Historiae

Agathias Scholasticus

Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.

α'. Ἤδη δὲ του ἦρος ἐπιγινομένου, ἐνταῦθα κατὰ τὸ προστεταγμένον [*](Α. C. 553 Ι. Ι. 27) ξυνεκροτοῦντο αἱ συνάμεις, καὶ ἅπαντα ἤθροιστο [*](P. 35) τὰ στρατεύματα. Ναρσῆς δὲ ἐξασκεῖν τε ἐπιπλεόν αὐ-

[*](V. 26)[*](2. Suid. s. v. συγκροτεῖ : συνήθροιστο 3. τε R., γε vulg.)
64
[*](A. C. 553)

τοὺς ἐκέλευεν τὰ πολέμια, καὶ ἐπεῤῥώννυεν τὸν θυμὸν ταῖς καθημέραν μελέταις· τροχάζειν τε ἀναγκάζων καὶ ὑπὲρ τῶν ἵππων ἐν κόσμῳ ἀναπάλλεσθαι, ἔς τε πυῤῥίχην τινὰ ἐνόπλιον ὄρχησιν] περιδινεῖσθαι, καὶ θαμὰ τῇ σάλπιγγι καταβομβεῖσθαι τὸ ἐνυάλιον ἐπηχούσῃ, ὡς μὴ πάμπαν τῷ ἀνειμένως διαχειμάζειν ἐπιλελησμένοι τοῦ πολέμου, εἶτα ἐν αὐτῷ δὴ [*](C) τῷ ἀγῶνι μαλθακισθεῖεν. Ἐν τούτῳ δὲ οἱ βάρβαροι σχολαίτερον πορευόμενοι τὰ ἐν πόσιν ἅπαντα ἐδῄουν καὶ ἐλυμαίνοντο. ὑπερβάντες δὲ ὡς ἀνωτάτω Ῥώμην τε τὴν πόλιν ἅπασαν τὴν περιοικίδα, ᾔεσαν ἀνὰ τὰ πρόσω· ἐν δεξιᾷ μὲν ἔχοντες τὰ Τυρσηνικὰ πελάγη, ἐπὶ θάτερα δὲ αὐτοῖς παρετέταντο αἱ τοῦ Ἰονίου κόλπου ῥηγμῖνες. ἐπεὶ δὲ ἐς Σάμνιον, τὴν χώραν οὕτω καλουμένην, ἀφίκοντο, ἐνταῦθα διεκρίθησαν ἐφ’ [*](D) ἑκατέραν πορείαν. καὶ Βουτιλῖνος μὲν ἅμα τῷ πλείονι καὶ ἀλκιμωτάτῳ στρατῷ ἀνὰ τὰς Τυρσηνικὰς ἠιόνας ἐχώρει· καὶ Καμπανίας τε τὰ πλεῖστα ἐληίσατο, καὶ μὲν δὴ καὶ Λευκανίας ἐπέβη, καὶ εἶτα Βρεττίᾳ προσέβαλλεν, καὶ μέχρι τοῦ πορθμοῦ προῆλθεν, ὃς δὴ Σικελίαν τε τὴν νῆσον καὶ τὸ τέρμα τῆς Ἰταλίας ἀπικρίνει. Λεύθαρις δὲ τὰ λοιπὰ ἐπαγόμενος, Ἀπουλιάν ἔλαχε σίνεσθαι καὶ Καλαβρίαν. καὶ ἕως Ὑδροῦντος τῆς πόλεως ἵκετο, ἣ δὴ ἐπὶ τῷ αἰγιαλῷ

[*](1. ἐπεῤῥώνυεν R., ἐπεῤῥώννυε vulg. 2. Suid. s. v. πυῤῥίχαις: ἀνασκευάζων. πυρίχην R. 4. ὄρχησιν add. ex R., ita tamen ut verba τιν. ἐνόπλ. ὄρχ. pro glossemate includerem. θαμὰ R. Lugd. Suid., θαμεῖ edd. 5. ἠχούσῃ Lugd. mg. ἀνειμένῳ R., Lugd. ἀνειμένως corr. pro ἀνειμένῳ 6. ἐν αὐτῷ δὴ R., δὴ έν αὐτ. vulg. 7. μαλακισθεῖεν R. 12. αἱ τοῦ R., τοῦ vulg. 17. Vulc. coni. Βρεττίω (sic). 20. Ἀποληΐαν R., Ἀπουληΐαν vulg. 21. ὣς cdd. ἢ δὲ R.)
65

ἇι τῆς Ἀδριάδος θαλάττης, ὅθεν ὁ Ἰόνιος ἄρχεται κόλπος. [*](A. C. 553 I. I. 27) ὅσοι μὲν οὖν αὐτῶν Φράγγοι ἰθαγενεῖς ἐτύγχανον ὄντες, οὗτοι δὲ φειδοῖ πολλῇ ἀμφὶ τὰ ἱερὰ καὶ εὐλαβείᾳ ἐχρῶντο, ἅτε δὴ τὰ ὀρθὰ καὶ οἱ τοῦ κρείττονος πέρι νόμιμα προσιέμενοι, ᾗπέρ μοι ἤδη ἐρρήθη, καὶ παραπλήσια τοῖς Ῥωμαίοις ἱερουγργοῦντες.[*](B) τὸ δὲ Ἀλαμανικὸν ἅπαν, ἕτερα γὰρ ἐκείνοις ἐς τοῦτο δοκεῖ,) ἐδῄουν τοὺς νεὼς ἀφειδῶς, καὶ ἀπηγλάϊζον. πολλὰς μὲν γὰρ κάλπεις ἱερὰς, πολλὰ δὲ περιῤῥαντήρια πάγχρυσα, συχνὰ δὲ κύπελλα καὶ κανᾶ, καὶ ὅσα ταῖς μυστικαῖς ἁγιστείαις ἀνεῖται, ταῦτα δὲ ἀφαιρούμενοι, ἅπαντα οἰκεῖα κτήματα τοῖς δὲ οὐδὲ τάδε ἀπέχρη, ἀλλὰ τάς τε ὀροφὰς τῶν ἱερῶν ἀνακτόρων κατέβαλλον, καὶ τὰς κρηπῖδας ἀνεκίνουν· λύθρῳ τε τὰ τεμένη περιεῤῥεῖτο, καὶ τὰ λήϊα ἐμιαίνετο, πολλαχοῦ νεκρῶν ἀτάφων περιεῤῥιμμένων. ἀλλ’ οὐκ ἐς μακρὰν αὐτοὺς τὰ ἐνθένδε μετῆλθεν μηνίματα. οἱ μὲν γὰρ πολέμῳ, τὸ δέ τι αὐτῶν [*](V. 27) νόσῳ διεφθάρη, καὶ οὐδεὶς ὅστις ἀπώνατο τῆς προτέρας [*](C) ἐλπίδος· ἀδίκια γὰρ καὶ θεοῦ ἀθεραπευσία φευκτὰ μὲν ἀεὶ καὶ ἀσύμφορα, μάλιστα δὲ ἐν τῷ προσπολεμεῖν καὶ παρατάττεσθαι. πατρίδι μὲν γὰρ ἐπαρήγειν καὶ νόμοις πατρίοις, καὶ τοῖς ταῦτα λυμαινομένοις ἥκιστα ἐφιέναι, ἀλλὰ παντὶ σθένει ἀμύνεσθαι, ὤιόν τι ἂν εἴη καὶ μάλα γενναῖον. ὅσοι δὲ κέρδους ἕκατι καὶ δυσμενείας ἀλόγου, μηδὲν ἐπίκλημα ἔνδικον ἔχοντες, ἔπειτα φοιτῶσιν ἀνὰ τὴν ὀθνείαν, τοὺς μηδὲν ἠδικηκότας σι-

[*](4. καὶ οἳ R., vulg. καὶ ἃ. 9. κύπελα edd. 11. τάδε R., ταῦτα vulg.)
66
[*](A. C. 553 I. I. 27)

νόμενοι, οὗτοι δὲ ἀλαζόνες εἰσὶ καὶ ἀτάσθαλοι, οὔτε θέμιν εἰδότες, οὔτε μέλον αὐτοῖς εἰ τὸ θεῖον νεμεσᾷ τοῖς γιγνομένοις. [*](D) τοιγάρτοι ποιναὶ γε αὐτοὺς μπιασιν ἀκριβεῖς, καὶ σφίσιν ἐς ἀνηκέστους συμφορὰς τὰ πράγματα τελευτῶσιν, εἰ καὶ ἐπὶ βραχὺ εὐημερεῖν νομισθεῖεν. ὁποῖα κὼ τότε τοῖς ἀμφὶ Λεύθαρίν τε καὶ Βουτιλῖνον βαρβάροις ξυνέβη.

β΄. Ἐπειδὴ γὰρ ταῦτα ἔδρασαν, καὶ πολύ τι λαφύρων περιεβάλοντο χρῆμα, ἤδη τε τὸ ἔαρ παρῳχήκει, καὶ ἡ τοῦ θέρους ἤκμαζεν ὥρα, Λευθαριῴ μὲν, θατέρῳ τῶν ἡγεμόνων, βουλομένῳ ἦν οἴκαδε ἀπονοστῆσαι, καὶ τοῦ ὄλβου ἐμπιπλᾶσθαι. ἔστελλεν δὲ ὡς τὸν ἀδελφὸν ἀγγελιαφόρους, παρακελευόμενος καὶ τόνδε ὡς τάχιστα ἐπανιέναι, χαίρειν εἰπόντα [*](P. 37) τῷ πολέμῳ, καὶ τῇ ἀδήλῳ τύχῃ τῶν ἐσομένων. Βουτιλῖνος δὲ καὶ ὅτι ὀμωμόκει τοῖς Γότθοις, ἦ μὴν ξυνάρασθαι αὐτοῖ̣ς τὸν πρὸς 'Ρωμαίους ἀγῶνα, καὶ ὅτι αὐτὸν ἐκεῖνοι ἐθώπευον, βασιλέα σφῶν ἀναδείξειν ἐπιθρυλλοῦντες, ἐδόκει οἱ μενετέα ειναι, καὶ τὰ ξυγκείμενα διανυστέον. καὶ ὁ μὲν τούτων δὴ ἕνεκα ἔμενέ τε αὐτοῦ, καὶ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο. Λεύθαρις δὲ ἅμα

[*](2. νεμεσᾷν R. 7. ἐπειδὴ γὰρ R., ἐπεὶ γὰρ vulg. 8. ἤδη τό τε ἔαρ R., quod praeferrem, si post Λευθαρίῳ insereret οὖν. Intpr. vulgatam exprimit. 10. βουλευομένῳ R. 11. ἔστελλεν R. Lugd., ἔστειλε edd. δὲ ὡς R., δὲ καὶ ὡς vulg. 12. ἐπιiέναι R. 14. ὅτι ins. ex R. ὠμομόκει R. τοῖς Γότθοις R., τῷ Γότθῳ vulg. 16. ἐπιθρυλλοῦντες R., ἐπιθρυλλεῖ τ᾿ Lugtl., ὡς ἐπιθρυλλεῖτo vulg., Intpr. ac summ imperatorem fοre se praedicarent. 17. ἕνεκα R., ἕνεκεν vulg.)
67

τῇ ἀμφ’ αὐτὸν δυνάμει εὐθὺς ἀπεχώρει, καὶ ὡς ἂν ἀσφαλέστατα [*](A.C. 553 Ι. Ι. 27) τὴν λείαν διακομίσῃ ἠπείγετο, βεβουλευμένον αὐτῷ, ἐπειδὰν οἴκαδε ἵκηται, τότε δὴ εὐθὺς ὡς τὸν ἀδελφὸν στεῖλαι τὸ στράτευμα ξυλληψόμενον αὐτῷ τοῦ κινδύνου. ἀλλ’ οὔτε ἐκείνῳ ἐς τέλος ἀπέβη τὰ δοκηθέντα, τῷ τε ἀδελφῷ οὐ μάλα ἤρκεσεν ἐπαμῦναι. ἤδη γὰρ αἰτῶ ἀνὰ τὴν αὐτὴν πορείαν ἐπανερ χομένῳ, [*](Β) μέχρι μὲν Πικηνοῦ τῆς χώρας οὐδενότι ἀντίπαλον ξυνηνέχθη. ὡς δὲ ἐνταῦθα ὁδῷ ἰὼν ἐγεγόνει, αὐτὸς μὲν περὶ τὴν Φᾶνον ἐστρατοπεδεύετο τὴν πόλιν. ἔστελλε δὲ εὐθὺς, ὣσπερ εἰώθει, προφύλακας καὶ διοπτῆρας ἄνδρας ἐς τρισχιλίους, οὐ μόνον ἐπισκεψομένους τὰ πρόσω, ἀλλὰ γὰρ καὶ, εἴπου πολέμιοι φανεῖεν ἀμυνουμένους. Ἀρταβάνης δὲ καὶ Οὔλδαχ ὁ Οὖννος, ἐτύγχανον γὰρ ἅμα στρατεύματι Ῥωμαϊκῷ τε καὶ Οὐννικῷ εἰς τὴν πόλιν ξυνειλεγμένοι καὶ ἐφεδρεύοντες τῇ παρόδῳ, οὗτοι δὴ οὖν, ἐπειδὴ ἐκείνους τοὺς προπορευτὰς ἐθεάσαντο έν αὐτῷ δὴ τῷ αἰγιαλῷ τοῦ Ἰονικοῦ κόλπον καὶ τῇ κροκάλῃ ὑπεκβάντες τοῦ ἄστεος, ἐσβάλλουσιν ἀθρόον ἐς [*](C) αὐτοὺς, εὖ μάλα παρατεταγμένοι, καὶ πολλοὺς μὲν τοῖς ξίφεσι

[*](1. ἀμφὶ αὐτὸν R. εὐθὺς ἀπεχώρει — οἴκαδε ἵκηται. Plurimum h. l. ab ea recensione quam Lugd. exhibet, illa abit quam R. et Intpr. exprimunt Nam vulg. quidem haec habet: εὐθὺς ἀπεχώρει, βεβουλευμένον αὐτῷ, ἐπειδὰν ἀσφαλέστατα τὴν λείαν διακομίσῃ καὶ οἴκαδε ἵκηται : quae per se spectata, vix reprehenderes. R. autem, quum praestantioris recensionis vestigia conservet, longe corruptiora exhibet, cunctis ab ἀπεχώρει usque ad ἀσφαλέστατα vocabulis omissis, aliis transpositis: εὐθὺς τὴν λείαν διακομίσῃ ἠπείγετο ὡς ἂν καὶ οἴκαδε ἵκηται. Interpres denique, integerrimo codice usus, sine ullo erroris periculo ad verutatem ducit, dum sic vertit: Leuthares itaque cum ceteris circa se copiis praedam omnem quam primum secum deferre accelerabat, et domum contendere. 3. εὐθὺς add. ex R. ὡς R., ἐς vulg. 6. αὐτὴν ins. ex. R. et Intpr. eadem via. 7. Πικηνοῦ. Sic R. et Intpr., vulg. πυκνῆς. Vulc. coni. Πικένης s. Πευκεντίνης. 9. ἔστελλε R., ἔστειλε vulg. 12. ἀμυνουμένους Cl., ἀμυνομένους R. et vulg. Οὔλδαχ R. et Intpr., Οὐλδάχης vulg. 15. δὴ οὖν R. et Lugd., δὲ οὖν edd. 16. Ἰωνικοῦ R.)
68
[*](Ι. C. 553 Ι. Ι. 27)

παίοντες διεχρῶντο. ἔνιοι δὲ αὐτῶν ὑπὲρ τὸ κρημνῶδες καὶ ἀπεῤῥωγὸς τῆς ἠιόνος ἀναβά1τες, ἔπειτα κατὰ τοῦ πρανοῦς ὑποφερόμενοι, καὶ ἐς τὴν θάλατταν κατωκάρα ἐκπίπτοντες, ἀπωλἀπώλλυντο, ἐμφορούμενοι τοῦ ῥοθίου. ἐπῆρται γάρ πως ἐνταῦθα ἡ ἀκτὴ, καὶ ὥσπερ γεώλοφόν τι ἀποτελεῖ, οὐ πανταχόθεν βατόν τε καὶ ἐπίδρομον, οὐδὲ οἷον τοῖς ἐπ᾿ ἄκρου γιγνομένοις εὐκόλους παρέχειν τὰς ἀναβάσεις, ἀλλ᾿ ὀλισθηρὸν, ὡς τὰ πολλὰ, καὶ σηραγγῶδες καὶ ἐς τὸ βαθυνόμενον τῆς ῥηγμῖνος ἐπικεκλιμένον. [*](D) οὕτω δὴ οὖν τῶν πλείστων διαφθειρομένων, καθορῶντες οἱ ἄλλοι ἔφυγον οὐδενὶ κόσμῳ, βοῇ τε ξὺν πολλῇ καὶ οἰμωγῇ ἀνὰ τὸ στρατόπεδον εἰσπεσόντες, θορύβου καὶ ταραχῆς ἅπαντα ἔπλησαν, ὡς αὐτίκα μάλα τῶν 'Ρωμαίων ἐπελευσομένων. αὐτóς τε δὴ οὖν Λεύθαρις διανίστατο ἐς παράταξιν, καὶ ἅπαν τὸ στράτευμα ἐκινεῖτο· καὶ τοίνυν, ἀναλαβόντες τὰ ὅπλα, ἐς φάλαγγα καθίσταντο, βαθεῖάν τε καὶ ἐπιμέγα παρατεταμένην. ἐν τούτοις δὲ αὐτῶν καταστάντων, καὶ οὐδὲν ὁτιοῦν αὐτοῖς ἕτερον ἐν νῷ τίθεσθαι παρέχοντος τοῦ καιροῦ, οἱ πλεῖστοι τῶν αἰχμαλώτων ἀφύλακτοι ἀθρόον γεγενημένοι, ἀπεχρῶντο ἐν δέοντι τῇ τῶν πολεμίων ἀσχολίᾳ· αὐτοὶ τε γὰρ ὡς τάχιστα διεδιιδρασκον, καὶ τῶν λαφύρων ὁπόσα οἶόν τε ἦν ἐς τὰ ἐχόμενα [*](p. 38) φρούρια διεκόμισαν.

[*](V. 28)

γ΄. Ἐπεὶ δὲ Ἀρταβάνης τε καὶ Οὔλδαχ, ᾤοντο γὰρ oὐκ ἀξιό-́

[*](2. Suid. s. v. κατωκάρα: ἐκ τοῦ πρανοῦς ὑποφαινόμενοι, mox. ἐμπίτοντες. 3. θάλασσαν vulg. 6. ἐπίδρομον R., εὐεπίδρομον vulg. 7. ἀναβαισεις. Intpr. descensum, Lugd. mg. ἴσ. καταβάσεις̀. 10. ἔφευγον R. 12. αὐτίκα τῶν 'Ρωμαίων μάλα R. αὐτὸς δὴ R. 22. Οὐάλδαχ R. γὰρ ins. ex R.)
69

μαχοι εἶναι, ἥκιστα ἐπεξῆγον τὸ στράτευμα, τότε δὴ oἱ Φράγγοι [*](A. C. 553. I. I. 27) διελύετο μὲν αὐτοῖς ἡ παράταξις, κατὰ σφᾶς δὲ γινόμενοι καὶ γνωματεύοντες, διεγίνωσκον ὁπόσων ἐτύχανον ἀφῃρημένοι· πρίν γε δὴ οὖν καὶ ἕτερόν τι παθεῖν, ἐδόκει αὐτοῖς ἐν καλῷ ἔσεσθαι, εἴγε ὡς τάχιστα ἐκ Φάνου τῆς πόλεως ἀναστάντες, ἴοιεν ἀνὰ τὰ πρόσω. καὶ τοίνυν αὐτίκα ἐχώρουν, ἀφέντες δὲ ἐν δεξιᾶ τὸν Ἰόνιον κόλπον καὶ ἅπασαν τὴν παράκτιόν τε καὶ ψαμαθώδη πορείαν, ἀνὰ τοὺς πρόποδας τοῦ Ἀπινναιου ὄρους ἐπορεύθησαν. οὕτω τε ἰθὺ Αἰμιλείας καὶ Ἀλπισκοτιας ἐλθόντες, μόλις τὸν Πάδον ἐπεραιοῦντο. καταλαβόντες δὲ Βενετίαν τὴν χώραν, ἐς Κένπα τὴν πόλιν κατήκοον οὖσαν σφῶν ἐν τῷ τότε ηὐλίζοπο, αὐτοῦ τε τολοιπὸν ἐν τῷ ἀσφαλεῖ διαιτώμενοι [*](B) ἤσχαλλόν γε ὅμως καὶ ἐδυσφόρουν, καὶ πολύ τι ὑπῆρχε διαφανὲς τῆς γνώμης τὸ ἀνιώμενον. αἴτιον δὲ ἦν, ὅτι δὴ αὐτοῖς ἐλὰχωτα ἐκ τῆς λείας ἐλείπετο, καὶ ἐδόκει ἄκαρπα καὶ ἀνόνητα διαπεπονηκέναι ἀλλ᾿ οὐ μέχρι τοῦδε μόνον αὐτοῖς τὰ τῶν δυστυχημάτι ἐχώρει. ὀλίγῳ γὰρ ὕστερον καὶ νόσος τις λοιμώδης ἔφθειρε τὰ πλήθη ἐξαπιναίως ἐπεισπεσοῦσα. καὶ οἱ μὲν αὐτῶν μοχθηρὸν ἀποκαλοῦντες τὸν περικείμενόν σφίσιν ἀέρα αἴτ́ιον ἐκείνου τοῦ πάθους γεγενῆσθαι ἡγοῦντο. οἱ δὲ ὅτι πολέμους τε συχνοὺς καὶ ὁδοιπορίας μακρὰς διανύσαντες, ἀθρόον ἐς τὸ

[*](3. ὁπόσων R., ὁπόσα vulg. 8. Ἀπινναίου R., Ἀπιναίου vulg. 9.Ἄλπεις Κοττίας Lugd. mg. Verum Alpiscotia Agathiae singularis numerus est. 11. Κένετα R., Κενεστὰ vulg., Intpr. Cenedam. κατήκοον οὖσαν R., vulg. οὖσαν post τότε legitur. 13. ἤσχαλλόν τε R. 15.Intpr. tanta ex praeda; f. legebat: ἐκτοσαύτης. 19. περικείμενον R., Intpr. circumiectorum locorum, παρακείμενον vulg. 20. ἐκείνου R., ἐκεῖνον vulg.)
70
[*](Α. C. 553 Ι. Ι. 27)

ἁβροδίαιτον μπεβέβληντο, τὴν τῆς διαίτης παραλλαγὴν ᾐτιῶντο, τὴν δέ γε ὡς ἀληθῶς ἀρχήν τε καὶ ἀνάγκην τῆς συμφορᾶς οὐ [*](C) μάλα διενοοῦντο. ἥν δὲ ἄρα οἶμαι ἡ ἀδικία, καὶ τὸ περιϋβρίσθαι πρὸς αὐτῶν τά τε θεῖα ἀφειδῶς καὶ ἀνθρώπεια νόμιμα. αὐτὸς δὴ οὖν ὁ στρατηγὸς καὶ μάλα ἔνδηλος ἦν, ὦι δὴ αὐτὸν θεήλατοι μετῆλθον ποιναὶ. παραπλήξ τε γὰρ ἐγεγόνει, καὶ ἐλάτα περιφανῶς, καθάπερ οἱ ἔκφρονες καὶ μεμηνότες, κλόνος τε αὐτὸν ἐπεῖχε μύριος, καὶ οἰμωγὰς ἀφίει βαρείας καὶ νῦν μὲν πρηνὴς, νῦν δὲ καὶ ἐπὶ θάτερα ἐν τῷ ἐδάφει κατέπιπτεν· ἀφρῷ τε πολλῷ τὸ στόμα περιεῤῥεῖτο· καὶ τὼ ὀφθαλμὼ βλοσυρώ γε ἤστην καὶ παρατετραμμένω. ἐς τοῦτο δὲ ἄρα ὁ δείλαιος ἀφῖκτο μανίας, ὥστε ἀμέλει καὶ τῶν οἰκείων μελῶν ἀπογεύσασθαι. [*](D) ἐχόμενος γὰρ ὀδὰξ τῶν βραχιόνων καὶ διασπῶν τὰς σάρκας, κατεβίβρωσκέ γε αὐτὰς ὥσπερ θήριον διαλιχμώμενος τὸν ἰχῶρα. οὕτω δὲ ἑαυτοῦ ἐμπιπλάμενος, καὶ κατασμικρὸν ὑποφθινύθων, οἰκτρότατα ἀπεβίω. ἔθνησκον δὲ χύδην καὶ οἱ ἄλλοι, οὐδενότι καὶ ἀνιέντος τοῦ κακοῦ, ἕως ἅπαντες διεφθάρησαν. καὶ πυρετῷ μὲν οἱ πλεῖστοι πιεζόμενοι, νηφαλέοι γε ὅμως ἀπώλλυντο. ἐνίοις δὲ καὶ ἀποπληξία ἐνέσκηπτεν ἰσχυρὰ καὶ ἑτέροις καρηβαρία, καὶ παραφροσύνη ἐτέροις. ποικίλα μὲν γὰρ αὐτοῖς ἐΠεφέρετο πάθη, ἅπαντα δὲ εἰς ὄλεθρον ἀπεκρίνετο. Λευθα-

[*](2. τῆς συμφορᾶς acld. ex R. et Intpr. necessitatem calamitatis. 4. τά τε θεῖα ἀφειδῶς R., ἀφειδῶς τά τε θεία vulg. 9. καὶ post νῦν δὲ ins. ex R. 10. βλοσυρώ R. et corr. Lugd., βλοσσυρώ vulg. 14. διαλικμωμένος R. 15. ὑποφθινύθων R., ὑποφθιννύθων vulg. 18. πιεζόμενοι R, Lugcl. (Cl.), Intpr. degravata, Par. πεσόμενοι, Ed. pr. πιεσόμενοι. 20. καρηβαρεῖν R. αὐτῷ R. 21. ἐπεφέρετο R. Lugd. (Cl), ἐπεφέρητο edd.)
71

ρἰῳ μὲν οὖν καὶ τῷ οἱ ἑπομένῳ ὁμίλῳ, ἐς τόδε τύχης τὰ τῆς [*](A. C. 553 I. I. 27) ἐκστρατείας ἐτελεύτα.

δ΄. Ἐν ᾦ δὲ ταῦτα ἐν Βενετίᾳ ξυνέβαινε, Βουτιλῖνος [*](P. 39) ἅτερος στρατηγὸς, τὰ μέχρι τοῦ πορθμοῦ τῆς Σικελίας πολίσματά τε καὶ φρούρια σχεδόν τι ἃπαντα λυμηνάμενος, αὖθις ὡς τάχιστα ἰθὺ Καμπανίας τε καὶ Ῥώμης. ἠκηκόει τὸν Ναρσῆν καὶ τὰς βασιλέως δυνάμεις αὐτοῦ που ἠθροῖσθαι. καὶ ἠβούλετο μὴ μέλλειν ἔτι μηδὲ ἀλᾶσθαι, ἀλλὰ παντὶ τῷ στρατῷ παραταξάμενος, τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον ἀναῤῥίοψαι· ἐπεὶ κὼ μέρος τι οὐκ ἐλάχιστον καὶ τῆς ἀμφ’ αὐτὸν νόσῳ ἑαλώκει καὶ διεφθείρετο. ἤδη γὰρ τοῦ θέρους λήγοντος, καὶ τοῦ φθινοπώρου ἀρχομένου, αἱ μὲν ἄμπελοι τῷ καρπῷ ἐβρίθοντο, οἱ δὲ χήτει τῶν ἄλλων ἐπιτηδείων, ἅπαντα γὰρ τῷ Ναρσῆ ἐμφρονέστατα προδιήρπαστο,) οἱ δὲ τοὺς βότρυς [*](Β) ἀφαιρούμενοι, καὶ ταῖς χερσὶ διαθλίβοντες, ἐνεφοροῦντο τοῦ γλεύκους, αὐτοσχεδιάζοντες τὸν ἀνθοσμίαν. ἐνθένδε τε αὐτοῖς ἡ γαστὴρ ἐπιμέγα ἐφέρετο καὶ διέῤῥει, καὶ τὸ μέν τι ἔθνησκεν αὐτίκα, ἦσαν δὲ οἱ καὶ διεγίγνοντο. πρὶν γε δὴ οὖν καὶ ἅπασιν ἐκνικῆσαι τὸ πάθος, ἐδόκει οἱ εἶναι πολεμητέα ἐς ὅ, τι ἐκβαίη. καὶ τοίνυν ἀφικόμενος ἐς Καμπανίαν, στρατοπεδεύεται οὐ πόῤῥω Καπύης τῆς πόλεως, ἀμφὶ τὰς ὄχθας τοῦ Κασουλίνου ποταμοῦ. ὃς δὴ ῥέων ἐκ τοῦ ὄρους τοῦ Ἀπιν-

[*](V. 29)[*](4. ἕτερος. R. 11. διαλώκει R. 13. R. in mg. ἦν δὲ. 14. βότρυς R., βότρυας vulg. 16. αὐτῶν R. 21. Καπύῃ R., Καπούης vulg.)
72
[*](A. C. 553 I. I. 27)

ναίου, καὶ ἀνὰ τὰ ἐκείνῃ πέδια περιελιττόμενος, ἐς τὴν Τυρσηνικἠν φέρεται θάλατταν. ἐνταῦθα δὴ οὖν ἱδρύσας τὸν στρατὸν, χαράκωμά τε περιεβάλετο καρτερὸν, καὶ ἐπεποίθει [*](C) τῷ χώρῳ· ὁ γὰρ ποταμὸς αὐτῷ ἐν δεξιᾷ ὑποῤῥέων ἀντ᾿ ἐρύματος εἷναι ἐδόκει τοῦ μὴ τινα ἐπιέναι, καὶ τοὺς τῶν ἁμαζῶν τροχοὺς, ἃς δὴ ὡς πλείστας ἐπήγετο, στοιχηδὸν ἐς ἀλλήλους ἁρμόσας, ἐνέπηξε τὰ ὀπίσω τῷ ἐδάφει, ἄχρι καὶ ἐς τὰς πλήμνας περιχώσας, ὡς μόνα τὰ ἡμικἴκλια ὑπερανέχειν καὶ προβεβλῆσθαι. τούτοις δὴ οὖν καὶ ἑτέροις ξύλοις πολλοῖς ἅπαν τὸ στράτευμα ἐρυμνώσας, ἔξοδόν τινα οὐ μάλα εὐρεῖαν καταλέλοιπεν κενὴν τῶν περιφραγμάτων, ὡς ἐκ τῆσδε αὐτοῖς ἐξείη ῥᾳδίως ᾖ βούλοιντο κατὰ τῶν πολεμίων ἐφόδους τε καὶ [*](D)ἐπανόδους ποιεῖσθαι. ὅπως δὲ ἂν αὐτῷ μηδὲ τὰ τῆς γεφύρας τοῦ ποταμοῦ ἀφύλακτα εἴη, μηδέ γε ἐνθένδε πημαίνοιτο, προκαταλαμβάνει τε αὐτὴν, καὶ πύργον τινὰ ξύλινον ἐνταῦθαι τεκτηνάμενος, ἐφίστησιν ἐν αὐτῷ ἄνδρας ὁπόσους οἶόν τε ἦν μαχίμους τε καὶ ἄριστα ὡπλισμένους· ἐφ᾿ ᾦ ἐκ τοῦ ἀσφαλοῦς ἀμύνεσθαι, καὶ ἀπερύκειν τοὺς 'Ρωμαίους διαβησείοντας. οὕτω δὲ ἕκαστα διαθεὶς, ᾤετό οἱ τὰ παρόντα ἐν δέοντι παρεσκευάσθαι, ὡς καὶ ἐν αὐτῷ δή που κεισόμενον πολέμου κατάρχεσθαι, καὶ οὐ πρότερον μάχης ἐσομένης, πρὶν ἂν ἐκείνῳ εἴη βουλομένῳ. καὶ τὰ μὲν ἀμφὶ τῷ ἀδελφῷ ἐν Βενετίᾳ ξυμβαίνοντα [*](P. 40) οὔπω ἐπέπυστο, ἐθαύμαζεν δὲ ὅτι δὴ αὐτῷ κατὰ τὸ ξυγκείμ́ενον

[*](2. Τυρσηνὴν R. θάλασσαν R. 4. τῷ χωρίῳ R. ὁ γὰρ R., ὅ τε γὰρ vulg. διαῤῥέων R. 7. Pro τὰ ὀπ. R. τὰ ἐπισώτερα: aberravit, ut videtur, a τὰ ὀπισμτερα. 19. παρασκευᾶσθαι R. 21. εἴη R., ἔοι vulg. 23. ἐπέπυστο R., πέπυστο vulg.)
73

τὸ στράτευμα οὐκ ἐπεπόμφει· καἰ ὑπετόπαζεν, ὡς οὐκ ἂν ἐς [*](A.C. 553 I. I. 27) τοσοῦτον ἐμέλλησεν, εἰ μή τι αὐτοῖς ξυνηνέχθη δεινὸν ξουν· πλὴν ἀλλὰ καὶ ἐκείνων ἄνευ περιέσεσθαι τῶν πολεμίων ἡγεῖτο, ἅτε δὴ τῷ πλήθει καὶ ὣς ὑπερβάλλων. ἐς τρεῖς γὰρ αὐτῷ μάλιστα μυριάδας μαχίμων ἀνδρῶν ἡ λειπομένη στρατιὰ ξυνετάττετο· ἡ δὲ τῶν Ῥωμαίων δύναμις μόλις ἐν χιλιάσιν ἐτύγχανεν οὖσα.

ε'. Αὐτός τε δὴ οὖν ὧδέ πως ἄριστα εἶχε προθυμίας, καὶ ἅπαντι τῷ στρατῷ παρεκελεύετο γιγνώσκειν, ὡς ὁ παρὼν οἀγὼν οὐκ ὠτὶ σμικρῷ τινι χωρήσει, ἀλλ’ ἢ καθέξομεν,” ἔφη, [*](B) „τὴν Ἰταλίαν, οὖ δὴ καὶ ἕκατι ἀφικόμεθα, ἢ λελείψεται ἡμῖν ἅπασιν ἀκλεῶς ἐνθάδε τεθνάναι. οὐκοῦν τόδε ἡμᾶς, ὠ γενναῖοι, ἀντ’ ἐκείνου ἑλέσθαι προσήκει, ἐξὸν ἄνδρας ἀγαθοὺς ἐν τῷ πολέμῳ γιγνομένους, ἀπόνασθαι ὦν ἐφιέμεθα.’’ Βουτιλῖνος μὲν οὖν ταῦτά τε καὶ τὰ τοιάδε παραινῶν τοῖς πλήθεσιν οὐκ ἀνίει. οἱ δὲ ἐπερρώννυντο ταῖς ἐλπίσι, καὶ τὰ ὅπλα, ὡς πη ἑκάστῳ φίλον, παρεσκευάζοντο. ὡδὶ μὲν γὰρ πελέκεις ἐθήγοντο πολλοὶ, ὡδὶ δὲ τὰ ἐπιχώρια δόρατα, οἱ ἄγγωνες, ἑτέρωθι δὲ τῶν ἀσπίδων αἱ διερρωγυῖαι πρὸς τὸ ἐνεργὸν μετεποιοῦντο, καὶ ῥᾳδίως αὐτοῖς ἅπαντα παρεσκεύαστο. λιτὴ γὰρ [*](C) τοῦδε τοῦ ἔθνους ἡ ὅπλισις, καὶ οἵα οὐ τεχνιτῶν δεῖσθαι ποικίλων, ἢ μόνον ὑπ’ αὐτῶν οἶμαι τῶν χρωμένων διακοσμεῖσθαι,

[*](3. ἐκείνων R., ἐκείνου vulg. et Intpr. 11. δὴ καὶ ἕκ. R., δὴ ἔκ. vulg. ἐνθάδε τεθν. R., Intpr. hic moriemur, τὸ τεθν. vulg. 17. ξυνεσκευάζοντο R. 19. διεῤῥωγυῖαι R., ὃιεῤῥαγυῖαι vulg. καὶ μ.)
74
[*](A. C. 553 I. I. 27)

εἰ καί τι διαφθαρείη. θωράκων μὶν γὰρ καὶ κνημίδων ἀγνῶτες τυγχάνουσιν ὄντες, τὰς δὲ κεφαλὰς οἱ μὲν πλεῖστοι ἀσκεπεῖς ἔχουσιν, ὀλίγοι δὲ καὶ κράνη ἀναδούμενοι μάχονται· γυμνοὶ δὲ τὰ στέρνα εἰσὶ καὶ τὰ νῶτα μέχρι τῆς ὀσφύος, ἐνταῦθα δὲ ἀναξυρίδας, οἱ μὲν λινᾶς, οἱ δὲ καὶ σκυτίνας διαζωννύμενοι τοῖς σκέλεσι περιαμπίσχονται. ἵπποις δὲ ἥκιστα χρῶνται, πλὴν σφόδρα ὀλίγων, ἅτε δὴ αὐτοῖς τὸ πεζομαχεῖν σύντρφόν τε ὂν καὶ πάτριον καὶ ἄριστα μεμελετημένον. ξίφος δὲ τῷ μηρῷ, καὶ ἀσπὶς τῇ λαιᾷ πλευρᾷ παρῃώρηται. καὶ τοίνυν τόξα ἢ σφενδόνας ἢ ἄλλα ἄττα ἑκηβόλα ὅπλα οὐκ ἐπιφέρονται, ἀλλὰ πελέκεις γὰρ ἀμφιστόμους καὶ τοὺς ἄγγωνας, οἶς δὴ καὶ τὰ πλεῖστα κατεργάζονται· εἰσὶ δὲ οἱ ἄγγωνες δόρατα οὐ λίαν σμικρὰ, οὐμενοῦν ἀλλ᾿ οὐδὲ ἄγαν μεγάλα, ἀλλ᾿ ὅσον ἀκοντίζεσθαί τε, εἴπ́ου δεήσοι, καὶ ἐς τὰς ἀγχεμάχους παρατάξεις πρὸς τὰς ἐμβολὰς ἐφικνεῖσθαι. τούτων δὲ τὸ πλεῖστον μέρος σιδήρῳ πάντοθεν περιέχεται, ὡς ἐλάχιστόν τι διαφαίνεσθαι τοῦ ξύλου, καὶ μόλις ὅλον τὸν σαυρωτῆρα· ἄνω δὲ ἀμφὶ τὸ ἄκρον τῆς αἰχμῆς καμπύλαι [*](V. 30) τινὲς ἀκίδες ἐξέχουσιν ἑκατέρωθεν ἐξ αὐτῆς δήπου τῆς ἐπιδρατίδος, ὥσπερ ἄγκιστρα ὑπογναπτόμενα, καὶ ἐς τὰ κάτω [*](P. 41) νενεύκασι. καὶ οὖν ἀφίησι τυχὸν ἐν συμπλοκῇ τοῦτον δὴ τὸν ἄγγωνα Φράγγος ἀνήρ. καὶ εἰ μὲν σώματί που ἐγχρίψειεν, εἰσδύεται μὲν εἴσω, ὥσπερ εἰκὸς, ἡ αἰχμὴ, οὔτε δὲ αὐτὸν τὸν βληθέντα οὔτε ἄλλον τινὰ ἐρύσαι ῥᾳδίως ἔνεστι τὸ δόρυ. εἴρ-

[*](13. δεήσῃ R. 14. ἐφικνεῖσθαι R., ἀφικνεῖσθαι 19. ἄγγστρα vulg. ὑπογναπτόμενα R., Intpr. coarcuatae, ὑπογαμπτόμενα vulg., ὑπογναμπτόμενα Lugd. I. m. 23. οὔτε ἄλλον τινὰ add. R., Intpr. neque alius quisquam.)
75

γουσι γὰρ αἱ ἀκίδες ἔνδον ἐνεχόμεναι τῇ σαρκὶ, καὶ πικροτέρας [*](Α. C. 553 Ι. Ι. 27) ἐπάγουσαι τὰς ὀδύνας, ὥστε εἰ καὶ μὴ καιρίαν τὸν πολέμιον τρωθῆναι ξυνενεχθείη, ἀλλὰ ταύτῃ γε διαφθαρῆναι. εἰ δέ γε ἐς ἀσπίδα παγείη, ἀποκρέμαται μὲν αὐτίκα ἐξ αὐτῆς, καὶ ξυμπεριάγπαι, συρομένου ἐν τῷ ἐδάφει τοῦ ἀπολήγοντος· ὁ δὲ βληθεὶς οὔτε ἐξελκύσαι τοῦτο δὴ δύναται τὸ δόρυ διὰ τὴν εἴσδυσιν τῶν ἀχιδων, οὔτε ξίφει διατεμεῖν, τῷ μὴ ἐφικνεῖσθαι [*](B) τοῦ ξύλου, ἀλλὰ τὸν σίδηρον παρατετάσθαι. ἐπειδὰν δὲ τοῦτο ἐσίδοι ὁ Φράγγος, ὁ δὲ ἀθρόον ἐπιβὰς τῷ ποδὶ καὶ [*](10) ἐμπατήσας τὸν σαυρωτῆρα, καταβρίθει τὴν ἀσπίδα καὶ κατάγει, ὡς ὑποχαλάσαι τὴν τοῦ φέροντος χεῖρα, καὶ γυμνωθῆναι τὴν κεφαλὴν καὶ τὸ στέρνον. τότε δὴ οὖν αὐτὸν ἄφρακτον ἐκεῖνος ἑλὼν ῥᾳδίως ἀπόλλυσιν, ἢ τὸ μέτωπον πελέκει πατάξας, ἢ δόρατι ἑτέρῳ τὴν φάρυγγα διελάσας. τοιαύτη μὲν τοῖς Φράγγοις ἡ ὅπλωις, καὶ ἐν τοῖσδε τὰ ἐς τὸν πόλεμον παρεσκευάζοντο.

ς΄. Ναρσῆς δὲ ὁ τῶν 'Ρωμαίων στρατηγὸς ἐπειδὴ ταῦτα ἐγνωκει, αὐτίκα ὅγε ἅπαντι τῷ στρατῷ ἄρας ἐκ τῆς 'Ρώμης, [*](C) στρατοπεδεύεται οὐ πόῤῥω τῶν πολεμίων, ἀλλ᾿ ὅσον πατάγου τε ἀκούειν, καὶ διορᾷν τὸ χαράκωμα· οὕτω δὲ τῶν στρατευ- [*](20) μότων ἀλλήλοις ἀναφανέντων, πολλὴ μὲν ἑκατέρωθεν ὑπῆρχεν

[*](1. ἐνεχόμεναι τῇ σαρκὶ. Intpr. cervice latius haerens (?). 2. Intpr. legebat ἐπάγουσι: affert. 4. ἐς om R. 5. συρομένου R., συρομένη vulg. 6. οὔτε ἐξελκύσαι R. (Cl.), οὔτε ξυνελκύσαι vulg. 9. ἐνίδοι R. 12. αὐτὸν add. ex R., Iutpr. hostem. 16. ὁ add. ex R.)
76
[*](Α C. 553 Ι. Ι. 27)

παράταξίς, πολλαὶ δὲ φρουραὶ,̀ καὶ ἀγρυπνίαι, καὶ τῶν στρατηγῶν ἀνὰ τὰ πλήθη περινοστήσεις· ἐλπὶς δὶ καὶ δέος καὶ παλιμβολια, καὶ ὅσα τοῖς περὶ μεγάλων ἀγωνιουμένοις παράλογα ἐγγίγνεται πάθη, ἄλλοτε ἄλλοις ἐπεφοίτα· τὰ δὲ τῆς Ἰταλίας πολίσματα μετέωρά ἦν ἅπαντα καὶ δεδονημένα, ἐφ᾿ οὓς ἂν καὶ χωρήσοιεν ἀμφιγνοοῦντα. ἐν τούτῳ δὲ οἱ Φράγγοι τὰς ἐχομένας κώμας δῃοῦντες, τὰ ἐπιτήδεια σφίσιν ἀναφανδὸν διε- [*](D) κόμιζον. Ναρσῆς δὲ τοῦτο ἰδὼν, αἶσχος οἰκεῖον ἡγεῖτο καὶ ἐχαλέπαινεν, εἴγε ἐξείη τοῖς τῶν δυσμενῶν ἀχθοφόροις οὕτω δή τοι ἀνειμένους ἐγγύτατα διαπορεύεσθαι, ὥσπερ οὐδενπ́ι ἀντίπαλον θεωμένοις. ἐδόκει οὖν αὐτῷ οὐκ ἐπιτρεπτέα τολοιπὸν, ἀλλὰ παντὶ σθένει διακωλυτέον. Χαράγγης δέ τις ἀνὴρ Ἀρμένιος, ἐνηρίθμητο μὲν τοῖς 'Ρωμαϊκοῖς ταξιήχοις, ἀvδρειότατος δὲ ἦν ἐς τὰ μάλιστα καὶ φρενήρης, καὶ ἐν δέοντι φιλοκίνδυνος. τούτῳ δὴ οὖν τῷ Χαράγγῃ ( ἵδρυτο γὰρ ἀμφὶ τὸ τέρμα τοῦ στρατοπέδου πλησιαίτατα τῶν πολεμίων ἐσκηνωμένος,) παρακελεύεται ὁ Ναρσῆς ἐπιέναι τοῖς ἁμαξελάτmς, καὶ [*](P. 42) σίνεσθαι αὐτοὺς καθ’ ὅ, τι ἂν δύναιτο, ὡς ἂν μηκέτι χιλὸν διακμιζειν τολμῷεν. καὶ ὃς ἀθρόον ἐξιππασάμενος ἅμα ὀλίγοις τοῦ ἀμφ᾿ αὐτὸν τάγματος, τὰς μὲν ἄλλας ἁμάξας ἀφαιρεῖται, καὶ τοὺς ἄγοντας κτείνει· μίαν δέ τινα αὐτῶν χόρτῳ σεσαγμένην

[*](2. παλιμβολία R., παλιμβολίαι Lugd. i. m. et Suid. s. v., idque explicat: ἡ εὐμετάιβλητος γνώμη. Lugd. corr. παλιμβουλίαι, quod vulg. exhibet. 3. ἀγωνιζομένοις R. 5. ἐφ᾿ οἷς R. 9. οὕτω δή τοι R., οὕτω δή τι vulg. 12. Χαράγγης R. et Intpr. hic et mox. Vulg. Χαναράγγης, quod, puto, memoria ex Procopii Persicis suppeditabat scribenti, immemori ibi dignitatis nomen esse. 16. ἐσκηνωμέγος R., ἐσκηνημένος vulg. 19. ἐζιππόσας R.)
77

ἀγρίῳ τε καὶ γεγηρακότι, προσάγει τῷ πυὸγῳ, ὃν δὴ ἐπὶ τῆς [*](A. C. 553 I. I. 27) γεφύρας οἱ Φράγγοι ἐτύγχανον ἐξειργασμένοι, ᾗπέρ μοι εἴρηται πρότερον. καὶ οὖν ἐνταῦθα προσπελάσας τὴν ἅμαξαν, πῦρ ἐμβάλλει τῷ χόρτῳ, μεγίστης δὲ φλογὸς ἐξαπίνης ἀρθείσης, ῥᾳδίως ἅπασα ἡ τύρσις ἐνεπίμπρατο, ἅτε δὴ ξύλοις ἐσκευασμένη. οἱ δὲ ἄνδρες τῶν βαρβάρων ὁπόσοι ἐπὶ φρουρᾷ ἐτετάχατo, ἐπειδὴ ἀμύνεσθαι οὐκ ἠδύναντο, ἀλλ᾿ ἤδη που καὶ αὐτοὶ πυρπολεῖσθαι ἤμελλον, ἔγνωσαν μεθεῖναι τὸ χώριόν, καὶ [*](B) οἱ μὲν μόλις ἐνθένδε διεκπεσόντες ἐπὶ τὸ σφῶν στρατόπεδον καταφεύγουσιν· οἱ δὲ 'Ρωμαῖοι τῆς γεφύρας ἐγκρατεῖς ἐγεγένηντο. Τούτων δὲ οὕτω ξυνενεχθέντων, αὐτίκα οἱ Φράγγοι ταραχῆς, ὡς τὸ εἰκὸς, ἐνεπίμπλαντο, καὶ πρὸς τὰ ὅπλα ἐχώρουν. σφαδάζοπες τῷ θυμῷ καὶ λυττῶντες, κατέχειν τε ἐν ἑαυτοῖς τὰ φρονήματα οὐκ ἠδύναντο, ἀλλὰ τολμητίαι γε ἦσαν πέρα τοῦ μπριου καὶ θαρραλέοι, ὡς μηκέτι ἠρεμεῖν ἐθέλειν [*](V. 31) μηδὲ διαμέλλειν, ἀλλ᾿ αὐθημερὸν παρατάττεσθαι· καὶ ταῦτα προειρημένον αὐτοῖς ὑπὸ τῶν Ἀλαμανικῶν μάντεων, μὴ δεῖν ἐκειbνης τῆς ἡμέρας διαμάχεσθαι, ἢ γιγνώσκειν ὡς ἄρδην ἄπαντες ἀπολοῦνται. οἶμαι μὲν οὖν εἰ καὶ τῇ ὑστεραίᾳ ἢ καὶ καθ᾿ ἑτέραν ἡ ξυμβολὴ ἐγεγόνει, πάντως ἂν τοῦτο ἐκεῖνο ἐπεπόνθεσαν, [*](C) ὅπεὸ καὶ ἐν τῷ τότε ἀπέβη. οὐ γὰρ δή που ἡ τῆς ἡμέρας ἐναλλαγὴ ἀπέχρησεν ἂν αὐτοῖς ἐς τὸ μὴ οὐχὶ ποινὰς ἀπο-

[*](1. Suid. s. v. σεσαγμένην: παρεισάγει. 4. ἐξαπίνης R., ἐξαπιναίως vulg. 10. ἐγκρατεῖς add. ex R., Intpr. Romani e vestigio ponte potiuntur; addit igitur εὐθὺς. Vulc. coni. κύριοι. 12. ἐνεπίμπλαντο R., ἀνεπίμπλαντο vulg. 16. διαμέλλειν R., διαμέλειν vulg. 2ο. πάντες R. 22. μὴ οὐχὶ R., μ’ οὐ vulg.)
78
[*](A.C. 553 Ι. Ι. 27)

τίσαι ὧν ἐτύγχανον ἠσεβηκότες. πλὴν ἀλλ’ ξυμβὰν, εἴτε καὶ ἴσως τῶν Ἀλαμανικῶν ὅμως εἴτε οὐτῶ Ἀλαμανικῶν χρησμολόγων δὴ οὖν τρόπῳ τὰ ἐσόμενα ἐπιφρασαμένων, οὐ κενὸν τοῖς πολλοῖς οὐδὲ ἀτελεύτητον ἔδοξεν εἶναι τὸ μάντευμα. ὅπως δὲ τῶν ἐφεξῆς ἕκαστα ἐπράχθη, αὐτίκα ἐς τὸ ἀκριβὲς ὡς οἶόν τέ μοι λελέξεται.

ζ΄. Ὁ μὲν γὰρ τῶν Φρὰγγων λεὼς ὧδέ πως εἶχεν ὁρμῆς, καὶ ἤδη αὐτοῖς τὰ ὅπλα μετεκεχείριστο. ἐξώπλισε δὲ καὶ ὁ Ναρσῆς τοὺς Ῥωμαίους, καί ὑπεξῆγε τοῦ στρατοπέδου, ἐφ’ ᾧ ἐν μεταιχμίῳ γενέσθαι, οὑπερ ἔδει αὐτοὺς ἐς φάλαγγα κα- [*](D) ταστῆναι. ἐν ᾧ δὲ τὸ στράτευμα ἐκεκίνητο, κὼ ἤδη ὁ στρατηγὸς τῷ ἵππῳ ἐπεβεβήκει, ἀγγέλλεταί οἱ, ὡς Ἔρουλύς τις ἀνὴρ οὐ τῶν πολλῶν παρ’ αὐτοῖς καὶ διαλανθανόντων, ἀλλ’ εὐπατρίδης ἐν τοῖς μάλιστα καὶ ἀρίδηλος, ἵνα τῶν οἰκείων θεραπόντων ἀπεκτονὼς εἴη οἰκτρότατα ἐφ’ ὁτῳοῦν καὶ σφαλέντα. αὐτίκα δὴ οὖν ἐπισχὼν τῷ ῥυτῆρι τὸν ἵππον, παράγει ἐς μέσον τὸν ἀνδροφόνον, ὡς οὐχ ὅσιον ὂν ἐπὶ τὸν πόλεμον ἰέναι πρὶν ἀπολυμήνασθαι καὶ ἀφαγνίσαι τὸ μίασμα. ἐπεὶ δὲ αὐτῷ πυνθανομένῳ τὸ πραχθὲν ἀνωμολόγει ὁ βάρβαρος καὶ οὐκ ἀνῄνετο, τοὐναντίον μὲν οὖν καὶ ἐφετὸν εἶναι ἔφασκε τοῖς κεκτημένοις [*](P. 43) τοὺς σφετέρους δούλους ᾗ βούλονται μετιέναι, ὅτι τε καὶ οἱ ἕτεροι, εἰ μὴ σωφρονοῖεν, ἀλλὰ γὰρ καὶ οἵδε παραπλήσια πείσονται· ἐπειδὴ οὖν ὡσπερ οὐ μεταμέλον αὐτῷ τῖς παροι-

[*](8. αὐτοῖς R., αὐτῷ vulg. 12. ἐπιβεβήκει R. 19. ἐφετὸν emendavi: nam ἐφιέναι inter alia ab optimis scriptoribus pro permittere ponitur. Intpr. licere asserebat. ἐφιτὸν R., ἐφικτὸν vulg. 22. παραπλήσια R., παραπλήσιον vulg.)
79

νίας, θρασύς γε ἦν ἔτι καὶ ὑψαγόρας καὶ λίαν φρονοῦντι ἐῴκει, [*](A. C. 553 Ι. Ι. 27) παρακελεύεται ὁ Ναρσῆς τοῖς δορυφόροις ἀποκτεῖναι τὸν δρᾶ. καὶ ὁ μὲν ξίφει τὴν λαπάραν διατορηθεὶς ἐτεθνήκει. ὁ δὲ τῶν Ἐρούλων ὅμιλος, οἶα δὴ βάρβαροι, ἠνιῶντο καὶ καὶ ἀπόμαχοι ἔσεσθαι διενοοῦντο. ὁ δὲ Ναρσῆς οὕτω πως τὸ τῆς μιαιφονίας ἄγος ἀποδιοπομπησάμενος, καὶ τῶν Ἐρούλων ὀλίγα φροντίσας, ἐχώρει ἀνὰ τὴν παράταξιν, ἀνειπὼν ἐν κοινῷ χαἰ ἀναβοήσας, [*](B) ὡς ὃ γε βουλόμενος τῆς νίκης μεταλαχεῖν, ξυνεπέσθω. οὕτω δή τι ἄρα διαφανῶς ἐπεποίθει τῇ τοῦ κρείττονος ἐπικουρίᾳ, καὶ ὡς ἐπὶ προδιεγνωσμένοις ἐφοίτα. Σίνδουαλ δὲ, ὁ τῶν Ἐρούλων ἡγεμὼν, αἰσχρόν τι εἶναι ἡγεῖτο καὶ ἀγεννὲς, εἴ γε πολέμου τοσούτου ξυνεστηκότος, αὐτός τε καὶ ὁ ἀμφ’ αὐτὸν στρατὸς λειποταξίου ἁλοῖεν, δόξοιέν τε τῷ μὲν ἔργῳ δεδιέναι τοὺς πολεμίους, σκῆψιν δὲ τινα καὶ προκάλυμμα τῆς δειλίας τὴν περὶ τὸν τεθνεῶτα εὔνοιαν πεποιῆσθαι. οὔκουν ἠρεμεῖν ἀνασχόμενος ἐσήμαινε τῷ Ναρσῇ ἀναμένειν, ὡς καὶ αὐτῶν ὅσον οὔΠω παρεσομένων· ὁ δὲ, μενετέα μὲν οὐκ ἔφη, μελήσειν δὲ ὅμως αὐτῷ ὅπως ἂν ἐν δέοντι καὶ οἵδε τάξαιντο, εἰ καὶ ὀλίγῳ ὕστερον τύχοιεν [*](C) ἀφιγμένοι· οἱ μὲν οὖν Ἔρουλοι εὖ μάλα ἐξωπλισμένοι, ἐπορεύοντο βάδην ἐν κόσμῳ.

η'. Ναρσῆς δὲ ἐπεὶ ἐν τῷ χάρῳ ἐγεγόνει, οὗ δὴ συμπλέκεσθαι ἔμελλεν, αὐτίκα ἐς φάλαγγα καθίστη τὸν στρατὸν καὶ

[*](1. φρονῶντι R., Lugd. pro φονῶντι corr. in mg. φρονοῦντι. Vulc. praefert φονῶντι. 5. ἀπόμαχοι—οὕτω πως om. R. 7. ἀναβοήσας R., βοήσας vulg. 12. Suid. s. v. λειποταξίου: αὐτός γε καἰ. 13. δόξοι R. 18. τετάξαιντο R.)
80
[*](A. C. 553 Ι. Ι. 27)

διέταττεν. οἱ μὶν οὖν ἱππεῖς ἑκατέρωθεν ἐπὶ τῶν ἄκρων ἐτετά- χατο, δοράτια φέροντες καὶ | πέλτας, τόξα τε καὶ ξίφη παρῃωρημένα· ἦσαν δὲ 01 καἰ σαρίσσας ἐκράτουν. αὐτὸς δὲ ἐπὶ τοῦ δεξιοῦ κέρως εἱστήκει. Ζανδαλᾶς τε, ὁ τῶν ὀπαδῶν ἐπιστάτης, τοῦ τε θητικοῦ καἰ οἰκετικοῦ ὁπόσον οὐκ ἀπόλεμον ἦν, ἀλλὰ καὶ οἵδε παρῆσαν. ἐπὶ θάτερα δὲ οἱ ἀμφὶ Βαλεριανόν τε καὶ Ἀρταβάνην, προστεταγμένον αὐτοῖς [*](D) πρὸς βραχὺ ἀνὰ τὰ λάσια τῆς νάπης, καὶ ἐπειδὰν εἰσβάλλοιεν οἱ πολέμιοι, τότε δὴ ἀθρόον αὐτοῖς ἐκ τοῦ ἀφανοῦς ἐπιέναι, καὶ ἀμφιβόλους ποιεῖσθαι. ἅπασαν δὲ τὴν μεταξὺ χώραν ὁ πε- [*](V. 32) ζὸς εἶχεν. ἔμπροσθεν μὲν γὰρ ἔπι τοῦ μετώπου οἱ πρωτοστάται θώρακας ποδήρεις ἐνειμένοι καὶ κράνη καρτερώτατα τὸν συνασπισμὸν ἐπεποίηντο· ἔζης δὲ οἱ ἄλλοι ἐς βάθος ἀλλήλοις ἐνέκειντο, ἕως εἰς τοὺς οὐραγοὺς ὁ ξυλλοχισμὸς ἐτελεύτα· τὸ δὲ ψιλὸν ἅπαν καὶ ἑκηβόλον, ὄπισθεν περιέθει καὶ ἀνέμενεν τὸν καιρὸν, ἡνίκα δέοι ἀκροβολίζεσθαι. ἀπεκέκριτο δὲ τόπος τοῖς Ἐρούλοις, τῆς [*](P. 44) φάλαγγος τὸ μεσαίτατον, καὶ ἦν ἔτι κενὸς, οὐ γάρ πω ἐκεῖνοι παρῆσαν. ἐν τούτῳ δὲ ἄνδρες δύο τῶν Ἐρούλων, ἐτύγχανον γὰρ ἤδη ηὐτομοληκότες παρὰ τοὺς πολεμίους ὀλίγῳ ἔμπροσθεν, ὡς καὶ ἀγνοεῖν δή που τὰ ὕστερον τῷ Σίνδουαλ βε-

[*](1. ἐτετάχατο R., τετάχατο vulg. 6. Pro οἱ R. καἰ. 8. εἰσβάλλοιεν R., εἰσβάλοιεν vulg. 11. μὲν add. R. ἐπὶ μετ. R. Post πρωτοστάται addit Intpr. quibus ad bellum erat cum Romanis inita societas. 12. ἐνειμένοι Lugd. mg. (Cl), vulg. ἐνημμένοι, R. corr. in mg. ἐνήμενοι. 13. ἐνέκειντο R. Lugd., ἀνέκειντο edd. 14. οὐραγοὺς R., Intpr. ad postremos usaue, vulg. ἀγροὺς. ὁ ξυλλοχισμὸς add. R., Intpr. agmen claudebatur. 16. τόπος τ. Ἐρ. R., τοῖς Ἐρ. τ. vulg. 18. δύο R. Lugd., δύω edd. 20. ὅστεραR.)
81

βουλευμένα, ἔξωτρυνέτην ἅπαντας τοὺς βαρβάρους ὡς τάχιστα [*](A.C. 553 I. I. 27.) ἐπιφοιτᾷν τοῖς Ῥωμίοις· „εὑρήσετε γὰρ αὐτοὺς,” ἐφάτην, „ταραχῆς τε καὶ ἀκοσμίας ἀναπεπλησμένους, τοῦ μὲν ’Ερουλικοῦ στρατοῦ χαλεπαινόντων καὶ ξυγκινδυνεύειν ἀναινομένων, τοῦ δὲ ἄΛλου πλήθους τῇ ἐκείνων ἀποστάσει καταπεπληγμένου”. [*](B) τούτοις δὲ ὁ Βουτικῖνος ἀνεπέπειστο ῥᾳδίως, τῷ βούλεσθαι, οἶμαι, ἀληθῆ γε αὐτὰ καθεστάναι. αὐτίκα δὴ οὖν ἐπῆγε τὸν στρατὸν, καὶ ἅπαντες ξὺν προθυμίᾳ ἐχώρουν ἰθὺ τῶν Ῥωμαίων, οὐ μὴν ἠρεμαῖοι, οὐδὲ κατὰ κῶμον, τοῖς ἀγγέλμασιν ἀνεπτερωμένοι, θορύβῳ εἴχοντο καὶ προπετείᾳ, ὡς αὐτοβοεὶ ἅπαν τὸ ἀντιστατοῦν ἀναρπασόμενοι. ἦν δὲ αὐτοῖς ἡ ἰδέα τῆς παρατάξεως, οἱονεὶ ἔμβολον · δελτωτῷ γὰρ ἑῴκει, καὶ τὸ μὶν ἐμπρόσθιον, ὁπόσον ἐς ὀξὺ ἔληγεν, στεγανόν τε ἥν καὶ πεπυκνωμένον τῷ πάντοθεν ταῖς ἀσπίσι περιπεφράχθαι, φαίης τε ἂν αὐτοὺς συὸς κεφαλὴν τῇ συνθέσει ἀποτυπώσασθαι· τὰ δὲ σκέλη ἑκατέρωθεν κατὰ στίχους τε καὶ λόχους [*](C) ἐς βάθος ξυγκείμενα, καὶ ἐπιπλεῖστον ἐς τὸ ἐγκάρσιον παρατεταμένα, διΐστατο ἀλλήλων ἠρέμα καὶ ἀπεκέκριτο, καὶ προϊόντα ἐς μέγιστον εὖρος ἀπετελεύτα, ὡς καὶ· τὸ μεταξὺ χωρίον κενὸν καθεστάναι, καὶ τὰ νῶτα γυμνὰ τῶν ἀνδρῶν στοιχηδὸν διαφαίνεσθαι. ἀπεστραμμένοι γὰρ σφᾶς αὐτοὺς ἐτύγχανον, ὅπως ἂν τοῖς μὲν πολεμίοις ἀντιπρόσωποι εἶεν, καὶ ἐκ τοῦ

[*](10. ἀναπτερωμένοι R. Pro εἴχοντο Bon. Vulc. coni. εἵποντο. το. 11. ἀντιταττοῦν R. 12. Suid. s. v. ἔμβολον: οἶον εἰς. 18. Suid. διεκέκριτο 11. ἄν deest ap. Suidam. οὐκ pro ἐκ Sph. Par.)
82
[*](Α C. 553 I. I. 27)

ἀσφαλοῦς ἀγωνίζοιντο τὰς ἀσπίδας προβεβλημένοι, τὰ δὲ ὀπι- σθίδια τῷ ἀλλήλοις ἀντιτετάχθαι διαφυλάττοιντο.

θ΄. Ἀλλὰ γὰρ τῷ Ναρσῆ, τύχης τε αἰσίας κυρήσαντι, καὶ τὸ πρακτέον ἄριστα μηχανησαμένῳ, ἅπαντα ἐς δέον ἀπέβη. [*](D) ἐπειδὴ γὰρ οἱ βάρβαροι ξὺν βοῇ πολλῇ καὶ ἀλαλαγμῷ δρομαῖοι ἐπανελθόντες, συνέῤῥαξαν τοῖς Ῥωμαίοις, αὐτίκα τοὺς ἐπὶ τῷ ὀμφαλῷ πρωτοστάτας ἀμφὶ τὸ κένωμα ἐσπεσόντες· οὔπω γὰρ παρῆσαν οἱ Ἔρουλοι, ἡ τε ἀρχὴ, διατεμοῦσα τὸ βάθος τῶν λόχων, καὶ φόνον οὐ πολὺν ἐργασαμένη, ὑπὲρ τοὺς οὐραγοὺς ἐξηνέχθη. ἔνιοι δὲ αὐτῶν καὶ περαιτέρω ἐχώρουν ὡς τὸ στρατόπεδον τῶν Ῥωμαίων αἱρήσοντες. δὴ ὁ Ναρσῆς ἐπικάμψας ἠρέμα καὶ ὑπομηκύνας τὰ κέρα, καὶ ἐπικάμπιον ἐμπροσθίαν ὡς ἂν οἱ τακτικοὶ ὀνομάσαιεν) τὴν φάλαγγα καταστήσας, παρακελεύεται τοῖς ἱπποτοξόταις ἐφιέναι τὰ βέλη ἑκατέρωθεν ἐναλλάγδην ἐς τὰ μετάφρενα τῶν πολεμίων. οἱ δὲ κατὰ ταῦτα ῥᾳδίως ἐποίουν. ἅτε γὰρ πεζοὺς [*](P. 45) ὄντας τοὺς βαρβάρους ἐν τῶν ἵππων ὑπερανέχοντες, εὐκολώτατα ἠδύναντο βάλλειν τὸ ἀφεστηκὸς καὶ ἡπλωμένον καὶ ἐλεύθερον τοῦ ἐπιπροσθοῦντος. καὶ ἦν οὐ χαλεπὸν, οἶμαι, τοῖς ἐπὶ τῶν ἄκρων ἱππόταις τὸ μὲν κατὰ σφᾶς μέρος τῶν δυσμενῶν καὶ πλησιαίτατον ὑπερβαίνειν τοῖς βέλεσι, τοὺς δὲ ἀντικρὺ φαινομένους τιτρώσκειν. διεπερονῶντο τοιγαροῦν πάντοθεν τὰ

[*](1. ὀπίσθια διὰ τὸ Suid. 5. πολλῇ add. ex R. et Intpr. cum clamore ingenti. 6. αὐτίκα δὲ R. 11. αἱρήσαντες R. 12. τὰ κέρα R., τὰ κέρατα vulg.)
83

νῶτα οἱ Φράγγοι, τῶν μὶν ἐπί τοῦ δεξιοῦ κέρως τεταγμένων [*](A.C.553 I. I. 27) Ῥωμαίων τοὺς ἐκεῖθεν λυμαινομένων, τῶν δὲ ἔπι θάτερα τοὺς ἑτέρους. οὕτω τε οἱ ἄτρακτοι παραλλὰξ ἐς τἀναντία φερόμενοι, καὶ ἅπαν τὸ παρεμπίπτον διαφθείροντες ἐλάνθανον, οὔτε φυλάξασθαι τῶν βαρβάρων οἴων τε γιγνομένων, οὔτε ὅθεν βάλλονται σαφῶς ἐπισκοπούντων. ἀντιμέτωποι γὰρ τοῖς Ῥωμαίοις ἑστῶτες, καὶ ἐς μόνον τὸ καθ’ αὑτοὺς ὡς ἕκαστοι ἀποβλέποντες, καὶ πρὸς μὲν τοὺς ἔμπροσθεν ὁπλίτας ἐκ χειρὸς διαμαχόμενοι, τοὺς ἱπποτοξότας ὡς δὴ ὄπισθε τεταγμένους [*](V. 33) οὐ μάλα ὁρῶντες, τά τε στέρνα οὐ βαλλόμενοι, ἀλλὰ τὰ νῶτα, οὐκ εἶχον διαγιγνώσκειν οὑπερ ἐτύγχανον ὄντες κακοῦ. τοῖς δὲ πλείστοις οὐδὲ τοῦ διαπορεῖν καὶ ἀμφιγνοῆσαι τὰ ποιούμενα χώρα ἐγίγνετο, ἅμα τῇ πληγῇ τῆς τελευτῆς ἐπιφοιτώσης. πιπτόντων γὰρ ἀεὶ τῶν ἐκτὸς, εὐθὺς οἱ ἔνδοθεν ἀνεφαίνοντο, καὶ τούτου θαμὰ γιγνομένου, διέρρει αὐτοῖς τὰ πλήθη ὡς τάχιστα καὶ ἠφανίζετο, καὶ ἐς ὀλιγότητα ὑπεχώρει. ἐν τούτῷ [*](C) δὲ Σίνδουάλ τε καὶ οἱ Ἔρουλοι πελάσαντες τῇ μάχη, ὑπαντιάζουσι τῶν πολεμίων τοῖς διαπεραιωθεῖσι τὴν παράταξιν καἰ προαλαμένοις. αὐτίκα δὴ οὖν αὐτοῖς ἐς χεῖρας ἐλθόντες ἔργου εἴχοντο· οἱ δὲ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες, καὶ μᾶλλον ἐνέδραν εἶναι τὸ χρῆμα ὑποτοπήσαντες, εὐθὺς ἐς φυγὴν ἐτράποντο, καταιτιώμενοι τοὺς αὐτομολήσαντας, ὡς δὴ ὑπ’ ἐκεί-

[*](6. ἀντιμέτωπα R. 9. ὄπισθεν vulg. 11. διαγινώσκ. vulg. 12. τοῦ Lugd., τὸ R., τῶν Par. ἀμφαγνοῆσαι R. 19. προαλαμένοις Lugd., προαλλαμένοις R., προαλωμένοις edd.)
84
[*](A.C. 553 I. I. 27)

νῶν ἐξηπατημένοι. οἱ δὲ ἀμφὶ Σίνδουαλ οὐκ ἀνίεσαν, ἀλλ’ ἐνέκειντο, ἕως τοὺς μὲν κατεστόρεσαν, οἱ δὲ ἐς τὰς τοῦ ποταμοῦ ἐξέπεσον δίνας. οὕτω τε τῶν Ἐρούλων τῷ σφετέρῳ [*](D) ἐγκαταστάντων, τό τε κένωμα ἐπληροῦτο, καὶ ἡ φάλαγξ συνἐκέκλειστο, καὶ τολοιπὸν οἱ Φράγγοι, καθάπερ εἰς ἄρκυσ ξυνειλημμένοι, ἐκτείνοντο πάντοθεν. ἥ τε γὰρ τάξις αὐτοῖς τελεώτατα διελέλυτο, καὶ χύδην ἐπὶ σφᾶς ὑπελίττοντο, οὐκ ἔχοντες ὅ, τι καὶ γένοιντο. οἱ δὲ Ῥωμαῖοι οὔ μόνον τοῖς τόξοις αὐτοὺς διεχρῶντο, ἀλλὰ τό τε ὁπλιτικὸν καὶ οἱ ψιλοὶ ἐπῄεσαν, δοράτιά τε ἀκοντίζοντες καὶ τοῖς κόποις διωθούμενοι, καὶ ταῖς μαχαίραις κατατέμνοντες, οἵ τε ἱππεῖς ὑπερκερώσεις ποιούμενοι ὑπεδέχοντο αὐτοὺς εἴσω καὶ ἀπελάμβανον. εἰ δέ τι αὐτῶν [*](P. 46) καὶ διέφυγε τὰ ξίφη, οἱ δὲ τῇ διώξει ἐκβιαζόμενοι ἐς τὸν ποταμὸν κατεφέροντο, καὶ ὑποβρύχιοι γιγνόμενοι ἔθνησκον· οἰμωγή τε ἠκούετο ἁπανταχοῦ τῶν βαρβάρων οἰκτρότατα διολλυμένων· αὐτός τε δὴ οὖν Βουτιλῖνος ὁ στρατηγὸς καὶ ὅλον τὸ στράτευμα πανωλεθρίᾳ ἠφάνιστο, ἐν τοῖς καὶ οἱ τῶν Ἐρούλων τῆσδε τῆς ξυμπλοκῆς μεταβάντες, καὶ οὐδεὶς ὅστις τῶν Γερμανῶν ἐς τὰ πάτρια ἐνόστησεν ἤθη, ὅτι μὴ πέντε ἄνδρες ὁτῳδηοῦν τρόπῳ διαδεδρακότες. πῶς δὲ οὐκ ἂν εἴη ἀρίδηλον, ὡς ποινὰς ὑπέσχον τῶν ἀδικημάτων, καὶ ὑπερτέρα τις αὐτοὺς μετῆλθεν ἀνάγκη; ὁ μὲν γὰρ μύριος ἐκεῖνος ὅμιλος τῶν Φράγγων τε καὶ Ἀλαμανῶν, καὶ τῶν ὅσοι δὴ αὐτοῖς τυχὸν ἕτεροι τὸν πόλε-

[*](1. ἀνίεσαν — ἐνέκειντο R. (Cl.), Intpr. intermittendo — institit., ἀνήεσαν — ἔκειντο vulg., Lugd. mg. ἴσ. ἐνέκειντο. 14. κᾶέ ὑποβρύχιοι — ἠκούετο add. ex R. et Intpr. et gurgitibus hausti interibant. unde et barbarorum continens eiulatus—audiebatur. 18. συμπλ. R. 20. ἔτη om. R.)
85

μοι ξυνδιήνεγκαν, ἄρδην ἀνήρπαστο, μόνοι δὲ ὀγδοήκοντα τῶν [*](A. C. 553 Ι. Ι. 27) Ῥωμαίων ἄνδρες ἀπέθανον, οἱ δὴ ἐτύγχανον ὑποδεξάμενοι τῇ πρώτῳ ἐμβολὴν τῶν πολεμίων. ἠρίστευσαν δὲ ἐν τῷδε [*](Β) τῷ ἔργῳ τῶν μὲν Ῥωμαϊκῶν ταγμάτων σχεδόν τι βαρβάρων δὲ τῶν ·ξυστρατευομένων Ἀλίγερνος ὁ Γότθος γὰρ καὶ ὃς ἐν τῇ μάχῃ), Σίνδουάλ τε ὁ τῶν Ἐρούλων καὶ οὐδέν τι ἔλαττον ἔσχε τῶν ἄλλων. ἅπαντες δὲ τὸν Ναρσῆν ἐν ἐπαίνῳ ἐποιοῦντο καὶ ἀπεθαύμαζον, ὡς τῇ ἐκείνου προμηθείᾳ ἐπὶ μέγα δόξης χωρήσαντες.

ι'. Νίκη γὰρ οὕτω λαμπρὰ καὶ διαφανὴς καὶ ἐς τόδε ἧ περβολῆς προελθοῦσα οὐ ῥᾳδίως, οἶμαι, ἀνὰ τὸν ἔμπροσθεν χρόνον ἑτέρῳ τῷ ξυνηνέχθη. εἰ δέ που ἄρα καὶ ἕτεροι πρότερον παραπλήσια τοῖς Φράγγοις πεπόνθασιν, ἀλλ’ εὕροις γε ἂν [*](C) καὶ ἐκείνους ἀδικίας ἕκατι διαφθαρέντας. Δάτις μὲν γὰρ πὰλαι ὁ Δαρείου σατράπης ἅμα στρατεύματι Περσικῷ, Μαραθωνάδε ἀφιγμένος καταστρέψασθαι τὴν Ἀττικὴν ᾤετο χρῆναι, καὶ μὲν δὴ καὶ ἅπασαν τὴν Ἑλλάδα. αἴτια δὲ ἦν τῆς ἐφόδου ὅσιον μὲν οὐδὲν οὐδὲ δίκαιον· ὅτι δὲ βασιλέα Δαρεῖον, ὡς ἔοικε, τὸ τῆς Ἀσίας μέγεθος οὐκ ἐχώρει, ἀλλὰ δεινὰ ἐποιεῖτο εἰ μὴ χειρώσοιτο καὶ τὴν Εὐρώπην. ταῦτά τοι καὶ ἡσσῶντο ἀνακράτος ὑπὸ Μιλτιάδου οἱ Μῆδοι. τοσοῦτοι γὰρ αὐτῶν ἐν τῷδε

[*](3. δ’ ἐν R. 13. τοῖς Φράγγοις add. ex R. et Intpr. non absimilem — cladem — quam et Franci. 14. καὶ om. R. 15. vulg. et R. Μαραθῶνα δὲ. 18. οὐδὲν inserui ex R., vulg. et Intpr. om. 20. Intpr. unde per Miltiadem devicti cum Date ipso et principe et debellati sunt Medi.)
86
[*](A.C. 553 Ι. Ι. 27)

τῷ ἔργῳ ἄνῄρηνται, ὥστε ἀμέλει πρὸ τῆς μάχης τοὺς ’Αθηναίους λέγεται γὰρ οὕτω) χιμάρους ἰσαρίθμους τῶν ἀπολουμένων [*](D) δυσμενῶν τῇ Ἀρτέμιδι θύσειν ἀπειλήσαντας, ἐς τοσοῦτον ἵλεῳ ἐντυχεῖν τῇ Ἀγροτέρᾳ, καὶ ἀπόνασθαι τῆς εὐθηρίας, ἐς ὅσον μὴ οἴους τε γενέσθαι τὸ χαριστήριον ἀποτίσαι, [*](V. 34) ἀλλ’ ἐπιλιπεῖν θυομένας ἔτι τὰς αἶγας, καὶ πρὸς ἀντίδοσιν μὴ διαρκέσαι. Ξέρξης δὲ ἐκεῖνος ὁ πάνυ, κὼ τὰ τοῦ Ξέρξου θαύματα, τῷ ἄρα γε τρόπῳ ὑπὸ τῶν Ἑλλήνων νενίκηται, ἢ ὅτι ὁ μὲν ἀλαζών τε ἦν καὶ ἀτάσθαλος, καὶ καταδουλωσόμενος ᾔει τοὺς οὐδὲν ἠδικηκότας, μόνῳ τε τῷ πλήθει πίσυνος καὶ τῇ τῶν ὅπλων παρασκευῇ, εὐβουλίᾳ οὐ μάλα ἐχρῆτο· οἱ δὲ ὅσιά γε δρῶντες, ὑπὲρ τῆς σφετέρας ἐλευθερίας ἠμύ- [*](P. 47) νοντο, οὐδὲν αὐτοῖς τῶν ἐς δύναμιν παρειμένον, ἀλλὰ βουλευόμενοί τε τὰ δέοντα καὶ ἐπιτελοῦντες; τὰ δὲ Γυλίππου τρόπαια τοῦ Σπαρτιάτου, τήν τε Νικίου καὶ Δημοσθένους κατάλυσιν, καὶ ἅπαντα τὰ ἐν Συρακούσαις κακὰ, μῶν ἄλλοθεν εὕροι τις ἂν γεγενημένα ἢ ἔξ ἀνοίας τε καὶ ἀδικίας; τί γὰρ ἠβούλοντο οἱ Ἀθηναῖοι, τοὺς ἰΠὶ θύραις πολεμίους ἀφέντες, οἱ δὲ ὡς ποῤῥωτάτω ἐπιστρατεύειν καὶ λυμαίνεσθαι τῇ Σικελίᾳ; πολλὰ μὲν οὖν καὶ ἕτερα ἔχοι τις ἂν ἀπαριθμεῖσθαι ἀφροσύνης τε καὶ ἀδικίας τοιάδε κυήματα, καὶ ὅπως σίνονται τοὺς χρωμένους, πλὴν ἀλλὰ καὶ ταῦτα ἡγοῦμαι ἀποχρώντως

[*](2. χιμαίρας R. 3. τῇ Ἀρτέμιδι R., vulg. articulus dee st. ξ ἀπόνασθαι R. (Cl.), ἀπώνασθαι vulg. εὐκτηρίας Lugd. in mg. 6. ἀλλ’ om. R. 10. εἴη R. 2. m. 13. παρειμένον R., παρειμένων vulg. 14. Γυλλίπου vulg.. 15. τήν τε R. Lugd., τήν γε edd. 17. ἂν ins. ex R. 18. οἱ om. R. 19. οἱ δὲ R., οὐδὲ vulg. Lugd. in marg. adscriptum habet: ἐλλείπει. Bon. Vulc. aut οὐδὲ delendum, aut ἀδεῶς scribendum censebat. 21. κυήματα R., Intpr. origines, νοήματα vulg.)
87

ἐν τῷ παρόντι εἰρῆσθαι. Τότε δὲ οἱ Ῥωμαῖοι, ἐς γὰρ τὰ [*](A. C. 553 Ι. Ι. 27) πρότερα αὖθις ἰτέθν,) τοὺς μὲν σφετέρους νεκροὺς, ᾗ νενόμισται, καταχώσαντες, τοὺς δὲ τῶν πολεμίων σκυλεύσαντες, μέγα [*](B) τι χρῆμα ἤθροισαν ὅπλων, καταστρεψάμενοι δὲ αὐτῶν καὶ τὸ χαράκωμα, καἰ ἅπαντα διαρπάσαντες, οὕτω δὴ τῇ λεῴ σεσαγμένοι, παιανίζοντές τε καὶ στεφανηφοροῦντες, καὶ τὸν στρατηγὸν ἐν κόσμῳ προηγούμενοι, ἐς τὴν Ῥώμην ἦν δὲ ἰδεῖν ἐπιπολὺ τὰ ἀμφὶ Καπύην ἅπαντα πέδια τῷ λύθρῳ περιῤῥεόμενα, καὶ ὑπερχειλῆ τὸν ποταμὸν τῷ ὑπερπεπλῆσθαι σωμάτων. ἐμοὶ δέ τις τῶν ἐπιχωρίων καὶ ἐλεγεῖόν τι ἔφη ἐς κύρβιν τινὰ λιθίνην ὑπό του γεγράφθαι ἀμφὶ τὰς ὄχθας τοῦ ποταμοῦ ἱδρυμένην, ὧδέ πως ἔχον·

[*](C)
  • Ῥεῖθρα Κασουλίνου ποταμοῦ βεβυρημένα
  • Δέξατο Τυρσηνῆς ἠιόνος κροκάλη,
  • Ἡνίκα Φραγγικὰ φῦλα κατέκτανεν Αὐσονὶς αἰχυὴ,
  • Ὁππόσα δειλαίῳ πείθετο Βουτιλίνῳ·
  • Ὄλβιστον τόδε χεῦμα, καὶ ἔσσεται ἀντὶ τροπαίου
  • Αἵματι βαρβαρικῷ δηρὸν ἐρευθόμενον.
  • [*](2. πρότερα R., πρότερον vulg. 3. τοὺς δὲ τῶν R., τοὺς τῶν vulg. 6. σεσαγμένοι. Sic Suidas s. h. v. Lugd. in marg. Intpr. onusti, σεσαγηνευμένοι R. et vulg. 8. Κάπουαν R. et vulg. ὑπερπεπλῆσθαι R. 11. et Intpr., ὑποπεπλῆσθαι vulg.11. Versus Agathiae ipsius, qui inter eius epigrammata referri debuissent a Brunckio. ὑπὸ τὰς ὄχθας R. 12. ὧδέ πως R., ὧδέ πη vulg. 13. Κασουλ. Const. Porph., Καυσουλ. R., Κασωλ. vulg. 16. ὁπόσα Lugd., ὁπόσῳ R. 17. ὄλβιστον. Sic edidi ex coni. Iacobsii ad Anthol. Gr. III. p. 951.; ὄλβιον ἂν τόδε vulg., ὄλβιον αὖ τόδε R., ὄλβι … τόδε Lugd. ῥεῦμα Const. P.)
    88
    [*](A. C. 553 Ι. Ι. 27)

    τοῦτο μὲν οὖν τὸ ἐπίγραμμα, εἴτε ὡς ἀληθῶς ἐγκεχὰρακται τῷ λίθῳ, εἴτ́ε καὶ ἄλλως ᾀδόμενον ἐς ἐμὲ ἵκετο, οὐδὲν οἶμαι τὸ κωλύον ἐνθάδε ἀναγεγράφθαι. ἴσως γὰρ καὶ ἐς μαρτύριον οὐκ ἄχαρι ἂν εἴη τῶν ἐν τῇδε τῇ ξυμπλοκῇ γεγενημέιων.

    ια'. Ἐν τούτω δὲ τοῖς 'Ρωμαίοις ἠγγέλλετο ναὶ τὰ ἐν [*](D) Βενετίᾳ ἔπι Λευθαρίῳ τε καὶ τοῖς ἀμφ’ αὐτὸν ἅπασι ζυνενεχθέντα. τότε δὴ οὖν καὶ μᾶλλον οἵ τε ἀστοὶ καὶ τὰ στρατεύματα χορείας ἐτέλουν καὶ πανηγύρεις, ὡς οὐδὲν εντι αὐτοῖς ἀντίξουν προσγενησόμενον, ἀλλ᾿ ἐν εἰρήνῃ τολοιπὸν βιοτεύσοντες. τῶν γὰρ ἐμβαλόντων ἐς τὴν Ἰταλιαν πολεμίων οὕτω δὴ ἁπανταχοῦ διολωλότων, οὐκ ᾤοντο ἄλλους ἐπιβήσεσθαι. καὶ ταῦτα μὲν τὸ πλῆθος διενοεῖτο, οἶα οὐ τῶν ἀκριβῶν στοχάζεσθαι πεφυκότες, ἀλλ᾿ ἐς ῥᾳστώνην ἐκβεβλημένοι, καὶ πρὸς τὸ ἡδόμενον τῆς γνώμης ἅπαντα κριινοντες. τῷ δὲ Ναρσῇ ὀρθῶς [*](P. 48) ἕκαστα διασκοποῦντι, ἀκολασία ἐδόκει τὸ χρῆμα καὶ παραφροσύνη, εἴ γε ᾤνοντο μηκέτι ἕξειν ἀνάγκην ἑτέρους ὑποδύεσθαι πόνους, ἀλλὰ χρῆναι μᾶλλον ἐς τὸ τρυφερώτερον τῆς διαιτ́ης ἐς ἀεὶ μεταβεβλῆσθαι. ἐλειπ́πογὰρ, οἶμαι, αὐτοῖς ὑπὸ ἀβελτερίας τὰς ἀσπίδας τυχὸν καὶ τὰ κράνη ἀμφορέως οἴνου ἢ καὶ βαρβίτου ἀποδόσθαι, οὕτω περιττὰ τολοιπὸν καὶ ἀνό-

    [*](12. ἄλλα R. pro ἄλλους 14. ἐκβεβλημένοι R., ἐμβεβλημένοι vulg. et Ιntpr. involuti. 19. ἐλείπετο R. Lugd. corr. (Cl.), ἐλίπετο vulg. 20. ἀβελτηρίας R. 21. ἥ ins. ex R.)
    89

    νητα ἡγοῦντο τὰ ὅπλα. ὁ δὲ στρατηγὸς τὰ εἰκότα διεγίγ́νωσκεν, [*](Α. C. 553 I. I. 27) ὡς ἄρα καὶ αὖθις πόλεμοι ἔσονται Φραῃικοι, καὶ ἐδεδίει, μή ποτε οἱ 'Ρωμαῖοι ἐς τὸ ἁβροδίαιτον τραπέντες, τὰ φρονήματα διαφθαρεῖεν· εἶτα εἰ παρατάξεως ἐπέλθοι καιρὸς, οἱ δὲ, ὄκνῳ εἴκ́οπες, ἀπαγορεύσαιεν τοῖς κινδύνοις. καὶ ἴσως ἂν οὐ πολλῷ ὕστερον καὶ τόδε ξυνέβη, εἰ μὴ θᾶττον δεῖν ᾠήθη [*](B) ξυγκαλεσάμενος τὰ στρατεύματα, καὶ παραίνεσιν προσάγων. [*](V. 35) ἀρίστην ἐς τὸ σῶφρόν τε καὶ ἀνδρεῖον τὰς γνώμας μετάγειν, καὶ ὑποτέμνεσθαι τὸ ὑπερβάλλον τῆς μεγαλαυχίας. οὕτω δὴ οὖν ἁπάντων συνηθροισμένων, παρελθὼν ἐς μέσον ἔλεξεν τοιάδε.

    ιβ΄. „ Τοὺς μὲν ἀθρόον καὶ οὐ πάλαι συμβὰν εὐτυχίας τινὸς μετασχόντας, οὐκ ἀπεικὸς οἶμαι πρὸς ἀπειροκαλίαν ἐκκλῖναι, καὶ τῷ ἀσυνήθει καταπεπλῆχθαι, μάλιστα ἡνίκα τῷ ἀπροσδοκήτῳ καὶ τὸ παρ᾿ ἀξίαν προσῇ. ὑμεῖς δὲ, ὦ ἄνδρες, ποίαν ἂν καὶ προβάλοισθε σκῆψιν, ἤν τις ὑμᾶς τῆς μπαβολῆς αἰτιῷτο; πότερον ὡς νῦν ἐγεύσασθε νίκης, οὐ πρότερον εἰωθότες; ἀλλ᾿ ὑμεῖς οἱ Τωτιλάν τε καὶ Τεΐαν καὶ ἅπαν τὸ [*](C) Γοτθικὸν ἔθνος ἐκποδὼν ποιησάμενοι· ἀλλ᾿ ὡς μείζονος ἢ καθ᾿ ὑμᾶς αὐτοὺς πειρᾶσθε τῆς τύχης; καὶ ποῖον ἂν μέγεθος εὐδαιμονίας τῇ τῶν 'Ρωμαιων δόξῃ συμμετρηθείη; συγγενὲς γὰρ ἡμῖν καὶ πάτριον κρατεῖν ἀεὶ τῶν πολεμίων. καὶ τοίνυν κρα-

    [*](1. τὰ εἰκότα R., τῶν εἰκότων Vulg. Bon, Vulc. coni. διὰ τῶν εἰκότων. 4. εἰ om, R. 10, συνοιθρ. vulg. ἐς μέσον R., ἐς μέσους vulg. 13. ἐν τῷ ἀσ. R. 15. σκέψιν R. 17. Τώτιλλαν καὶ Τ. R. 18. καθ᾿ ἡμᾶς R. 21. ἡμῖν R., Intpr. nobis innatum, ὑμῖν vulg.)
    90
    [*](A. C. 553 I. I. 27)

    τεῖτε, καὶ οὔτε μειόνων ἢ καθόσον νικᾶτε ἄξιοι καθεστήκατε, οὔτε τοῦ προσήκοντος καταδεεστέραν παρέχεσθε τὴν πεῖραν. μέτεστι δὲ τούτων ὑμῖν οὐκ ἐκ ῥᾳστώνης τε καὶ ἡδυπαθείας, ἀλλ᾿ ἐκ πόνων συχνῶν καὶ ἱδρώτων καὶ τῆς τῶν κινδύνων μελέτης. οὐκοῦν χρεὼν ὑμᾶς καὶ νῦν ἐμμένειν τοῖς προεγνωσμένοις, καὶ μὴ μόνον ἥδεσθαι τοῖς παροῦσιν, ἀλλὰ καὶ τοῦ [*](D) μέλλοπος πέρι, ὅπως ὅμοιον ἔσται, σκοπεῖν. τοῖς γὰρ μὴ ταῦτα λογιζομένοις οὐ μόνιμα τὰ τῆς εὐπραγίας, ἀλλὰ πρὸς τοὐναντίον ὡς τὰ πολλὰ μεταχωροῦσιν αἱ τύχαι. καὶ τεκμήριον ἔστω σαφὲς τόδε τὸ τῶν Φράγγων πάθος, ἐφ᾿ ᾧ νῦν ὑμεῖς δικαίως αὐχεῖτε. εὖ γὰρ αὐτοῖς τέως τῶν πραγμάτων ἐχόντων, οἱ δὲ πρὸς ἀλαζονείαν τραπέντες, πόλεμον ἤραντο καθ᾿ ἡμῶν, οὐ προορώμενοι τὸ σφαλερὸν τῆς ἐλπίδος. ἀπολώλασι τοιγαροῦν ἅπαντες τῇ σφῶν αὐτῶν ἀβουλίᾳ μᾶλλον, ἢ τοῖς ἡμῶν ὅπλοις. [*](P. 49) αἰσχρὸν τοίνυν ὑμᾶς, ὦ ἄνδρες 'Ρωμαῖοι, ταὐτὸ παθεῖν τοῖς βαρβάροις, καὶ μὴ τοσοῦτον ταῖς γνώμαις αὐτῶν περιεῖναι, ὁπόσον τῇ ῥωμη̣· μηδὲ γὰρ οἰέσθω τις ὑμῶν, ὡς οὐδὲν ἔτι πολέμιον ἔσται, ἁπάντων δῆθεν τῶν δυσμενῶν διαφθαρέντων. καίτοι εἰ καὶ τοῦτο βεβαίως προσῆν, ἀλλ᾿ οὐδ᾿ ὣς ὑμίν μεταθετέον τοὺς τρόπους, οὐδὲ τοῦ πρέποντος ἀφεκτέον. οὐ μὴν οὐδὲ συμβαίνουσαν εὕροι τις ἂν τὴν τῶν πραγμάτων φύσιν ταῖς ὑμετέραις ἐννοίαις. οἱ γὰρ Φραγγοι, πολυάνθρωπόν τι

    [*](1. μεῖον R. 5. συνεγνωσμένοις R. 10. ἐφ᾿ ὧν R. et Intpr. quibus devictis. 19. ἡμῖν R.)
    91

    γένος κὼ μέγιστον, καὶ λίαν ὀρθῶς τὰ πολεμικὰ ἠσκημένον, [*](A.C. 553 I. I. 27) ἀπόμοιρα δέ τις αὐτῶν οἱ νενικημένοι βραχεῖα, καὶ ὃση μὴ δέος αὐτοῖς ἐμβαλεῖν, μᾶλλον μὲν οὖν καὶ πρὸς ὀργὴν ἀναστῆσαι. οὔκουν εἰκὸς αὐτοὺς ἠρεμήσειν, οὐδὲ καθέξειν ἐν [*](B) ἀποῤῥήτῳ τὴν ὕβριν, ἀλλὰ πλείονι στρατῷ καθ’ ἡμῶν ἥξουσι, καὶ οὐκ ἐς μακρὰν ἀναμαχοῦνται. νῦν οὖν ὑμεῖς, εἰ δοκεῖ, παρέντες τὴν ῥᾳθυμίαν, ἀνανεώσασθε τὸ φιλοκίνδυνον πλέον ἢ πρότερον, ὅσῳ καὶ μείζονα τῶν φθασάντων τὰ ἐσόμενα προσδοκητέον. οὕτω γὰρ ὑμῶν διατελούντων, εἰ μὲν ὡς τάχιστα παρεῖεν, καὶ δὴ παρεσκευασμένοις ὑμῖν προσβαλοῦσι καὶ οἵοις μελλήσεως μὴ προσδεῖσθαι. εἰ δὲ καὶ παντάπασιν ἐνδοῖεν, εἰρήσθω γὰρ ἄμφω,) ἀλλὰ τό γε ὑμέτερον ἐν ἀσφαλεῖ Νίσεται, Ταὶ τὰ κράτιστα δόξοιτε ἂν βεβουλεῦσθαι ’’ Τοιαῦτα τοῦ [*](C) Ναρσοῦ παραινέσαντος, αἰδὼς ἅπαντα κατεῖχεν τὸν στρατὸν μεταμέλον αὐτοῖς τῆς παροινίας. καὶ οἱ μὲν τὸ ἐκμελές τε καὶ ἀκολασταῖνον τῆς γνώμης ἀποβαλόντες, ἐς τὰ πάτρια ἤθη μετεκοσμουντο.

    ιγ΄. Ἀποδασμὸς δὲ τῶν Γότθων ἐς ἑπτακισχιλίους μαχίμους ἀποκεκριμένοι, οἱ δὴ ἐτύγχανον πολλαχοῦ τοῖς Φράγγοις προσβεβοηθηκότες, λογιζόμενοι ὡς οὐκ ἀνήσουσιν οἱ Ῥωμαῖοι, ἀλλ’ ἤδη καὶ τοῖς οὐκ ἐς μακρὰν ἐπιπεσοῦνται, αὐ-

    [*](1. τὰ πολεμικὰ marg. R., τὰ πολέμια vulg. 5. καθ’ ἡμῶν R. et Intpr., καθ’ ὑμῶν vulg. 8. ὅσον R. 10 παρασκευασμένοις R. 12. Intpr. nostra; male. 13. δόξητε R. 19. ἀποκεκριμένοι R., ἀποκεκριμένος vulg. 20. οἱ om. R.)
    92
    [*](A. C. 553 I. I. 27)

    τίκα οἱ γε ἐς Κάμψας τὸ φρούριον ἀνεχώρουν. βέβαιον γὰρ ἐπιεικῶς ἦν καὶ ἐρυμνότατον τὸ χωρίον, τῷ ἐν ὄρει τε κεῖσθαι [*](V. 36) ἀνάντει καὶ πρὸς αὐτῇ δή που τῇ ἀκρωνυχίᾳ πέτρας τε ἀπο- [*](D) τόμους πάντοθεν ἀνέχειν καὶ παρατετάσθαι, ὡς μὴ πολεμίοις εὐέφοδον εἶναι. ἐνταῦθα δὴ οὖν οἶδε οἱ Γότθοι ξυνειλεγμένοι ᾤοντο ἐν τῷ ἀσφαλεῖ ἔσεσθαι, καὶ προσχωρεῖν τοῖς Ῥωμαίοις οὔτι μάλα ἠβούλοντο, μᾶλλον μὲν οὖν καὶ παντὶ σθένει ἀντιτετάξεσθαι, ἤν τις ἐπ’ αὐτοὺς ἴοι. ἐξώτρυνε γὰρ αὐτοὺς ἐς τοῦτο καὶ ἀνεκίνει ἀνὴρ βάρβαρος, ὃς δὴ σφῶν καὶ ἡγεῖτο, Ῥάγναρις ὄνομα, καίτοι οὐχ ὁμογενὴς αὐτοῖς ὑπῆρχεν οὐδὲ ὁμόφυλος. ἦν γὰρ ἐκεῖνος ἐκ τῶν Βιττόρων καλουμένων,, Οὐννικὸν δὲ τὸ ἔθνος οἱ Βίττορες,) ἀλλὰ τῷ δεινὸς ἐς τὰ μάλιστα εἶναι καὶ πανουργό- [*](P. 50) τατος, καὶ οἶος ὅτῳ δὴ τρόπῳ δύναμιν ἑαυτῷ περιβάλλεσθαι, ἐκράτει τε τοῦ ὁμίλου καὶ ἀναμαχεῖσθαι διενοεῖτο, ὡς ἂν ἐνθένδε καὶ μᾶλλον ἀρίδηλος γένοιτο. εὐθὺς δὴ οὖν ὁ Ναρσῆς ἅπαντι τῷ στρατῷ ἐπ’ αὐτοὺς ἐχώρει, καὶ εἶτα ἐπειδὴ αὐτῷ οὐχ οἷον τε ἦν ἐξ ἐπιδρομῆς τῷ φρουρίῳ πελάζειν καὶ ἐν δυσχωρίᾳ διακινδυνεύειν, ὁ δὲ ἐς πολιορκίαν καθίστατο, καὶ πάντοθεν ἐφρούρει ὡς μηδὲν ὁτιοῦν τοῖς ἔνδον εἰσκομίζοιτο, μηδέ γε ἐκεῖνοι ἀδεῶς ᾖ βούλοιντο ἴοιεν. ἀλλὰ γὰρ ἐν τοῖσδε οὐ μάλα οἱ βάρβαροι ἐπημαίνοντο. ἀφθονίᾳ γὰρ πλείστη ὅσῃ τῶν ἀναγκαίων ἐχρῶντο, ἐπείπερ αὐτοῖς ἤδη ἅπαντά τε τὰ ἐπιτήδεια | καὶ

    [*](1. Capsum Intpr. 3. ἀκρονυχίᾳ R. 7. μᾶλλον μὶν οὖν R. Lugd., μᾶλλον μὴν οὖν edd. ἀντιτετάξεσθαι R. Lugd., ἀντιτάξ. edd. 9. Regnares Intpr. 10. ὄνομα R., γὰρ ὄνομα vulg. 11. Brittones Intpr. 17. καὶ—διακινδυνεύειν. Intpr.)
    93

    τῶν κτημάτων τὰ τιμαλφέστατα ἐν τῷδε τῷ φρουρίῳ, ὧς [*](Α. C. 553 I. I. 27) ἁλῶναι γε αὐτὸ οὐκ ἐνὸν, ἐσενήνεκτο. ἀσχάλλοντες δὲ ὅμως ἐπὶ τῇ τῶν Ῥωμαίων προσκαθεδρίᾳ, καὶ αἰσχρὸν ἡγούμενοι, εἰ μέλλοιεν οὕτω δὴ ἐπιπολὺ ἐν περιβόλῳ μετρίῳ ξυνειλῆφθαι καὶ ἐγκατείργεσθαι, ἐκδρομὰς μὶν κατὰ τῶν ἀντιπάλων θαμὰ ἐποιοῦντο, εἴ πως ἂν αὐτοὺς ἐνθένδε ἀπώσασθαι δυνηθεῖεν, οὐδὲν δὲ ὅ, τι καὶ μνήμης ἄξιον ἔπρασσον.

    ιδ΄. Ἐν τούτοις δὲ τοῦ χειμῶνος τριβέντος, ἅμα ἦρι [*](Α. C. 554 I. I. 28) ἀρχομένῳ, ἐς λόγους ἐλθεῖν τῷ Ναρσῆ ὁ Ῥάγναρις ρόντων πέρι χρῆναι ᾠήθη, καὶ οὖν ἐπιτετραμμένον αὐτῷ ἅμα ὀλίγοις ἐν μεταιχμίῳ, ξυνηλθέτην τε ἄμφω ἐς ταὐτὸ, κὼ πολλὰ ἄττα διελεγέσθην. ἰδὼν δὲ ὁ Ναρσῆς τὸν Ῥάγναριν ἐς ἀλαζονείαν ἠρμένον, καὶ πλείστῃ χρώμενον μεγαληγορίᾳ, ὡς μειζόνων τε ἢ κατ’ αὐτὸν ἐφίεσθαι, κἀκ τοῦ ὑπερτέρου ἐπικομπάζειν, διέλυσεν αὐτίκα τὴν ξυνουσίαν, καὶ ἀπηγόρευσεν [*](C) τῇ ξυμβάσει, καὶ ἀπέπεμπέ γε αὐτὸν αὖθις ἐς τοὐπίσω ἄπρακτον ἔπι τοῖς προτέροις μενοῦντα. ὁ δὲ ἐπειδὴ ἐν τῷ λόφῳ ἐγεγόνει, καὶ ἤδη οὐ πόρρω τοῦ τείχους ἀφῖκτο, χαλεπαίνων ὅτι δὴ αὐτῷ οὐδὲν ὁτιοῦν τῶν ἐλπισθέντων ἀπέβη, ἐντείνει ἦρέμα λαθραίως τὸ τόξον, κω εἶτα ἀθρόον μεταστραφεὶς, ἀφίησι βέλος ἰθὺ τοῦ Ναρσοῦ, διήμαρτε δὲ τοῦ σκοποῦ. ἑτέ-

    [*](8. ἐν τούτοις R., έν τούτῳ vulg. 11. τε R., δὲ vulg. 13. ἀλαζονίαν R. 15. ἀπηγόρευσεν R., ἀπηγόρευε vulg.)
    94
    [*](A.C. 554 I. I. 28)

    ρωθι γάρ που ἀπέπτη ὁ ἄτρακτος, καὶ κατέπεσεν οὐδένα σι- νάμενος. μετῆλθε δὲ ὅμως ἡ δίκη εὐθὺς τὴν τοῦ βαρβάρου πα- [*](D) ρανομίαν. οἱ γὰρ ἀμφὶ τὸν Ναρσῆν δορυφόροι ἐν ὀργῇ τὸ ἐκείνου ποιησάμενοι θράσος, ἐπιτοξάζονται εἰς αὐτὸν, καὶ πλήττεται καιρίαν ὁ δείλαιος. πῶς γὰρ οὐκ ἤμελλεν, ἄδικον τι καὶ ἀγεννὲς ἐγχείρημα δράσας; καὶ μόλις μὲν αὐτὸν οἱ ὀπαδοὶ φοράδην εἴσω τοῦ περιβόλου διακομίζουσιν. ἡμέρας δὲ δύο ἀρκέσας, ἀκλεῶς ἀπεβίω, καὶ τὰ τῆς ἀπιστίας αὐτῷ καὶ παροινίας ἐς τόδε κακοῦ ἐτελεύτα. ἐκείνου δὲ διαφθαρέντος, αὐτίκα οἱ Γότθοι, οὐ γὰρ ἀντέχειν ἔτι τῇ πολιορκίᾳ οἶοι τε εἶναι ἡγοῦντο, ἐδέοντο τοῦ Ναρσοῦ τὰ πιστὰ σφισι παρασχέσθαι, ὡς τοῦ ζῆν αὐτοὺς οὐκ ἀφαιρήσει. ὃ δὴ καὶ τάχιστα ὀμωμοσμένον, σφᾶς τε αὐτοὺς ἐκεῖνοι καὶ τὸ φρούριον παρέδοσαν. [*](P. 51) Ναρσῆς δὲ ἀπέκτεινε μὲν οὐδένα τῷ ταῦτά τε ὀμωμοκέναι, καὶ ἄλλως οὐχ ὅσιον εἶναι τοὺς ἡσσημένους ὠμότατα διαχειρίζεσθαι. ὡς ἂν δὲ μὴ αὖθις νεωτερίσαιεν, ἅπαντας ὡς βασιλέα ἐς τὸ Βυζάντιον ἔστειλεν. Ἐν ᾦ δὲ ταῦτα ἐπράττετο, Θευδίβαλδος τὸ μειράκιον, ὃς δὴ τῶν προσοικούντων τὴν Ἰτα- [*](V. 37) λίαν Φράγγων ἐκράτει, ᾗπέρ μοι εἴρηται πρότερον, οὗτος δὲ οἰκτρότατα ἤδη ἐτεθνηκει τῇ νόσῳ περιτακεὶς τῇ συντρόφῳ. ἐπεὶ δὲ Χιλδίβερτόν τε καὶ Χλωθάριον, ὡς δὴ καὶ τῷ γένει ἐγγυτάτους, ἐπὶ τὸν κλῆρον τοῦ παιδὸς ὁ νόμος ἐκάλει, αὐτίκα ἔρις αὐτοῖς ἐνέπεσεν δεινὴ, καὶ οἴα μικροῦ δεῖν τῷ παντὶ

    [*](1. ἀπέπτη R., ἀπέβη vulg. 2. ἡ δ. εὐθ. R., εὐθ. ἡ δ. vulg. 10. ἔτι R., Intpr. de cetero, ἐπὶ vulg. 11. παρέχεσθαι R. 12. ὠμοσμένως R. 13. ἐκεῖνοι add. R. 16. μὴ R., μηδὲ vulg. 20. περιτακεὶς R., παρατακεὶς Vulg.)
    95

    λυμήνασθαι γένει. Χιλδίβερτος μὲν γὰρ γηραιὸς ἤδη ὑπῆρχεν [*](A. C. 554 I. I. 28) καὶ πόρρω που ἥκων τῆς ἡλικίας, καὶ πρός γε ἀσθενείᾳ εἴχετο πολλῇ , ὡς συνεσκληκέναι οἱ ἅπαν καὶ διατετῆχθαι τὸ [*](B) σῶμα. παῖδές τε αὐτῷ ἄῤῥενες οὐκ ἦσαν οἱ τὴν ἄρχην διαδεξόμενοι, ἀλλ’ ἐν θυγατράσιν ἐγηροκομεῖτο. Χλωθάριος δὲ ῥωμαλέος ἦν ἔτι καὶ οὔπω λίαν ἐγεγηράκει, πλὴν ὅσον ἐς πρώτην ῥυτίδα, υἱούς τε εἶχεν τέτταρας, βούπαιδας ἤδη θαῤῥαλέους, κάὶ πρὸς τὸ ἐνεργὸν ὡρμημένους. τοιγάρτοι οὐ μεθεκτέα ἔφασκεν τῷ ἀδελφῷ τῶν Θευδιβάλδου χρημάτων, ὡς οὐκ ἐς μακρὰν καὶ αὐτῆς δήπου τῆς Χιλδιβέρτου βασιλείας ἐς αὐτόν τε καὶ τοὺς οἰκείους παῖδας μεταπεσουμένης. καὶ τοίνυν οὐ διήμαρτε τῆς ἐλπίδος. ὁ γὰρ πρεσβύτης ἑκὼν ἐνεδίδου τοῦ κλήρου, δεδιὼς, οἶμαι, τὴν δύναμιν τοῦ ἀνδρὸς, καὶ ἀπαλλαξείων [*](C) τῆς ἐς αὐτὸν δυσμενείας. ὀλίγῳ τε ὕστερον αὐτὸς μὲν ἀπεβίω, ἅπαν δὲ τὸ τῶν Φράγγων κράτος ἐς μόνον Χλωθάριον κατεῤῥύη. ἐν τοῖσδε μὲν τὰ Ἰταλιωτῶν κὼ Φράγγων πράγματα ἐχώρει.

    ιε'. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον, θέρους ὥρᾳ, ἔσεισε μέγα ἔν τε Βυζαντίῳ καὶ πολλαχοῦ τῆς Ῥωμαίων ἀρχῆς, ὡς πόλεις συχνὰς, νησιωτικάς τε καὶ ἠπειρώτιδας, ἀθρόον ἀνατραπῆναι, κὼ ἄρδην τοὺς οἰκήτορας διαφθεῖραι. Βηρυτὸς γοῦν ἡ καλλίστη, τὸ Φοινίκων τέως ἐγκαλλώπισμα, τότε δὴ ἀπηγλαίσθη ἅπασα, καὶ κατέρριπτο τὰ κλεινὰ ἐκεῖνα καὶ περι-

    [*](D)[*](5. ἐγηροκομεῖτο. ἐγηρωκ. vulg., ἐκληρονομεῖτο R. et Intpr. ad filias rediisset hereditas. 7. θαῤῥαλέα R. 14. ἐς αὐτὸν R., ἐπ’ αὐτὸν vulg. 22. καλίστη edd. 23. ἀπηγλαΐσθη R. Lugd., ἀπεγλ. edd.)
    96
    [*](A.C. 554 I. I. 28)

    λάλητα τῆς οἰκοδομίας δαιδάλματα, ὡς μηδὲν ὁτιοῦν σχεδόν που λειφθῆναι, ἢ μόνα τῆς κατασκευῆς τὰ ἐδάφη. πολὺς μὲν οὖν ὅμιλος ἰθαγενῶν τε καὶ ἐνδαπίων ἀνδρῶν ἀπολώλασιν, ὑποπεπιεσμένοι τῷ ἄχθει, πολλοὶ δὲ νέοι ἐπήλυδες εὐπατρίδαι τε καὶ παιδείας ἄριστα ἔχοντες, οἱ δὴ παρῆσαν τοὺς Ῥωμαίων αὐτοῦ ἀναλεξόμενοι νόμους. τοῦτο γὰρ πάτριον τῇ πόλει καὶ ὥσπερ γέρας τι μέγιστον τὰ τοιάδε αὐτῇ ἀνεῖται διδασκαλεῖα. μετεσκευάσαντο τοιγαροῦν ἐν τῷ τότε οῖ τῶν νόμων ὑφηγηταὶ ἐς Σιδῶνα τὴν πόλιν τὴν γείτονα, καὶ ἐν τῇδε μετῆκτο τὰ φροντιστήρια, ἕως πάλιν ἡ Βηρυτός ἀνεδομήθη. καὶ [*](P. 52) γέγονεν ἥκιστα μὲν ὁποία πρότερον ἲν, πλὴν ἀλλ’ ουχὶ ἐς ὅσον καὶ ἀγνοεῖσθαι ὡς ἐκείνη εἴη ἡ πάλαι. ἀλλ’ οὗτος μὲν ὁ τῆς πόλεως ἀνοικισμὸς καὶ ἢ τῶν διδασκαλείων ἐπάνοδος χρόνῳ ὕστερον ἔμελλεν ἔσεσθαι. τότε δὲ καὶ ἐν τῇ μεγάλῃ Ἀλεξανδρεία, τῇ πρὸς τῷ Νείλῳ ἱδρυμένῃ ποταμῷ, καὶ ταῦτα οὐκ εἰωθὸς σείεσθαι τὸ χωρίον, συναίσθησις τις τοῦ κλόνου ἐλαχίστη μὲν καὶ ἀφαυροτάτη καὶ οὐ πάμπαν ἀρίδηλος, γέγονε δὲ ὅμως ἅπαντες δὴ οὖν οἱ ἐπιχώριοι καὶ μάλιστα οἱ σφόδρα γεγηρακότες, ἐν θαύματι μεγάλῳ τὸ ξυνενεχθὲν ἐποιοῦντο, ὡς οὔπω πρότερον γεγενημένον, ἔμενέν τε οἴκοι ὅστις οὐδεὶς, ἀλλ’ ἀνὰ τὰς λεω- [*](Β) φόρους τὰ πλήθη ξυνέῤῥει, τῷ ἀπροσδοκήτῳ δή που κὼ παραδόξῳ πέρα τοῦ μετρίου καταπεπληγμένοι. ἐμοὶ δέ γε καί

    [*](2. λειφθῆναι R., λελεῖφθαι vulg. 3. ἐνδαπίων R., ἐνδαπῶν vulg. 4. ὑποπεπιεσμένοι R. (Cl.), ὑποπιεσμένοι vulg. 7. διδασκαλεῖα edd. 9. ὑφηγηταὶ R. (Cl.), ἀφηγηταὶ vulg. μεθῆκτο R. 12. καὶ οm. R. 13. διδασκαλίων R. et vulg. 16. τις R. et Intpr. quis, τε vulg. 22. πέρα add. R. Lugd. mg. (CI.). Intpr. incisum integrum omisit.)
    97

    αὐτῷ ἐτύγχανον γὰρ αὐτοῦ διατρίβων παιδείας ἕνεκα τῆς [*](A. C. 554 I. I. 28) πρὸ τῶν νόμων,) δεδιέναι προσῄει, καὶ ταῦτα ἐπὶ λίαν σμικρᾷ τῇ κινήσει, λογιζομένῳ, ὅτι δὴ αὐτοῖς αἰ οἰκοδομίαι οὐκ ἰσχυραὶ οὐδὲ εὐρεῖαι τυγχάνουσιν οὖσαι, οὐδὲ οἷαι καὶ πρὸς βραχὺ ἀνασχέσθαι δονούμεναι, ἀλλ’ ἰσχναὶ ἄγαν καὶ ἀσθενεῖς ἐφ’ ἑνὶ γὰρ ὑραίνονται λίθῳ). ἀλλὰ γὰρ καὶ ὅ, τι λόγιμον ἐν τῇ πόλει, ἐδείμαινον καὶ οἶδε, οὑν τι που, οἶμαι, τὸ ἤδη παρῳχηκὸς, ἀλλ’ ὅτι αὐτοῖς καὶ ἐσαῦθις ταὐτὸ τοῦτο ξυμβήσεσθαι οὐκ ἄπο τρόπου ἐδόκει οἱ γὰρ τὴν αἰτίαν τοῦδε τοῦ πάθους ἀναθυμιάσεις τινὰς εἶναι λέγοντες ξηράς τε καὶ λιγνυώδεις, ὑπὸ τὰ [*](C) γλαφυρὰ τῆς γῆς εἰργομένας, καὶ τῷ μὴ διαπνεῖσθαι ῥᾳδίως σφοδρότερον ἔνδον περιδινουμένας, τὸ ἐπιπροσθοῦν ἅπαν σαλεύειν, [*](V. 38) λεύειν, ἕως τῇ βιαίᾳ φορᾷ τῆς στεγνότητος ἐνδιδούσης, ἐς τοὐμφανὲς ἀναχθεῖεν· οἱ δὴ οὖν τὰ τοιαῦτα φυσιολογοῦντες τὴν Αἰγυπτίαν φασὶ χώραν οὐ πώποτε σείεσθαι πεφυκέναι, ὡς δὴ χθαμαλήν τε ἀτεχνῶς καὶ ὑπτίαν καὶ ἥκιστα σηραγγώδη, ἐντεῦθέν τε οὐκ ἐμφορουμένην· εἰ δέ γε καὶ ὑποδέξαιτο, ἀλλ’ αὐτομάτως ὑπὸ χαυνότητος θαμὰ ἐξατμιζομένην. ἐπεὶ δὲ έν τῷ τότε ἥδε ἡ δόξα, εὖ ποιοῦσα, ἐπεφώρατό τε καὶ ἀπελήλεγκτο μὴ σφόδρα ἐν βεβαίῳ κειμένη, εἰκότως ἄρα ἐδεδίεσαν οἱ γενναῖοι, εἴγε πρὸς τοὐναντίον αὐτοῖς χωρήσει τοὐπίγραμμα, [*](D) καὶ κινδυνεύσοιεν τολοιπὸν οὐ γαιηόχου μόνον, ἀλλὰ καὶ ἐνο-

    [*](1. τῆς πρὸς τῶν R. 2. τῶ κρᾶ R. 6. ὑφαίνοντο R. λόγιον coni. CI., Intpr. viri litteratissimi. 10. καὶ ὑπὸ vulg., R. et Intpr. copulam om. 11. ῥᾴδια R. 12. περιδονμένας (sic) R. 14. οἱ δὲ R. 20. εἰκότα R. 22. κινδυνεύσειεν R.)
    98
    [*](A. C. 554 I. I. 28)

    σιχ́θονος πειρᾶσθαι τοῦ Ποσειδῶνος. ἴσως μὲν οὖν εἰ καὶ τι μέρος τῆς Αἰγύπτου κεκίνηται, ἀλλ᾿ οὐκ ἐπιλείψουσι τοὺς τὰ τοιαῦτα δεινοὺς καὶ ἕτεροι λόγοι, δι᾿ ὦν ἂν καὶ ὣς ἡ τῶν ἀτμῶν σφίσι κρατύνοιτο δόξα. ἐμοὶ δὲ δοκοῦσιν, ὡς μὲν οἶόν τε ἀνθρώπῳ τεκμηρίοις τισὶ χρωμένῳ τῶν ἀδήλων πέρι διανοεῖσθαι, οὐ πάμπαν διαμαρτεῖν τοῦ πιθανοῦ καὶ εἰκότος, τοῦ δέ γε [*](P. 53) ὄντος ἀληθοῦς πολλῷ ἀπολείπεσθαι. πῶς γὰρ ἄν τις ἐς τὸ ἀκριβὲς τὰ ἀφανῆ καὶ ὑπέρτερα διαγνοίη; ἀπόχρη δὲ ἡμῖν, εἴγε τοσοῦτο μόνον εἰδείημεν, ὡς θείῳ νῷ καὶ βουλῆ κρείττονι ἅπαντα δωτέτακται· φύσεως δὲ ἀρχὰς καὶ κινήσεις καὶ τὰς ἑκάστου τῶν γινομένων αἰτίας σκοπεῖν μὲν τῷ λόγῳ καὶ διερευνᾷν οὐ παντελῶς ἄχρηστονͅ ἴσως οὐδὲ ἄχαρι νομιστέον, τό γε μὴν οἴεσθαί τε καὶ πεποιθέναι ὡς ἔνεστιν ἐφικέσθαι τοῦ ὄντος, μή ποτε ἀλαζονεία εἴη τὸ χρῆμα, καὶ ἀμαθέστερον τῆς διπλῆς ἐκείνης ἀγνοίας. ἅλις μὲν οὖν τούτων ἔμοιγε. ὁ δὲ λόγος αὖθις ἐς αὐτὸν ἐπανίτω.

    ις΄. Κατ᾿ ἐκεῖνο γὰρ τοῦ καιροῦ καὶ ἡ Κῶς ἡνῆσος, ἡ πρὸς τῷ τέρματι τοῦ Αἰγαίου κειμένη, [ἐσείσθη καὶ] ἐλάχιστόν τι [*](Β)μέρος αὐτῆς ἐσέσωστο, ἡ δὲ ἄλλη ἅπασα ἐπεπτώκει, ποικίλα τε αὐτῇ καὶ ἀνήκουστα προσεγένπο πάθη. ἥ τε γὰρ θάλαττα

    [*](7. Num ὄντως ? 15. ἐπανίτω R. (Cl.), ἐπανείτω vulg. 16. γὰρ τοῦ ins. ex R. 17. ἐσείσθη καὶ addidi cum Intpr. insulae — terrae motu concussae pars minima servata est. 18. μέρος αὐτῆς R., αὐτ. μέρ. vulg. 19. ἀνύποιστα R., Intpr. fidem excedentibus malis. προσεγένετο R., ἐπεγένετο vulg.)
    99

    ἐπιπλεῖστον ἀρθεῖσα, κατέκλυσεν τὰ παράκτια τῶν οἰκημάτων, [*](A.C. 554 I. I. 27) καὶ διέφθειρεν αὐτοῖς χρήμασι καὶ ἀνθρώποις· τό τε μέγεθος τοῦ βρασμοῦ, ἐξαίσιον οἶον γεγενημένον, τὰ, ἔνθα οὐκ ἐνῆν ἀναρριχᾶσθαι τὸ ῥόθιον, ἅπαντα ἔρριψε καὶ κατέβαλεν. ἀπολώλασι δὲ χύδην σχεδόν τι ἅπαντες οἱ ἀστοὶ, εἴτε ἐν ἱεροῖς ἐτύγχανον πεφευγότες, εἴτε καὶ οἴκοι διαιτώμενοι, εἴτε καὶ ἄλλοσέ ποι ξυνειλημμένοι. ἐμοὶ γοῦν ἐκ τῆς Ἀλεξάνδρου ὑπὸ τὸν αὐτὸν χρόνον κατὰ τὸ Βυζάντιον ἀνακομιζομένῳ, καὶ ἐν τῇδε τῇ νήσῳ, οὕτω παρασχὸν, ἐν παράπλῳ γὰρ κεῖται,) κατάραντι, [*](C) οἰκτρόν τι πέφηνεν θέαμα, καὶ ὁποῖον οὐκ ἂν ἀποχρώντως ὑπογράψοι ὁ λόγος. ἅπαν μὲν γὰρ τὸ ἄστυ σχεδόν που χῶμά γε ἦν ἐπὶ μέγα ἠρμένον, καὶ λίθοι κείμενοι σποράδην, κιόνων τε τρύφη καὶ ξύλων κατεαγότων, καὶ κόνις πολλὴ ὕπερθεν φερομένη καὶ ἐπηλυγάζουσα τὸν ἀέρα, ὡς μηδὲ αὐτά που τὰ τῶν λεωφόρων χωρία ῥᾳδίως διαγινώσκεσθαι, πλὴν ὅσον ὑπονοῆσαι. ὀλίγα δὲ ἄττα δωμάτια εἱστήκεσαν ἀπαθῆ, καἰ ταῦτα οὐχ ὅσα τιτάνῳ τυχὸν καὶ λίθῳ καὶ ταύτῃ δὴ τῇ στερεμνιωτέρᾳ καὶ μᾶλλον μονίμῳ κατὰ τὸ εἰκὸς ὕλῃ ἐξείργαστο, μόνα δὲ τὰ ἐκ πλίνθου ἀπέφθου καὶ πηλοῦ

    [*](5. δὲ om. R. 7. ἄλλοσέ ποι R. et Lugd. 2. m., ἄλλοσέ πη vulg. 8. χρόνον om. Par. 11. τὸ ἄστυ σχ. π. R., σχ. π. τ. ἄ. vulg. μηδὲ R., Intpr. ne vel, μηδὲν vulg. 16. δὲ add. R. et Lugd. 2. m., deest vulg. 19. ἀπέφθου habet R. cum vulg., neque id mutare ausus sum, etsi vix dubito rescribendum esse ἀνέφθου, quum illud alterum id quod decoctum est significet, crudum minime. Ταῖς ὀπταῖς πλίνθοις opponuntur ὠμαὶ, quod vocabulum quum nescio qua ratione motus ponere nollet Agathias, ἄνοπτον autem rem plane diversam significaret, occurrebat, τὸ ὠμὸν itidem contrarium esse τῷ ἑφθῷ. Neque ego nescius sum, ἀνεφθὸν non reperiri in lexicis glossariisve: hoc tamen minus moveor in Agathia: illud attendo, ἄπεπτον, quod unum rescribendum restaret, remotius a vulgata lectione esse, minusque aptum.)
    100
    [*](A.C. 554 I. I. 28)

    ἀγροικότερον πεποιημένα. ἄνδρες δὲ σποράδην ὀλίγιστοι ἀνε- [*](D) φαίνοντο σκυθρωποί τε ἄγαν καὶ κατηφεῖς. καὶ ὥσπερ τελεώτατα τῷ σφετέρῳ βίῳ ἀπειρηκότες· πρὸς γὰρ τοῖς ἄλλοις δεινοῖς καὶ ἅπαν τὸ ἐπιχώριον ὕδωρ, τὴν τοῦ ἀκραιφνοῦς καὶ ποτίμου φύσιν ἀθρόον ἀφῃρημένον, ἐς τὸ ἁλμυρὸν ἠρέμα καὶ ἄποτον μετεβέβλητο. καὶ ἦν ἅπαντα τὰ τῇδε φευκτὰ καὶ ἀνατετραμμένα, ὡς μηδὲν ἕτερον ὑπολελεῖφθαι τῇ πόλει πρὸς εὐκοσμίαν, ἢ μόνον τὸ κλεινὸν τῶν Ἀσκληπιαδῶν ὄνομα [*](P. 54) τὴν ἐφ’ Ἱπποκράτει μεγαλαυχία,. οἰκτείρειν μὲν ὗν τὰ τοιά- [*](V. 39) δε οὐ πόρρω τοῦ ἀνθρωπείου τρόπου εἶναι δοκεῖ, θαυμάζειν δὲ ἀτεχνῶς καὶ καταπεπλῆχθαι, ἀνδρῶν ἂν εἴη οὐ μάλα τὰ παλαιὰ ἐπισταμένων, οὐδὲ ὅτι ἐσαεὶ τοῦτο δὴ τὸ τῆς ὅλης χωρίον ποικίλα παθήματα ὑποδέχεσθαι πέφυκε. πολλάκις γὰρ ἤδη καὶ πρότερον πόλεις γε ὅλαι σεισμῷ διεφθάρησαν, ὡς τοὺς ἀρχαίους· οἰκήτορας ἀποβαλοῦσαι ἡφ᾿ ἑτέροις αὖθις οἰκισταῖς ἀνορθωθῆναι.

    ιζ'. Αἱ γοῦν Τράλλεις ἡ πόλις, ἥ ὲν τῇ Ἀσίᾳ νῦν χώρᾳ ἀγχοῦ που τοῦ Μαιάνδρου ποταμοῦ ἱδρυμένη, τὸ μὲν παλαιὸν Πελασγῶν γέγονεν ἀΠοικία, ὑπὸ δὲ τοὺς Αὐγού- B στου Καίσαρος χρόνους ἐσείσθη τε ἅπασα καὶ ἀνετράπη, καὶ

    [*](6. μεταβέβλητο R. 7. τιὴ πόλει πρὸς εὐκ. R., πρὸς εὐκ. τ. π. vulg. 8. τὸ κλεινὸν τῶν Ἀσκλ. R., τὸ τῶν Ἀσκλ. κλ. vulg. 17. R., νῦν Ἀσία vulg. 19. Paphlagones h, l. habet Intpr., sed infra Pelasgos.)
    101

    οὐδὲν αὐτῆς ὅ, τι ἐσέσωστο. οὕτω δὲ τοῦ αστεος οἰκτρότατα [*](A. C. 554 I. I. 28) κειμένου, ἄγροικόν τινά φασι, τούτων δὴ τῶν γεηπόνων, Χαιρήμονα τοὔνομα, σφόδρα τὴν ψυχὴν ἁλῶναι τῷ πάθει, καὶ οὖν οὐκ· ἐνεγκόντα θαυμάσιόν τι ἡλίκον καὶ ἄπιστον ἔργον ἀνύσαι. μήτε γὰρ τῆς ὁδοῦ τὸ μῆκος ἢ τῆς πρεσβείας τὸ μέγεθος κατοῤῥωδήσαντα, μήτε ὅτι μεγίστοις, ὥσπερ εἰκὸς, ὁμιλήσειν ἤμελλεν κινδύνοις, καὶ ταῦτα ἐπ᾿ ἀδήλῳ τῇ τύχῃ, μήτε τῶν οἴκοι τὴν ἐρημίαν, μήτε ἄλλo τι τῶν, ὁπόσα διανοούμενοι ἄνθρωποι μεταμανθόνουσι τὰ δοκηθέντα, ἀφικέσθαι, μὴ ὅτι ἐν ῾Ρώμη, ἀλλὰ γὰρ καὶ ἐς τῶν Κανταβρινῶν τὴν χώραν, [*](C) ἀμφ᾿ αὐτὰς δή που τὰς τοῦ Ὠκεανοῦ ἠϊόνας, (ἐτύγχανεν γὰρ αὐτοῦ που ὁ Καῖσαρ ἐν τῷ τότε πρός τι τῶν ἐθνῶν διαμαχóμενος,) ἀγγεῖλαί τέ οἱ τὰ ξυνενεχθέντα, καὶ οὕτως ἑλεῖν τὸν βασιλέα, ὡς αὐτίκα δὴ μάλα ὑπατικοὺς ἑπτὰ τῶν ἐν τοῖς μάλιστα εὐπατριδῶν τε καὶ εὐδαιμόνων ἀνδρῶν ἐκ τῆς ῾Ρώμης ἀπολεξάμενον, ἅμα τῷ σφετέρῳ πλήθει στεῖλαι ἐς τὴν ἀποικίαν, καὶ τοὺς, ὡς τάχιστα ἐν τῷ χώρῳ γενομένους, χρήματά τε πλεῖστα ὅσα ἐπιδόντας καὶ σπουδῇ χρησαμένους, ἀναδομῆσαι αὖθις τὴν πόλιν, καὶ ἐς τὸ μέχρι τοῦδε σωζόμενον [*](D) ἀπεργάσασθαι σχῆμα. νῦν οὖν οἱ ἐκείνῃ ἀστοὶ Πελασγοὶ μὲν

    [*](1. αὐτοῖς ἔτι R. 10. ἀλλὰ γὰρ καὶ R., ἀλλὰ καὶ vulg. κανταβρηνῶν R., Κανταβαρηνῶν vulg. Agathias, cui parum de Cantabris innotuerat , ex verbis epigrammatis Κάνταβριν ἐς γᾶν finxit sibi Cantabrinos. 14. ὑπατικοὺς correxi, Intpr. consulares, ὑπάτους R. et vulg. ἐπὶ τὰ R., sed in marg. ἑπτὰ. 18. ἀναδομῆσαι R. et Lugd., ἀνοικοδομῆσαι edd.)
    102
    [*](A.C. 554 I. I. 28)

    οὐκέτι ἂν δικαίως κληθεῖεν, Ῥωμαῖοι δὲ μᾶλλον, εἰ καὶ τὼ τῆς φωνῆς ἐς τὸ ἑλληνικόν τε καὶ ἀττικώτερον μετεβάλοντο. πῶς γὰρ οὐκ ἤμελλον προσοικοῦντες τὴν Ἰωνίαν; ταῦτα δὲ οὕτω ξυνενεχθῆναι δηλοῖ μέν που καὶ ἡ πάτριος τοῦ ἄστεος ἱστόρια, οὐχ ἤκιστα δὲ τοὐπίγραμμα, ὅπερ ἔγωγε ἐκεῖσε ἐλθὼν ἀνελε·ξάμην. ἔν τινι γὰρ τῶν ἀμφὶ τὴν πόλιν ἀγρῶν, ὅθεν δὴ ὢν ἐτύγχανεν ὁ Χαιρήμων, Σιδηροῦς δὲ ὄνομα τῷ ἀγρῷ ἐκείνῳ,) βωμὸς ἵδρυται ἀρχαιότατος, ἐν ᾦ δὴ πάλαι, ὡς ἔοικε, τοῦ Χαιρήμονος ἄγαλμα ἐφειστήκει. νῦν γὰρ οὐδὲν ὁτιοῦν ἐν αὐτῷ φαίνεται. ἐγκεχάρακται δὲ ὅμως ἔτι τὸ ἐλεγεῖον τῷ βωμῷ ὧδέ πως ἔχον· [*](P. 55)

  • Κλασθείσας πάτρας σεισμῷ ποτε, Κάνταβριν ἐς γᾶν
  • Χαιρήμων ἔπτα, πατρίδα ῥυσόμενος.
  • Καίσαρι δ’ εἱλιχθεὶς περὶ γούνασι, τὰν μεγάλαυχον
  • Ωρθωσε Τράλλιν, τὰν τότε κακλιμέναν·
  • Ἀνθ’ ὧν συγγενέες τοῦτο βρέτας, ὄφρ’ ἐΠί βωμῷ,
  • Οἶα δίκα κτίσταν, τάνδε φέροιτο χάριν.
  • καὶ τὰ μὲν τῶν Τράλλεων πέρι ὧδέ πως ἔχειν πεπίστευται. πολλὰς δὲ κατ’ ἐκεῖνο τοῦ καιροῦ καὶ ἄλλας πόλεις ἐν τῇ Ἀσίᾳ, Ἰωνικός τε καὶ Αἰολίδας, παραπλήσια παθεῖν ξυνηνέχθη.

    [*](B)

    ιη'. πλὴν ἀλλ’ ἔμοιγε νῦν τὰ τοιαῦτα παρέντι, καὶ αὖθις

    [*](1. εὐδικαίως R. 12. Καντάβαριν R. 13. ῥυσσόμενος R. 15. τότε scripsi, πότε R. et vulg., Intpr. olim. 16. συγγενέες Lugd., Intpr. propinqui, συγγενὶς R., συγγενές οἱ vulg. 17. οἴα δίκα κτίσταν R., δίκα etiam Inter., dum vertit merito, οἷα δὴ κτίστας vulg.)
    103

    τοὐ προτέρου λόγου ἐχομένῳ, ἐπὶ τὴν τῶν Λαζῶν χώραν καὶ [*](A. C. 554 I. I. 28) τοὺς περσικοὺς πολέμους ἰτέα, ἔπει καὶ κάτα τοὺς αὐτοὺς χρόνους ἐπράσσετο ἕκαστα. Ῥωμαίοις γὰρ καὶ πέρσαις ἤδη μὲν [*](Β) ἐκ πλείστου μέγιστος πόλεμος ξυνειστήκει, καὶ θαμὰ τὴν ἀλλήλων ἐδῄουν καὶ ἐλυμαίνοντο, νῦν μὲν εἰσβολὰς ἀκηρύκτους μηχανώμενοι καὶ ἐφόδους, νῦν δὲ πολλῷ στρατῶ ἐς ἐμφανεῖς [*](V. 40) παρατάξεις χωροῦντες. ὀλίγῳ δὲ ἔμπροσθεν ἐκεχειρίαν ἐπεποίηντο, ἐφ’ ᾧ μέντοι οὐ τελεωτάτην ἄγειν εἰρήνην, οὐδὲ ὥστε πάντοθι τῶν κινδύνων πεπαῦσθαι, ἀλλ’ ὅσον μόνον ἀνὰ τὴν ἕω καὶ τὰ τῆς Αρμενίας ὅρια ἑκατέρῳ γένει ἐσπεῖσθαι, ἀμφὶ δὲ τὴν Κολχίδα γῆν τὸν πόλεμον διαφέρειν. οἱ δὲ Λαζοί Κόλχοι τοπαλαιὸν ὠνομάζοντο, καὶ οὗτοι ἐκεῖνοι τυγ χάνουσιν ὄντες. [*](C) τοῦτό τε οὐκ ἄν τις ἀμφιγνοήσειε τεκμαιρόμενος τῷ τε Φάσιδι κω Καυκάσῳ καὶ τῇ περὶ ταῦτα ἐκ πλείστου οἰκήσει. λέγεται δὲ τοὺς Κόλχους Αἰγυπτίων εἶναι ἀποίκους. φασὶ γὰρ πολλῷ ἔμπροσθεν τοῦ ἐπίπλου τῶν ἀμφὶ τὸν Ἰάσονα ἡρώων, καὶ πρό γε τῆς τῶν Ἀσσυρίων ἐπικρατείας καὶ τῶν Νίνου τε καὶ Σεμιράμιδος χρόνων Σέσωστρίν τινα βασιλέα Αἰγύπτιον μεγίστην στρατιὰν ἐκ τῶν ἐπιχωρίων ἀγείραντα, καὶ ἅπασαν τὴν Ἀσίαν ἐπελθόντα καὶ καταστρεψάμενον, ἀλλὰ καὶ ἐν τῷδε ἀφικέσθαι τῷ χώρῳ, ἀπόμοιράν

    [*](D)[*](4. ξυνειστήκει R., ξυνενειστήκει vulg. 5. ἐλυμ. κ. ἐδῄουν R. 6. ἀν’ ἐμφανεῖς R. 9. πάντοθεν R. τὴν ἕσω R. 12. ὀνομ. vulg. 13. τοῦτό γε R., καὶ ὅτι—τοῦτό γε coni. CI. ἀμφαγνοήσειε R. 14. ἰπὶ πλείστου R., Intpr. accolas effuse circumiectos. 16. Ἰάσονα R., Ἰάσωνα vulg. 17. πρό γε R., antequam Ass. rerum potirentur, πρός γε vulg.)
    104
    [*](A. C. 554 I. I. 28)

    τε ἐνταῦθα καταλιπεῖν τοῦ ὁμίλου, καὶ τοίνυν ἐνθένδε τὸ τῶν Κόλχων κατάγεσθαι γένος. τοῦτο δὲ Διόδωρός τέ φησιν ὁ Σικελιώτης καὶ ἄλλοι ὡς πλεῖστοι τῶν παλαιῶν ἱστοριογράφων. οἳ δὴ οὖν, εἴτε Λαζοὶ, εἴτε Κόλχοι, εἴτε Αἰγύπτιοι μετανάσται, περιμάχητοι ἐν τῷ καθ᾿ ἡμᾶς γεγένηνται χρόνῳ, καὶ πλεῖστοι ὅσοι ἀγῶνες τῆς τούτων γε ἕκατι καταβέβληνται χώρας. Χοσρόης τε γὰρ ὁ Περσῶν βασιλεὺς ἤδη πολλὰ καὶ ἐπικαιρότατα τῶν ἐκείνῃ χωρίων σφετερισάμενος καὶ κατέχων, οὐκ ᾤετο δεῖν μεθιέναι, ἀλλὰ καὶ τὰ λοιπὰ χειρώσασθαι διενοεῖτο, Ἰουστινιανῷ τε τῷ ῾Ρωμαίων αὐτοκράτορι καταπροέσθαι Γουβάζην [*](P. 56) τὸν Λαζῶν ἐν τῷ τότε βασιλέα, καὶ ἅπαν τὸ ἔθνος, κατηκόους ὄντας καὶ εὔνους καὶ τὰ ἐς θεὸν ὁμογνώμονας, οὐκ ἀνεκτὰ ἐδόκει οὐδὲ ὅσιον. μᾶλλον μὲν οὖν καὶ ἐπειρᾶτο παντὶ σθένει ἀπώσασθαι ὡς τάχιστα τοὺς πολεμίους. ἐλογίζετο γὰρ καὶ ἐδεδίει, ὡς εἰ τῷ πολέμῳ κρατήσαιεν οἱ Πέρσαι, καὶ ἁπάσης ἐπιλάβοιντο τῆς χώρας, οὐδὲν ἔσται τὸ κωλύον αὐτοὺς ἀνὰ τὸν Εὔξεινον πόντον ἀδεῶς ναυτιλλομένους, τὰ ἐνδότατα τῆς ῾Ρωμαίων ἀρχῆς ἀνιχνεύειν. τοιγάρτοι στράτευμά τε μέγιστον καὶ ἀλκιμώτατον ἐνταῦθα ἔταξεν, καὶ στρατηγοὺς επέστησεν τοὺς ἀρίστους. Βέσσας τεγὰρ καὶ Mαρτῖνος καὶ Βούζης ἡγεῖτο, [*](B) ἄνδρες ἐν τοῖς μάλιστα γεγενημένοι καὶ πολέμους συχνοὺς

    [*](6. γε om. R. ἕκατι καταβ. χώρ. R., χ. ἕκ. κατ. vulg. 11. τῶν Λαζῶν R. Pro ἐν τῷ τότε R. ἐς τόν τε. 12. Post ὁμογνώμονας lacuna fuerat in R. usque ad οὐδὲ, in qua recentior manus scripsit: ἐδόκει, et in marg. εἶναι. 16. ἀμφὶ ἀνὰ τ. E. R. 18. στράτ. τε μέγ. κ. ἀλκ. R., στράτ. μέγ. τε κ. ἀλκ. vulg.)
    105

    ἀγωνισάμενοι. ἔσταλτο δὲ καὶ Ἰουστῖνος ὁ Γερμανοῦ, νεάζων [*](A.C. 554 Ι. Ι. 28) μὲν ἔτι κομιδῇ, τὰ δὲ πολέμια ἤδη πεπαιδευμένος.

    ιθ΄. Μερμερόης δὲ, ὁ τῶν Περσῶν στρατηγὸς, ἐπειδὴ πρότερον Ἀρχαιοπόλει τε δὶς προσβαλὼν ἀπεκέκρουστο, καὶ· ἄττα ἐπεπράχει, ὃ δὴ ἔγωγε παρίημι, ἀποχρώντως γάρ που Προκοπίῳ τῷ ῥήτορι τὰ μέχρι τῶνδε ἀναγέγραπται,, τότε δὴ αὖθις ἐνθένδε γάρ μοι ἀρχομένῳ τὰ ἐφεξῆς ἁρμοστέον,) ἀφῖκτο μὲν ἐς Μουχείρισίν τε καὶ Κοτάϊσιν τὸ φρούριον, ἐβούλετο δὲ τὴν ἐς Τήλεφιν δυσχωρίαν παραμειψάμενος, εἴσω τοῦ Φάσιδος γενέσθαι ποταμοῦ, καὶ τῷ ἀπροσδοκήτῳ τοὺς Ῥωμαίους ἐκπλήξας, διὰ πείρας ἐλθεῖν, εἴ πως ἂν ἔνια γοῦν τῶν τῇδε πολισμάτων παραστήσασθαι δυνηθείη. ταῦτα δὲ αὐτῷ πράττειν ἐκ τοῦ ἐμφανοῦς πορευομένῳ καὶ ἐπιόντι ἀμήχανα ἦν. Μαρτῖνος γὰρ ὁ στρατηγὸς ἅμα τῇ ἀμφ’ αὐτὸν στρατιᾷ ἐς τὴν Τήλεφιν ἱδρυμένος, φρούριον δὲ τοῦτο καρτερόν τε καὶ ἐχυρώτατον,) διεφύλαττεν ἐπιμελέστατα τὰς εἰσόδους. ἔστι δὲ καὶ ἄλλως τὸ χώριον δύσβατόν τε καὶ ἀπρόσοδον. φάραγγές τε γὰρ καἰ πέτραι ἀπερρωγυῖαι καὶ ἐς ἀλλήλας ἐπικλινόμεναι στενωτάτην ἀτεχνῶς τὴν ὑποκειμένην ἀτραπὸν ἐκτελοῦσιν. ἄλλοθεν δὲ οὐκ ἔστιν ὁτῳοῦν εἰσιτητέα. τὰ γὰρ ἐχόμενα D πέδια ἰλυώδη γέ εἰσι δεινῶς καὶ τελματώδη, λόχμαι τε δεσεῖαι καὶ δρυμοὶ ἀνέχουσιν, ὡς καὶ εἰνὶ ἀνδρὶ, καὶ τούτῳ

    [*](1. δὲ καὶ R., δέ τε καἰ vulg. 4. Ἀρχαιοπόλει R. Ἀρχαιπόλει edd. 5. ἐγὼ R. που add. ex R. 8. Kutais est, Imiretiae oppidum regium. 18. γὰρ om. R. 23. δρυμοὶ R., δρυμὰ vulg.)
    106
    [*](A. C. 554 Ι. Ι. 28)

    εὐζώνῳ, ἄπορον εἶναι τὸ χρῆμα, μή τοί γε πλήθεσιν ὡπλι- σμένοις. πλὴν ἀλλὰ καὶ ὣς οἱ Ῥωμαῖοι οὐδὲν ὁτιοῦν πόνου [*](V. 41) ἀνιέντες, εἴ πού τι εὗρον τῶν τόπων σφαλερόν τε καὶ βάσιμον, αὐτίκα ξύλοις τε καὶ λίθοις περιέφραττον, καὶ θαμὰ ἐν τοῖσδε ἐμόχθουν. διαπορουμένῳ δὴ οὖν ἐν τοῖς παροῦσι τῷ Μερμερόῃ καὶ πλεῖστα διαλογιζομένῳ, προσῆλθεν διανοεῖσθαι, ὡς εἰ γε ὁτῳδηοῦν τρόπῳ διαλύσοι ἦν φρουρὰν τῶν Ῥωμαίων, καὶ ἠρέμα ἀπώσοιτο, οὐ πάμπαν αὐτῷ τὰ ἐς τὴ,ν διάβασιν [*](P. 57) ἀνήνυτα ἔσται. πολεμίων μὲν γὰρ τῷ χώρῳ ἐνδελεχέστατα ἐφεδρευόντων, οὐχ οἷόν τε ἦν ἅμα ἀμφοτέρων κρατῆσαι. ἐκείνων δὲ ἀνιέντων, ἀλλὰ μόνην γε τὴν δυσχωρίαν ἀκέσασθαι, καὶ τὸ δυσέμβολον τῆς πορείας ἐς τὸ εὐέφοδον ἁμωσγέπως μετασκευάσαι, οὐ λίαν ἀδύνατα εἶναι ἡγεῖτο. ἤλπιζε γὰρ τὴν ὕλην ἐκτέμνων τῇ πολυχειρίᾳ καὶ ἀνακαθαίρων, καὶ τῶν πετρῶν ὅ, τι ἀντίξουν διακολάπτων καὶ παραιρούμενος, οὐ χαλεπῶς διαβήσεσθαι. ὡς ἂν οὖν ταῦτα διαπράξοιτο, ἐπενόει τοιάδε. ἐσκήπτετο ἀθρόον νόσῳ τινι δεινῇ τε καὶ ἀνηκέστῳ ἑαλωκέναι, καὶ οὖν ἀνεκέκλιτο δυσφορῶν δῆθεν καὶ ἀσχάλλων καἰ τὸ [*](B) ξυμπεσὸν ὀλοφυρόμενος· ὅ τε λόγος οὗτος ἀνὰ πᾶν αὐτίκα ἐφοίτα τὸ στράτευμα, ὡς ὁ στρατηγὸς πονήρως τε ἔχοι, καὶ ὅσον οὔπω ἀπολεῖται· ὅσους τε αὐτῶν ἤρεσκεν μισθαρνεῖν τοῖς

    [*](2. οὐδέν τι οὖν R. 7. διαλύσοι Cl., διαλύσει R. et vulg. 10. ἄμα ἀμφ. R., ἀμφ. ἅμα vulg. 12. εὐέροδον R. corr. in mg. pro εὐέφοστον, εὔοδον vulg. 13. εἶναι add. ex R. 17. δεινῇ τ. κ. ἀνηκ. ἑαλ. R. ἑαλ. δ τ. κ. ἀν. vulg. 20. ἐφοίτα R., ἐχώρει vulg. 21. ὅσους δὲ Suid, s. v. μισθαρνεῖν. ἐπὶ τῇ τ. οἰκ. προδ. τοῖς ἐναντ. R.)
    107

    ἐναντίοις ἐπὶ τῇ τῶν οἰκείων προδοσίᾳ, καὶ λάθρα ἐξάγειν τὰ [*](A. C. 554 I. I. 28) ἀπόῤῥητα, οὗτοι δὲ τὸ μὲν ἀτρεκὲς οὐκ ἐγίγνωσκον· (ἀσφαλέστατα γὰρ τὸ βούλευμα ἐκρύπτετο, καὶ οὐδὲ ἐς ἅπαντας τοὺς φιλτάτους ἐξέπιπτε·) μόνοις δὲ τοῖς ἐν τῷ ὁμίλῳ περιαγομένοις ἐξηπατημένοι τοῖς ῾Ρωμαίοις διήγγελλον. οἱ δὲ ῥᾳδίως ἐπείθοντο, οὐ τοσοῦτον, οἶμαι, τῇ ἀγγελίᾳ, ὁπόσον τῷ βουλομένῳ τῆς γνώμης.

    κ΄. Εὐθὺς δὴ οὖν τὸ ἐνεργόν τε καὶ σύντονον τῆς φροντίδος ὑποχαλῶντες, οὐκέτι λίαν ἀκριβῆ τὴν φυλακὴν ἐποι- [*](C) οῦντο. ὀλίγαι τε παρῳχήκεσαν ἡμέραι, καὶ ὁ Μερμερόης ὡς δὴ τεθνηκὼς ἀπηγγέλλετο. ἔκρυπτε γὰρ ἑαυτὸν ἔς τι δωμάτιον, ὡς καὶ παρὰ τοῖς οἰκειοτάτοις τήνδε νικῆσαι τὴν δόξαν. τότε δὴ οὖν καὶ μᾶλλον τοῖς ῾Ρωμαίοις περιττόν τι ἐδόκει ἀγρυπνεῖν τε καὶ ἐπιπολὺ διαπονεῖσθαι. καὶ τοίνυν μεθέντες τὰς περιφράξεις καὶ τὴν ἐν τούτοις ἀπεργασίαν, ἐς τὸ ἀνειμένον μετέβαλλον, παννύχιόν τε καθεύδοντες καὶ ἐς τὰς ἐπαύλεις τῶν ἀγρῶν διαιτώμενοι, καὶ οὔτε κατασκόπους ἔστελλον, οὔτε ἄλλο τι ἔπρασσον τῶν δεόντων. ᾤοντο γὰρ ὡς οὐκ ἄν ποτε οἱ Πέρσαι, ἀστρατήγητοι δῆθεν γεγονότες, ἐπ᾿ αὐτοὺς ἥξουσι, [*](D) μᾶλλον μὲν οὖν καὶ ὡς ποῤῥωτάτω φευξοῦνται. ταῦτα δὲ γνοὺς ὁ Μερμερόης ἀνακαλύπτει ἐξαπιναίως τὸν δόλον καὶ ἐπιφαίνεται τοῖς Πέρσαις ὁποῖος καὶ πρότερον, καὶ εὐθὺς, ὡς

    [*](2. δὲ om, R. 11. ἔς τι δωμάτιον R. et Intpr. in domicilio quodam, ἐπὶ δωμ. vulg.)
    108
    [*](A. G. 554 I. I. 28)

    εἶχε προθυμίας, ἅπαντας κινήσας, καὶ τὴν χαλεπότητα τῆς πο- ρείας εὖ διαθεὶς, ᾖ πάλαι διενοεῖτο, παραγέγονεν ἀγχοῦ τοῦ φρουρίου. καὶ ἤδη ἐπέλαζε τοῖς Ῥωμαίοις κατεπτηχόσι τῷ παραλόγῳ καὶ οἵοις οὐκέτι ἀμύνεσθαι. τότε δὴ οὖν ὁ Μαρτῖνος ἔγνω καταλιπεῖν τὸ χώριον, πρὶν τελεώτατα παρελθεῖν εἴσω τὸν Μερμερόην, καὶ μέγα τι κακὸν τοὺς τῇδε [*](p. 58) ἐργάσασθαι. πῶς γὰρ ἐνῆν αὐτοὺς ὀλίγους γε ὄντας ἐνεγκεῖν τὰ πλήθη τῶν πολεμίων, καὶ μὴ οὔχι αὐτοβοεὶ διαφθαρῆναι; οὕτω δὴ οὖν καταστρατηγηθέντες ὑπὸ τῶν βαρβάρων, καὶ αἰσχίστην ποιούμενοι τὴν ἀναχώρησιν, ἠπείγοντο τοῖς ἄλλοις ἀναμιχθῆναι στρατεύμασιν. ἐτύγχανον γὰρ οἱ ἀμφὶ Βέσσαν τε καὶ Ἰουστῖνον ἐν πεδίῳ τινι στρατοπεδευόμενοι, οὐ πόῤῥω Τηλέφεως κειμένῷ, ἀλλὰ μόνοις σταδίοις ἑπτὰ διεστηκότι. ἐστι δὲ οὐδὲν ὁτιοῦν ἄλλο ἐνταῦθα, ἤ μόνα χυτρῶν πωλητήρια, ὡς καὶ τὴν προσηγορίαν ἐντεῦθεν τῷ χώρῳ εἰλῆφθαι· [*](Β) Ὀλλάρια γὰρ, ὡς ἂν Δατῖνόςτις φήσοι, ἐπωνόμασται· δύναται [*](V. 42) δὲ τοῦτο τῇ Ἑλλήνων φωνῇ Χυτροπώλια. ἤδη δὲ πολλῶν ἅμα τῷ Μαρτίνῳ προτερησάντων καὶ ἐν τῷ ἀσφαλεῖ γενομένων, ἐβουλεύοντο ἅΠαντες οἱ στρατηγοὶ, ἐνταῦθα τοὺς δυσμενεῖς ἐκδεξάμενοι στήσεσθαι τε ἐς παράταξιν, καὶ διακωλύειν αὐτοὺς ἀνὰ τὰ πρόσω ἰόντας. ἦν δέ τις τῶν ἐπισημοτάτων ἐν τοῖς ταξιάρχαις Θεόδωρος ὄνομα, τὸ μὲν γένος ἕλκων ἐκ τοῦ

    [*](8. διαφθαρῆναι ὑπὸ δέους Suid. s. ν. αὐτοβοεὶ. 14. μόνα R., μόνον vulg. 15. ἐντεῦθεν τῷ χώρῳ R., τῷ χώρῳ ἐνθένδε vulg. 16. Ὠλλάρια Par. τις ins. ex R. 20. στήσασθαι R.)
    109

    ἔθνους τῶν Τζάνων, παρὰ Ῥωμαίοις δὲ τεθραμμένος, καὶ [*](Α. C.554 I. I. 28) ἤδη τὸ βαρβαρικὸν τοῦ τρόπον, εἰ καὶ πάτριον ἦν, ἀποσκευασάμενος καὶ ἐς τὸ ἀστειότατον μετακοσμήσας. οὗτος δὴ οὖν ὁ Θεόδωρος ἅμα τῇ οἰκείᾳ δυνάμει, εἵποντο γὰρ αὐτῷ οὐ [*](C) μείους ἢ πεντακόσιοι ἄνδρες τῶν ὁμοφύλων,) ἀμφὶ Τήλεφιν εντι ἐμεμενήκει, εἰρημένον αὐτῷ ὑπὸ Μαρτίνου, μὴ πρότερον ἐνθένδε χωρῆσαι, πρὶν ἂν θεάσοιτο ἅπαντας τοὺς πολεμίους εἰσβεβληκότας εἰκάσοι τε αὐτοὺς, ὡς ἔνεστιν, ὅσοι εἷεν, καὶ ποίη ὅπως ἔχουσιν ὁρμῆς τε καὶ γνώμης.