οὗ μέμνηνται καὶ ἐλπίζουσιν. [a 32] ὥστε ἀνάγκη ἥδεσθαί τινα ἢ ἐπὶ τοῖς παροῦσιν, εἴ γε αἰσθάνεταί τις καὶ φαντάζεται παρόντα ἀγαθά, ἢ ἐπὶ τοῖς γεγενημένοις ἤτοι παρελθοῦσιν ἐπιμεμνημένος αὐτῶν ἢ ἐπὶ τοῖς μέλλουσιν ὡς ἐλπίζων αὐτά. [b 1] τὰ γοῦν μνημονευτὰ ἡδέα εἰσὶν οὐ μόνον ὅσα ἧσαν ἡδέα καὶ ὅτε παρῆν, οἷον τὸ λαβεῖν με χρήματα ἡδὺ ἦν καὶ ὅτε ταῦτα ἔλαβον, ἀλλὰ καὶ καιροῦ πολλοῦ παραρρυέντος μεμνημένος, ὅτι ἔλαβον ἀπὸ τοῦ δεῖνος χρήματα ἥδομαι· ἀλλὰ καὶ ἔνια, ὅταν ταῦτα πάσχωμεν, οὐχ ἡδέα εἰσίν, ἀλλὰ τὸ ἐκ τούτων ἀποβησόμενον, εἰ ἀγαθόν ἐστιν ἢ καλόν, ἥδομαι μεμνημένος ἐκείνων τῶν λυπηρῶν, ἀφ’ ὧν ἐπεγένετό μοι ἀγαθόν τι· οἷον τὸ δαίρεσθαι πικρόν ἐστι τότε, ὅτε δαίρομαι, ἀλλ’ εἰ μετὰ χρόνων παραδρομὴν ἐπηκολούθησέ μοι σοφία ἐκ τοῦ δαίρεσθαι ἀγαθὸν οὖσα, ἥδομαι μεμνημένος τῶν δαρμῶν ἐκείνων, ἐξ ὧν ἐπεγένετό μοι σοφία.
[b 4] ἀλλ’ ἡδύ τι σωθέντα μεμνῆσθαι πόνων,
Εὐριπίδου τὸ ῥητόν· καὶ τὸ
μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ
ἐκ τῆς Ὀδυσσείας εἴληπται. τὰ δὲ ἐλπιζόμενα δοκοῦσιν ἡδέα, εἴ γε φαίνονται μεγάλα δυνάμενα ὠφελεῖν, ὅτε τὰ παρόντα γένωνται, ἢ κἂν μὴ μεγάλως δύνανται ὠφελεῖν, ἀλλ’ οὖν ἵνα δύνωνται ὠφελεῖν ἄνευ λύπης ἤτοι ἀλύπως· κἂν μὴ ἡδονή τις μεγάλη ἐκ τούτου γίνηται, ἀλλὰ κἂν εἴη μικρὰ ἢ ἄλυπος. [b 9] ὅλως δὲ ὅσα παρόντα εὐφραίνουσι. [*](f. 23r) ταῦτα ἐλπιζόμενα καὶ μεμνημένα εὐφραίνουσιν ὡς ἐπὶ τὸ πολύ. διὸ καὶ ὁ ὀργιζόμενος ἥδεται ἢ μεμνημένος, ὅπως ἐκόλασε τὸν λυπήσαντα, ἢ ἀνατυπῶν, πῶς μέλλει κολάσαι αὐτόν ἀλλὰ καὶ ὅτε κολάζει αὐτόν, ἥδε ται· ὥστε ἐπεὶ ὁ ὀργιζόμενος ἥδεται ἢ ἐν τῷ μεμνῆσθαι ἢ ἀνατυποῦν, ἃς μέλλει ἐπάξαι κολάσεις αὐτῷ, λοιπὸν ἀσθενέστερος ἔσται τοῦ ὀργιζο μένου ὁ κολασθησόμενος· [b 12] οὐδεὶς γὰρ ὀργίζεται, ὃν οὐ δύναται τιμωρῆσαι. ἀλλὰ καὶ τοῖς πολὺ οὖσιν ὑπὲρ αὐτὸν ἢ οὐδ’ ὅλως ὀργίζεται ἢ ἧττον ἤτοι μικρῶς. [b 20] ἐν ἅπασι γὰρ τοῖς τοιούτοις, καὶ ἐν τῷ γράφειν περὶ τοῦ ἐρωμένου καὶ ποιεῖν τι, μεμνημένοι αὐτοῦ οἴονται οἷον αἰσθάνεσθαι ἤτοι δοκοῦσιν ὁρᾶν αὐτόν. καὶ ἀρχὴ τοῦ ἔρωτος
γίνεται, ὅταν μὴ μόνον χαίρωσιν ἐν τῷ παρεῖναι τὸν ἐρώμενον, ἀλλὰ [*](f. 23r) καὶ μεμνημένοι αὐτοῦ ἀπόντος, ὃ δὴ καὶ πόθος λέγεται. [b 24] διὸ καὶ ὅταν λύπη προσγίνηται τῷ ἐρῶντι ἐν τῷ μὴ παρεῖναι τὸν ἐρώμενον καὶ ὁρᾶν αὐτὸν καὶ ἐν οἷς πενθεῖ καὶ θρηνεῖ ἥδεται. λυπεῖται μὲν ἐπὶ τῷ μὴ ὑπάρχειν τὸν ἐρώμενον, ἥδεται δὲ ἐν τῷ δοκεῖν ὁρᾶν ἐκεῖνον καὶ μεμνῆσθαι αὐτοῦ. τὸ δὲ
[b 28] ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ’ ἵμερον ὣρσε γόοιο
περὶ Ἀχιλλέως ὁ Ὅμηρος εἴρηκεν· εἰ γὰρ λυπηρὸν τὸ ἀποτυγχάνειν τοῦ τιμωρῆσαι τὸν λυπήσαντα, τὸ τυγχάνειν τοῦ τιμωρῆσαι αὐτὸν ἡδύ. τὸ[b 31] τιμωρούμενοι ἀντὶ τοῦ τιμωροῦντες ἐκληπτέον. [b 34] οὗ πάντες ἀντὶ τοῦ ἧστινος τῆς ὑπεροχῆς ἔχουσι πάντες ἐπιθυμίαν. [1371a 2] ἀστραγάλισίς ἐστι τὸ παίζειν κύτζια. [a 3] ἐσπουδασμένη ἐστὶ παιδιὰ τὰ κυνηγέσια. [a 8] καὶ ἡ τιμὴ ἥδιστον δοκεῖ διὰ τὸ φαντά ζεσθαι τὸν τιμώμενον ὅτι διὰ τοῦτο τιμῶμαι, διότι τοιοῦτός εἰμι, οἷός ἐστιν ὁ σπουδαῖος καὶ ἀγαθὸς ἀνήρ. [a 10] καὶ μᾶλλον, ὅταν πολλοί, οὓς οἴεται φιλαλήθεις εἶναι, φῶσιν αὐτὸν ἀγαθὸν εἶναι, ἥδεται. τοιοῦτοι δέ εἰσιν οἱ δοκοῦντες αὐτῷ ἀληθεύειν οἱ ἐγγὺς ἤτοι οἱ γείτονες· οὗτοι γὰρ μᾶλλον παρ’ ὃ οἱ πόρρω, εἰ λέγουσι περὶ αὐτοῦ τι ἀγαθόν, δοκοῦ σιν αὐτῷ ἀληθεύειν ὡς γινώσκοντες τὰ αὐτοῦ· [a 13] μᾶλλον γὰρ εἰκὸς ἀληθεύειν τοὺς εἰρημένους ἤτοι τοὺς φρονίμους καὶ γείτονας καὶ συνήθεις παρὰ τοὺς ἐναντίους ἤτοι τοὺς ἄφρονας καὶ πόρρω· [a 14] ἐπεὶ οὐδεὶς φροντίζει τιμηθῆναι ἢ δοξασθῆναι παρὰ παιδίων ἢ θηρίων, ὧν κατὰ πολὺ καταφρονεῖ, ὅσον ἐπὶ τῷ κτήσασθαι δόξαν ἀπ’ αὐτῶν· ἀλλ’ ἐάνπερ οὐ καταφρονῇ αὐτῶν, οὐ διὰ τὸ τιμηθῆναι ἀπ’ αὐτῶν τούτου χάριν οὐ καταφρονεῖ, [a 16] ἀλλὰ δι’ ἄλλο τι, ἢ τῷ φοβεῖσθαι τὸν παῖδα ὡς βασιλέως υἱὸν ἢ τῷ ἐλπίζειν φαγεῖν αὐτὸν τὸ θηρίον. [a 21] ἀλλὰ καὶ τὸ ἀγαπᾶσθαι ἡδὺ δοκεῖ, διότι οἴεται ὁ ἀγαπώμενος, ὡς ὑπάρχει αὐτῷ τι ἀγαθόν, οὗ πάντες ἐφίενται. καὶ τὸ θαυμάζεσθαι ἡδύ, διότι ὁ θαυμα ζόμενος ἐπαινεῖται. [a 24] ἡδὺ δοκεῖ καὶ τὸ τὰ αὐτὰ πράττειν πολλάκις· ἡ γὰρ συνήθεια ποιεῖ αὐτὸν ἥδεσθαι ἐν τῷ ποιεῖν αὐτό. [a 25] ἀλλὰ καὶ ἡ μεταβολὴ ἡδὺ καὶ τὸ μεταβάλλειν ἀπὸ ἑτέρου τόπου εἰς ἕτερον ἢ τὸ μεταβάλλειν τὴν δίαιταν· καθ’ ὅσον γὰρ μεταβάλλει, οἴεται γίνεσθαι αὐτῷ μεταβολὴν καὶ ἔκτασιν εἰς φύσιν ἤτοι εἰς τὸ κατὰ φύσιν, ἐπεὶ καὶ ἡ ἡδονὴ ἀθρόα κίνησίς ἐστιν ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν. [a 26] τὸ γὰρ αὐτὸ ἤτοι τὸ μεταβάλλειν ἀεὶ καὶ συχνότερον εἰς τὸ αὐτὸ ποιεῖ ἐν αὐτῷ ὑπερβολὴν τῆς ἕξεως ἐκείνου τοῦ εἰς ὃ
μεταβάλλει τῆς καθεστώσης καὶ ἐπιγινομένης αὐτῷ ἐκ τῆς συχνοτέρας [*](f. 23r) μεταβολῆς· λαμβάνει γὰρ ἕξιν ἐκ τούτου αὐτοῦ. [a 28] ἀλλὰ καὶ τὰ διὰ χρόνου ἐπικτώμενά τινι ἡδέα εἰσίν. [a 33] ἐν δὲ τῷ μανθάνειν ἐπι γίνεται τὸ καθίστασθαι εἰς τὸ κατὰ φύσιν ἤτοι εἰς τὴν γνῶσιν· ἐξ ἀγνοίας γὰρ εἰς τὴν γνῶσιν καταντῶμεν ἤτοι ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν. [a 35] τὸ μὲν γὰρ εὖ πάσχειν ἐστὶν ἡδὺ διὰ τὸ ἐπιτυγχάνειν, οὗ ἐπιθυμοῦσι, τὸ δὲ εὖ ποιεῖν ἡδύ ἐστι διὰ τὸ ἔχειν καὶ αὐτάρκη εἶναι ὡς καὶ διδόναι τοῖς ἄλλοις καὶ δοκεῖν ὑπερέχειν διὰ τὸ δύνασθαι καὶ ἄλλους εὐεργετεῖν, ὧντινων ἀμφοτέρων ἤτοι τοῦ ἔχειν καὶ τοῦ ὑπερέχειν ἐφίενται πάντες. [b 3] καὶ τὸ ἐπανορθοῦν τοὺς πλησίον σφάλλοντας ἡδὺ δοκεῖ τοῖς ἀνθρώποις· δοκεῖ γὰρ αὐτοῖς ἐν τῷ ἐπαν ορθοῦν εὖ ποιεῖν, τὸ δὲ εὖ ποιεῖν ἀγαθόν. [b 4] καὶ τὸ ἀποτελεῖν καὶ ἐκπληροῦν τὰ παρ’ ἄλλοις ἐλλιπῶς γινόμενα καὶ προστιθέναι, ὃ ἐκεῖνοι [*](f. 23v) ἔλειψαν, ἡδὺ δοκεῖ, ὡς εἴ τις ὀρθώσει λόγον τινός. [b 7] ἀλλὰ καὶ τὰ μεμιμημένα εὖ ἡδέα. κἂν μὴ ἡδύ ἐστιν αὐτὸ καθ’ αὑτὸ τὸ μεμιμη μένον, ἥδεταί τις ἐπὶ τούτῳ· οἷον ὁ κοχλίας αὐτὸ καθ’ αὑτὸ ἡδὺ οὐκ ἔστιν, ἀλλ’ οὐδὲ ὁ βάτραχος, ἀλλ’ ἐὰν ἴδω αὐτὰ ἐπὶ εἰκόνος ἐζωγραφη μένα καὶ ἄκρως μεμιμημένα παρὰ τοῦ ζωγράφου, ἥδομαι καὶ συλλογι σμὸς γίνεται ἤτοι καὶ συλλογίζομαι, ὅτι τοῦτο, τουτέστιν ὁ ἐζωγραφη μένος βάτραχος, ἐκεῖνό ἐστιν ἤτοι ζῶν βάτραχος, διὰ τὴν ἄκραν μίμησιν· ὥστε ἐκ τοῦ θαυμάζειν συμβαίνει διεγερθῆναί με εἰς τὸ μαθεῖν τὴν ζω γραφικὴν τέχνην. [b 10] καὶ αἱ περιπέτειαι· εἶτα ἐφερμηνεύει, τίνες εἰσὶν αὗται, καί φησιν, ὅτι τὸ ἐκ τῶν κινδύνων σῴζεσθαι· ἡδεῖαι γοῦν καὶ αὗται. [b 18] ἐπεὶ δὲ πᾶν τὸ ὅμοιον καὶ συγγενές ἐστιν, ἅπας δὲ μᾶλλόν ἐστιν ἑαυτῷ ὅμοιος καὶ συγγενὴς παρ’ ὃ ἑτέρῳ τινί, διὰ τοῦτο ἅπας αὐτὸς ἑαυτὸν ἀγαπᾷ καὶ ἡδὺ νομίζει καὶ φίλαυτος γίνεται· [b 20] τὰ γὰρ τοιαῦτα ἤτοι τὸ ὅμοιον καὶ τὸ συγγενὲς πρὸς ἑαυτὸν βλέπει ταῦτα μᾶλλον ὑπάρχοντα· ἕκαστος γάρ ἐστιν ἑαυτῷ ὅμοιος καὶ συγγενὴς παρ’ ὃ ἑτέρῳ τινί. διὰ οὖν τοῦτο φιλοῦσι καὶ τοὺς κόλακας ὡς ἑαυτῶν ἐπαινέτας. ἀλλὰ καὶ ἐὰν ποιῇ τίς τι, ἐάσῃ δὲ τοῦτο ἐλλιπές, εἶτα ἐλθὼν ὁ Σωκράτης ἀποπληρώσῃ αὐτό, ὡς ἔργον αὑτοῦ οἴεται τοῦτο εἶναι, κἂν ἄλλος ἤρξατο τοῦτο ποιεῖν· ὅθεν καὶ ἥδεται ἐπ’ αὐτῷ. [b 26] ἀλλὰ καὶ ὁ σοφὸς ἡδὺ δοκεῖ· ἀρχικὸν γὰρ τὸ φρονεῖν ἤτοι τὸ σοφὸν εἶναι, ἐπεὶ καὶ τὸ ἄρχειν ἥδιστον. ἔτι ἐπεὶ οἱ ἄνθρωποι φιλότιμοι καὶ τὰς τιμὰς ἀγαπῶντες, ἡδὺ δοκεῖ αὐτοῖς καὶ τὸ ἐπιτιμᾶν καὶ μέμφεσθαι καὶ τοῖς πέλας ὡς μὴ κατορθοῦσιν εὖ, ὃ ἐπαγγέλλονται εἰδέναι· ἐκ τούτου
γὰρ οἴονται ὑπεροχήν τινα ἔχειν πρὸς τοὺς ἐπιτιμωμένους. ἀλλὰ καὶ τὸ [*](f. 23v) ἄρχειν ἡδύ ἐστιν αὐτοῖς. [b 30] καὶ τὸ ἐν ᾧ βέλτιστος δοκεῖ εἶναι, ἤτοι εἰ καὶ πολλά τις ἔχει ἐπιτηδεύματα, οἷον εἰ καὶ ῥήτωρ ἐστὶ καὶ γεω μέτρης καὶ γραμματικός, εὐδοκιμεῖ δὲ τῇ γεωμετρίᾳ καὶ κρείττων ἐστὶν αὐτὸς ἑαυτοῦ κατὰ ταύτην, ἐνταῦθα βούλεται διατρίβειν ἀεὶ ἤτοι περὶ τὰ γεωμετρικά, ἐν οἷς καὶ τὸ ὑπερέχειν τῶν ἄλλων ἔχει. καὶ ἐπὶ τούτῳ σπουδάζει ἕκαστος, ἵνα καὶ ὅπου αὐτὸς ἑαυτοῦ κρείττων φαίνηται, νέμων καὶ καταναλίσκων ἐνταῦθα τὸ πλεῖστον μέρος τῆς ἡμέρας. [b 35] ἀνάγκη καὶ τὰ γελοῖα ἡδέα εἶναι, εἴτε ἄνθρωπός ἐστι γελοῖος, ὡς ὁ πίθηκος καὶ τὸ ἔργον αὐτοῦ τοῦ πιθήκου γελοῖόν ἐστιν, εἴτε λόγος ἐστὶ γελοῖος.

Ταῦτα μὲν οὖν εἰσιν, ἤτοι τὸ ἡδύ, τὸ καλόν, τὸ τίμιον, ὧν χάριν ἀδικοῦσιν οἱ ἄνθρωποι· τίνας δὲ ἀδικοῦσι καὶ πῶς ἔχοντας αὐτούς, ῥητέον. [1372a 5] ἀδικοῦσι καὶ ἁρπάζουσι τὸ πρᾶγμα ἐκεῖνο, ὃ δυνατόν ἐστιν ἀνυσθῆναι παρ’ ἑαυτῶν ἢ ὃ εἰ πράξουσι λάθωσιν, ὅτι τοῦτο διε πράξαντο, ἢ εἰ μὴ λάθωσιν ὡς διαπραξάμενοι τοῦτο τὸ ἀδίκημα, οὐκ ἂν δώσουσιν ὑπὲρ τούτου δίκας, ἢ εἰ καὶ δώσουσιν, ἀλλ’ οὖν ἐλάττω κατὰ πολὺ τὴν ζημίαν καὶ τὴν δίκην εἶναι τοῦ κέρδους τοῦ ἐπιγινομένου ἢ ἑαυτοῖς ἢ τοῖς φίλοις ἢ τοῖς τέκνοις, ὧν κήδονται, ἐκ τοῦ ποιῆ σαι τουτὶ τὸ ἀδίκημα. [a 9] ταῦτα γὰρ τὰ δυνατὰ καὶ τὰ ἀδύνατα ὡς τελικὰ κεφάλαια κοινά εἰσι τῶν λόγων πάντων ἤτοι τοῦ δικανικοῦ, τοῦ συμβουλευτικοῦ καὶ τοῦ πανηγυρικοῦ. οὗτοι δὲ οἴονται ἀδικῆσαι καὶ μὴ ζημιωθῆναι οἱ δυνάμενοι εἰπεῖν ἤτοι οἱ κατὰ τὰς συνηγορίας δεινοί, καὶ οἱ πρακτικοὶ ἤτοι οἱ πολλὰ τοιαῦτα πράξαντες, καὶ οἱ ἔμ πειροι πολλῶν ἀγώνων ἤτοι δικαστηρίων. [a 13] καὶ εἰ πλούσιοί εἰσιν ἢ πολύφιλοι, θαρροῦσι τῷ πλούτῳ ἢ τοῖς φίλοις καὶ ἀδικοῦσι θαρροῦντες δόσεσιν ἀθῳωθῆναι ἢ φίλων ἀξιώσεσι καὶ μάλιστα, ἂν αὐτοὶ ὦσιν ἐν τοῖς εἰρημένοις, ἤτοι εἰπεῖν δυνάμενοι καὶ πρακτικοί, οἴονται ἀδικεῖν δύνασθαι. εἰ δὲ μή, ἤτοι εἰ δὲ μήτε εἰπεῖν εἰσι δυνάμενοι μήτε πρακτικοί, κἂν εἰ ἔχωσι φίλους τοιούτους ἤτοι δυναμένους εἰπεῖν καὶ πρακτικούς, ἢ κἂν φίλους τοιούτους οὐκ ἔχωσιν, ἀλλ’ ἢ ἐὰν ὦσιν ὑπηρέται καὶ δουλεύοντες τοῖς δυναμένοις εἰπεῖν καὶ πρακτικοῖς ἤ εἰσι κοινωνοὶ τοιούτων δυνατῶν εἰπεῖν. [a 17] ἀδικοῦσι καὶ εἰ φίλοι

εἰσὶ τῶν ἀδικουμένων· θαρροῦσι γάρ, ὅτι, ἐπεὶ φίλος μού ἐστιν, οὐ θέλει [*](f. 23v) φυλάττεσθαι, μή πως ἀδικηθῇ παρ’ ἐμοῦ, καὶ ῥᾳδίως αὐτὸν ἀδικήσω ὡς ἀφύλακτον μένοντα, καὶ ὅτι, εἰ ἀδικηθῇ, φθάσει προκαταλλαγῆναι καὶ σπείσασθαι αὐτῷ πρὸ τοῦ ἐξελθεῖν τὴν ὑπόθεσιν. [a 21] λανθάνουσι [*](f. 24r) καὶ οἱ ἐναντίοι τοῖς ἐγκλήμασιν· οἷον εἰ ἔνδοξός τις κατηγορεῖ τινος πένητος ὡς αὐτὸν παίσαντος, ἀπίθανα δόξει λέγειν καὶ ἀδύνατα· καὶ ὁ αἰσχρὸς ἤτοι ὁ ἀειδὴς καὶ πτωχὸς (ἄμα τὰ δύο εἰπέ) εἰ κατηγορηθῇ, ὡς ἐμοίχευσε τὴν δεῖνα, ἄπιστον δόξει· πῶς γὰρ ἠράσθη τοιούτου δυσειδοῦς ἅμα καὶ πτωχοῦ; [a 23] καὶ τὸ λίαν ἐν φανερῷ, οἶον ὃ ἐν χερσὶ κρατῶ ἀεί, οὐ φυλάττεται παρ’ ἐμοῦ, οἷον τὸ καλαμάριόν μου, καὶ διὰ τοῦτο ῥᾳδίως ἄν τις δυνηθῇ ἀφελέσθαι αὐτὸ παρ’ ὃ τὸν ἐγκεκρυμμένον θησαυρὸν καὶ φυλαττόμενον παρ’ ἐμοῦ ἐν ἀφανεῖ τόπῳ. [a 25] καὶ περὶ τὰ τοιαῦτα καὶ τηλικαῦτα ἀδικοῦσιν, ἃ μηδείς τις ἠδίκησε· καὶ τὸ οἷον ἐμίγη τις τεταριχευμένῳ σώματι. τίς γὰρ ἠθέλησεν ἀδικῆσαί με περὶ τὸ ὑπόδημα; εὐτελὲς ὂν τοιοῦτον καὶ διὰ τοῦτο ἀφύλακτον μένον ὡς εὐκαταφρόνητον ῥᾳδίως ἀφαιρεῖται παρὰ τοῦ ἀδικοῦντος. [a 28] ἀδικοῦσι καὶ οἱ μηδένα ἐχθρὸν ἔχοντες καὶ οἱ πολλούς· οἱ μὲν γὰρ ἤτοι οἱ πολλοὺς ἐχθροὺς ἔχοντες λανθάνουσι καὶ οὐ φαίνονται ἀδικῆσαι διὰ τὸ μὴ δοκεῖν μηδὲ ὅλως ἐπιχειρῆσαι ἀδικῆσαι ὡς φυλαττόμενοι παρὰ τῶν ἐχθρῶν, οἱ δὲ μὴ ἔχοντες ἐχθρὸν οἴονται λαθεῖν διὰ τὸ μὴ φυλάττεσθαι παρά τινος. [a 32] ἀδικοῦσι καὶ περὶ ἐκεῖνα, ἃ ἔστι ῥᾳδίως κρύψαι ἢ διὰ τὸ εἶναι σμικρά, ἢ τρόπος, ἢ ἔστι τρόπος τις κρύψεως ἤγουν τὸ πέμψαι αὐτὸ εἰς ἕτερον τόπον, ὡς μηδὲ γνωσθῆναι, τί ἐγένετο, ἢ τόπος ἤτοι τὸ κρύψαι αὐτὸ ἔν τινι τόπῳ εὐφυλάκτῳ καὶ κεκρυμμένῳ, ἢ διάθεσις εὔπορος ἤτοι μετὰ τὸ κλέψαι αὐτὸ διαθεῖναι καὶ ἀλλοιῶσαι καὶ μετα σχηματίσαι, ὡς μηδὲ δοκεῖν ὁρώμενον, εἰ ἐκεῖνό ἐστι, διὰ τὸν μετασχη ματισμόν. [a 33] ἀδικοῦσι καὶ ὅσοι μὴ λαθόντες δύνανται ἀφ’ ἑαυτῶν διῶσαι τὴν δίκην, οἷον εἰ ἱερώμενός ἐστιν, ἀποσείσει τὴν δίκην ἑλκόμενος εἰς ἀπρόσφορον δικαστήν. ἢ ἀναβολὴ χρόνιος, ἤτοι ποιεῖ ὑπερθέσεις καὶ ἀναβάλλεται τὸ δικαστήριον. ἢ διαφθείρει τοὺς κριτὰς χρήμασιν, ὡς μὴ δικάσαι δικαίως. [a 34] ἀδικοῦσι καὶ ἐκεῖνοι, οἵτινες δύνανται ἀποδιῶσαι ἀφ’ ἑαυτῶν τὸ ἐκτῖσαι καὶ ἀπαιτηθῆναι, ἃ ἔλαβον ἀπὸ τοῦ ἀδικουμένου, ἐὰν γένηται αὐτοῖς ζημία ἤτοι ἐὰν κατακριθῶσι ζημιωθῆναι, ἢ ἀναβολὴ βολὴ χρόνιος, ἤτοι εἰ οὐ δύναται ἀφ’ ἑαυτοῦ ἀπορραπίσαι τὴν ζημίαν, κἂν ἵνα ἀναβάλληται καὶ ὑπερθήσει δοῦναι αὐτὸ μετὰ παραδρομὴν πέντε ἢ ἐξ
ἐνιαυτῶν, ἢ δι’ ἀπορίαν μηδὲν ἕξει ἀπολέσαι διὰ τὸ μηδεμίαν ἀγωγὴν [*](f. 24r) εἶναι ἐπ’ ἀπόρῳ. [a 36] καὶ οἷς τὰ κέρδη εἰσὶν ἐγγὺς ἤτοι ἀνὰ χεῖρας, ἡ δὲ ζημία ἡ ἐκ τοῦ λαβεῖν τόδε ἀνακύψασά ἐστι πόππω, ἤτοι καὶ τὸ μὲν κέρδος ἐγγύς ἐστιν (ἤδη γὰρ ἔσχον αὐτό), ὁ δὲ μέλλων με ἑλκύσαι εἰς δικαστήριον ἕνεκα τοῦ κέρδους τούτου κατοικεῖ πόρρω ἤτοι εἰς Ἀφρικὴν καὶ διὰ τοῦτο ἢ οὐ προσδοκῶ αὐτὸν ἐλθεῖν ἢ διὰ χρόνων καὶ βραδέως. [b 1] ἀδικοῦσι καὶ ἐκεῖνοι, ὧν ἡ τιμωρία οὐκ ἴση ἐστὶ τῇ ὠφελείᾳ, οἵτινες ὠφεληθέντες μεγάλως ἐκ τοῦ ἀδικῆσαι ἐλπίζουσι τιμωρηθῆναι ὀλίγα, οἷόν ἐστιν ὁ τύραννος· μεγάλα γὰρ ὠφελούμενος ἐκ τῆς τυραννίδος χώρας καὶ πόλεις ἀνδραποδίζων ὀλίγα τιμωρηθῆναι ἐλπίζει· ἡ γὰρ τιμωρία αὐτοῦ ἐστι τὸ ἐκβληθῆναι τῆς τυραννίδος. [b 2] ἀδικοῦσι καὶ ὅσοις τὰ μὲν ἀδικήματά εἰσι δωρεῶν μεγάλων λήμματα ἤτοι λήψεις, ἡ δὲ ζημία αὐτῷ οὐκ ἄλλο τί ἐστιν ἀλλ’ ἢ μέμψις καὶ τὸ ὀνει δισθῆναι. [b 3] καὶ οἷς τὸ ἀδίκημα τείνει εἰς ἔπαινον· οἷον εἰ γινώσκων τὸν Σωκράτην, ὅτι ποτὲ ἔβλαψε τὸν πατέρα μου ἢ τὴν μητέρα μου, καὶ ἀδικήσω αὐτόν, ἐπαινοῦμαι ὑπὲρ οὗ ἠδίκησα αὐτὸν διὰ τοὺς γονεῖς· ὑπὲρ οὗ δὲ ἠδίκησα τὸν Σωκράτην διὰ τοὺς γονεῖς, πρόκειταί μοι ζημιωθῆναι χρήματα ἤτοι φυγὴν ἐξορίαν.. [b 6] δι᾽ ἀμφότερα γὰρ ἀδικοῦσιν ἤτοι δι’ ἔπαινον καὶ διὰ λῆψιν χρημάτων καὶ ἀμφοτέρως ἔχοντες ἤτοι καὶ διακείμενοι πρὸς ἀμφότερα ἤτοι καὶ πρὸς ἔπαινον καὶ πρὸς χρή ματα, πλὴν οὐχὶ οἱ αὐτοὶ διάκεινται καὶ περὶ χρήματα καὶ περὶ ἐπαίκοῖς νους. [b 8] ἐναντίοι γὰρ τοῖς ἤθεσίν εἰσιν οἱ μικροπρεπεῖς καὶ οἱ μεγαλοπρεπεῖς· καὶ οἱ μὲν μεγαλοπρεπεῖς ἀδικοῦσι διὰ τὸ κτήσασθαι ἔπαινον, οἱ δὲ μικροπρεπεῖς ἀδικοῦσι διὰ τὸ κτήσασθαι χρήματα. πλὴν οὐχὶ οἱ αὐτοὶ ἀδικοῦσι περὶ ἀμφότερα ἤτοι περὶ χρήματα ἢ ἔπαινον, ἀλλ’ οἱ ἐναντίοι τοῖς ἤθεσιν ἤτοι οἱ μικροπρεπεῖς καὶ μεγαλοπρεπεῖς, [*](f. 24v) πλὴν οἱ μὲν μικροπρεπεῖς περὶ χρήματα, οἱ δὲ μεγαλοπρεπεῖς περὶ ἔπαινον. [b 8] καὶ οἱ πολλάκις ἀδικήσαντες ἀδικοῦσιν ὡς ἐθάδες τῆς ἀδικίας. ἢ οἱ λεληθότες ἤτοι οἱ πολλάκις ἀδικήσαντες καὶ λαθόντες διὰ τὸ πεφυκέναι λανθάνειν ἀδικοῦσι. καὶ οἱ πολλάκις ἀδικήσαντες καὶ κρατη θέντες καὶ μὴ ζημιωθέντες ἀδικοῦσι διὰ τὸ μηδέποτε ζημιωθῆναι ἐφ’ οἷς ποιοῦσι. [b 9] καὶ οἱ πολλάκις ἀποτετυχηκότες ἤτοι πολλάκις ὁρμή σαντες ἀδικῆσαι καὶ μὴ δυνηθέντες ἀδικοῦσιν· ὡς γὰρ ἐν τοῖς πολεμι πολλάκις ὁρμήσαντές τινες κατ’ ἐχθρῶν καὶ ἡττηθέντες οὐ στέργουλοῦνται σιν ἀλλ’ ἀναμάχονται καὶ ἐπὶ τῶν παλαιόντων πίπτοντές τινες προσκαλοῦνται πάλιν εἰς πάλην τὸν ἀντίπαλον, ἵνα ἀναπαλαίσωσιν, οὕτω καὶ οὗτοι πολλάκις ἀποτυχόντες ὁρμῶσιν εἰς τὸ ἀδικεῖν, ὡς ἂν ὀψέ ποτε τούτου ἐπιτύχωσι. [b 11] καὶ οἶς ἂν ἦ τὸ ἡδύ, ἤτοι ἀδικοῦσι καὶ οἷς ἡ μὲν
ὠφέλειά ἐστι παραχρῆμα ὡς τοῖς πορνεύουσιν ἤτοι εὐθὺς καὶ ἐν χερσί, [*](f. 24v) τὸ δὲ λυπηρὸν καὶ ἡ βλάβη ἡ μέλλουσα ἐπισυμβῆναι αὐτοῖς ἐκ τοῦ νοηθῆναι καὶ κρατηθῆναι ὕστερον καὶ μετὰ χρόνους πολλοὺς ἀποβήσεται. [b 12] ἢ τὸ κέρδος ἤτοι ἡ ὠφέλεια αὐτοῖς ἐπεγένετο εὐθύς, ἡ δὲ ζημία ὕστερον καὶ μετὰ χρόνους· οἱ γὰρ ἀκρατεῖς τοιοῦτοι, τὴν μὲν ἐκ τῆς ἀκρασίας ὠφέλειαν ἔχουσιν ἐν χερσί, τὴν δὲ ζημίαν ὕστερον παρακολουθοῦσαν· ἡ δὲ ἀκρασία ἐστὶ περὶ πάντων, ὅσων ὀρέγονται, ἤτοι ὁ χρημάτων ὀρεγόμενός ἐστιν ἀκρατὴς περὶ χρήματα καὶ ὁ τιμῆς ὀρεγόμενός ἐστιν ἀκρατὴς περὶ τιμήν. [b 13] ἀδικοῦσι καὶ οἶς τὸ μὲν λυπηρὸν καὶ ἡ ζημία ἤδη ἐστὶν ἤτοι εὐθὺς παρακολουθοῦσι, πλὴν πάλιν συντόμως παρέρχονται, τὸ δὲ ἡδὺ καὶ ἡ ὠφέλεια ὕστερα μὲν ἐπακολουθοῦσι, πλὴν παραμένουσιν· [b 15] οἱ γὰρ ἐγκρατεῖς καὶ οἱ φρόνιμοι τὰ τοιαῦτα ἀδικοῦσιν, ἐξ ὧν, εἰ κρατηθῶσιν, ὀλίγα μὲν ζημιωήσονται, ἀλλὰ καὶ συντόμως τῆς λύπης καὶ τῆς ζημίας ἀπαλλαγήσονται, ὕστερον δὲ μεγάλα ὠφεληθῶσιν, ἀλλὰ καὶ ἡ γινομένη ὠφέλεια ἔσται ἐπὶ πολὺ παραμένουσα. [b 17] ἀδικοῦσι καὶ οἵτινες δόξουσιν ἀδικῆσαι κατὰ τύχην, ἤτοι κατὰ τύχην ἔσυρα τὸ βέλος τὸ τρῶσαν τὸν δεῖνα. ἢ κατ’ ἀνάγκην· ἔκλεψα, ἐπείνων γάρ. ἢ διὰ φύσιν· ἡ φύσις με ἠνάγκασεν ὑπνῶ σαι, ὡς ἐπὶ τῶν φυλάκων τῶν ὑπνωσάντων καὶ διὰ τοῦτο εἰσελθόντων τῶν πολεμίων. ἢ τὸ ἔθος, ἤτοι ἔθος τῇ πόλει ἦν μὴ ἀνοίγειν τὰς θύρας νύκτωρ καὶ διὰ τοῦτο οὐκ ἤνοιξα αὐτάς, ὡς ἐπὶ τοῦ στρατηγοῦ τοῦ μὴ ἀνοίξαντος τὰς πύλας, ὥστε εἰσελθεῖν τοὺς αἰχμαλώτους φυγόντας καὶ καταδιωκομένους ὑπὸ τῶν πολεμίων. [b 1] ἁμαρτεῖν λέγονται οἱ κατὰ συναρπαγὴν ἢ κατὰ ἀνάγκην ἄδικόν τι ποιήσαντες ἢ διὰ τύχην ἢ δι’ ἔθος ἢ διὰ θυμόν, ἀλλ’ οὐχὶ ἀδικεῖν· ἀδικεῖν γάρ ἐστι τὸ μετὰ προ αιρέσεως καὶ προβουλεύσεως καὶ σκέψεως. ἀδικοῦμεν καὶ ἐκείνους, ἐν οἷς ἔστι τυχεῖν ἐπιεικοῦς τοῦ κριτοῦ ἤτοι συγγνωμονικοῦ· εἰ γάρ τις ἀδικήσει τὸν τὰ ἀλλότρια ὑφαρπάζοντα, συγγνώμης ἂν εἴη ἄξιος. ἀδικοῦσι καὶ οἱ ἐνδεεῖς. [b 19] οἱ δὲ ἐνδεεῖς διχῶς ἐκλαμβάνονται· ἢ γὰρ ἐνδεεῖς εἰσιν ἀναγκαίου, ὡς οἱ πένητες τῶν πρὸς τὸ ζῆν ἀναγκαίων· ἀδικοῦσι γὰρ οὗτοι, ὡς ἂν ἐμπλήσωσι τὴν γαστέρα· καὶ οἱ πλούσιοι ἐνδεεῖς εἰσιν εἰς τὰ περιττὰ ὑπερβολῆς ἤτοι τοῦ ὑπερέχειν πάντων δέονται.οἱ δὲ εὐδοκιμοῦντες ἀδικοῦσι θαρροῦντες, ὡς οὐ δόξουσιν ἀδικεῖν, οἱ δὲ ἀδοξοῦντες ἀδικοῦσιν ἐν τῷ θαρρεῖν, ὡς οὐδὲν ἧττον ἀτιμωθῶσι παρ’ ὅ εἰσιν, εἴ γε τέως κρατηθῶσιν. [b 24] ἀδικοῦσι δὲ τοὺς ἔχον τας τὰ τοιαῦτα, ὧν αὐτοὶ χρῄζουσιν. ἢ εἰς τὰ ἀναγκαῖα ἀδικοῦσιν ἤτοι ἄρτον, οἶνον καὶ ὅλως εἰς τὰ πρὸς τὸ ζῆν. [b 25] ἀδικοῦσι καὶ εἰς
ὑπεροχήν ἁρπάζουσι γὰρ χρήματα καὶ πλῆθος δούλων συνάγουσιν. ἵνα [*](f. 24v) ἐν τούτοις τῶν ἄλλων ὑπερέχωσι. καὶ εἰς ἀπόλαυσιν ἤτοι ἀδικοῦσι καὶ εἰς τὰ χρησιμεύοντα εἰς ἀπόλαυσιν, οἷον εἰς κήπους, εἰς δένδρα ὑψίκομα, ζῴδια. [b 26] τοὺς μὲν γὰρ τῶν ἐγγὺς ἀδικοῦσι, διότι ἡ λῆψις ταχεῖα, ἤτοι ἐν χερσὶ τὰ πράγματα τῶν ἐγγὺς ἔχουσι καὶ διὰ τοῦτο ῥᾷον λαβεῖν αὐτά, τῶν δὲ ἤτοι τῶν πόρρω ἡ τιμωρία βραδεῖα· εἰ γάρ τις ἐν Λακε δαίμονι ἀδικήσει τὸν ὄντα εἰς Ἀφρικὴν, βραδέως ἐλπίζει αὐτὸν ἐλθεῖν [*](f. 25r) ἐκ τῆς Ἀφρικῆς, ὥστε ἑλκύσαι αὐτὸν εἰς δίκας, περὶ ὧν ἠδίκηται παρ’ αὐτοῦ. [b 27] οἱ συλῶντες τοὺς Καρχηδονίους ἤτοι τοὺς ἐν Ἀφρικῇ πέραν τῆς μεγάλης ὄντας θαλάττης οὐκ ἐλπίζοντές ποτε ἐλθεῖν ἐκ τῆς Ἀφρικῆς τινα, ἵνα αὐτοὺς ἑλκύσῃ εἰς δίκην, ὑπὲρ ὧν ἠδικήθησαν. [b 28] ἀδικοῦμεν καὶ τοὺς μὴ εὐλαβεῖς μηδὲ φυλάττοντας ἑαυτοὺς ἀλλὰ πιστεύοντας παντί· ῥᾷον γάρ ἐστι πάντας ἀνθρώπους λαθεῖν, ὥστε ἀδικῆσαι τοὺς τοιούτους τοὺς παντὶ πιστευτικούς. [b 29] ἀδικοῦμεν καὶ τοὺς ῥᾳθυμοῦντας ἐπεξιέναι τῇ δίκῃ ἤτοι τοὺς μαλακοὺς ὡς οὐκ ἄν ποτε ἐλπίζοντες παρ’ αὐτῶν εἰς δικαστήριον ἑλκυσθῆναι. καὶ τοὺς αἰσχυνομένους ἀπαντᾶν εἰς δικαστήριον. [b 31] ἀδικοῦμεν καὶ τοὺς ἀδικηθέντας ὑπὸ πολλῶν καὶ μὴ ἐπεξελθόντας τοὺς ἀδικήσαντας ἐλπίζοντες, ὡς οὐδὲ καθ’ ἡμῶν κινήσουσι. Μυσῶν λεία. τοῦτο παροι μία ἐπὶ τῶν κακῶς ἁρπαζομένων λεγομένη· οἱ γὰρ περίοικοι κατ’ ἐκεῖνον τὸν χρόνον τοὺς Μυσοὺς ἐληίζοντο· ἦσαν γὰρ ἄναρχοι, ἕως ἧρξεν ὁ Τήλεφος. [b 33] ἀδικοῦμεν καὶ οὓς μηδεὶς πώποτε ἠδίκησε καὶ οὓς πολλάκις τινὲς ἠδίκησαν· οἱ μὲν ἤτοι οἱ μὴ παρά τινων ἀδικηθέντες ποτὲ ἀφύλακτοί εἰσιν ὡς οὐδέποτε ἀδικηθέντες, οἱ δὲ οἱ πολλάκις ἀδι κηθέντες εἰσὶν ἀφύλακτοι ὡς μὴ παρά τινος ἐλπίζοντες ἀδικηθῆναι ἔτι διὰ τὸ μηδὲν ἔχειν δοκεῖν ἐκ τοῦ πολλάκις ἀδικηθῆναι. [b 35] εὐδιά βολοί εἰσιν οἱ ἔχοντές τι ἀγαθὸν καὶ διὰ τοῦτο παρὰ πάντων φθονούμενοι (πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει ) ἢ οἱ εὐκολοδιάβλητοι· οἱ τοιοῦ τοι γὰρ οὐ προαιροῦνται ἑλκύσαι εἰς δικαστήριον τοὺς ἀδικήσαντας οἱ διαβεβλημένοι φοβούμενοι, μή πως ἐκβληθῶσι παρὰ τῶν δικαστῶν, οὔτε δύνανται πείθειν τοὺς δικαστάς, ὡς παρὰ τῶν ἀδικησάντων μισοῦνται ἢ φθονοῦνται, ὡς οἱ εὐδιάβολοι. [b 37] ἀδικοῦμεν καὶ ἐκείνους, οὓς ἔχομεν προφασίσασθαι ὡς ἀδικήσαντάς ποτε ἢ τοὺς προγόνους ἡμῶν ἢ τοὺς φίλους ἢ μελετήσαντας καὶ φροντίσαντας ἀδικῆσαι ἢ τοὺς προγόνους ἢ ἡμᾶς ἢ τοὺς παῖδας ἡμῶν, ὧν κήδονται. [1373a 4] τοὺς μὲν γὰρ ἤτοι τοὺς φίλους ῥᾴδιόν ἐστιν ἀδικῆσαι ὡς ἀφυλάκτους, τοὺς δὲ ἤτοι τοὺς ἐχθροὺς ἀδικῆσαι ἡδὺ δοκεῖ. [a 5] καὶ μὴ δεινοὺς εἰπεῖν ὡς
τοὺς συνηγόρους· ἢ γὰρ ἀδικηθέντες οὐκ ἐγχειροῦσιν ἐπεξιέναι τὴν [*](f. 25r) δίκην ὡς μὴ δεινοὶ εἰπεῖν ἢ καταλλάττονται ἤτοι συμβιβάζονται. [a 7] ἀδικοῦμεν καὶ τοὺς ξένους, οἷς οὐ λυσιτελὲς διατρίβεν ἐν Κωνσταντινου πόλει ἐπιτηροῦσιν ἢ δίκην ἢ ἔκτισιν· οἱ γὰρ ἐξ ἀλλοδαπῆς ἐλθόντες εἰς Κωνσταντινούπολιν καὶ ἀδικηθέντες παρά τινος καταλλάττονται συντό μως· οὐ γὰρ βούλονται ἑλκύειν εἰς δικαστήριον τοὺς ἀδικήσαντας καὶ ἐνδια τρίβειν ἐπὶ πολὺ φοβούμενοι τὰς ἐκτίσεις, ἤτοι μή πως φωραθῶσι παρὰ τῶν δανειστῶν καὶ ἀναγκάζωνται ἐκτῖσαι τὸ χρέος, ἢ μή πως ἑλκυσθείη εἰς δίκην παρά τινος ἀδικηθέντος παρ’ αὐτοῦ φωραθεὶς καὶ ἐπιδημήσας τῇ Κωνσταντινουπόλει. [a 8] καὶ αὐτουργοὶ ἤτοι οἱ γεωργοὶ ἀδικη θέντες λαβόντες μικρὰ παρὰ τοῦ ἀδικήσαντος ὑπὲρ ὧν ἠδικήθησαν δια λύονται τὰς δίκας τὰς κατὰ τῶν ἀδικησάντων. [a 10] ἀδικοῦμεν καὶ τοὺς πολλὰ ἀδικήσαντας ἢ τοιαῦτα ἀδικήσαντας, οἷα καὶ ἀδικοῦνται· ἐγγὺς γάρ ἐστι τοῦ μὴ ἀδικεῖν, ὅταν τις ἀδικηθῇ, οἷον εἰώθει ἀδικεῖν· ἡδὺ γάρ ἐστι τὸ ἀδικεῖν τοὺς πολλὰ ἀδικήσαντας, ἀλλὰ καὶ καλόν ἐστι καὶ δίκαιον ἀδικεῖν αὐτοὺς τοιαῦτα, οἷα εἰώθεισαν ἀδικεῖν, καὶ ἐγγὺς τοῦ μὴ ἀδικεῖν φαίνεται τὸ ἀδικῆσαί τινα, οἷον εἰώθει ἀδικεῖν. [a 16] καὶ οἷς χαριοῦνται, ἤτοι ἀδικοῦμεν καὶ ἐκείνους, ὧν ἀδικου μένων χαριζόμεθα ἢ φίλοις ἢ θαυμαζομένοις ἤτοι θαυμασταῖς ἢ ὅλως πρὸς οὓς ζῶσιν αὐτοί, ἤτοι οὓς θεραπεύειν σπουδάζομεν, ὡς πρὸς τὸ ζῆν συμβαλλομένους ἡμῖν. [a 18] ἀδικοῦμεν καὶ οὓς ἀδικη θέντας ἔστι τυχεῖν ἐπιεικείας, οὓς ἐλπίζομεν ἐπιεικευθῆναι ἡμῖν·ἐπιείκεια δέ ἐστιν ἐλάττωσις τῶν οἰκείων κατορθωμάτων καὶ τῶν οἰκείων δικαίων ἐπιεικευθῆναι ἤτοι τοῦ οἰκείου καταφρονῆσαι δικαίου. [a 18] ἀδικοῦμεν καὶ οἷς ὧμεν ἐγκαλέσαντες ἤτοι καθ’ ὧν ἐνεκαλέσαμεν πάλαι καὶ πάλιν προδιακεχωρήκαμεν ἤτοι συνεβιβάσθημεν· φαίνεται γάρ, ὅτι διὰ τοῦτο συνεβιβάσθημεν τότε, διότι οὐκ ἠδυνήθη μὲν ἀνταμῦναι· οἷον ὁ [*](f. 25v) Διονύσιος ἀπέκτεινε τὸν Δίωνα φίλον ὄντα τοῦ Καλλίππου, ὁ δὲ Κάλλιππος ἐκίνησε κατὰ τοῦ Διονυσίου· μὴ δυνηθεὶς αὐτὸν βλάψαι συνεβιβάσθη αὐτῷ, εἶτα εὑρὸν καιρὸν ἴσχυσε φονεῦσαι τὸν Διονύσιον. [a 21] ἀδικοῦμεν καὶ τούς, οἳ ἔμελλον παρ’ ἄλλων ἀδικηθῆναι, ὡς μὴ ἦν δυνατὸν καὶ ἐνδε χόμενον βουλεύσασθαί τι ἐκφυγεῖν τὸ μὴ παρ’ αὐτῶν ἀδικηθῆναι· τούτους εἰ ἀδικήσομεν ἡμεῖς ἐν τῷ προλαβεῖν τοὺς μέλλοντας ἀδικεῖν αὐ τούς, οὐκ ἀδικεῖν φαινόμεθα. [a 23] τὰ κοττάβια ἢ ἐκπώματά εἰσι Θετταλικὰ ἢ σκυλία. ὁ Γέλων ἐσπούδαζε κατασχεῖν τὴν Γέλην καὶ ἤδη
ἔμελλε κρατῆσαι αὐτήν, εἶτα ἐλθὼν Αἰνεσίδημος προέλαβε καὶ κατέσχεν [*](f. 25v) αὐτὴν καὶ ἔπεμψε τῷ Γέλωνι κοττάβια χαριζόμενος ὡς μέλλοντι κατα σχεῖν τὴν πόλιν καὶ ἐμποδισθέντι, ὅτι προέφθασε κατασχεῖν αὐτήν. ὁ Αἰνεσίδημος ἐπεχείρησε κρατῆσαι τὴν Γέλην καὶ προέφθασεν αὐτὸν ὁ Γέλων καὶ ἐκράτησε τὴν Γέλην. ἔσφαλται δὲ ἄνωθεν ἡμῖν ἡ ἐξήγησις. [a 24] ἀδικοῦμεν καὶ ἐκείνους, οὓς εἰ ἀδικήσομεν δυνάμεθα πάλιν πολλὰ καὶ δίκαια πρᾶξαι ἄλλα καὶ ῥᾳδίως τοὺς ἀδικηθέντας εὐεργετῆσαι. [a 27] συγγνωμονηθῆναι γὰρ οἴονται ὡς ἀδικήσαντες, ἃ εἰώθεισαν οἱ πολλοὶ ἀδικεῖν. οἷον ἀδικοῦμεν ἁρπάζοντες ἐδώδιμα· ῥᾴδιον γὰρ ἀναλίσκονται ταῦτα, οἷον γρανάτα. [a 30] ἢ τὰ εὐμετάβλητα σχήμασιν, οἷον εἰ ἀργυροῦν ἔκπωμά ἐστι, μετασχηματίσει τις αὐτὸ καὶ ποιήσει καπτρίον· ἢ χρώμασιν, οἷον εἰ ἀληθινὸν πανίον ἁρπάσει καὶ βάψει αὐτὸ βένετον· ἢ κράσεσιν, οἷον εἰ Χιώτης οἶνός ἐστι, συγκεράσει τις μετὰ οἴνου ἑτέρου καὶ ἀλλοιώσει αὐτόν. [a 31] ἢ ἃ πολλαχοῦ ἔστιν ἀφανίσαι ἤτοι κρύ ψαι. καὶ οἷς ἀδιάφορα πολλὰ καὶ ὅμοια ὑπῆρχεν, οἷον εἴ τις κλέ ψει βιβλίον θεολόγον ἔχων πολλοὺς θεολόγους.

Πρὸς νόμους δύο, ἤτοι τὸν ἴδιον, τουτέστι τὸν γραπτόν, καὶ τὸν κοινόν, τουτέστι τὸν φυσικόν. [b 3] τὸ δὲ πρὸς οὕς ἐστι τὸ δίκαιον διχῶς, ἤτοι πρὸς ἕνα ἢ πρὸς πολλούς· τοῦτο γὰρ δηλοῖ τὸ πρὸς οὓς διχῶς. ἴδιος μὲν νόμος ἐστὶν ὁ ὡρισμένος ἐν ἑκάστοις, ἤτοι ἐν Λακε δαίμονι, ἐν Ἀθήναις, ἤτοι ὁ γραπτός· [b 5] διαιρεῖται δὲ ὁ νόμος ὁ ἴδιος εἰς τὸν ἄγραφον ἤτοι εἰς τὸ ἔθος καὶ εἰς τὸν γεγραμμένον. κοινὸν δὲ λέγω τὸν φυσικόν· ἔστι γὰρ κοινὸν φύσει δίκαιον, ὃ μαντεύονται ἤτοι ὃ λέγουσι πάντες, καὶ οἱ Κελτοὶ καὶ οἱ Σκύθαι· καὶ φυσικῶς δοξάζουσι, κἂν μηδεμίαν κοινωνίαν πρὸς ἀλλήλους ἔχωσιν, [b 10] ὅτι δίκαιον φυσικόν ἐστι θάψαι τὸν Πολυνείκην, καὶ ταῦτα ἀπειρημένον ἤτοι καὶ ταῦτα ἀπειρημένου ὄντος καὶ ἀπηγορευμένου θάψαι αὐτόν. [b 14] καὶ ὃ Ἐμπεδοκλῆς λέγει, μὴ δεῖν κτείνειν τὰ ἔμψυχα ἤτοι τὰ ζῷα. [b 18] ὡς ἐν τῷ Μεσηνιακῷ λέγει Ἀλκιδάμας ὑπὲρ Μεσηνίων ἀποστατησάντων Λακεδαιμονίων καὶ μὴ πειθομένων δουλεύειν μελετᾷ καὶ λέγει Ἀλκιδάμας ἐλευθέρους ἀφῆκε πάντας θεός· οὐδένα δοῦλον ἡ φύσις πεποίηκεν. [b 19] ἢ γὰρ τὸ δίκαιον ἔστι πρὸς τὸ κοινὸν ἤτοι ὅλην

τὴν πόλιν ὠφελοῦν ἢ ἃ δεῖ πράττειν καὶ μὴ ἤτοι τὸ δίκαιον καὶ τὸ [*](f. 25v) ἄδικον θεωρεῖται πρὸς ἕνα τινὰ τῶν κοινωνούντων τινὶ ἤτοι τῶν ἐχόντων κοινόν τι μετά τινος. [b 24] ὁ δὲ μὴ στρατευόμενος οἷον ὁ λειποτάκτης ἀδικεῖ τὸ κοινὸν οἷον τὴν πόλιν. ἄλλων δὲ ὄντων ἀδικημάτων πρὸς ἄλλον ἤτοι πρὸς ἕνα ἢ πρὸς ἄλλους ἤτοι πρὸς πολλούς. [b 33] ὥστε πάντα τὰ ἐγκλήματα ἤτοι τὰ ἀδικήματα εἶναι πρὸς τὸ κοινὸν ἢ πρὸς πόλιν ἢ πρὸς ἴδιον ἤτοι πρὸς ἕνα· [b 34] καὶ ἢ ἀγνοοῦντος, οἷον εἰ βέλος ἔσυρα ἀγνοῶν ἵστασθαί τινα, ἔνθα τὸ βέλος ἔπεσε, καὶ ἔτρωσα τὸν ἐκεῖ ἱστάμενον, ἢ ἄκοντος, εἴ τις λαβὼν τὴν χεῖρά μου ἔτυψε δι’ αὐτῆς τὸν βασιλέα. καὶ τινὰ τούτων τῶν ἀδικημάτων γίνονται προελομένου καὶ προβουλευσαμένου τινός, ἤτοι προεβουλεύσατο τὸν δεῖνα ἀδικῆσαι, τὰ δὲ γίνονται οὐ διά τινος προβουλεύσεως ἀλλὰ διὰ πά θος ἤτοι δι’ ὀργὴν ἢ λύπην· θυμωθεὶς γὰρ προήχθην τύψειν τὸν δεῖνα.[b 38] ἐπεὶ δὲ ὁμολογοῦντες πρᾶξαι τὸ ἀδίκημα ἢ ὅλως οὐχ ὁμολο γοῦ μὲν τὸ ἐπίγραμμα ἤγουν τὰ ἐν τῷ λιβέλλῳ γραφέντα καὶ δοθέντα ἡμῖν (ἐπίγραμμα γὰρ λέγεται ὁ λίβελλος) ἢ περὶ οὗ τὸ ἐπίγραμμα, ἤτοι ἢ πολλάκις ὁμολογοῦμεν τὸ ἐν τῷ ἐπιγράμματι γραφὲν ποιῆσαι, πλὴν ἀρνούμεθα, ὡς οὐκ ἐγένετο παρ’ ἡμῶν οὕτω, ὡς ὁ λίβελλος λέγει [*](f. 26r) γενέσθαι, οἷον λαβεῖν μὲν ὁμολογήσει, οὐ μὴν δὲ κλέψαι, ὡς ὁ λίβελλος ἐδίδου, καὶ συγγενέσθαι καὶ συνδιατρίβειν τῇ Ξανθίππῃ, οὐ μὴν δὲ μοιχεύειν κατὰ τὸν λίβελλον. [1374a 4] οὐ γὰρ θεοῦ ἀναθή ματα τὰ ἀφαιρεθέντα. ἢ ἐργάσασθαι μὲν καὶ σπεῖραι γῆν κοινὴν ἀλλ’ οὐ δημοσίαν· τὸ γὰρ παλαιόν, εἴ τις ἔσπειρε γῆν τῷ δημοσίῳ ἀνήκουσαν, ἐζημιοῦτο μεγάλα. [a 5] ἢ διελεγόμην τοῖς πολεμίοις καὶ συνωμίλουν οὐχὶ διὰ τὸ προδοῦναι τὴν πόλιν ἀλλὰ τὸ πρὸς εἰρήνην. [a 8] ὅπως, εἴτε βουλόμεθα δεῖξαι ὅτι ὑπάρχει εἴτε μὴ ὑπάρχει, ἔχωμεν ἐμφανί ζειν τὸ δίκαιον καὶ τὸ ἄδικον. [a 12] τὰ δὲ τοιαῦτα ὀνόματα, οἷον ἡ ὕβρις καὶ ἡ κλοπὴ προσσημαίνουσι καὶ τὴν μοχθηρὰν τῶν ὑβριζόντων καὶ κλεπτόντων προαίρεσιν· ὁ γὰρ ὑβρίζων φαίνεται, ὅτι ἐκ μοχθηρᾶς προαιρέσεως προήχθη ὑβρίσαι τόνδε ἢ τόνδε. [a 13] οὐ γὰρ εἰ ἁπλῶς ἐπάταξεν, ἤδη καὶ ὕβρισεν, ἀλλ’ εἰ ἐπάταξεν αὐτὸν ἕνεκα ἢ τοῦ ἀτι μῶσαι τὸν παταχθέντα ἢ ἕνεκα τοῦ ἡσθῆναι ἐν τῷ παταχθῆναι αὐ τόν· ἀεὶ γὰρ τὴν προαίρεσιν τοῦ ἀδικοῦντος ἐξετάζομεν. [a 15] οὐδὲ εἰ λάθρᾳ ἔλαβον βιβλίον ἤτοι εἰ κρυφίως ἀπῇρα τὸ βιβλίον τοῦ δεῖνος, ἤδη αὐτὸ ἔκλεψα, ἀλλ’ εἰ ἔκλεψα αὐτὸ καὶ εἰ ἔμελλον αὐτὸ σφετερίσασθαι καὶ
ἰδιοποιήσασθαι· εἰ δὲ ἀπῇρα αὐτό, ἵνα ἀναγνώσω αὐτὸ καὶ πάλιν ὑποστρέψω, [*](f. 26r) τοῦτο οὐ κλοπή. [a 21] τὰ μὲν καθ’ ὑπερβολὴν ἀρετῆς, ἤτοι ὅταν μέγα ἀγαθὸν ποιήσω, ἐφ’ ᾧ ἐπακολουθεῖ μοι ἔπαινος, ἢ καθ’ ὑπερβολὴν κακίας, ἤτοι μέγα κακὸν ποιήσω, ἐφ’ ᾧ ἐπακολουθεῖ μοι μεγάλη ἀτιμία καὶ ὄνειδος. [a 25] τὰ δέ εἰσιν ἔλλειμμα τοῦ γεγραμπλάσιον, μένου νόμου· τὸ γὰρ δίκαιον οὐ προσέθετο ὁ νομοθέτης, τοῦτο ἐπαναπλη ροῖ καὶ προστίθησιν ὁ ἐπιεικής. [a 26] καὶ λέγεται ἐπιεικὲς δίκαιον· οἷον ὁ μὲν νόμος διορίζεται τὸν κλέπτην ἁλόντα ἀπαιτεῖν εἰς τὸ τετρα ὁ δὲ ἐπιεικὴς διορίζεται ἀπαιτεῖν εἰς τὸ διπλοῦν· ἔστι γὰρ ἐπιεί κεια ἐλάττωσις τοῦ οἰκείου δικαίου ἢ τοῦ ἐν τῷ νόμῳ ἀναγεγραμμένου. [a 28] συμβαίνει δὲ τοῦτο, ἤτοι τὸ παραλεῖψαί τι τὸν νομοθέτην καὶ οὐ νόμους θεῖναι ἐπί τινων πραγμάτων, ἢ ἐν τῷ λαθεῖν αὐτὰ τὰ πράγματα ἢ ὅταν οὐ δύνωνται διορίσαι καὶ λαβεῖν πάντα, οἷς τὸν νόμον τίθησι, διὰ τὸ εἶναι ἄπειρα· ἀλλὰ διὰ τὸ μὴ δύνασθαι καταριθμήσασθαι πάντα ἀναγθεύει κάζεται καθ’ ὅλου θεῖναι τὸν νόμον, οὐκ ἔστι δὲ καθ’ ὅλου ἤτοι οὐκ ἀλη δὲ καθ’ ὅλου ὁ νόμος, ἀλλ’ ὡς ἐπὶ τὸ πολύ. [a 31] καὶ ὅσα μὴ ῥᾴδιον διορίσαι καὶ περιλαβεῖν διὰ τὴν ἀπειρίαν, οὐδὲ τούτοις ἔστι νόμον θεῖναι, ἀλλὰ καθ’ ὅλου αὐτὸν τίθησιν, οἷον εἰ τρώσει τις σιδήρῳ τινά, οὐ δύναται προσδιορίσαι πηλίκῳ κατὰ τὸ μέγεθος· οὐ γὰρ εἰ βελόνῃ ἐστὶ καὶ εἰ σπάθῃ. [a 33] ἂν οὖν εἰσι τὰ πράγματα ἀδιόριστα καὶ ἄπειρα, ἀνάγκη ἁπλῶς ἤτοι καθ’ ὅλου θεῖναι τὸν νόμον. ὥστε κἂν δακτυλίδιόν τις φορῇ καὶ ἐν οἷς ἐπάρῃ τὴν χεῖρα καὶ σηκώσῃ, ἵνα τύψῃ τινά, ἐκπέσῃ, τὸ δακτυλίδιον καὶ πηδῆσαν πατάξῃ τινά, κατὰ μὲν τὸν νόμον ἐνέχεται ὡς ἄδιχήματά κος· ἐπάταξε γάρ· ὁ γὰρ νόμος ἁπλῶς διατάττεται τὸν πατάξαντα ἄδικον εἶναι. οὐκ ἐνεθυμήθη δὲ προσθεῖναι εἰ δὲ τὸ δακτυλίδιον ἐκπεσὸν πατάξει τινά, μὴ ἄδικον κρίνεσθαι τὸν ἐξ οὗ ἐξέπεσε· καὶ διὰ τοῦτο ὁ ἐπιεικὴς κρίνει μὴ ἀδικεῖν τὸν ἐπαρόντα τὴν χεῖρα, οὗ καὶ ἐκπεσὸν τὸ δακτυλίδιον ἐπάταξεν· γὰρ οὐ προσέθηκεν ὁ νομοθέτης, προστίθησιν ὁ ἐπιεικής. [b 1] καὶ τὸ ἐπιεικὲς τοῦτό ἐστι τὸ προσθεῖναι τὸ ἐλλεῖπον τοῦ νόμου · ἐπιεικῆ γάρ εἰσι τὰ πράγματα ἐκεῖνα, ἐφ’ οἷς συγγνώμη ἐπακολουθεῖ. [b 6] ἀτυ εἰσι τὰ παράλογα καὶ μὴ ἀπὸ μοχθηρίας, οἷον εἴ τις ἀφήσει βέλος ὥστε τρῶσαι ἔλαφον καὶ τρώσει ἄνθρωπον· παράλογον γάρ ἐστι τὸ συμβὰν ἤτοι τὸ τρωθῆναι τὸν ἄνθρωπον, πλὴν οὐκ ἐποίησε τοῦτο ἀπὸ μοχθηρᾶς προαιρέσεως· οὐ γὰρ προῃρήσατο τοῦτο γενέσθαι. [b 7] ἀμαρτήματα δέ εἰσιν, ὅσα οὔκ εἰσι παράλογα, οἷον εἴ τις τύπτει τινὰ διὰ τὸ σωφρονίσαι αὐτόν, εἶτα συμβῇ τυπτόμενον αὐτὸν θανεῖν, τοῦτο τὸ θανεῖν τινα ἐν τῷ τύπτεσθαι οὐ παράλογόν ἐστι· συμβαίνει γὰρ πολλὰ
τοιαῦτα γίνεσθαι, ἤτοι τὸ ἐν οἷς τύπτεταί τις ἀποθνήσκειν· οὐκ ἀπὸ πονηρᾶς [*](f. 26r) δὲ προαιρέσεως τοῦτο ἐποίησεν· οὐ γὰρ διὰ τὸ θανατῶσαι αὐτὸν ἔδαιρεν, ἀλλὰ διὰ τὸ σωφρονίσαι. [b 8] ἀδικήματα δέ εἰσιν, ὅσα οὐ [*](f. 26v) παράλογα, οἷον εἴ τις ζητήσει μοι φάρμακον καθάρσιον, ἐγὼ δὲ δώσω αὐτῷ δηλητήριον, εἶτα φαγὼν θάνῃ· τὸ γοῦν θανεῖν αὐτὸν ἀπὸ τοῦ φαγεῖν τὸ δηλητήριον οὐ παράλογον, θάνατον γὰρ ἀνάγκη ἕπεσθαι τῷ φαγόντι τὸ δηλητήριον· τὸ δὲ δοῦναι αὐτῷ τὸ δηλητήριον ἀπὸ πονηρίας ἐποίησεν. [b 10] ἐπιεικές ἐστι τὸ συγγινώσκειν τοῖς ἀνθρώποις , οἷον συγγνωμονήσει ὁ δῆμος τῷ πυλωρῷ τῷ ὑπνώσαντι, καὶ διὰ τοῦτο εὑρεῖν τοὺς πολε μίους ἄδειαν καὶ εἰσελθεῖν εἰς τὴν πόλιν· ἔπαθε γάρ τι φυσικὸν ἤτοι τὸ ὑπνῶσαι. [b 11] καὶ τὸ μὴ ἀποβλέπειν πρὸς τὸν νόμον ἤτοι τὸ ῥητὸν ἀλλὰ πρὸς τὴν τοῦ νομοθέτου διάνοιαν, ὡς ἐπὶ τοῦ ξένος εἰ ἀνέλθῃ ἐπὶ τὸ τεῖχος, τεθνάτω, καὶ μὴ ἀποβλέπειν πρὸς τὴν πρᾶξιν, ὅτι ἀνῆλθεν· ἐπὶ τὸ τεῖχος, ἀλλὰ πρὸς τὴν προαίρεσιν ἤτοι ἐπὶ προαιρέσει ἀνῆλθεν οὐχ ὡς κατασκοπεύσων οὐδ’ ὡς πολέμιος ἀλλ’ ὡς ὠφελήσων τὴν πόλιν.καὶ μὴ πρὸς τὸ μέρος ἀλλὰ πρὸς τὸ ὅλον, ὡς ὁ στρατηγὸς ὁ ῥήξας τὸ τεῖχος καὶ νικήσας τοὺς πολεμίους, ὃ ἀντίστασις· ἢ οὐχὶ δεῖ ἀποβλέ πειν, εἰ ἐλειποτάκτησεν ὅδε ὁ στρατιώτης ἅπαξ, καὶ διὰ τοῦτο τιμωρίας ἀξιοῦν, ἀλλὰ πρὸς τὸ ὅλον, ἤγουν ἀποβλεπτέον ὅτι τὸν ἅπαντα χρόνον τῆς ζωῆς αὐτοῦ ἠρίστευε καὶ διὰ τοῦτο συγγνωμονητέον ἐπ’ αὐτῷ ἅπαξ λειπο τακτήσαντι. [b 15] μηδὲ ποῖός τις νῦν ἤτοι ὁ λειποτάκτης νῦν ἐστιν, οὐ δεῖ ὁρᾶν, ἀλλὰ ποῖός τις αἰεί, ἤγουν ἠρίστευεν ὡς ἐπὶ τὸ πολὺ καὶ διὰ τοῦτο συγγνωμονητέον αὐτῷ. ἐπιεικές ἐστι καὶ τὸ μνημονεύ ειν, ὧν ἔπαθον ἀγαθῶν μᾶλλον παρ’ ὃ ὧν ἐποίησαν. [b 19] καὶ τὸ ἑθέλειν κρίνεσθαι καὶ πείθειν τὸν ἀντίδικον διὰ τοῦ λόγου μᾶλλον παρ᾽ ὃ δι’ ἔργων ἤτοι δι’ ἁρμάτων ἤτοι παρ’ ὃ φορέσαι ἅρματα καὶ διῶξαι τὸν ἀντίδικον καὶ οὕτω βίᾳ εἰσελθεῖν εἰς τὸ κτῆμα αὐτοῦ. [b 20] ἐπιεικές ἐστι καὶ τὸ βουλεύεσθαι ἰέναι εἰς δίαιταν ἤτοι εἰς αἱρετὸν δικαστὴν παρ’ ὃ εἰς δίκην ἤτοι δικαστήριον· ἐπὶ γὰρ τοῦ δικαστηρίου πλείων ἡ ἔξοδος καὶ ἡ κατατριβή, ἐπὶ δὲ τοῦ αἱρετοῦ δικαστοῦ συντόμως ἀπαλλάτ τονται οἱ ἀντιδικοῦντες καὶ ὀλίγη ἐστὶν ἡ καταβαλλομένη ἔξοδος· [b 20] ὁ γὰρ διαιτητὴς ἤτοι ὁ αἱρετὸς δικαστὴς ὁρᾷ τὸ ἐπιεικὲς ἤτοι τὸ ὀλίγα ζημιοῦν, κἂν ὁ νόμος ἐπὶ τῷ πλημμεληθέντι ἁμαρτήματι μεγάλην ζημίαν διορίζηται, ὁ δὲ δικαστὴς κατὰ τὸν νόμον κρίνει καὶ τὴν ἐπεγνωσμένην τῷ νόμῳ ζημίαν διορίζεται κατὰ τοῦ ἁμαρτήσαντος, εἴτε κλέπτης ἐστὶν εἴτε μοιχός.

Ἀδικήματα μείζονά εἰσιν, ὅσα γίνονται ἀπὸ μείζονος ἀδι κίας ἤτοι μεγάλης πονηρίας. διὸ τὰ ἐλάχιστα ἁμαρτήματα μέγιστα κρίνονται, εἴ γε ἀπὸ μεγίστης πονηρίας ἐγένοντο. [b 26] ἡμιωβέλιόν ἐστιν

εἶδος σταθμοῦ μικροῦ. ναοποιοὶ λέγονται, οἵτινες ποιοῦσι ναοὺς ἤτοι ὡς [*](f. 26v) εἰκονοστάσια μικρὰ ξύλινα καὶ πωλοῦσι ταῦτα. παρελογίσατο ἤγουν παρεψήφισεν. ἐπὶ δίκαι δικαιοσύνης δὲ τοὐναντίον μέγα δίκαιον κρίνεται τὸ ἀπὸ μεγίστης δικαιοσύνης γινόμενον. ἔστι δὲ τὰ τρία ταῦτα ἡμιωβέλια μεγάλα, καθ’ ὅσον ὑπερέχουσι τῇ δυνάμει, κἂν καὶ τῷ ποσῷ εἰσιν ὀλίγα· [b 28] ὁ γὰρ τρία κλέψας κἂν ὁτιοῦν ἀδικήσειεν. [b 30] ὁτὲ δὲ κρίνεται μείζων ἡ ἀδικία ἐκ τοῦ βλάβους, ἤγουν εἴτε καὶ ἡ βλάβη μεγίστη ἐστί. μέγα ἀδίκημά ἐστι καὶ οὗ ἀντάξιος τιμωρία οὐχ εὑρίσκεται καὶ ὃ οὐκ ἔστι δυνατὸν ἰαθῆναι. [b 32] μέγα ἀδίκημά ἐστι καὶ οὗ χάριν οὐκ ἔστι τὸν παθόντα δίκην λαβεῖν ἤτοι δικαιωθῆναι· εἰ γὰρ ὁ παῖς τινος ἐφωράθη παρὰ τοῦ Καλλίππου, τί ἂν πάθοι ὁ Κάλλιππος ἀντάξιον οὗ ἔδρασε; [b 34] καὶ εἰ ὁ παθὼν αὐτὸς ἑαυτὸν μεγάλως ἐκόλασεν οἷον εἰ Σωκράτης ὑβρίσθη παρά τινος καὶ μὴ φέρων τὴν ὕβριν ὡς ὁ Αἴας ἀπέ κτεινεν ἑαυτόν, τί ἂν πάθοι δεινότερον ὁ τοῦτον ὑβρίσας οὕτω καὶ γενό μενος αὐτῷ αἴτιος θανάτου; καὶ γὰρ ὁ ποιήσας ἤτοι ὁ ὑβρίσας τὸν Σωκράτην δίκαιός ἐστι κολασθῆναι μειζόνως καὶ παθεῖν χεῖρόν τι τοῦ φόνου· [b 36] οἷον ὁ Εὐκτήμων ὑβρισθεὶς ἤτοι πορνευθεὶς βιαίως ἔσφαξεν ἑαυτὸν καὶ συνηγορῶν αὐτῷ ὁ Σοφοκλῆς ἔφη μὴ ἀξιῶσαι ἄλλης τινὸς τιμωρίας ἐλάττονος τὸν δράσαντα ταύτην τὴν ὕβριν ἢ ἐκείνης τῆς τιμωρίας. ἧς ἠξίωσεν ἑαυτὸν ὁ παθών, ἤτοι δεῖ ἀποσφάξαι αὐτὸν τὸν δράσαντα, [*](f. 27r) ὥσπερ καὶ ὁ παθὼν ἀπέσφαξεν ἑαυτόν. [1375a 2] μέγα ἀδίκημά ἐστι καὶ ὃ μόνος τις ἐποίησεν ἢ πρῶτος. μέγα ἀδίκημά ἐστι καὶ δι’ ὃ ἐζητήθη καὶ εὑρέθη τὰ κωλύοντα καὶ ζημιοῦντα, οἷον νόμος ἐστὶ ταριχεύειν τὰ νεκρὰ σώματα· ἐμίγη τις ταριχευομένῳ σώματι καὶ γράφει τις λυθῆναι τὸν νόμον· ὁ γοῦν συμμιγεὶς τῷ ταριχευομένῳ σώματι μέγα ἀδίκημα ἥμαρτε· διὸ καὶ ἐκωλύθη τὸ ταριχεύειν τὰ νεκρὰ σώματα. [a 6] καὶ τὸ θηριωδέστατον ἀδίκημα ἤτοι τὸ φονεύειν καὶ τὸ ἐκ προ νοίας ἤτοι τὸ ἐκ προβουλεύσεως γεγονὸς ἀδίκημα καὶ ὃ οἱ ἀκούοντες φοβοῦνται μᾶλλον, οἷον ὅτι ἀπέσφαξε τὸν δεῖνα ἢ διὰ κερκίδος ἐξέ βαλε τὰς κόρας αὐτοῦ. [a 8] καὶ τὰ μὲν ῥητορικά, ἤτοι ἃ ὀφείλει ὁ ῥήτωρ λέγειν, τοιαῦτα. [a 10] ἐπιγαμίας ἤτοι ἐπιγαμεύσεις· τὸ γὰρ δεῖξαι, ὅτι παρέβη ὅρκους καὶ νόμους, ὑπεροχὴν ποιεῖ πολλῶν ἀδικη μάτων. [a 11] μέγα ἀδίκημά ἐστι καὶ τὸ ἀδικῆσαί τινα ἐνταῦθα ἤτοι ἐν Ἀθήναις, ἔνθα κολάζονται οἱ ἀδικοῦντες, ὅπερ ποιοῦσιν οἱ ψευδομάρτυρες, ἤτοι τὸ ἐν δικαστηρίῳ ψευδομαρτυρεῖν, ὅπου τὸ ψεῦδος
κολάζεται. καὶ τὸ μοιχεύειν καὶ τὸ πορνεύειν μέγα ἀδίκημά ἐστιν, ἐφ᾽ 27r οἷς αἰσχύνη μάλιστα ἐπακολουθεῖ τῷ δράσαντι. [a 14] καὶ εἰ τοῦκεῖς τον ἠδίκησεν, ὑφ’ οὖ ἔπαθεν εὖ· πλείω γὰρ ἀδικεῖ, ὅτι τε κακῶς ποιεῖ τὸν εὐεργετήσαντα καὶ ὅτι οὐκ εὖ ἤτοι οὐκ εὐεργέτησεν αὐτόν. [a 15] καὶ ὁ περὶ τὰ ἄγραφα δίκαιος, εἰ περὶ τὰ γεγραμμένα δίκαιος οὐκ ἔστι, πολλῷ μᾶλλον ἔσται ἄδικος. [a 17] τὸν μὲν γεγραμμένον νόμον τηρεῖν ἀναγκαζόμεθα, τὸν δὲ ἄγραφον οὐ καταναγκαζόμεθα παρ’ οὐδέτινος τηρεῖν, ἀλλ’ ἢ τοῦτον φυλάττομεν ἐκ προαιρέσεως ἀληθοῦς· ἄγραφος δὲ νόμος ἐστὶ τὸ ἔθος. [a 16] ἀμείνονος ἤτοι ἀγαθοῦ ἀνδρός ἐστι τὸ ποιεῖν τὸ δίκαιον οὐ δι’ ἀνάγκην τινὰ ἀλλ’ ἑκών. [a 17] ἄλλον δὲ τρόπον ἄδικός ἐστιν ὁ τὰ γεγραμμένα παραβαίνων· εἰ γὰρ ταῦτα παραβαίνει καὶ ταῦτα φοβερὰ ὄντα καὶ ἀδικῶν περὶ ταῦτα ὡς ἐπαπειλοῦντα καὶ τιμωρίαν τοῖς παραβαίνουσι, πολλῷ μᾶλλον ἄδικος φανῇ περὶ τὰ μὴ προξενοῦντα αὐτῷ τιμωρίαν μηδὲ ζημίαν ἤτοι περὶ τὰ ἄγραφα ἔθη εἰ γὰρ κατατολμῶσιν, ὧν ὁ νόμος κωλύει, πολλῷ μᾶλλον, ὧν ὁ νόμος οὐ κωλύει οὐδὲ ἀφ’ ὧν ζημία τις οὐκ ἐπανακύπτει.

Μάρτυρες, συνθῆκαι ἤτοι συμφωνίαι. [a 27] ἐὰν μὲν ὁ γεγραμμένος νόμος ἐστὶν ἐναντίος τῷ πράγματι. οἶον ὅτι ὁ νόμος λέγει υἱὸς μητρὶ οὐχ ὑπόκειται, χρηστέον τῷ κοινῷ νόμῳ ἤτοι τῷ φυσικῷ ἤτοι ἄλλος φυσικὸς νόμος ἀναγκάζει τοῖς γονεῦσιν ὑποκεῖσθαι. [a 29] καὶ χρηστέον τοῖς ἐπιεικέσιν ὡς δικαιοτέροις· οἱ γὰρ ἐπιειτάττουσι. οὐ προσέχουσι τῷ νόμῳ· ἐλαττωτικοὶ γάρ εἰσιν, ὧν οἱ νόμοι προσκαὶ ὅτι δεῖ ἡμᾶς κρίνειν χρωμένους τῇ ἀρίστη γνώνῃ. ἀρίστη δὲ γνώμη ἐστὶ τὸ μὴ πάντως χρῆσθαι τοῖς γεγραμμένοις· ἀλλὰ δεῖ ἀποφαίνεσθαι περὶ αὐτῶν, ὡς ἂν ὁ φρόνιμος ὁρίσηται, οἷον εἰ δικαζόμενος μετά τινος ἐξωδίασα πολλὰ ἐν δικαστηρίοις, εἰ μέλλω ἀπαιτῆ σαι τὰς δαπάνας, ἐπεὶ ἄδηλόν ἐστι, πόσα ἐξωδίασα, δεῖ ἀπιδεῖν πρὸς τοὺς φρονίμους καὶ ὡς ἂν ὁ φρόνιμος στοχαζόμενος ὁρίσηται, ὅτι τόσα εἰκὸς ἐξοδιάσαι, ἀναγκάζειν καὶ τὸν ἄδικον τοσαῦτα καταβαλεῖν. [a 32] οὐδὲ ὁ κοινὸς ἤτοι ὁ φυσικὸς νόμος μεταπίπτει, ἀλλὰ μένει αἰεὶ ὁ αὐτός. οἱ δὲ γεγραμμένοι νόμοι ἀλλάττονται καὶ μεταπίπτουσιν. ὁ Κρέων προσέταξε μὴ ταφῆναι τὸν Πολυνείκην, ἡ δὲ Ἀντιγόνη ἔθαψε καὶ ἀνα κρινομένη φησὶν ἔθαψα παρὰ τὸν νόμον τοῦ Κρέοντος, οὐ παρὰ τὸν ἄγραφον ἤτοι τὸν φυσικόν, καὶ διὰ ταῦτα οὐκ ἐφρόντιζον οὐδενὸς

ἀνδρὸς θάπτουσα τὸν Πολυνείκην. [b 3] ἀλλ’ οὐ τὸ δοκοῦν τῷ Κρέὄντι [*](f. 27r) ἢ τῷ δεῖνι καὶ τῷ δεῖνι δίκαιόν ἐστι καὶ ἀληθές οὐ γὰρ ποιεῖ τὸ ἔργον τοῦ νόμου ἤτοι τὸ συμφέρον καὶ δίκαιον. καὶ ἀρίστου ἀνδρός ἐστι τὸ χρᾶσθαι τῷ εὐδοκιμοῦντι νόμῳ καὶ τῷ κρείττονι, εἴ γε δύο νόμοι ἐναντιοῦνται. [b 9] καὶ εἰ ὁ αὐτὸς νόμος ἐναντιοῦται ἑαυτῷ αὐτός, ἀρίστου ἀνδρός ἐστι τὸ ἐκλαμβάνειν αὐτὸν εἰς τὸ δίκαιον. ἀλλ’ ὁ μὲν νόμος διατάττεται ἐρρῶσθαι, ἅτινα ἂν σύνθηται ἤτοι τὰς συμφωνίας καὶ [*](f. 27v) ἃ συμφωνήσουσιν, ὁ δὲ ἀπαγορεύει μὴ συντίθεσθαι παρὰ τὸν νόμον ἤτοι τὸ τὰς παρανόμους συμφωνίας μὴ ἐρρῶσθαι· ἐνταῦθα ἐναντιουμένων τῶν δύο τούτων νόμων ἀρίστου ἐστὶ τὸ χρήσασθαι τῷ κρείττονι. [b 11] καὶ εἰ ὁ αὐτὸς νόμος ἐστὶν ἀμφίβολος ἤτοι ἐναντιούμενος αὐτὸς ἑαυτῷ, δεῖ στρέφεσθαι ἐφ’ ἑκάτερα τὰ μέρη τοῦ νόμου (διττὰς γὰρ τὰς ἀγωγὰς ὁ τοιοῦτος ἀπογεννᾷ) καὶ βλεπτέον, ποίᾳ ἀγωγῇ ἁρμόζει τὸ δίκαιον καὶ τὸ συμ φέρον, εἶτα χρηστέον τῷ νόμῳ ἐπὶ τούτῳ τῷ μέρει αὐτοῦ, ᾧ ἁρμόζει τὸ δίκαιον. [b 13] καὶ εἰ τὰ μὲν πράγματα, ἐφ’ οἷς ὁ νόμος ἐτέθη, μὴ μένουσιν, ὁ δὲ ἐπ’ αὐτοῖς νόμος τεθεὶς ἔτι κρατεῖ, εἰ ὁ ἀντίδικός σοι προσφέρει τὸν νόμον τοῦτον, δεῖ σε τοῦτο δηλοῦν, ὅτι ὁ νόμος αὐτὸς ἤργησεν, ὅτι καὶ τὰ πράγματα, ἐφ’ οἷς ὁ νόμος ἐτέθη, μὴ μένουσι, καὶ ταύτῃ, ἤτοι οὐ γὰρ δεῖ μάχεσθαι πρὸς τὸν τοιοῦτον νόμον. [b 16] ἐὰν δὲ ὁ νόμος ὁ γεγραμμένος πρὸς τὸ πρᾶγμά ἐστι καὶ συμβάλλε ταί σοι ἐν τῇ ὑποθέσει σου, λεκτέον ἤτοι τὸ κρίνειν ἐν τῇ γνώμῃ τῇ ἀρίστῃ οὐκ ἔστιν ἕνεκα τοῦ δικάζειν παρὰ τὸν νόμον, ἤτοι γνώμη ἀρίστη ἐστὶν οὐχ ἵνα παρὰ τοὺς νόμους δικάζωμεν, ἀλλὰ κατὰ τοὺς νόμους. καὶ διὰ τοῦτο τηρητέον καὶ τὸν νόμον τοῦτον, διότι καὶ τὰ πράγματα μένουσι. τὸ δὲ κρίνειν ἀρίστῃ γνώμῃ ἐστίν, ἵνα ὁ δικαστής, εἰ ἀγνοήσει τι, ὧν λέγει ὁ νόμος, μὴ δόξῃ ἐπιορκεῖν· τὸ γὰρ παλαιὸν πρῶτον ὤμνυον οἱ δικασταὶ μὴ παραδικάσαι, εἷθ᾽ οὕτως ἐκάθηντο εἰς τὸ κρῖναι τήνδε ἢ τήνδε τὴν ὑπόθεσιν. καὶ ὅτι ἀρίστη ἐστὶν ἡ γνώμη τοῦ νομοθέτου ἡ ἐμφαινομένη ἐν τῷδε τῷ νόμῳ τῷ παρὰ σοῦ διαβαλλομένῳ. [b 19] καὶ ὅτι ἕκαστος αἱρεῖται οὐ τὸ ἁπλῶς ἀγαθόν, ἀλλὰ τὸ ἑαυτῷ ἀγαθόν. καὶ ὅτι ἄτοπόν ἐστι τὸ μὴ χρῆσθαι τῷ κειμένῳ νόμῳ· τὸ γὰρ τῷ κειμένῳ μὴ χρῆσθαι ταὐτόν ἐστι τῷ εἰ μηδὲ ἔκειτο. [b 20] καὶ ὅτι ἐν ταῖς ἄλλαις τέχναις οὐ λυσιτελεῖ παρασοφίζεσθαι ἤτοι σοφώτερον φαίνεσθαι τοῦδε τοῦ τεχνίτου, οἷον τοῦ ἰατροῦ ἢ τοῦ γεωμέτρου· οὐ γὰρ τοσοῦτον βλάπτει ἡ ἁμαρτία τοῦ ἰατροῦ ἤτοι τὸ δοκεῖν σοφώτερον τοῦ ἰατροῦ καὶ ἀπειθεῖν τῷ τεχνίτῃ, ὅσον ἐκ τῶν τοιούτων ἐθίζεταί τις
ἀπειθεῖν τῷ ἄρχοντι. [b 23] καὶ ὅτι τὸ ζητεῖν τινα φαίνεσθαι σοφώτερον [*](f. 27v) τοῦ νόμου καὶ τοῦ νομοθέτου τοῦ τό ἐστι τὸ ἀπειθεῖν πρὸς τὸν ἄρχοντα ἢ τὸν δικαστήν, ὃ καὶ οἱ νόμοι ἀπαγορεύουσι. [b 27] πρόσ φατοι μάρτυρές εἰσιν οἱ νεώτεροι. καὶ οἱ μὲν τῶν μαρτύρων συμμετέ χουσι τοῦ κινδύνου, οἷον εἰ οἱ Ἀθηναῖοι καὶ οἱ Λακεδαιμόνιοι ἤδικήθησαν τὴν αὐτὴν ἀδικίαν παρὰ τοῦ αὐτοῦ καὶ ἑνός, εἶτα ἐνάγουσιν οἱ Λακεδαι μόνιοι κατὰ τοῦ ἀδικήσαντος καὶ μάρτυρας τούτου παρεισάγουσι τοὺς Ἀθη ναίους, ἀναγκαῖον αὐτοὺς ἀληθῆ μαρτυρῆσαι· εἰ γὰρ ψευδομαρτυρήσουσιν, οὐ μόνον τοὺς Λακεδαιμονίους βλάψουσιν ἀλλὰ καὶ ἑαυτούς. [b 29] οἷον οἱ Ἀθηναῖοι μέλλοντες δεῖξαι, ὅτι ἡ Σαλαμὶν ὑποτελὴς ἦν αὐτοῖς, ἐχρή σαντο τῷ Ὁμήρῳ μάρτυρι· ἐν γὰρ τῇ Βοιωτίᾳ τοῦτο Ὅμηρος ἐδή λωσε. [b 31] καὶ οἱ Τενέδιοι μέλλοντες δεῖξαι, ὅτι τὸ Σίγειον ἦν ὑπ’ αὐτούς, ἐχρήσαντο τῷ Περιάνδρῳ μάρτυρι. καὶ ὁ Κλεοφῶν κινῶν κατὰ τοῦ Κριτίου· καὶ μέλλων δεῖξαι, ὅτι πάλαι ἀσελγὴς ἦν ἡ τοῦ Κριτίου οἰκία, ἐχρήσατο τοῖς ἐλεγείοις τοῦ Σόλωνος· εἰ γὰρ μὴ ἀσελγὴς ἦν, οὐκ ἂν ὁ Σόλων ἐποίησεν ἤτοι ποιητικῶς εἶπε τὸ [b 34] εἰπεῖν τῷ Κριτίᾳ τῷ πυρότριχι πατρὸς ἀκούειν· ᾗ μὲν γὰρ εἶπεν αὐτὸν πυρότριχα, ὡς γυναικώδη τοῦτον ἀπέσκωψεν, ᾗ δὲ εἶπεν αὐτὸν πατρὸς ἀκούειν, ὡς πατραλοίαν καὶ τοῦ πατρὸς παρακούειν ἐδήλωσεν. ὅτι τὸ ξύλινον τεῖχος λέγει, ναυμαχητέον. [1376a 2] καὶ αἱ παροιμίαι μάρτυρές εἰσιν, οἷον εἴ τις συμβουλεύει τὸ μὴ δεῖν ποιεῖσθαι φίλον γέροντα, διότι καὶ ἡ παροιμία φησὶ μήτ’ εὖ ποιεῖν ἕρδειν φίλον γέροντα. [a 5] καὶ εἴ τις συμβουλεύει τὸ ἀναιρετέον τοὺς υἱεῖς, ὧν καὶ τοὺς πατέρας ἀπεκτείναμεν, μή ποτε οἱ υἱοὶ ζῶντες τιμωρήσωσι τοὺς φονεῖς τῶν πατέρων. [a 8] χρήσιμοι γὰρ καὶ αἱ τούτω κρίσεις ἤτοι μαρτυρίαι· ὁ Χάρης ψευδομάρτυς ἦν· καθ’ οὗ ἔχων ὁ Εὔβουλος εἶπεν, ὃ καὶ ὁ Πλάτων εἶπεν, ὅτι νῦν ἐπιδέδωκε τῇ πόλει τὸ ὁμο λογεῖν ἕκαστον ἑαυτόν, ὅτι πονηρός ἐστι. [a 12] καὶ εἰ ὁ ἐπαγόμένος [*](f. 28r) μάρτυς συμμετέχει τοῦ κινδύνου, ᾧ περιπεσεῖν κινδυνεύει ὁ κομίζων αὐτόν, εἴ γε ἀποδεχθῇ, ὅτι ψευδῆ λέγει, ὃς καὶ τοὺς μάρτυρας ἐπάγει, ἀνάγκη ψευδῆ ὀμωμοκέναι τὸν ἐπαγόμενον μάρτυρα. [a 12] οἱ μὲν οὖν τοιοῦτοί εἰσι μάρτυρες τῶν τοιούτων μόνων, † ὅτι ἐγένετο τὸ πρᾶγμα ἢ οὐκ ἐγένετο μαρτυροῦσι, περὶ δὲ τοῦ ποταπόν ἐστι τὸ γενό μενον, εἴτε δίκαιον εἴτε ἄδικον, οὐ μαρτυρῆσαι δύνανται· πάθος γὰρ ἴσως ἔχοντες, καθ’ οὗ τὰς ψευδομαρτυρίας φέρουσιν, οἷον φθόνον ἢ φιλίαν,
οὐκ ὀρθῶς ἀποφήνωνται, εἴτε δίκαιόν ἐστιν εἴτε ἄδικον, περὶ οὖ λέγουσιν. [*](f. 28r) εἰ δὲ οἱ προφερόμενοι μάρτυρες πόρρωθεν ἤχθησαν καὶ οὐ γειτνιῶσι, περὶ ὧν καὶ μαρτυρῆσαι ἤχθησαν, καὶ περὶ τούτων ἤτοι τοῦ δικαίου καὶ τοῦ ἀδίκου πιστότατοι φαίνονται, εἴ γε μαρτυροῦσι καὶ περὶ αὐτῶν· οὐ γὰρ εἰκὸς ψευδῆ μαρτυρῆσαι, εἴ γε ἤχθησαν ἀπ’ Ἀθηνῶν εἰς Περσίαν χάριν τοῦ μαρτυρῆσαι καὶ οὐ γειτνιῶσιν αὐτοῖς καὶ διὰ τοῦτο οὐδὲ φιλίαν οὐδὲ φθό νον οὔτ’ ἄλλο τι πάθος ἔχειν ἀπελέγχονται. [a 16] πιστεύονται δὲ καὶ οἱ παλαιοί· οὐ γὰρ οἴδασι τὰ προσφάτως γινόμενα, ἵν’ εἴπωμεν διὰ χάριν τινὸς ψευδομαρτυρῆσαι, οἷον εἴ τις τὸν Ὅμηρον ἄξει μάρτυρα περί τινος νῦν γενομένου. πιστώματα δὲ μαρτυριῶν τάδε. [a 18] εἰ δὲ οὐκ ἔχεις μάρτυρας, ὁ δὲ ἀντίδικός σου ἔχει, δεῖ λέγειν οὕτως, ὅτι οὐ δεῖ μάρτυρας ζητεῖν ἐπὶ τῶν γινομένων, ἀλλ’ ἐξ εἰκότων κρίνειν τὰ πράγματα, καὶ τοῦτό ἐστι τὸ κρίνειν ἐν γνώμῃ τῇ ἀρίστῃ τὸ μὴ τοῦ πράγματος ζητεῖν μάρτυρας, καὶ ὅτι τὰ μὲν εἰκότα οὐ δυνατὸν ἀπατῆσαι δι’ ἀργυρίου, τοὺς δὲ μάρτυρας διαφθείρει τις καὶ δι’ ἀργυρίου, καὶ οὐδέποτε ψευδομαρ τυρήσουσιν, ἀλλ’ ὡς ἔχουσι φύσεως, τοιαῦτα ἀεί εἰσιν. [a 21] εἰ δὲ ἔχεις μάρτυρας, ὁ δὲ ἀντίδικός σου οὐκ ἔχει, ῥητέον, ὅτι τὰ εἰκότα οὐχ ὑπόδικα, ὅτι οὐκ εὐθύνονται, εἴ γε ψευδῆ ἀπελεγχθῶσιν — οὐδὲ γὰρ δυνατὸν εὐθυνθῆναι αὐτά —, οἱ δὲ μάρτυρες, εἰ ψευδομαρτυρήσουσι καὶ ἁλῶσι, τιμωροῦνται, καὶ ὅτι, εἰ ἀεὶ ἐκ τῶν λόγων κρίνονται τὰ πράγματα ἀληθῆ, οὐδέποτε ἂν εἴχομεν χρείαν μαρτύρων. [a 23] αἱ δὲ μαρτυρίαι, ἅς τις προκομίζει, ἢ λόγῳ ἑαυτοῦ προκομίζει ἢ χάριν τοῦ ἀμφισβη τοῦντος ἤτοι τοῦ ἀντιδίκου καὶ αἱ μὲν μαρτυροῦσι περὶ τοῦ πράγ ματος, ὅτι ἐγένετο ἢ οὐκ ἐγένετο, αἱ δὲ περὶ τοῦ ἤθους ἢ τοῦ οἰκείου ἢ τοῦ ἀντιδίκου, ὅτι οὐ πονηρός ἐστιν, οὐ φαῦλος, οὐκ ἄδικος. [a 26] εἰ μὴ γὰρ εὐπορεῖς μαρτυρίας κατὰ τοῦ πράγματος, ἀλλ’ οὖν εὐπορή σεις μαρτυρίας ἢ ὁμολογουμένης καὶ συμβαλλομένης αὐτῷ ἤτοι σοὶ ἢ τῷ ἀμφισβητοῦντι ἤτοι τῷ ἀντιδίκῳ ἐναντίας ἤτοι κατὰ τοῦ ἀντιδίκου, ἀλλ’ εὐπορήσεις μαρτυρίας περὶ τοῦ ἤθους ἢ αὐτοῦ ἤτοι τοῦ οἰκείου εἰς ἐπιείκειαν δεικνύων, ὅτι ἐπιεικής ἐστιν, ἢ κατὰ τοῦ ἤθους τοῦ ἀμφισβητοῦντος ἤτοι τοῦ ἀντιδίκου δεικνύων, ὅτι φαῦλός ἐστι. [a 29] τὰ δὲ ἄλλα περὶ μάρτυρος δεικνύων, ὅτι φίλος ἐστὶ τοῦ ἀντιδίκου σου ἢ ἐχθρός σου καὶ διὰ τοῦτο κατὰ σοῦ ψευδομαρτυρήσει, εἴ γε παρὰ τοῦ ἀντιδίκου κομίζεται. εἰ δὲ παρὰ σοῦ εἰσάγεται, δείξεις μεταξὺ ἤτοι οὔτε φίλος μού ἐστιν οὔτε ἐχθρὸς τοῦ ἀντιδίκου· ἢ ὅτι εὐδοκιμεῖ ἤτοι ὅτι ἔνδοξός ἐστι καὶ διὰ τοῦτο τὰ ἀληθῆ μαρτυρήσει. εἰ δὲ παρὰ τοῦ ἀντιδίκου κομίζεται μάρτυς, διαβαλεῖς αὐτὸν λέγων ἄδοξον εἶναι καὶ πένητα καὶ ἀνυπόληπτον, καὶ διὰ τοῦτο καὶ εἰς φίλον ψευδομαρτυρήσει. [a 32]
ἐκ τῶν αὐτῶν τόπων ὁρμητέον εἰς διαβολὴν τῶν μαρτύρων καὶ εἰς [*](f. 28r) σύστασιν, ἐξ ὧν καὶ τὰ ἐνθυμήματα λαμβάνομεν. [a 33] περὶ δὲ συνθηκῶν ἤτοι συμφωνιῶν, αἵ εἰσι μερικοὶ νόμοι, τοσοῦτον χρηστέον τῷ λόγῳ, ὅσον αὔξειν αὐτὰς καὶ δεικνύειν μέγα τι χρῆμα εἶναι ταύτας ἢ καθαιρεῖν καὶ μειοῦν καὶ δεικνύειν μηδὲν εἶναι τὰς συνθήκας καὶ ὡς οὐ δεῖ συνθήκας ποιεῖν ὡς ἀπίστους. ἂν μὲν αὐτῷ ὑπάρχωσιν ἤτοι ἂν ὠφελῶσί σε αἱ συνθῆκαι, δείκνυε ταύτας πιστάς, εἰ δὲ ὠφελοῦσι τὸν ἀντίδικόν σου, δείκνυε ταύτας ὡς ἀπίστους. [b 2] τὸ μὲν οὖν δεικνύειν πιστὰς ἢ ἀπίστους τὰς συνθήκας, ἤτοι ἀφ’ ὧν τόπων ὁρμώμεθα εἰς τὸ δεῖξαι τοὺς μάρτυρας πιστοὺς καὶ ἀληθεῖς ἢ ἀπίστους καὶ ψευδεῖς, ἀπὸ τῶν αὐτῶν τόπων ὁρμητέον εἰς τὸ δεικνύειν καὶ τὰς συνθήκας πιστὰς ἢ ἀπίστους. [b 4] ὁποῖοι γάρ εἰσιν οἱ ἐπιγεγραμμένοι [*](f. 28v) ἤτοι οἱ τὰς συνθήκας γράψαντες ἢ φυλάττοντες, τούτων ἀληθῶν ὄντων καὶ αἱ συνθῆκαί εἰσι πισταί. εἰ μὲν ὁμολογουμένη καὶ ἀληθής ἐστιν ἡ συνθήκη καὶ ἡ συμφωνία, εἰ μὲν οἰκεία ἐστὶ καὶ συμβαλλομένη σοι αὕτη, αὐξητέον ταύτην, ὡς ὅτι ἡ συνθήκη νόμος ἐστὶ καὶ διὰ τοῦτο οὐ δεῖ παρορᾶν αὐτήν. [b 7] καὶ κατὰ μέρος ἤτοι καὶ μερικὸς νόμος ἐστί. [b 9] καὶ ὁ νόμος ὅλος καὶ ἅπας συνθήκη τίς ἐστιν ἤτοι ἐκ συνδρο μῆς πολλῶν σοφῶν συντεθείς· ὥστε ὁ ἀναιρῶν τὴν συνθήκην καὶ τὴν συμφωνίαν τοὺς νόμους ἀναιρεῖ. [b 12] εἰσὶ καὶ συναλλάγματα ἀκούσια, οἷον εἰ κρατηθεὶς παρά τινος ἀκουσίως συμφωνήσω δοῦναι αὐτῷ ἡμιόνων κάλλιστον λαβὼν νομίσματα τρία. ὥστε ἂν ἀναιρεθῶσιν αἱ συνθῆκαι, ἀνῄρηνται τὰ συναλλάγματα, τῶν δὲ συναλλαγμάτων ἀναιρεθέντων οὐδὲ οἱ ἄνθρωποι ἀλλήλων χρῄζουσι. [b 14] καὶ τὰ ἄλλα, ὅσα ἁρμόττει εἰς σύστασιν τῶν συνθηκῶν, ἐπιπολῆς καὶ εὔκολον ἔστιν ἰδεῖν. ἐὰν δὲ ἡ συνθήκη ἐναντία ἐστὶ καὶ μὴ συμβαλλομένη σοι, ἀλλὰ τῷ ἀντιδίκῳ συμβάλλεται, δι’ ὧν ἄν τις χωρήσῃ πρὸς ἀνατροπὴν τοῦ νόμου, ταῦτα λαβὼν ἀναιρήσεις καὶ τὰς συνθήκας νόμοι γὰρ καὶ αἱ συνθῆκαι. δεῖ δέ σε λέγειν οὕτως· [b 17] ἄτοπόν ἐστιν, εἰ μὴ τοῖς ὀρθῶς κειμένοις νόμοις οὐ πειθόμεθα, ἀναγκαῖον δὲ ἡγούμεθα πείθεσθαι ταῖς συνθήκαις. [b 19] τοῦ γὰρ δικαίου ὁ δικαστής ἐστι βραβευτής, καὶ διὰ τοῦτο οὔκουν τοῦτο σκεπτέον ἤτοι τὸ προσέχειν ταῖς συνθήκαις, ἀλλ’ ὡς δικαιότερον ἤτοι ἀποβλεπτέον πρὸς τὸ δίκαιον καὶ ὃ διατάσσεται ὁ δικαστής. [b 21] τὸ γὰρ δίκαιον οὐκ ἔστι μεταστρέψαι οὔτε ἀπάτῃ οὔτε ἀνάγκῃ καὶ βίᾳ· πεφυκὸς γάρ ἐστιν ἤτοι κατὰ φύσιν γὰρ ἔχον ἐστί. συνθῆκαι δὲ γίνονται καὶ κατὰ τὴν ἀπάτην καὶ ἀναγκασθέντων ἤτοι κατὰ βίαν. [b 23] πρὸς δὲ τούτοις ἀνατρέπεται ἡ συνθήκη, καὶ εἰ ἐναντιοῦταί τινι ἤτοι τῶν γεγραμμένων νόμων ἢ τῶν κοινῶν ἤτοι τῶν φυσικῶν
ἢ τοῖς δικαίοις. ἔπειτα ἀνατρέπεται ἡ συνθήκη, καὶ εἰ ἐναντιοῦται [*](f. 28v) ὑστέραις συνθήκαις γενομέναις ἐπὶ τοῦ αὐτοῦ πράγματος, ἐφ’ οὗ καὶ ἐκεῖνος, ἢ προτέραις· ἢ γὰρ λέγε, ὅτι αἱ ὕστεραί εἰσιν ἄκυροι, αἱ δὲ πρότεραι ὀρθαί, ἢ τοὐναντίον· [b 28] καὶ ἁπλῶς, ὁποτέρως ἂν ἢ χρήσιμον ἤτοι καὶ ἁπλῶς, ὁποτέρως σοι χρησιμεύει, εἴτε αἱ πρότεραι εἴτε αἱ ὕστεραι, ἐκείνας μὲν ποίει ὀρθάς, τὰς δ’ ἑτέρας ἀκύρους. [b 29] ἔτι δὲ καὶ τὸ συμφέρον ὅρα ἢ τὸ σὸν ἢ τὸ τοῦ ἀντιδίκου, εἰ ἐναντιοῦται τοῖς κριταῖς. καὶ γὰρ ταῦτα εὐθεώρητά εἰσιν ὁμοίως τῷ περὶ μαρτύρων λόγῳ. [b 31] δοκοῦσι δὲ αἱ βάσανοι ἔχειν τὸ πιστόν, ὅτι ἀνάγκη πρόσεστιν ἤτοι διότι ἀναγκάζονται ὑπὸ τῶν βασάνων ὁμολογεῖν τὸ ἀληθές. οὔκουν χαλεπόν ἐστιν εἰπεῖν τοὺς τόπους, ἐξ ὧν ἄν τις ἐπιχειρήσῃ αὔξειν καὶ δεικνύειν, ὅτι αἱ βάσανοι ἀληθεῖς εἰσιν, εἴ γε τέως οἰκεῖαί εἰσι καὶ χρήσιμοι αὐτῷ. [1377a 1] εἰ δ’ ὑπεναντίοι εἰσὶν αὐτῷ αἱ μαρτυρίαι αἱ διὰ τῶν βασάνων, συμβάλλονται δὲ τῷ ἀμφισβητοῦντι ἤτοι τῷ ἀντιδίκῳ, λύσῃ ἂν τὰ ἀληθῆ οὕτως λέγων καὶ καταδρομὴν ποιούμενος τοῦ γένους τῶν βασάνων, ὅτι οἱ βασανιζόμενοι λέγουσι τὰ ψευδῆ παρ᾽ ὃ τὰ ἀληθῆ, ἵν᾽ οἱ κολάζοντες παύσωνται τοῦ μὴ βασανίζειν αὐτοὺς ὡς ἀκούσαντες, ὃ ἐζήτουν μαθεῖν· [a 6] δεῖ δὲ ἐπαναφέρειν καὶ τὰ τοιαῦτα πολλὰ παραδείγματα, ἃ καὶ οἱ κριταὶ γινώσκουσιν, ὡς ὁ δεῖνα βασανιζό μενος ψευδῆ εἴρηκε καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα, καὶ ὅτι πολλοὶ παχύδερμοι ὄντες καὶ τὴν ψυχὴν ἀνδρεῖοι καὶ λιθόδερμοι ἐγκαρτεροῦσι ταῖς βασά νοις καὶ οὐδὲν λέγουσιν, ἕτεροι δὲ τρυφεροὶ ὄντες καὶ δειλοὶ πρὸ τῶν βασάνων κατηγορήσουσιν ἤτοι κατηγορήσουσιν ἑαυτῶν ψευδῆ λέγοντες. [a 8] ἢ γὰρ δίδωσι καὶ ἐπάγει ὅρκον τῷ ἀντιδίκῳ καὶ λαμβάνει καὶ ὀμνύει οὗτος τὸν τέλειον ἢ οὐδέτερον ἤτοι οὔτε δίδωσι τὸν ὅρκον οὔτε λαμβάνει, ἢ τὸ μὲν τὸ δ’ οὔ, ἤτοι ἢ δίδωσι μὲν οὐ λαμβάνει δέ, ἢ τοὐναντίον. ἔτι οὐ δεκτέον τὸν ὅρκον, εἰ ὀμώμοται πολλάκις ὑπ’ ἐκείνου τοῦ ἀντιδικοῦντος· εἰ δὲ συντελεῖ σοι ὁ ὅρκος καὶ ὀμώμοσται παρὰ σοῦ πολλάκις, ῥητέον ὅτι καὶ ἀληθής ἐστιν, ἐπεὶ καὶ πολλάκις ὀμοσθεὶς [*](f. 29r) παρ’ ἐμοῦ ἐδέχθη τοῖς δικασταῖς. [a 11] οὐ δίδωσι μὲν οὖν καὶ ἐπάγει τὸν ὅρκον τῷ ἀντιδίκῳ, διότι ῥᾳδίως ἐπιορκοῦσιν οἱ ἄνθρωποι, καὶ ὅτι, εἰ μὲν ὀμόσει ὁ ἀντίδικος, οὐκ ἀποδώσει τὸ ζητούμενον χρέος, εἰ δὲ μὴ ὀμόσει, ἴσως ἂν καταδικασθῇ, καὶ διὰ τοῦτο οὐ δεῖ καταναγκάζειν αὐτὸν ὀμνύειν, καὶ ὅτι ὁ κίνδυνος ὁ παρὰ τῶν δικαστῶν ἐπαχθησόμενος τῷ ἀντιδίκῳ σου, εἰ καὶ καταδικασθεὶς οὐκ ἀποδώσει, κρείττων ἐστὶ τοῦ ἐπαχθη
σομένου αὐτῷ ἀπὸ τοῦ ὅρκου. [a 14] τοῖς μὲν γὰρ πιστεύειν ἤτοι [*](f. 29r) τοῖς δικασταῖς ὡς τιμωρήσουσι τὸν ἀντίδικον, τοῖς δὲ ἤτοι τοῖς ὅρκοις οὐ πιστεύειν· ἄδηλον γάρ, εἰ παρὰ τῶν ὅρκων τιμωρηθήσεται. οὐ λαμβάνω δὲ ὅρκον καὶ ζητῶ ὀμόσαι τὸν ἀντίδικον, διότι ὁ ὅρκος ἀποτελεσθῇ τῷ ἀν τιδίκῳ ἀντὶ τῶν χρημάτων ἤτοι ἵνα τὰ χρήματα κερδήσῃ, ἃ δανειακῶς αὐτῷ δέδωκα. [a 16] καὶ ὅτι ῥᾳδίως ὀμόσει τις, εἰ φαῦλος ἦν· κρεῖττον γὰρ ἡγεῖται φαῦλον εἶναι ἕνεκα τοῦ κερδῆσαι παρ’ ὃ μηδενὸς ἤτοι μηδεμιᾶς προκειμένης νομίμης ὠφελείας νομίζεσθαι φαῦλον καὶ διὰ τοῦτο ὀμόσας οὐ πτοεῖται τὸ φαῦλος ἀκοῦσαι· κερδαίνει γὰρ ἐντεῦθεν. [a 1] ὥστε οὐ δι’ ἀρετὴν ἂν εἴη ὀμόσας καὶ ὡς εὐσεβής, ἀλλ’ οὐκ ἐκφεύ ξεται τὸ μὴ ἤτοι τὸ μὴ ὀμόσαι διὰ τὴν ἐπιορκίαν. ἢ καὶ οὕτω κάλλιόν ἐστι νοηθῆναι, ὅτι οὐκ ἂν εἴη ὀμόσας δ’ ἀρετήν δι’ ἀρετὴν γὰρ εὐλαβεῖται τὸ μὴ ὀμόσαι, ἀλλ’ οὐ διὰ τὴν ἐπιορκίαν ἤτοι ἀλλ’οὐχὶ φοβούμενος, μὴ ὀμόσω ψευδῆ καὶ ὅτι ὁ ἀντίδικός μου ἀσεβής ἐστιν, ὑφ’ οὖ ὀμόσαι καταναγκάζομαι· καὶ διὰ τοῦτο ῥᾴδιόν ἐστιν αὐτῷ τὸ ὀμόσαι. τὸ γοῦν τὸν ἀσεβῆ προκαλεῖν τὸν εὐσεβῆ εἰς τὸ ὀμόσαι ὅμοιόν ἐστι καὶ εἴ τις ἰσχυρὸς προκαλεῖται τὸν ἀσθενῆ εἰς πάλην ἢ εἰς πληγήν. [a 21] εἰ δὲ λαμβάνει ὅρκον ἤτοι εἰ δὲ μέλλει αὐτὸς ὀμόσαι, λεγέτω, ὅτι ἐγὼ μὲν ὀμόσω, διότι πιστεύω ἐμαυτῷ, ἐκείνῳ δὲ οὐ πιστεύω τῷ ἀντιδίκῳ καὶ διὰ τοῦτο οὐ ζητῶ ὀμόσαι αὐτόν. [a 24] δεινὸν γάρ ἐστι τὸ μὴ ἐθέλειν ὀμνύειν ἐμέ, ὑπὲρ ὧν ἀναγκάζω τοὺς δικαστὰς ὀμόσαι καὶ οὕτω δικάζειν· πρῶτον γὰρ οἱ δικασταί, ὡς εἴπομεν, ὤμνυον, εἶτα ἐδίκαζον. [a 26] καὶ ὅτι εὐσεβές ἐστι τὸ θέλειν ἐπιτρέπειν τοῖς θεοῖς τὴν κρίσιν καὶ τὸ ἀληθὲς παρ’ ὃ τοῖς μάρτυσι καὶ τοῖς δικασταῖς. καὶ ὅτι οὐ δεῖ ἐμὲ κρι τῶν δέεσθαι ἄλλων ἑαυτῷ γὰρ τὴν κρίσιν δίδωμι ἐν τῷ ὀμνύειν. [a 28] καὶ ὅτι ἄτοπον μὴ ὀμνύειν, περὶ ὧν ἄλλους ἤτοι τοὺς δικαστὰς ἀξιῶ ὀμόσαι. [a 29] ἐπεὶ δὲ δῆλόν ἐστι, πῶς λεκτέον καθ’ ἕκαστον, ἤτοι ἁπλοῦν, οἷον τὸ διδόναι ὅρκον· [b 3] εἰ γεγενημένος ἐστὶν ὑπὸ σοῦ ἤτοι ὤμοσας αὐτὸν καὶ ἄλλοτε καὶ ἐναντίος ἐστὶν ᾧ μέλλεις ὀμόσαι ὅρκῳ (οὐ γὰρ ὡσαύτως καὶ τότε τοῦτον ὀμώμοκας), ῥητέον, ὅτι οὐκ ἔστιν ἐπιορκία· [b 4] τὸ γὰρ ἐπιορκεῖν ἐστι τὸ ἑκουσίως ἀδικεῖν ἐγὼ δὲ βίᾳ καὶ ἀκουσίως ἀπατηθεὶς αὐτὸν ὤμοσα· ἁλοὺς γὰρ παρὰ πολεμίων ἢ δικαστῶν ἠναγκάσθην ὀμόσαι αὐτόν· ἄλλως τε καὶ
ἐπιορκεῖν ἐστιν οὐχὶ τὸ προφορικῷ λόγῳ λέγειν τι καὶ ὀμνύειν, ἀλλὰ καὶ [*](f. 29r) τό, ὃ λέγω ἐν τῷ ὅρκῳ, δοξάζειν ἐν τῇ διανοίᾳ, ὅτι ἀληθῶς τοῦτο λέγω εἰ γὰρ λέγω μὲν στόματι, ἄλλα δὲ δοξάζω ἐν τῇ δινοίᾳ μου, οὐκ ἐπιορκία τοῦτό ἐστιν. εἰ δὲ ὁ ὅρκος ὠμόθη πολλάκις παρὰ τοῦ ἀντιδίκου σου καὶ ἐναντίως, ῥητέον, ὅτι πάλαι ἄλλως σοι ὠμόθη ὁ ὅρκος οὖτος [b 8] καὶ ἐπεὶ οὐκ ἐμμένεις οἶς ὤμοσας, λοιπὸν ἀναιρεῖς τὰ πάντα. ἐπεὶ καὶ οἱ δικασταὶ πρότερον ὀμόσαντες οὕτω χρῶνται τοῖς νόμοις καὶ δικάζουσιν, ἄτοπον, εἰ οἱ δικασταὶ ὀμόσαντες δικάσαι ὀρθῶς τῷ ὅρκῳ ἐμμένου σιν, ἡμεῖς δὲ οὐκ ἐμμενοῦμεν οἷς ὠμόσαμεν.