Epigrammata

Agathias Scholasticus

Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.

55. (VII, 602.)

Εὐστάθιε, γλυκερὸν μὲν ἔχεις τύπον· ἀλλά σε κηρὸν δέρκομαι, οὐδ’ ἔτι σοι κεῖνο τὸ λαρὸν ἔπος

ἔζεται ἐν στομάτεσσι· τεὴ δ’ εὐάνθεμος ἥβη αἲ αἰ, μαψιδίη νῦν χθονός ἐστι κόνις.

πέμπτου καὶ δεκάτου γὰρ ἐπιψαύσας ἐνιαυτοῦ, τετράκις ἓξ μούνους ἔδρακες ἠελίους

οὐδὲ τεοῦ πάππου θρόνος ἤρκεσεν, οὐ γενετῆρος ὄλβος· πᾶς δὲ τεὴν εἰκόνα δερκόμενος

τὴν ἄδικον Μοῖραν καταμέμφεται, οὕνεκα τοίην, ἆμέγα νηλειὴς, ἔσβεσεν ἀγλαΐην.

56. (VII, 612.)

Φεῦ, φεῦ, τὴν δεκάτην Ἑλικωνίδα, τὴν λυραοιδὸν Ῥώμης καὶ Φαρίης, ἥδε κέκευθε κόνις.

ὤλετο φορμίχχων τερετίσματα, λῆξαν ἀοιδᾶι; ὥσπερ Ἰωάννη πάντα συνολλύμενα.

377

καὶ τάχα θωμὸν ἔθηκαν ἐπάξιον ἐννέα Μοῦσαι, τύμβον Ἰωάννης ἀνθ᾿ Ἑλικῶνος ἔχειν.

57.* (VII, 614.)

Ἑλλανὶς τριμάκαιρα, καἰ ἁ χαρίεσσα Λάμαξις ἤστην μὲν πάτρας φέγγεα Λεσβιάδος.

ὅκκα δ’ Ἀθηναίῃσι σὺν ὁλκάσιν ἐνθάδε τὰν Μιτυληναίαν γᾶν ἀλάπαξε Πάχης,

τᾶν κουρᾶν ἀδίκως ἠράσσατο, τὼς δὲ συνεύνως ἔκτανεν, ὡς τήνας τῇδε βιησόμενος.

τὼ δὲ κατ’ Αἰγαίοιο ῥόου πλατὺ λαῖτμα φερέσθην, καὶ ποτὶ τὰν κραναὰν Μοψοπίαν δραμέτην·

δάμῳ δ’ ἀγγελέτην ἀλιτήμονος ἔργα Πάχητος, μέσφα μιν εἰς ὀλοὴν κῆρα συνηλασάτην.

τοῖα μὲν, ὠ κούρα, πεπονήκατον· ἂψ δ’ ἐπὶ πάτραν ἤκετον, ἐν δ’ αὐτᾷ κεῖσθον ἀποφθιμένα·

εὖ δὲ πόνων ἀπόνασθον, ἐπεὶ ποτὶ σᾶμα συνεύνων εὕδετον, ἐς κλεινᾶς μνᾶμα σαοφροσύνας·

ὑμνεῦσιν δ’ εντι πάντες ὁμόφρονας ἡρωίνας, πάτρας καὶ ποσίων πήματα τισαμένας.

ΕΠΙΓΡΑΜΜΑΤΑ ΕΠΙΔΕΙΚΤΙΚΑ.

58. (IX, 152.)

Ἅδε ποθ’ ἁ κλεινὰ Πριάμου πόλις, ἃν ἀλαπάξαι Ἑλλάνων δεκέτης οὐκ ἐτάλασσεν ἄρης

ἀμφαδὸν, ἀλλ’ ἵπποιο κακὸν ξύλον. αἴθε δ’ Ἐπειὸς κάτθανε, πρὶν τεῦξαι δουρατέαν παγίδα.

οὐ γὰρ ἂν, Ἀτρειδᾶν ὀροφηφάγον ἁψαμένων πῦρ, οὕτω ἐφ’ ἁμετέροις λάεσιν ἠριπόμαν.

59. (IX, 153.)

Ὡ πόλι, πῆ σέο κεῖνα τὰ τείχεα; πῆ νηοί; πῆ δὲ βοῶν κράατα τεμνομένων;

πῆ Παφίης ἀλάβαστρα, καὶ ἡ πάγχρυσος ἐφεστρίς; πῆ δὲ Τριτογενοῦς δείκελον ἐνδαπίης;

πάντα μόθος, χρονίη τε χύσις, καὶ Μοῖρα κραταιὴ ἥρπασεν, ἀλλοίην ἀμφιβαλοῦσα τύχην·

καί σε τόσον νίκησε βαρὺς φθόνος. ἀλλ’ ἄρα μοῦνον οὔνομα σὸν κρύψαι καὶ κλέος οὐ δύναται.

378

60. (IX, 155.)

Εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε, μή με γελάσσῃς· οὐ γὰρ ἐμοὶ μούνῃ ταῦτα τέλεσσε τύχη.

εἰ δέ τις ἐξ Ασίης, μὴ πένθεε· Δαρδανικοῖς γὰρ σκήπτροις Αἰνεαδῶν πᾶσα νένευκε πόλις.

εἰ δὲ θεῶν τεμένη, καὶ τείχεα, καὶ ναετῆρας ζηλήμων δηίων ἐξεκένωσεν ἄρης,

εἰμὶ πάλιν βασίλεια· σὺ δ’, ὦ τέκος, ἄτρομε Ῥώμη, βάλλε γᾶν Ἑλλήνων σῆς ζυγόδεσμα δίκης.

61. (IX, 154.)

Ἱλήκοις, πολιοῦχε, σὲ μὶν χρυσαυγέι· νηῷ, ὡς θέμις, ἡ τλήμων Ἴλιος ἠγασάμην.

ἀλλὰ σύ με προλέλοιπας ἑλώριον· ἀντὶ δὲ μήλου πᾶσαν ἀπεδρέψω τείχεος ἀγλαίην.

ἄρκιον ἦν θνήσκειν τὸν βουκόλον· εἰ γὰρ ἄθεσμος ἔπλετο, τῆς πάτρης οὐκ ἀλίτημα τόδε.

62. ΙΧ, 204.)

Μή με τὸν Αἰάντειον ἀνοχμάσσειας, ὁδῖτα, πέτρον, ἀκοντιστὴν στήθεος Ἑκτορέου.

εἰμὶ μέλας τρηχύς τε· σὺ δ’ εἴρεο θεῖον Ὅμηρον, πῶς τὸν Πριαμίδην ἐξεκύλισα πέδῳ,

νῦν δὲ μόλις βαιόν με παροχλίζουσιν ἀρούρης ἄνθρωποι, γενεῆς αἴσχεα λευγαλέης·

ἀλλά μέ τις κρύψειεν ὑπὸ χθονός· αἰδέομαι γὰρ παίγνιον οὐτιδανοῖς ἀνδράσι γιγνόμενος.

63. (IX, 442.)

Γριπεύς τις μογέεσκεν ἐπ’ ἰχθύσι· τὸν δ’ ἐσιδοῦσα εὐκτέανος κούρη θυμὸν ἔκαμνε πόθῳ,

καί μιν θῆγε σύνευνον. ὁ δ’ ἐκ βιότοιο πενιχροῦ δέξατο παντοίης ὄγκον ἀγηνορίης.

ἡ δὲ Τύχη γελόωσα παρίστατο, καὶ ποτὶ Κύπριν, „οὐ τεὸς οὗτος ἀγὼν, ἀλλ’ ἐμός ἐστιν” ἔφη.