Epigrammata

Agathias Scholasticus

Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.

357
358
359

1.* (Anth. Gr. ex editione Fr. Iacobsii IV, 3.) Αγαθίου Σχολαστικοῦ Ἀσιανοῦ Μυριναίου συλλογὴ γέων ἐπιγραμμάτων ἐκτεθεῖσα έν Κωνσταντίνου πόλει πρὸς Θεόδωρον Δεκουρίωνα τὸν Κοσμᾶ εἴρηται δὲ τὰ προοίμια μετὰ τὰς συνεχεῖς ἀκροάσεις τὰς κατ’ ἐκεῖνο καιροῦ γενομένας.

Οἶμαι μὲν ὑμᾶς, ἄνδρες, ἐμπεπλησμένους ἐκ τῆς τοσαύτης τῶν λόγων πανδαισίας, ἔτι που τὰ σιτία προσκορως ἐρυγγάνειν· κὼ δὴ κάθησθε τῇ τρυφῇ σεσαγμένοι. λόγων γὰρ ἡμῖν πολυτελῶν καὶ ποικίλων πολλοὶ προθέντες παμμιγεῖς εὐωχίας, περιφρονεῖν πείθουσι τῶν εἰθισμένων. τί δὲ νῦν ποιήσομεν; τὰ προὐξειργασμένα οὕτως ἐάσω συντετῆχθαι κείμενα ἡ καὶ προθῶμαι τῆς ἀγορᾶς ἐν τῷ μέσῳ παλιγκαπήλοις εὐτελῶς ἀπεμπολῶν; καὶ τίς μετασχεῖν τῶν ἐμῶν ἀνέξεται; τίς δ’ ἂν πρίαιτο τοὺς λόγους τριωβόλου, εἰ μὴ φέροι πως ὦτα μὴ τετρημένα; ἀλλ’ ἐστιν ἐλπὶς εὐμενῶς τῶν δρωμένων ὑμᾶς μεταλαβεῖν, κοὐ κατεβλακευμένως. ἔθος γὰρ ὑμῖν τῇ προθυμίᾳ μόνῃ, τῇ τῶν καλούντων, ἐμμετρεῖν τὰ σιτία· καὶ πρός γε τοῦτο δεῖπνον ἠρανισμένον ἥκω προθήσων ἐκ νέων ἡδυσμάτων.

360
ἐπεὶ γὰρ οὐκ ἔνεστιν ἔξ ἐμοῦ μόνου ὑμᾶς μεταλαβεῖν, ἄνδρες, ἀξίας τροφῆς, πολλοὺς ἔπεισα συλλαβεῖν μοι τοῦ πόνον, καὶ συγκαταβαλεῖν καὶ συνεστιᾶν πλέον. καὶ δὴ παρέσχον ἀφθόνως οἱ πλούσιοι ἐξ ὧν τρυφῶσι, καὶ παραλαβὼν γνησίως ἐν τοῖς ἐκείνων πέμμασι φρυάττομαι. τοῦτο δέ τις αὐτῶι προσφόρως, δείκνυς ἐμὲ, ἴσως ἐρεῖ πρὸς ἄλλον, ἀρτίως ἐμοῦ μάζαν μεμαχότος μουσικήν τε καὶ νέαν, οὗτος παρέθηκε τὴν ὑπ’ ἐμοῦ μεμαγμένην. ταυτὶ μὲν οὖν ἐρεῖ τις, οἴδα, τῶν σοφῶν, τῶν ὀψοποιῶν, ὧν χάριν δοκῶ μόνος εἶναι τοσαύτης πανδαισίας. θαρρῶν γὰρ αὐτοῖς λιτὸν οἴκοθεν μέρος καὐτὸς παρέμιξα, τοῦ δοκεῖν μὴ παντελῶς ξένος τις εἶναι τῶν ὑπ’ ἐμοῦ συνηγμένων. ἀλλ’ ἐξ ἑκάστου σμικρὸν ἐξάγω μέρος, ὅσον ἀπογεῦσαι. τῶν δὲ λοιπῶν εἰ θέλοι τυχεῖν τις ἁπάντων, καὶ μετασχεῖν εἰς κόρον, ἴστω γε ταῦτα κατ’ ἀγορὰν ζητητέα.

Κόσμον δὲ προσθεὶς τοῖς ἐμοῖς πονήμασιν, ἐκ τοῦ βασιλέως τοὺς προλόγους ποιήσομαι· ἅπαντα γάρ μοι δεξιῶς προβήσεται. καί μοι μεγίστων πραγμάτων ὑμνουμένων εὑρεῖν γένοιτο καὶ λόγους ἐπηρμένους.

Μή τις ὑπαυχενίοιο λιπὼν ζωστῆρα λεπάδνου βάρβαρος ἐς βασιλῆα βιημάχον ὄμμα τανύσσῃ, μηδ’ ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρην ὄρθιον ἀθρήσειεν· ἐποκλάζουσα δὲ γαίῃ, καὶ λόφον αὐχήεντα καταγνάμπτουσα τενόντων, Αὐσονίοις ἄκλητος ὑποκλίνοιτο ταλάντοις. Ἑσπερίη θεράπαινα, σὺ δ’ ἐς κρηπῖδα Γαδείρων, καὶ παρὰ πορθμὸν Ἴβηρα, καὶ Ὠκεανίτιδα Θούλην, ἤπιον ἀμπνεύσειας, ἀμοιβαίων δὲ τυράννων κράατα μετρήσασα τεῇ κρυφθέντα κονίη, θαρσαλέαις παλάμῃσι φίλην ἀγκάζεο Ῥώμην. Καυκασίῳ δὲ τένοντι καὶ ἐν ῥηγμῖνι Κυταίῃ, ὁππόθι ταυρείοιο ποδὸς δουπήτορι χαλκῷ

361
σκληρὰ σιδηρείης ἐλακίζετο νῶτα κονίης, σύννομον Ἀδριάδεσσιν ἀναπλέξασα χορείην Φάσιάς εἱλίσσοιτο φίλῳ σκιρτήματι νύμφη, καὶ καμάτους μέλψειε πολυσκήπτρου βασιλῆος, μόχθον ἀποῤῥίψασα γιγαντείου τοκετοῖο. μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἄργος, ὅττι πόνους ἥρωος ἀγασσαμένη Παγασαίου οὐκέτι Κολχὶς ἄρουρα, γονῇ πλησθεῖσα Γιγάντων, εὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον βῶλον κεῖνα γὰρ ἢ μῦθός τις ἀνέπλασεν, ἢ διὰ τέχνης οὐχ ὁσίης τετέλεστο, πόθων ὅτε λύσσαν ἑλοῦσα παρθενικὴ δολόεσσα μάγον κίνησεν ἀνάγκην. ἀλλὰ δόλων ἔκτοσθε καὶ ὀρφναίου κυκεῶνος Βάκτριος ἡμετέροισι Γίγας δούπησε βελέμνοις. οὐκέτι μοι χῶρός τις ἀνέμβατος, ἀλλ’ ἐνὶ πόντῳ Ὑρκανίου κόλποιο, καὶ ἐς βυθὸν Αἰθιοπῆα Ἰταλικαῖς νήεσσιν ἐρέσσεται ἥμερον ὕδωρ. ἀλλ’ ἴθι νῦν ἀφύλακτος ὅλην ἤπειρον ὁδεύων, Αὐσόνιε, σκίρτησον, ὁδοίπορε, Μασσαγέτην δὲ ἀμφιθέων ἀγκῶνα, καὶ ἄξενα τέμπεα Σούσων Ἰνδῴης ἐπίβηθι κατοργάδος· ἐν δὲ κελεύθοις εἴποτε διψήσειας, ἀρύεο δοῦλον Ὕδασπιν· ναὶ μὴν κὼ κυανωπὸν, ὑπὲρ δύσιν ἄτρομος ἕρπων κύρβιας Ἀλκείδαο μετέρχεο θαρσαλέως δὲ ἴχνιον ἀμπαύσειας ἐπὶ Ψαμάθοισιν Ἰβήρων, ὁππόθι, καλλιρέεθρον ὑπὲρ βαλβῖδα θαλάσσης, δίζυγος ἠπείροιο συναντήσασα κεραίη ἐλπίδας ἀνθρώποισι βατῆς εὔνησε πορείης. ἐσχατιὴν δὲ Λιβυσσᾶν ἐπιστείβων Νασαμώνων ἔρχεο, καὶ παρὰ Σύρτιν, ὅπη νοτίῃσι θυέλλαις ἐς κλίσιν ἀντίπρῳρον ἀνακλασθεῖσα Βορῆος, καὶ ψαφαρὴν ἄμπωτιν ὕπερ ῥηγμῖνι ἁλίπλῳ ἀνδράσι δῖα θάλασσα πόρον χερσαῖον ἀνοίγει. οὐδὲ γὰρ ὀθνείης σε δεδέξεται ἤθεα γαίης, ἀλλὰ σοφοῦ κτεάνοισιν ὁμιλήσεις βασιλῆος, ἔνθα κεν ἀίξειας, ἐπεὶ κυκλώσατο κόσμον κοιρανίη· Τάναϊς δὲ μάτην ἤπειρον ὁρίζων ἐς Σκυθίην πλάζοιτο καὶ ἐς Μαιώτιδα λίμνην. τουνεκεν, ὁππότε πάπα φίλης πέπληθε γαλήνης,
362
ὁππότε καὶ ξείνοιο καὶ ἐνδαπίοιο κυδοιμοῦ ἐλπίδες ἐθραύσθησαν ὑφ’ ἡμετέρῳ βασιλῆι, [*](100) δεῦρο, μάκαρ Θεόδωρε, σοφὸν στήσαντες ἀγῶνα παίγνια κινήσωμεν ἀοιδοπόλοιο χορείης. σοι γὰρ ἐγὼ τὸν ἄεθλον ἐμόχθεον· εἰς σὲ δὲ μύθων ἐργασίην ἤσκησα, μιῇ δ’ ὑπὸ σύζυγι βίβλῳ ἐμπορίην ἤθροισα πολυξείνοιο μελίσσης, [*](105) καὶ τόσον ἐξ ἐλέγοιο πολυσπερὲς ἄνθος ἀγείρας, στέμμα σοι εὐμύθοιο καθήρμοσα Καλλιοπείης, ὡς φηγὸν Κρονίωνι, καὶ ὁλκάδας Ἐννοσιγαίῳ, ὡς Ἄρεϊ ζωστῆρα, καὶ Ἀπόλλωνι φαρέτρην, ὡς χέλυν Ἑρμάωνι, καὶ ἡμερίδας Διονύσῳ. [*](110) οἶδα γὰρ ὡς ἄλληκτον ἐμῆς ἱδρῶτι μεριμνᾷ εὖχος ἐπιστάξειεν ἐπωνυμίη Θεοδώρου.

πρῶτα δέ σοι λέξαιμι, παλαιγενέεσσιν ἐρίζων, ὄσσαπερ ἐγράψαντο νέης γενετῆρες ἀοιδῆς, ὡς προτέροις μακάρεσσιν ἀνειμένα· καί γὰρ ἐῴκει [*](115) γράμματος ἀρχαίοιο σοφὸν μίμημα φυλάξαι.

Ἀλλὰ πάλιν μετ᾿ ἐκεῖνα παλαίτερον εὖχος ὅσσαπερ ἥ γραφίδεσσι χαράξαμεν, ἢν τινι χώρῳ, εἴτε καὶ εὐποίητον ἐπὶ βρέτας, εἴτε καὶ ἄλλης τέχνης ἐργοπόνοιο πολυσπερέεσσιν ἀέθλοις.

[*](120)

Καὶ τριτάτην βαλβῖδα νεήνιδος ἔλλαχε βίβλου ὅσσα θέμις τύμβοισι· τάπερ θεὸς ἐν μὲν ἀοιδῇ ἐκτελέειν νεύσειεν, ἐν ἀτρεκίῃ δὲ διώκοι.

Ὄσσα δὲ καἰ βιότοιο πολυσπερέεσσι κελεύθοις γράψαμεν, ἀσταθέος δὲ τύχης σφαλεροῖσι ταλάντοις, [*](125) δέθκεό μοι βίβλοιο παρὰ κρηπῖδα τετάρτην.

Ναὶ τάχα καὶ πέμπτοιο χάρις θέλξειεν ἀέθλου, ὁππόθι κερτομέοντες ἐπεσβόλον ἦχον ἀοιδῆς γράψαμεν· ἑκταῖον δὲ μέλος κλέπτουσα Κυθήρῃ εἰς ὀάρους ἐλέγοιο παρατρέψειε πορείην, [*](130) καὶ γλυκεροὺς ἐς ἔρωτας· ἐν ἑβδομάτη δὲ μελίσσῃ, εὐφροσύνας Βάκχοιο, φιλακρήτους τε χορείας, καὶ μέθυ, καὶ κρητῆρα, καὶ ὄλβια δεῖπνα νοήσεις.

2.* (Ibid.)

Tοῦ αὐτοῦ Ἀγαθίου. Στῆλαι καὶ γραφίδες καὶ κύρβιες, εὐφροσύνης μὲν

αἴτια τοῖς ταῦτα κτησαμένοις μεγάλης·

363
ἀλλ᾿ ἐς ὅσον ζώουσι· τὰ γὰρ κενὰ κύδεα φωτῶν

ψυχαῖς οἰχομένων οὐ μάλα συμφέρεται· ἡ δ᾿ ἀρετὴ σοφίης τε χάρις καὶ κεῖθι συνέρπει,

κἀνθάδε μιμνάζει μνῆστιν ἐφελκομένη. οὕτως οὔτε Πλατῶν βρενθύεται, οὔτ’ ἄρ’ Ὅμηρος,

χρώμασιν ἢ στήλαις, ἀλλὰ μόνῃ σοφίη. ὄλβιοι ὧν μνήμη πινυτῶν ἐνὶ τεύχεσι βίβλων,

ἀλλ᾿ οὐκ ἐς κενεὰς εἰκόνας ἐνδιάει.

ΕΠΙΓΡ ΑΜΜΑΤΑ ΧΡΙΣΤΙΑΝΙΚΑ.

3.* (I, 34.)

Εἰς εἰκόνα τοῦ ἀρχαγγέλου ἐν Πλάτῃ. Ασκοπον ἀγγελίαρχον, ἀσώματον εἴδει· μορφῆς,

ἀ μέγα τολμήεις, κηρὸς ἀπεπλάσατο· ἔμπης οὐκ ἀχάριστον, ἐπεὶ βροτὸς εἰκόνα λεύσσων

θυμὸν ἀπιθύνει κρείσσονι φαντασίῃ· οὐκέτι δ᾿ ἀλλοπρόσαλλον ἔχει σέβας, ἀλλ᾿ ἐν ἑαυτῷ

τὸν τύπον ἐγγράψας ὡς παρεόντα τρέμει· ομματα δ᾿ ὀτρύνουσι βαθὺν νόον· οἶδε δὲ τέχνη

χρώμασι πορθμεῦσαι τὴν φρενὸς ἱκεσίην.

4.* (I, 35.)

Εἰς τὸν αὐτὸν ἐν τῷ Σωσθενίῷ. Καρικὸς Αἰμιλιανὸς, Ἰωάννης τε σὺν αὐτῶ,

Ῥουφῖνος Φαρίης, Ἀγαθίης Ἀσίης, τέτρατον, ἀγγελίαρχε, νόμων λυκάβαντα λαχόντες,

ἄνθεσιν εἰς σὲ, μάκαρ, τὴν σφετέρην γραφίδα, αἰτοῦντες τὸν ἔπειτα καλὸν χρόνον· ἀλλὰ φανείης

ἐλπίδας ἰθύνων ἐσσομένου βιότου.

5.* (I, 36.)

Εἰς εἰκόνα Θεοδώρου Ἰλλουστρίου καὶ δὶς ἀνθυπάτου, έν ᾗ γέγραπται παρὰ τοῦ ἀρχαγγέλου δεχόμενος τὰς ἀξίας ἐν Ἐφέσῳ.

Ἵλαθι μορφωθεὶς, ἀρχάγγελε· σὴ γὰρ

ἄσκοπος· ἀλλὰ βροτῶν δῶρα πέλουσι τάδε. ἐκ σέο γὰρ Θεόδωρος ἔχει ζωστῆρα μαγίστρου

καὶ δὶς ἀεθλεύει πρὸς θρόνον ἀνθυπάτων

364
τῆς δ’ εὐγνωμοσύνης μάρτυς γραφὶς· ὑμετέρην γὰρ χρώμασι μιμηλὴν ἀντετύπωσε χάριν.

ΕΠΙΓΡ ΑΜΜΑΤΑ ΕΡΩΤΙΚΑ.

6. (V, 216.)

Εἰ φιλέεις, μὴ πάμπαν ὑποκλασθέντα χαλάσσῃς θυμὸν ὀλισθηρῆς ἔμπλεον ἱκεσίης.

ἀλλά τι καὶ φρονέοις στεγανώτερον, ὅσσον ἐρύσσαι ὀφρύας, ὅσσον ἰδεῖν βλέμματι φειδομένῳ.

ἔργον γάρ τι γυναιξὶν ὑπερφιάλους ἀθερίζειν, καὶ κατακαγχάζειν τῶν ἄγαν οἰκτροτάτων.

κεῖνος δ’ έστιν ἄριστος ἐρωτικὸς ὃς τάδε μίξει, οἶκτον ἔχων ὀλίγῃ ξυνὸν ἀγηνορίῃ.

7. (V, 218.)

Τὸν σοβαρὸν Πολέμωνα, τὸν ἐν θυμέλῃσι Μενάνδρου κείραντα Γλυκερὰς τῆς ἀλόχου πλοκάμους,

ὁπλότερος πολέμων μιμήσατο, καὶ τὰ Ῥοδάνθης βόστρυχα παντόλμοις χερσὶν ἐληίσατο,

καὶ τραγικοῖς ἀχέεσσι τὸ κωμικὸν ἔργον ἀμείψας μάστιξεν ῥαδινῆς ἅψεα θηλυτέρης.

ζηλομανὲς τὸ κόλασμα· τί γὰρ τόσον ἤλιτε κούρη, εἰ με κατοικτείρειν ἤθελε τειρόμενον;

σχέτλιος, ἀμφοτέρους δὲ διέτμαγε, μέχρι καὶ αὐτοί βλέμματος ἐνστήσας αἴθοπα βασκανίην.

ἀλλ’ ἔμπης τελέθει μισούμενος· αὐτὰρ ἔγωγε δύσκολος, οὐχ ὁρόων τὴν περικειρομένην.

8. (V, 220.)

Εἰ καὶ νὺν πολιή σε κατεύνασε, καὶ τὸ θαλυκρὸν κεῖνο κατημβλύνθη κέντρον ἐρωμανίης,

ὤφελες, ὦ Κλεόβουλε, πόθους νεότητος ἐπιγνοὺς, νῦν καὶ ἐποικτείρειν ὁπλοτέρων ὀδύνας,

μηδ’ ἐπὶ τοῖς ξυνοῖς κοτέειν μέγα, μηδὲ κομάων τὴν ῥαδινὴν κούρην πάμπαν ἀπαγλαίσαι.

ἀντίπατρος τῇ παιδὶ πάρος μεμέλησο ταλαίνῃ, καὶ νῦν ἐξαπίνης ἀντίπαλος γέγονας.

365

9. (V, 222.)

Εἰς Ἀριάδνην

Εἴ ποτε μὲν κιθάρης ἐπαφήσατο πλῆκτρον ἐλοῦσα κούρη, Τερψιχόρης ἀντεμέλιζε μίτοις·

εἰ ποτε δὲ τραγικῷ ῥοιζήματι ῥήξατο φωνὴν, αὐτῆς Μελπομένης βόμβον ἀπεπλάσατο·

εἰ δὲ καὶ ἀγλαίης κρίσις ἵστατο, μᾶλλον ἂν αὐτὴ Κύπρις ἐνικήθη, κἂν ἐδίκαζε Πάρις.

σιγῇ ἐφ’ ἡμείων, ἵνα μὴ Διόνυσος ἀκούσας τῶν Ἀριαδνείων ζῆλον ἔχοι λεχέων.

10. (V, 237.)

πᾶσαν ἐγὼ τὴν νύκτα κινύρομαι· εὖτε δ’ ἐπέλθῃ ὄρθρος ἐλινῦσαι μικρὰ χαριζόμενος,

ἀμφιπεριτρύζουσι χελιδόνες, ἐς δέ με δάκρυ βάλλουσιν, γλυκερὸν κῶμα παρωσάμεναι.

ὄμματα δὲ σταλάοντα φυλάσσεται· ἡ δὲ Ῥοδάνθης αὖθις ἐμοῖς στέρνοις φροντὶς ἀναστρέφεται.

ὦ φθονερᾶι παύσασθε λαλητρίδες· οὐ γὰρ ἔγωγε τὴν Φιλομηλείην γλῶσσαν ἀπεθρισάμην.

ἀλλ’ Ἴτυλον κλαίοιτε κατ’ οὔρεα, καὶ γοάοιτε εἰς ἔποπος κραναὴν αὖλιν ἐφεζόμεναι,

βαιὸν ἶνα κνώσσοιμεν· ἴσως δέ τις ἤξει ὄνειρος, ὅς με Ῥοδανθείοις πήχεσιν ἀμφιβάλοι.

11. (V, 261.)

Εἰμὶ μὲν οὐ φιλόοινος· ὅταν δ’ ἐθέλῃς με μεθύσσαι, πρῶτα σὺ γευομένη πρόσφερε, καὶ δέχομαι.

εἰ γὰρ ἐπιψαύσεις τοῖς χείλεσιν, οὐκέτι νήφειν εὐμαρὲς, οὐδὲ φυγεῖν τὸν γλυκὺν οἰνοχόον·

πορθμεύει γὰρ ἔμοιγε κύλιξ παρὰ σοῦ τὸ φίλημα, καὶ μοι ἀπαγγέλλει τὴν χάριν ἣν ἔλαβεν.

12. (V, 263.)

Μήποτε λύχνε μύκητα φέροις, μηδ’ ὄμβρον ἐγείροις, μὴ τὸν ἐμὸν παύσῃς νυμφίον ἐρχόμενον.

αἰεὶ σὺ φθονέεις τῇ Κύπριδι, κὼ γὰρ ὅθ’ Ἥρω ἥρμοσε Λειάνδρῳ... θυμὲ, τὸ λοιπὸν ἔα.

Ἡφαίστου τελέθεις, καἰ πείθομαι, ὅττι χαλέπτων Κύπριδα, θωπεύεις δεσποτικὴν ὀδύνην.

366

13. (V, 267.)

ἁ Τί στενάχεις; βφιλέω. ατίνα; βπαρθένον· ἁ ἦ ῥά γε καλήν,. β καλὴν ἡμετέροις ὄμμασι φαινομένην.

ἁ ποῦ δέ μιν εἰσενόησας; βἐκεῖ ποτὶ δεῖπνον ἐπελθὼν ξυνῇ κεκλιμένην ἔδρακον ἐν στιβάδι.

ἁ ἐλπίζεις δὲ τυχεῖν; βναὶ ναὶ φίλος· ἀμφαδίην δὲ οὐ ζητῶ φιλίην, ἀλλ’ ὑποκλεπτομένην.

ἆτόν νόμιμον μᾶλλον φεύγεις γάμον· ἀτρεκὲς ἔγνων ὅττι γε τῶν κτεάνων πουλὺ τὸ λειπόμενον.

βἔγνως. αοὐ φιλέεις, ἐψεύσαο· πῶς δύναται γὰρ ψυχὴ ἐρωμανέειν ὀρθὰ λογιζομένη;

14.* (V, 269.)

Δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην, τῆς μὲν ἐφιμείρων, τῇ δὲ χαριζόμενος.

εἷλκε δέ μ’ ἡ φιλέουσα· πάλιν δ’ ἐγὼ, οἶά τέ τις φὼρ, χείλεϊ φειδομένῳ τὴν ἑτέρην ἐφίλουν,

ζῆλον ὑποκλέπτων τῆς γείτονος, ἧς τὸν ἔλεγχον καὶ τὰς λυσιπόθους ἔτρεμον ἀγγελίας.

ὀχθήσας δ’ ἄρ’ ἔειπον· ἐμοὶ τάχα καὶ τὸ ὡς τὸ φιλεῖν χαλεπὸν, δισσὰ κολαζομένῳ.

15. (V, 273.)

Ἡ πάρος ἀγλαίῃσι μετάρσιος, ἡ πλοκαμῖδας σειομένη πλεκτὰς, καὶ σοβαρευομένη,

ἥ μεγαλαυχήσασα καθ’ ἡμετέρης μελεδώνης, γήραι ῥικνώδης τὴν πρὶν ἀφῆκε χάριν.

μαζὸς ὑπεκλίνθη, πέσον ὀφρύες, ὄμμα τέτηκται, χείλεα βαμβαίνει φθέγματι γηραλέῳ.

τὴν πολιὴν καλέω Νέμεσιν Πόθου, ὅττι δικάζει ἔννομα, ταῖς σοβαραῖς θᾶσσον ἐπερχομένη.

16.* (V, 276.)

Σοι τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα, κομίζω, χρυσεοπηνήτῳ λαμπόμενον γραφίδι.

βάλλε δὲ σοῖς πλοκάμοισιν· ἐφεσσαμένη δ’ ὑπὲρ ὤμων στήθει παλλεύκῳ τήνδε δὸς ἀμπεχόνην.

ναὶ ναὶ στήθει· μᾶλλον, ὅπως ἐπιμάζιον εἴη ἀμφιπεριπλέγδην εἰς σὲ κεδαννύμενον.

367

καὶ τόδε μὶν φορέοις ἅτε παρθένος· ἀλλὰ καὶ εὐνὴν λεύσσοις, καὶ τεκέων εὔσταχυν ἀνθοσύνην,

ὄφρα σοι ἐκτελέσαιμι καὶ ἀργυφέην ἀναδέσμην, καὶ λιθοκολλήτων πλέγματα κεκρυφάλων.

17. (V, 278.)

Αὐτή μοι Κυθέρεια καὶ ἱμερόεντες Ἔρωτες τήξουσιν κενεὴν ἀχθόμενοι κραδίην,

ἄρσενας εἰ σπεύσω φιλέειν ποτέ. μήτε τυχήσω, μήτ’ ἐπολισθήσω μείζοσιν ἀμπλακίαις.

ἄρκια θηλυτέρων ἀλιτήματα, κεῖνα κομίσσω, καλλείψω δὲ νέους ἄφρονι Πιτταλάκῳ.

18.* (V, 280.)

Ἦ ῥά γε καὶ Φίλιννα, φέρεις πόθον, ἦ ῥα καὶ αὐτὴ κάμνεις, αὐαλέοις ὄμμασι τηκομένη;

ἢ σὺ μὲν ὕπνον ἔχεις γλυκερώτατον, ἡμετέρης δὲ φροντίδος οὔτε λόγος γίγνεται, οὔτ’ ἀριθμός;

εὑρήσεις τάχ’ ὅμοια, τεὴν δ’, ἀμέγαρτε, παρειὴν ἀθρήσω θαμινοῖς δάκρυσι τεγγομένην.

Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος· έν δέ τι καλὸν ἔλλαχεν, ἐχθαίρειν τὰς σοβαρευομένας.

19. (V, 282.)

Ἡ ῥαδινὴ Μελίτη ταναοῦ ἐπὶ γήραος οὐδῷ τὴν ἀπὸ τῆς ἥβης οὐκ ἀπέθηκε χάριν,

ἀλλ’ ἔτι μαρμαίρουσι παρηίδες, ὄμμα δὲ θέλγειν οὐ λάθε· τῶν δ’ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη.

μίμνει καὶ τὸ φρύαγμα τὸ παιδικόν· ἐνθάδε δ’ ἔγνων ὅττι φύσιν νικᾷν ὁ χρόνος οὐ δύναται.