Historiae

Agathias Scholasticus

Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.

ΠΡΟΟΙΜΙΟΝ.

[*](Ed. Par. 1)

Καλὺν μέν τι χρῆμα καὶ εὔδαιμον νῖκαι πολέμων καὶ τρόπαια, [*](Ed.Ven. 5,) πόλεών τε ἀνοικισμοὶ καὶ ἀγλαίσματα, καὶ ἅπαντα ὁπόσα μεγάλα τε καὶ ἀξιάγαστα ἔργα. ταῦτα δὲ καὶ τὰ τοιάδε δόξαν μέν τινα καὶ ἡδονὴν τοῖς κτησαμένοις ἐπάγει, ἀποβιοῦσι δὲ αὐτοῖς καὶ ἐκεῖσε οἰγομένοις οὔτι μάλα ἐθέλουσιν ἕπεσθαι, ἀλλὰ καὶ λήθη παρεμπεσοῦσα ἐπικαλύπτει καὶ παρατρέπει [*](P.2) τὰς ἀληθεῖς τῶν πράξεων ἀποβάσεις· ἤδη δὲ καὶ τῶν ἐπισταμένων ἀποβιούντων, οἴχεται καὶ διαδιδράσκει ἡ γνῶσις σὺν αὐτοῖς σβεννυμένη. οὕτως ἄρα μνήμη γυμνὴ ἀνόνητόν τι καὶ οὐ μόνιμον, οὐδὲ τῷ μακρῷ συνεκτείνεσθαι πέφυκεν χρόνῳ. καὶ οὐκ ἂν οἶμαι ἢ πατρίδος προκινδυνεύειν ἔνιοι ἔγνωσαν, ἢ ἄλλους ἀναδέχεσθαι πόνους, εὖ εἰδότες, ὡς, εἰ καὶ [*](Β) σφόδρα μέγιστα δράσαιεν, συναπολεῖται τὸ κλέος αὐτοῖς καὶ διαρρυήσεται, μόνῳ τῷ βίῳ αὐτῶν ἐκμεμετρημένον· εἰ μή τις, ὡς ἔοικε, θεία προμήθεια τὸ ἀσθενὲς τῆς φύσεως ἀναῤῥνωννῦσα τὰ ἐκ τῆς ἱστορίας ἐπεισήγαγεν ἀγαθὰ καὶ τὰς ἐνθένδε ἐλπίδας. οὐ γὰρ οἶμαι κοτίνου γε ἕνεκα καὶ σελίνου οἱ Ολυμπιονῖκαι ἐν ταῖς κονίστραις ἐναπεδύοντο, οὐδ᾿ αὐ οἱ ἀγαμέντοι

[*](1 μέντοι R. 10. συνεκτείνεσθαι R., Intpr. extendi, συνεκτείνειν νειν vulg. πέφυκε vulg., ν ἐφελκυστικὸν h. 1. et passim addidi ex R. 11. ἢ πατρίδος R., Intpr. pro patria, vulg. ἥ καὶ πατρ. 15, ἀναῤῥωνῦσα R.)
5

θοὶ τῶν πολέμων ἀγωνισταὶ λαφύρων γε μόνον καὶ τοῦ παραυτίκα [*](C) τίκα κερδαλέου ἐφιέμενοι, ἐς προὖπτόν τε καὶ διαφανῆ κίνδυνον σφᾶς αὐτοὺς ἀφιᾶσιν· ἀλλὰ δόξης ἀμφότεροι ἕκατι βεβαίας τε καὶ ἀκηράτου, ἣν οὐχ οἷόν τε ἄλλως καρπώσασθαι, ἢ τῆς ἱστορίας αὐτοὺς ἀπαθανατιζούσης· οὐχ οἶα τὰ Ζαμόλξιδος νόμιμα καὶ ἡ Γετικὴ παραφροσύνη, ἀλλ’ ὡς ἀληθῶς τρόπῳ τινὶ θείῳ τε καὶ ἀθανάτω, καὶ ᾧ μόνῳ δύναται τὰ [*](D) θνητὰ ἐς ἀεὶ διαβιώσκειν. ῥᾴδιον μὲν οὖν ἥκιστα ἂν εἴη ἃπαντα διεξιέναι καὶ ἀπαριθμεῖσθαι, ὁπόσων ἀγαθῶν ἡ ἱστόρια τὸν βίον ἐμπίπλησι τὸν ἀνθρώπειον· ὡς δὲ συλλήβδην εἰπεῖν, οἶμαί γε αὐτὴν φιλοσοφίας τῆς πολιτικῆς οὐ μάλα μειονεκτεῖσθαι, εἰ μή τι καὶ μᾶλλον ὀνίνησιν. ἡ μὲν γὰρ, οἵα τις ἀστεμφὴς δέσποινα καὶ ἀθώπευτος, κελεύει καὶ διατάττει, ὁποίων [*](P.3) τε ἔχεσθαι καὶ ὁποῖα διαφεύγειν προσήκει, ὡσπερ τῷ πείθοντι καταμιγνῦσα τὸ ἀναγκάζον· ἡ δὲ τῷ θέλγοντι πλείστῳ χρωμένη καὶ οἷον καρυκεύουσα τὰς ἀπαγγελίας τῇ ποικιλίᾳ [*](v.6) παραδειγμάτων, καὶ παριστῶσα τῷ λόγῳ, ἐν οἷς τε εὐδοκιμήκασιν ἄνθρωποι εὐβουλίᾳ χρησάμενοι καὶ δικαιοσύνη, καὶ ἔνθα διήμαρτον τοῦ προσήκοντος, ἢ γνώμης τινὸς ἐναντίας ἢ [*](Β) τύχης ἡγησαμένης, λανθάνει ταῖς ψυχαῖς ἠρέμα τὰς ἅρπας ἐσοικίζουσα. τὸ γὰρ προσηνὲς αὐταῖς καὶ αὐθαίρετον μᾶλλόν τι ἐμφύεται καὶ προσιζάνει. ἐγὼ μὲν οὖν ταῦτα ἐκ πλείστου σκοπαριστῶσα

[*](17, παριστᾶσα R., παριστᾶσα vulg.)
6

πῶν τε καὶ διαλογιζόμενος, ὑπεράγασθαι μὲν χρῆναι ἡγούμην καὶ κοινοὺς ἀνυμνεῖν εὐεργέτας τοὺς ὁπόσοις ἤδη αἱ τοιᾶιδε [*](C) πραγματείαι διαπεπόνηνται. οὐ μὴν ἐγχειρητέα ἐμοὶ τῷδε τῷ πόνῳ ἐδόκει, οὐδὲ τὴν ἀρχὴν ἀποπειρατέα. ἐτύγχανον γὰρ μᾶλλον δή τι ἐκ παίδων τῷ ἡρῴῳ ῥυθμῷ ἀνειμένος, καί με ἤρεσκεν τὰ ἡδύσματα τῶν τῆς ποιητικῆς κομψευμάτων. καὶ τοίνυν πεποίηταί μοι ἐν ἐξαμέτροις βραχέα ἄττα ποιήματα, ἃ δὴ Δαφνιακὰ ἐπωνόμασται, μύθοις τισὶ πεποικιλμένα ἐρω- [*](D) τικοῖς, τῶν τοιούτων ἀνάπλεα γοητευμάτων ἔδοξε δέ μοι πρότερον κἀκεῖνο ἀξιέπαινόν τι εἶναι καὶ οὐκ ἄχαρι, εἴγε τῶν ἐπιγραμμάτων τὰ ἀρτιγενῆ καὶ νεώτερα, διαλανθάνοντα ἔτι καἰ χύδην οὑτωσὶ παρ’ ἐνίοις ὑποψιθυριζόμενα, ἀγείραιμί τε ὡς οἷόν τε εἰς ταὐτὸν καὶ ἀναγράψαιμι ἕκαστα ἐν κόσμῳ ἀποκεκριμένα. καὶ οὖν δὴ καὶ τόδε μοι ἐκτετέλεσται ἕτερά τε πολλὰ ἀγωνίσματα, τοῦ μὲν ἀναγκαίου χάριν οὐ μάλα πεποιημένα, [*](P.4) ἄλλως δὲ ἴσως προσαγωγὰ καὶ θελκτήρια. καὶ γὰρ δῆτα ἡ ποίησις τι χρῆμα καὶ θεσπέσιον. ἐνθουσιῶσι γοῦν ἐν αὐτῇ αἱ ψυχαὶ, εἴποι ἂν ὁ σοφὸς ὁ Ἀρίστωνος, καὶ λίαν ὠδίνουσιν ἐπαφρόδιτα, ὅσαι δὴ ὡς ἀληθῶς μουσόληπτοι γίνονται, καὶ τῇδε κάτοχοι τῇ βακχείᾳ. ἐμοὶ μὲν οὖν τοῖσδε θαὁπόσους

[*](2, ὁπόσους Par. αἱ add. R,, om. vulg. 3. ἐγχειρ. γὰρ ἐμοὶ R. 4, οὐδὲ τὴν R., οὐδὲ κατὰ τὴν vulg. 5. με ἤρεσκεν R., μοι ἤρεσκε vulg. 6. κομψευσμάτων R. 8. Δαφνικὰ R., Intpr.; male. 12. οὐτοσὶ edd. 13, ταὐτὸν R., ταὐτὰ vulg. 14. τίδε R. 20, θαμίζειν R., θαυμάζειν vulg.)
7

μίζειν ἐδόκει, καὶ οὐ μήποτε ἑκόντι εἶναι τὰ νεανικὰ ταῦτα καὶ ἐπιτερπῆ σπουδάσματα μεθιέναι, ἀλλ’ ἕπεσθαι τῷ Δελφικῷ [*](B) ἐκείνῳ προγράμματι καὶ τὰ οἰκεῖα γιγνώσκειν. ἐπει δὲ ἐν τῷ κατ’ ἐμὲ χρόνῳ ξυνέβη μεγάλους μὲν πολέμους πολλαχοῦ τῆς οἰκουμένης ἀπροσδóκητα ξυῤῥαγῆναι, ἐθνῶν τε πολλῶν βαρβαρικῶν μεταναστάσεις γενέσθαι, καὶ πράξεων ἀδήλων τε καὶ ἀπίστων παραλόγους ἀποβάσεις, καὶ τύχης ἀτάκτους ἀπιῤῥοπιάς, γενῶν τε καταλύσεις, καὶ πόλεων ἀνδραπο-[*](C) δισμοὺς καὶ μεταβολὰς οἰν̣ητόρων, καὶ οἶον ἅπαντα τὰ ἀνθρώπεια κεκινῆσθαι· ἐπειδὴ οὖν ταῦτα καὶ τὰ τοιάδε ξυνέβη, δεδιέναι μοί πως ἐπῆλθε, μή τι ἄρα οὐχ ὅσιον εἴη, ἔργα οὕτω μέγιστά τε καὶ θαύματος ἄξια καὶ τοῖς μετὰ ταῦτα· χρήσιμα ἐσόμενα καὶ ὀνησιφόρα καταλιπεῖν ἄμνηστα τὸ μέρος, καὶ σεσιγημένα. τοιγάρτοι ἔδοξέ μοι οὐκ ἀπὸ τρόπου εἶναι, καὶ τοῦ συγγάφειν ἁμωσγέπως ἀποπειρᾶσθαι, ὡς ἄν μοι μὴ ἅπας ὁ [*](D) βίος ἐν μυθολογία τε καὶ περιττῷ πόνῳ ἀναλωθείη, ἀλλά τι φέροιτο καὶ ἀναγκαῖον. πολλοὶ δέ με καὶ τῶν ἐπιτηὸειων ἐπείγοντες καὶ ἐλγκελευόενοι ἐξηρέθισαν τὴν ὁρμὴν καὶ ἐπέῤῥωσαν, ἐν τοῖς Εὐτυχιανὸς ὁ νέος· ἀρχηγός τε ἦν τῆς παραινέσεως [*](Ρ.5) ἀνὴρ τὰ πρῶτα τελῶν ἐν τοῖς τῶν βασιλέων ὑπογραφεῦσι, καὶ

[*](2. σπουδάγματα R. ἀλλ᾿ R. Lugd., ἀλλὰ edd. τοῖς Δελφικοῖς ἐκείνοις προγράμμασι R. 3. ἐπεὶ R., ἐπειδὴ vulg. 6. πράξεσι R. 8. κατακλύσεις R. 11. ἀπῆλθε R. sed vulg. in mg. 12. μέγιστά τε καὶ R., μέγ. καὶ vulg. 13. τὸ μέρ. καὶ σεσιγημένα R., καὶ σεσ. τ. μ. vulg. 14. ἄπο τρόπου R. Lugd. (Cl.), ἀπότροπον edd. τοῦ om. R. 15. μοι om. R. 16. περ. πόνῳ R., πόνῳ περ. vulg. 19. Ἐχδνὸς R. τε R., γε vulg. Non de Eutychiano loquitur Agathias, sed, ni failor , de Paulo Silentiario, Cyri Flori filio.)
8

τὰ ἄλλα ἀγαθὸς καὶ ἀγχινούστατος, παιδείας τε ἀποχρώντως ἔχων, καὶ τοῦ τῶν Φλωριδῶν γένους ἄριστον ἐγκαλλώπισμα γεγενημένον. οὗτος δὴ οὖν ὁ ἀνὴρ, περὶ πλείστου γὰρ τἀμὰ ἐποιεῖτο, καὶ ὡς ἄν μοι ἄμεινόν τι ἔσται εὐκλείας τε πέρι καὶ τῆς ἄλλης ὠφελείας σφόδρα οἱ ἐπεφρόντιστο, οὐκ ἀνίει ἐπειγ́ων καὶ χρηστὰς ἐμφαίνων τὰς ἐλπίδας. δεῖν γὰρ οὐκ ἔφασκεν οὕτω [*](B) χαλεπὸν ἡγεῖσθαί μοι καὶ ἀνήνυτον τὸ ἐγχείρημά, οὐδὲ τῷ μήπω ἐς πεῖραν ἐλθεῖν, ὥσπερ ναυτιλίαν οἱ ἀθαλάττωτοι, καταπεπλῆχθαι· οἴεσθαι δὲ μᾶλλον οὐ πόῤῥω τετάχθαι ἱστορίαν [*](V. 7) ποιητικῆς, ἀλλὰ ἄμφω ταῦτα εἷναι ἀδελφὰ καὶ ὁμόφυλα, καὶ μόνῳ ἴσως τῷ μέτρῳ ἀλλήλων ἀποκεκριμένα. ὡς δὴ οὖν οἴκοθεν οἴκαδε οὔσης τῆς μεταστάσεως θαῤῥοῦντά τε ἰέναι ἐκέλευεν καὶ [*](C) σθένει παντὶ ἔχεσθαι ἔργου. ἀλλὰ γὰρ τοιαῦτα ἐπᾴδων, ἤνδη μοι καὶ αὐτῷ βουλομένῳ, κατεκήλησέ γε ῥᾳδίως καὶ ἔπεισε. καὶ τοίνυν ἐς τάδε ἀφῖγμαι. ἀλλά μοι εἴη ἄξιόν τι δρᾶσαι τῆς προθυμίας, καὶ τοῦ μεγέθους τῶν ἔργων ὡς ἐγγυτάτω ἱκέσθαι. Δηλωτέον δὲ πρότερον ὅστις τέ εἰμι καὶ ὅθεν, τοῦτο δὴ τὸ τοῖς ξυγγραφεῦσιν εἰθισμένον. ἐμοὶ Ἀγαθίας μὲν ὄνομα, Μύρινα δὲ

[*](1.Vulg. inepte οὐκ ἀποχρώντως. Negationem, quam deleri iussit Toupius ad Suidam I. p. 53. ed. Lips., non agnoscit R. Fieri autem potest ut illa orta sit ex alia scriptura: εὖ κἀποχρώντως. ἀποχρῶντος R. 2. γεγενημένον R., γεγενημένος vulg. 3. περὶ πλ. γὰρ τἀμὰ R., ἐπεὶ π. πλ. τἀμὰ vulg. 4. τε om. R. 6. ἐμφαίνων τὰς ἐλπ. R., ὑποφαίνων ἐλπ. vulg. 7. ἀνόνητον R. μήτε πρὸς τὴν πεῖραν R. 8. καταπεπλῆσθαι (sic) R., δεδιέναι vulg. 9. δὲ om. R. 10. ἀδελφοὺς R. 11. μέτρῳ ἣ (sic) ἀλλήλων R. , μ. ἐστὶν ἀλλ. vulg. οἴκαθεν R. 15. ἔχη inseri iubet Clar. Hasius ad Leonem p. 185. coniecturamque viri sagacissimi confirmat R. 17. πρότερον, quod vulgo deest, add. R.)
9

πατρὶς, Μεμνόνιος δὲ πατὴρ, τέχνη δὲ τὰ Ῥωμαίων νόμιμα [*](D) καὶ οἱ τῶν δικαστηρίων ἀγῶνες Μυρίναν δέ φημι οὐ τὸ Θρᾴκιον πόλισμα, οὐδὲ εἴ τις ἑτέρα κατὰ τὴν Εὐρώπην τυχὸν ἥ Λιβύην τῷδε κέκληται τῷ ὀνόματι, ἀλλὰ τὴν έν τῇ Ἀσίᾳ πάλαι ὑπὸ Αἰολέων ἀπῳκισμένην, ἀμφὶ τὰς ἐκβολὰς τοῦ Πυθικοῦ ποταμοῦ, ὃς δὴ ῥέων ἐκ Λυδίας τῆς χώρας ἐς τὸν ἔσχατον αὐλῶνα τοῦ κόλπου τοῦ Ἐλαΐτου ἐμβάλλει. γένοιτο μὲν [*](P.6) οὖν ἔμοιγε τελεώτατα τῇδε τροφεῖα ὡς οἶόν τε ἀπότισαι, καὶ ἅπαντα τὰ κλεινὰ καὶ πάτρια ἔργα ἐς τὸ ἀκριβὲς ἀναγράψαι. ιονῦν δὲ ἡ μὲν εὐμενὴς καὶ ἵλαος καὶ τῆς προθυμίας ἡμᾶς ἀποδεχέσθω. ἐμοὶ δὲ ἐπὶ τὰ κοινὰ καὶ μέγιστα τῶν πραγμάτων ἰτέον. ποιήσομαι δὲ τὴν ξυγγραφὴν, οὐχ ᾗπερ καὶ ἑτέροις ἐν τῷ παρόντι πεποίηται. ἤδη γάρ που καὶ ἄλλοι τὰ νῦν ἐς τόδε [*](B) πόνου ἀφίκοντο, ἀληθείας μὲν, ὡς τὰ πολλὰ, ἥκιστα μέλον αὐτοῖς καὶ τοῦ τὰ γεγενημένα ὡς ἔχουσι τύχης διεξιέναι, οὕτω δὲ διαφανῶς κολακεύειν πολλοὺς τῶν δυνατῶν καὶ ὑποθωπεύειν ἑλόμενοι, ὡς εἴποτε ἄρα καὶ ἀληθῆ φήσαιεν, ἀπιστεῖσθαι. καίτοι ἐγκωμίῳ μόνῳ προσήκειν οἱ ταῦτα δεῖνοι φασι, τὰ προσόντα ὁτῳοῦν ἀγαθὰ κατὰ τὸ μᾶλλον ἐξαιρεῖν· ἱστορία δὲ ἐπαινεῖν μὲν καὶ ἥδε τοὺς εὖ τι δράσαντας οὐ πάμπαν ἀναίνεται, [*](C) οὐ μὴν τοῦτό γε σκοπὸν οἶμαι καὶ γνώρισμα ἔχειν ἐθέλει· ἀλλ’ εἴ που ἡ τῶν πράξεων ἀπεργασία ἔπαινον ἢ ψόγον ἐπάγοι, οὐ βιάζεσθαι αὐτὴν θέμις, οὐδὲ μεταποικίλλειν τὰ γε-

[*](1. δὲ post Μεμν. addidi ex R. 2. Μύῤῥιναν (ubique cum ῤῥ) R., Μύρινα vulg. 15. τύχης expungitur a corr. R. 23. ἐπάγοι R., ἐπάγει vulg. αὐτὴν N., αὐτῇ vulg., αὐτῆς R.)
10

γενημένα. οἱ δὲ ἱστορίαν μὲν ποιεῖσθαι ὁμολογοῦσι, καὶ τὸ [*](D) τῆς ἐπιγραφῆς ἐπάγγελμα τοῦτο αὐτοῖς ὑποφαίνει, περώρανται δὲ ὅμως τῇ Πείρᾳ κομψευόμενοι τὴν ἐπωνυμίαν. τοὺς μὲν γὰρ ἔτι περιόντας, εἴτε βασιλεῖς εἶεν, εἴτε καὶ ἄλλως ἐπίσημοι, οὐ μόνον τῇ ἀφηγήσει τῶν ἐξειργασμένων ἐγκωμιάζουσιν, ἦ γὰρ ἂν ὀλίγα ἡμάρτανον,) ἔνδηλοι δὲ ἃπασι [*](P.7) ὅτι δὴ αὐτοῖς οὐδέν τι ἄλλο διεσπούδασται, ἢ μόνον ἐπαινεῖν τε καὶ ἄγασθαι καὶ πέρα τοῦ ἀναγκαίου· τοὺς δὲ ἤδη τεθνηκότας, ὁποῖοί τινες καὶ ἐτύγχανον ὄντες, ἢ κακίστους ἀποκαλοῦσι καὶ τὰ κοινὰ λυμηναμένους, ἢ, τὸ γοῦν ἔλαττον δεινὸν, κατολιγωροῦσιν αὐτῶν, ὡς μηδὲ μνήμης τινὸς μεταδιδόναι. ταύτῃ τε οἴονται τὰ παρόντα εὖ τιθέναι καὶ τὸ ἀεὶ κρατοῦν [*](Β) ἐκθεραπεύοντες ὠφέλειαν σφισι πορίζεσθαι, κακῶς ἐπιστάμενοι ὡς καὶ αὐτοὺς δήπου τοὺς πρὸς αὐτῶν ἐπαινουμένους οὐ μάλα τὰ τοιάδε ἀρέσκει, λογιζομένους, ὡς οὐχ ἱκανὸν ἔσται τὸ τῆς κολακείας ἀρίδηλον τὴν περὶ αὐτῶν δόξαν βεβαιῶσαι. οὗτοι μὲν οὖν ξυγγραφόντων, ὥς πη φίλον αὐτοῖς καὶ εἰθισμένον, ἐμοὶ δὲ τὸ ἀληθίζεσθαι περὶ πλείστου ἑκτέον, ἐς [*](C) ὅ, τι χωρήσει μεμνήσομαι δὲ τῶν ὅσα παρά τε Ῥωμαίοις καὶ τῶν βαρβάρων τοῖς πλείστοις ἐς τόδε τοῦ καιροῦ ἐπράχθη ἂξι-

[*](2. ὑποφαίνειν R. 6. ἔτι δῆλοι R. 8. πέρα R. Lugd., ὅπερ edd. 10. τὸ γοῦν R., τόγ’ οὖν Lugd., τόγε οὖν edd. 17. ξυγγράφοντες ὥσπερ R. 18. ἐμοὶ δέ — χωρήσει. Hunc locum et mutilum et corruptum esse arbitror. Nihil opis affert R., imo corruptiora: ἑκτέον (sic) εὖ ὅτι χ. Num περὶ πλείστου ποιητέον, ἑὸ εἰδότι ὅτι . . (?) . . χωρήσει? Legebantur olim quaedam in margine R. litteris quadratis scripta, quae nunc erasa sunt.)
11

αφήγητα, οὐ μόνον ὑπὸ ἀνδρῶν ἔτι βιούντων τυχὸν, μᾶλλον μὲν οὖν τῶν ἤδη ἀποιχομένων, καὶ οὐδενότι παρήσω τῶν λόγου ἀξίων. Τοιγάρτοι εἰ καὶ μὴ πρότερον ἐς τὸ ξυγγράφειν προῆγμαι, ἢ μόνον ἐξ ὅτου Ἰουστῖνος ὁ νέος τὴν αὐτοκράτορα μετῆλθεν ἀρχὴν, Ἰουστινιανοῦ τεθνηκότος, ἀλλ’ ἔγωγε καὶ [*](D) ἐπὶ τοὺς ἀνωτέρω χρόνους ἀναδραμοῦμαι, καὶ ὁπόσα οῦπω ἑτέρῳ τῳ ἐκπεπόνηται, ταῦτα δὲ οἰκεῖον ποιήσομαι ἔργον. τὰ μὲν γὰρ πλεῖστα τῶν κατὰτοὺς Ἰουστινιανοῦ χρόνους γεγενημένων, ἐπειδὴ Προκοπίῳ τῷ ῥήτορι τῷ Καισαρείαθεν ἐς τὸ ἀκριβὲς ἀναγέγραπται, παριτέον ἐκεῖνα ἔμοιγε, ἅτε δὴ ἀποχρώντως εἰρημένα· τὰ δὲ μετ’ ἐκεῖνον, ὡς οἶόν τε, διεξιτέον. προοίμα [*](Ρ.8) μὲν γὰρ αὐτῷ τῆς ἱστορίας Ἀρκάδιος ἀποβιοὺς ἐποιήθη, καὶ [*](V.8) τῷ ἐκείνου παιδὶ Θεοδοσίῳ Ἰσδιγέρδης ὁ Περσῶν βασιλεὺς κηδεμὼν γεγενημένος, τά τε Οὐαραράνῃ καὶ Περόζῃ ξυνενεκθέντα, καὶ ὅπως Καβάδης βασιλεὺς καταστὰς ἀφῄρηται τὴν ἄρχην καὶ εἶτα θᾶττον αὐτὴν ἀνεκομίσατο, ὅπως τε Ἄμιδα [*](Β) ἥλω πρὸς αὐτοῦ, Ἀναστασίου Ῥωμαίων βασιλεύοντος, καὶ ὅσους αὖθις μετ’ ἐκεῖνον Ἰουστῖνος ὁ πρεσβύτης ἐν τῷδε τῷ ἔργῳ διεδέξατο πόνους. ἑξῆς δὲ τοὺς Περσικοὺς πολέμους ὁπόσοι δὴ πρός τε Καβάδην καἰ Χοσρόην ἀμφὶ Συρίαν καὶ ᾿Αρ-

[*](2. οὖν addidi ex R. 4. Ἰουστῖνος ὁ νέος., Intpr. Iustinus et iunior. Fort οὕτος ὁ νέος. 7. ἑτέρω τε R. g. τῷ autc Καισ. add. ex R. 13. Post Θεοδοσίῳ add. Iutpr. et imperii procurationem, scil. καὶ τιὴ βασιλείᾳ. Ἰσδιγέρδης R., Ἰσδηγ. vulg. 1 Οὀαραράνῃ N., Οὐαραβάνῃ R., Οὐαράνῃ vulg. 16. Ἄμιδον R.)
12

μενίαν, καὶ μὲν δὴ καὶ τὰ Λαζῶν ὅρια Ἰουστινιανῷ τῷ Ῥωμαίων αὐτοκράτορι διαπεπολέμηνται, τούτους δὲ ἅπαντας ἐκ [*](C) τῶν Προκοπίου λόγων ἄριστα ἂν διαγνοίης, Γελίμερά τε τὸν Βανδίλον, καὶ Καρχηδόνα τὴν πόλιν, καὶ τὴν ξύμπασαν χώραν τῶν Ἄφρων ἀπὸ Βονιφατιόυ τε καἰ Γεζερίχου καὶ τῆς ἐν τῷ τότε ἀποστάσεως πολλοῖς ὕστερον χρόνοις Ἰουστινιανῷ δουλωθεῖσαν, καὶ πάλιν τῆς Ῥωμαίων ἐπικρατείας μέρος γεγενημένην. μετὰ δὲ τὴν τῶν Βανδίλων κατάλυσιν, καὶ ὅσα οἱ Μαυρούσιοι τὸ ἔθνος ἔδρασάν τε καὶ πεπόνθασι πολλαχοῦ [*](D) τῆς Λιβύης κατὰ Ῥωμαίων παραταττόμενοι· ὅτι τε Στότζας καὶ Γόνθαρις Ῥωμαίων μὲν ἤστην, τυράννω δὲ καταστάντε, μεγίστων συμφορῶν τε καὶ στάσεων αἰτιωτάτω τῇ Λιβύῃ γεγόνατον, καὶ ὡς οὐ πρότερον ἐλώφησε τὰ δεινὰ, πρὶν ἐκείνω τὼ ἄνδρε διαφθαρῆναι· ἀλλὰ καἰ τάδε ἀμέλει ἅπαντα εὕροις γε ἂν έν ἐκείνοις· ὅπως τε ἡ στάσις ἡ ἐμφύλιος ἐν Βυζαντίῳ κατὰ τοῦ βασιλέως ἀρθεῖσα, καὶ ἐπὶ μέγα κακοῦ ἀφιγμένη τὰ κοινὰ ἐδηλήσατο · τάς τε τῶν Οὔννων ἐπι- [*](P.9) δρομὰς, ὡς δὴ ἐν τῷ τότε Ἴστρον ποταμὸν περαιωθέντες, μέγιστα οἷα τὴν Ῥωμαίων ἀρχὴν ἐλυμήναντο, Ἰλλυρίους τε καὶ Θετταλοὺς καὶ τὰ πλεῖστα τῆς Εὐρώπης ληϊσάμενοι, μέρος δέ τι καὶ τῆς Ἀσίας, τὸν Ἑλλήσποντον διαβάντες. Σουρὼν δὲ ἡ πόλις ἡ ἐν Συρίᾳ, καὶ Βέῤῥοια, καὶ Ἀντιόχεια ἡ πρὸς

[*](3. Γελίμερα N., Γελίμερ vulg., Γελίμων R., mg. Γελίμερόν τε. 7. μέρος om. R. 8. Pro οἱ Μαυρούσιοι R. liabet οἴμαι. Satis vcrisimile est Agathiam scripsisse: οἱ Μαυρ. οἴμαι τ. ἔ. 10 τε R. pro τῆς. 10. Λιβὐης R., Λιβὐας vulg. Στότζας vulg. et Procop., Στώτζας R. 11. Γονθαρεὶς R. Ῥωμαίων vulg, et R., transfixa in R. nescio a quo ν finali. Intpr. qui vcrtit: Romanarum partium eraut, aliquid amplius, fortasse ξυμμάχω, legisse videtur. 12. τῆς Λιβύης R. 18. ὡς δὴ R, corr. pro ὃς δὴ, οἳ δὴ vulg. 21. τὴν Ἑλλ. R. Σουρὼν R., Σουρῶν vulg., Σούρων Procop.)
13

Ὀρόντῃ ποταμῷ, ὅπως οἰκτρότατα ὑπὸ Χοσρόου τήν τε Ἐδέσσης πολιορκίαν, καὶ ὅπως ἐνθένδε ἀποκρουσθεὶς ἔπειτα ἀπιὼν ᾤχετο, πάρεστι καὶ ταῦτα ἐν τοῖσδε θεάσασθαν [*](Β) τάς τε τῶν Αἰθιόπων καὶ Ὁμηριτῶν παρατάξεις, καὶ ὅτου δὴ χάριν ἄμφω ἐκείνω τὼ φύλω ἐς τόδε δυσμενείας ἠλθέτην εἴρηται δὲ αὐτῷ πολλὰ καὶ τοῦ μεγίστου λοιμοῦ πέρι, ὅπως τε τὴν ἀρχὴν κατ’ ἐκεῖνο τοῦ καιροῦ ἐς τὸ ἀνθρώπειον γένος εἰσήῤῥησε, καὶ ὁποῖα ἀττα παράλογα ἐν αὐτῷ ξυνηνέχθη. ἀλλὰ γὰρ καὶ ὁπόσα ὕστερον τῷ Ῥωμαίων στρατῷ ἀνὰ τὰ Λαζῶν [*](C) πολίσματα καὶ πέτρας τὸ φρούριον, πρός τε Χοριάνην καὶ Μερμερόην καὶ τὰ Περσικὰ ἔξείργασται πλήθη, καὶ ταῦτα ἐκεῖθεν ἀναλεκτέον·. μεταβάντι δέ οἱ ἐπὶ Ἑσπέρας, ὅπως τε Θευδέριχος ὁ Γότθων βασιλεὺς ἀπεβίω, καὶ Ἀμαλασοῦνθα ἡ τοῦδε πῶς ὑπὸ Θευδάτου ἀνῄρηται, καὶ ἅπαντα ὧν δὴ ἕνκα ὁ Γοτθικὸς πόλεμος ἀνερράγη, οὐδὲ ταῦτα ἐκείνῳ παρεῖται· οὐμενοῦν ἀλλ’ οὐδὲ ὅπως Οὐΐττιγις ὁ μετὰ Θεύδα- τὸν τοῦ Γοτθικοῦ γένους κρατήσας ὑπὸ Βελισαρίου τοῦ στρατηγοῦ μετά γε πλείστους ὅσους ἀγῶνας δορυάλωτος εἰς τὸ Βυζάντιον ἦκται· οὐδέ γε ὅπως Σικελία τε καὶ ‘ Ρώμηκαὶ Ἰταλία τοὺς ἐπήλυδας ἀποβαλοῦσα βαρβάρους πόλιν ἤθεσι πατρίοις μετεκοσμεῖτο. λάβοι δὲ ἄν τις ἐνθένδε, καὶ ὅτι Ναρσῆς ὁ τομίας Ἰταλίαν ἐστάλη, στρατηγὸς αὐτοκρά-

[*](P.10)[*](4. ὅτου R., ὅτῳ vulg. 5. φύλω R. Lugd. (Cl.), Intpr. hae gentes, φίλω edd. 6. λιμοῦ R. 7. εἰσήῤῥησε R. εἰσήρησε vulg. 8. ἅττα R., ἄωτα vulg. 9. καὶ om. R. 14. Θευδάτου R. Lugd., Θεοδάτου edd. 16. ἀλλ’ inserit R. οὐδὲ R. οὐδ’ vulg. Οὐΐτιγις vulg. Θεύδατον R. Lugd., Θεόδατον edd. 18. μέτα γε R. Lugd., μετά τε edd. ὅσους om. R. 19. ἦκται R. (Cl.), ἷκατι Vltlg. 22. ταμίας R.)
14

τωρ πρὸς τοῦ βασιλέως γεγενημένος, τούς τε κλεινοὺς ἐκ̣εινονς πολέμους, οἳ δὴ αὐτῷ πρὸς Τώτιλαν ἄριστα διαπεπόνηιφαι· ὅτι τε αὖθις μετ’ ἐκεῖνον Τεΐας ὁ Φρεδιγέρνου τὴν Γοτθικὴν ἡγεμονίαν διαδεξάμενος, οὐκ ἐς μακρὰν καὶ αὐτὸς ἀνῃρέθη. ταῦτα δὲ πάντα ἐς ἕπον τε καὶ εἰκοστὸν ἔτος τῆς Ἰουστινιανοῦ βασιλείας γεγένηνται, καὶ Προκοπίῳ μὲν τῷ ῥήτορι ἐν τοῖσδε [*](B) οἶμαι αὐτῷ τὰ τῆς ξυγγραφῆς διήνυσται καὶ ξυνετελέσθη· ἐγὼ δὲ ἐς τὰ ἐχόμενα τούτων, ἐφ’ ἅπερ καὶ τὴν ἀρχὴν ὡρμήθην ἰέναι, καὶ δὴ ἐπὶ ταῦτα εἶμι. καὶ δὴ ἔχομαι τῶν πραγμάτων.

[*](Α. C. 552 I. I. 26 P. 11 V. 9 )

α'. Ἐπειδὴ Τεΐας ὁ μετὰ Τώτιλαν τῶν Γότθων ἡγεμὼν καταστὰς, ἀνακαλεσάμενος τὰς δυνάμεις καὶ πόλεμον, πανσυδεὶ πρός τε Ναρσῆν καὶ 'Ρωμαίους παρταταξάμενος ἡσσήθη τε κατὰ κράτος καὶ αὐτοῦ πολεμῶν διεφθάρη, οἵ τε περισωθέντες τῶν Γότθων, ἐγκειμένων σφισι 'Ρωμαιων καὶ οὐκ ἀνιέντων, πιεζόμενοι ταῖς τε ἐπιδρομαῖς καὶ ὅτι ἐν χώρῳ ἀνύδρῳ ἐτύγχάνον ξυνειλεγμένοι, σπονδὰς τίθενται πρὸς Ναρσῆν, ἐφ’ ᾧ τὴν μὲν οἰκείαν ἀδεῶς νέμοιντο χώραν, βασιλεῖ δὲ τῶν 'Ρωμαίων κατήκοοι τολοιπὸν ὄντες διατελοῖεν· ἐπειδὴ ταῦτα τῇδε [*](B) ἐχώρει, ἐδόκει μὲν ἅπασι πέρας ἔχειν τὰ τῶν ἐν Ἱταλίᾳ πο-

[*](1. τούς τε R. Lugd., τοὺς δὲ edd. 2. Τώτιλλαν R. et sic ubique. 6. γεγένηται Par. 12. ἀνακαλεσάμενος τὰς addidi ex R., Intpr. in unum iam contractis exercitibus. Verum ante πόλεμον articulum desidero. πανσυδὶ R. 18. δὲ add. R. (Cl.). 19. λοιπὸν R. 20. τοῦ — πολέμων Par)
15

λέμων· τὰ δὲ ἦν ἄρα προοίμια. οἶμαι γὰρ οὐδὲ ἐπιλείψειν ποτὲ [*](Α. c. 552 Ι. Ι. 26) τὸν αἰῶνα ἡμῶν τὰ τοιάδε, μένειν δὲ ἐς ἀεὶ καἰ ἀκμάζειν, ἔς τ’ ἂν ἡ αὐτὴ φύσις ἀνθρώπων ᾖ, ἐπεὶ καὶ ἄνωθεν ἡμῖν, ὡς ἔπος εἰπεῖν, συνεισῆλθε τῷ βίῳ. καὶ οὖν μεστὴ μὲν ἡ ποίησις, πλήρης δὲ ξύμπασα ἱστόρια πολέμων τε καὶ παρατάιξεων, καὶ [*](P.12) οὐκ ἂν ἄλλο τι εὕροις ἐν τῇδε κατὰ τὸ μᾶλλον ἀναγεγραμμένον· αἴτ́ιον δὲ οἶμαι τούτων οὐχ, ὅπερ οἱ πολλοί φασιν, ἀστέρων τε πορείας καὶ τὸ μεμαρμένον καί τινας παραλόγους ἀνάγκας. εἰ γὰρ τὰ τῆς πεπρωμένης ἐν πᾶσι νικῴη, ἀφαιρεθείη δὲ τῶν ἀνθρώπων τὸ προαιρετὸν καὶ ἑκούσιον, παραινέσεις μὲν ἁπάσας καὶ τέχνας καὶ διδασκαλίας κενὰ καὶ ἄχρηστα νομιοῦμεν, οἰχήσονται δὲ φροῦδοι καὶ ἄκαρποι αἰ τῶν ἄριστα βιούντων ἐλπίδες. οὐ μέντοι ἀλλ’ οὐδὲ τὸ θεῖον αἴτιον, ὥς γε ἐμὲ γιγιγνώσκειν, φόνων τε καὶ συμπλοκῶν ἡγεῖσθαι προσήκει. τὸ γὰρ ἀγαθὸν ἐκεῖνο καὶ ἀλεξίκακον φόνιόν τε καὶ φιλοπόλεμον οὔτ’ [*](B) ἂν ἔγωγε φήσαιμι, οὔτε εἰπόντι πιστεύσαιμι. ἐς δὲ πλεονεξίαν τε καὶ ἀδικίαν αἱ τῶν ἀνθρώπων ψυχαὶ αὐθαίρετα κατολι-[*](V.10) σθαινονσαι, πολέμων τε καὶ ταραχῶν ἅπαντα ἐμφοροῦσιν, ἐνθένδε τε ὄλεθροι ξυμβαινουσι πολλοί,̀ καὶ γένη ἀνθρώπων ἀνάρπαστα γίγνεται, καὶ μύριαι ἄλλαι ὠδίνονται κῆρες. οὕτω γὰρ δὴ κὼ τότε οἱ Γóτθοι ἐπειδὴ τὰς σπονδὰς θέμενοι καὶ διακριθέντες οἱ μὲν αὐτῶν εἴσω τοῦ Πάδου πρότερον διαιτώμνοι ποταμοῦ, ἔς τε Τουσκίαν καὶ Λιγουρίαν , καὶ ὅθι

[*](6. τῇδε R., τοῖσδε vulg. 8. μεμαρμένον R., μεμορμ. vulg. 9. νίκην R. 12. ἄριστα R., ἄριστον vulg. 18. τε add. R. 20. οὕτω R. Lugd., οὕτως edd.)
16
[*](Α C. 552 Ι. Ι.)

ἑκάστῳ θυμῆρές τε ἦν καὶ εἰθισμένον, ἐχώρουν οἱ δὲ ἐκτὸς, διαβάντες, ἀμφὶ Βενετίαν καὶ τὰ τῇδε φρούρια καὶ πολίσματα, [*](C) ᾗπερ καὶ ἐν τῷ πρὸ τοῦ, ἐσκεδάννυντο· ἐπειδὴ οὖν ἐν τοῖσδε ετυγχανον ὄντες, προσῆκον αὐτοὺς τὰ μὲν ωμοσμενα τοῖς εργοις αὐτοῖς ἐμπεδῶσαι, τὰ δὲ σφέτερα ἐν τῷ ἀσφαλεῖ κατέχοντας κινδύνων ἀπηλλάχθαι χρονίων, καὶ μόλις γοῦν τῶν δεινῶν ἀναπνεῦσαι· οἱ δὲ, ἐλάχιστον ἐπισχόντες, νεωτέρων αὖθις ἐφίεντο πραγμάτων, καὶ ἐς ἀρχὴν ἑτέρου πολέμου καθίσταντο. ἐπεί τε αὐτοὶ κατὰ σφᾶς οὐκέτι πρὸς Ῥωμαίους ἀ·ξιόμαχοι ᾤοντο εἶναι, αὐτίκα παρὰ τοὺς Φράγγους ἐτράποντο, ἄμεινον σφίσιν αὐτοῖς τὰ παρόντα ἔσεσθαι κρίνοντες, καὶ τὴν ὠφέλειαν ἐς ὅ, τι μάλιστα διαρκεστάτην, εἴγε ἐξ ὁμόρων τε καὶ ἀστυγειτόνων ξυμμαχίαν ἐπαγόμενοι εἶτα θᾶττον ἀναμαχέσοιντο.

[*](D)

β΄. πρόσοικοί τε γάρ εἰσι τῇ Ἰταλίᾳ καὶ ἀγχιτέρμονες τὸ γένος τῶν Φράγγων. εἶεν δ’ ἂν οὗτοι οἱ πάλαι ὀνομαζόμενοι Γερμανοί. μανοὶ. δῆλον δέ· ἀμφὶ ῥῆνον γὰρ ποταμὸν οἰκοῦσι καὶ τὴν ταύτῃ ἤπειρον, ἔχουσι δὲ καὶ Γαλλιῶν τὰ πλεῖστα, οὐ πρότερον πρὸς αὐτῶν κατεχόμενα, ἀλλ’ ὕστερον ἐπικτηθέντα, καὶ τὴν Μασσαλίαν πόλιν, τοὺς Ἰώνων ἀποίκους. ταύτην γὰρ δὴ πάλαι Φωκαεῖς ἐς Ἀσίας ὑπὸ Μηδῶν ἀναστάντες κατῴκισαν, Δαρείου τοῦ ‘Υστάσπεω Περσῶν βασιλεύοντος, καὶ νῦν ἔξ Ἑλληνίδος ἐστι βαρβαρική·

[*](4. ὁμοσμένα R. 5. κατέχοντες R. 13. ἐς εἶτα R. ἀναμαχέσοιντο R., ἀναμαχέοιντο vulg. 14. τε add. fr. et R. τῇ Ἰταλίᾳ R., τῆς Ἰταλίας vulg., τάπης R. 17. δὲ δὲ γε vulg. 20. κατῴκησαν R.)
17

τὴν γὰρ πάτριον ἀποβεβληκυῖα πολιτείαν, τοῖς τῶν κρατούν- [*](A. C. 552 Ι. Ι. 26) τῶν χρῆται νομίμως. φαίνεται δὲ καὶ νῦν οὐ μάλα τῆς ἀξίας τῶν παλαιῶν οἰκητόρων καταδεεστέρα εἰσὶ γὰρ οἱ Φράγγοι οὐ [*](P.13) νομάδες, ὥσπερ ἀμέλει ἔνιοι τῶν βαρβάρων, ἀλλὰ καὶ πολιτείᾳ ὡς τὰ πολλὰ χρῶνται Ῥωμαϊκῇ, καὶ νόμοις τοῖς αὐτοῖς, κὼ τὰ ἄλλα ὁμοιῶς ἀμφί τε τὰ συμβόλαια καὶ γάμους, καὶ τὴν τοῦ θείου θεραπείαν νομίζουσιν. Χριστιανοὶ γὰρ ἅπαντες τυγχάνουσιν ὄντες καὶ τῇ ὀρθοτάτη χρώμενοι δόξῃ· ἔχουσι δὲ καὶ ἄρχοντας ἐν ταῖς πόλεσι καὶ ἱερεῖς, καὶ τὰς ἑορτὰς ὁμοιῶς ἧμίν ἐπιτελοῦσι, καὶ, ὡς ἐν βαρβάρῳ γένει, ἔμοιγε δοκοῦσι σφόδρα εἶναι κόσμιοι τε καὶ ἀστειότατοι καὶ οὐδέν τι ἔχειν τὸ διαλλάττον, ἢ μόνον τὸ βαρβαρικὸν τῆς στολῆς καὶ τὸ τῆς φωνῆς ἰδιάζον. ἄγαμαι γὰρ αὐτοὺς ἐς τὰ μάλιστα ἔγωγε τῶν τε ἄλλων ὧν ἔχουσιν ἀγαθῶν καἰ τῆς ἐς ἀλλήλους δικαιοσύνης τε καἰ ὁμονοίας. πολλάκις γὰρ ἤδη καὶ πρότερον, καὶ μὶν δὴ [*](Β) καὶ τῷ κατ’ ἐμὲ χρόνῳ, τυχὸν μὲν ἐς τρεῖς, τυχὸν δὲ καὶ ἐς πλείους ἡγεμόνας τῆς ἀρχῆς αὐτοῖς μεμερισμένης, οὐπώποτε πόλεμον ἤραντο κατ’ ἀλλήλων, οὐδὲ αἵματι ἐμφυλίῳ τὴν πατρίδα ἔγνωσαν μιαίνειν. καίτοι ἔνθα ἂν μεγάλαι δυνάμεις ἰσόῤῥοποί τε νὼ ἀμφήριστοι ἀναφανεῖεν, ἐνταῦθα ἀνάγκη φρονήματα φύεσθαι σκληρὰ καὶ ὀγκώδη, φιλοτιμίαι τε, ὥσπερ εἰκὸς ὠδίνονται καὶ φιλοπρωτεῖαι, καὶ ἄλλα ἄττα μυρία ταραχῶν τε

[*](2. νομίμοις R., νόμοις vulg. 3. καταδεέστερον R. 4. ἀμέλει om. fr. 6. τήν τε θεραπείαν R. 11 καὶ οὐδέν τι fir. ct R., vulg. οὐδέν τε. 16. καὶ τῷ R., καὶ ἐν τῳ vulg. καὶ ante ἐς om. fr. 17. ἡγεμόνας add. ex R. fr. et Intpr. princlpes. 20. ἀνάγκη add. ex iisdem. 21. φύεσθαι R. Lugd., φύεται edd. τε om. R. 22. φιλοπρωτεῖαι fr., φιλοπρωτίαι vulg. et R.)
18
[*](A. C. 552 I. I. 26)

καὶ στάσεων γονιμώτατα πάθη. ὅμως παρ’ ἐκείνοις εἰ καὶ ·ἐς πλείστας ὅσας ἀρχὰς τύχοιεν διῃρημένοι, οὐδὲν ὃ, τι τοιόνδε ξυμφέρεται. ἀλλ’ εἴπερ ἄρα καί τινα ἔριν τοῖς βασιλεῦσιν ἐγγενέσθαι ξυνενεχθείη, παρατάττονται μὲν ἅπαντες ὡς πολε- [*](C) καὶ τοῖς ὅπλοις διακριθησόμενοι, καὶ εἶτα ὁμόσε χωροῦσιν· ἰδόντες δὲ ἀλλήλους ἑκατέρωθεν ἡ πληθὺς, αὐτίκα τὸ χαλεπαῖνον ἀποβαλόντες ἐς ὁμοφροσύνην μεταχωροῦσι, καὶ τοὺς ἡγεμόνας κελεύουσι δίκῃ μᾶλλον τὰ ἀμφίβολα διευκρινήσασθαι· εἰ δὲ μὴ, μόνους μόνους ἀγωνίζεσθαι, καὶ ἐν σφισιν αὐτοῖς διακινδυνεύειν, ὡς οὐχ ὅσιον ὂν οὐδὲ πάτριον, ἰδίας αὐτῶν ἕνεκα δυσμενείας τὰ κοινὰ πημαίνεσθαι καὶ ἀνατετράφθαι· εὐθὺς δὴ οὖν τάς τε φάλαγγας διαλύουσι, καὶ τὰ ὅπλα τίθενται, καἰ τολοιπὸν εἰρήνη αὖθις καὶ ἡμερότης, φοιτήσεις τε παρ’ ἀλλήλους ἀφύλακτοι καὶ ἐπιμιξίαι, καὶ κὼ φροῦδα οἴχεται τὸ δεινά. οὕτως ἄρα αὐτοῖς τὸ μὲν ὑπήκοον δί- [*](V. 11) καῖον καὶ φιλόπατρι, τὸ δέ γε ἄρχον εὐμενὲς ἐν δέοντι καὶ [*](D) πειθήνιον· ταῦτά τοι κω διατελοῦσι δύναμιν βεβαίαν ἔχοντες, καὶ νομοῖς χρώμενοι τοῖς αὐτοῖς καὶ τῶν μὲν οἰκείων οὐδὲν ὅ, τι ἀποβεβληκότες, Πλεῖστα δὲ ὅσα ἐπικτησάμενοι δικαιοσύνη γὰρ καὶ φιλότης οἶς ἂν ἐντραφείη, εὐδαίμονα τίθησι πολιτείαν καὶ μόνιμον, καὶ ἥκιστα πολεμίως ἁλώσιμον.

γ΄. Οὕτω μὲν οὖν οἱ Φράγγοι ἄριστα βιοῦντες, σφῶν τε

[*](2. οὐ τὸ R. pro ἔ, τι. 3. τινα R. et fr., τιν’ vulg. 7. ἀποβαλόντες fri. et R., ἀποβάλλοντες vulg. 12. δὴ R. ct fr, rfvulg. 20. φιλότης R. fr. mg. Lugd. et Intpr. charitas, φιλοτιμία vulg.)
19

αὐτῶν καὶ τῶν προσοίκων κρατοῦσι, παῖδες ἐκ πατέρων τὴν [*](Α. C. 552 I. I. 26) βασιλείαν διαδεχόμενοι. ἀλλὰ γὰρ καὶ ἐς ἐκεῖνο τοῦ καιροῦ, ὅτε δὴ οἱ Γότθοι ὡς αὐτοὺς ἐπρεσβεύοντο, τρεῖς αὐτοῖς ἡγεμόνες ἐτύγχανον ὄντες. ὄντες. οὐκ ἄπο τρόπου δέ μοι εἶναι δοκεῖ [*](P.14) βραχύ τι ἄνωθεν ἀρξαμένῳ τοῦ γένους καὶ τῶν ξυνενεχθέντων τῷ πρὸ τοῦ ἐλάχιστα διεξελθόντι, ἔπειτα ἐς ἐκείνους οἱ δὴ ἐν τῷ τότε ἐκράτουν, τὴν ἐκδρομὴν καταπαῦσαι τοῦ λόγου. Χιλδίβερτος μὲν γὰρ καὶ Χλωθάριος, ἔτι δὲ Θευδέριχος καὶ Χλωθομῆρος ἀδελφοὶ ἐγεγένηντο. οὗτοι δὲ ἐπειδὴ αὐτοῖς Χλωθοαῖος ὁ πατὴρ ἐτεθνήκει, διενείμαντο τέτραχα τὴν βασίλειαν, κατά τε πόλεις καὶ ἔθνη ἐς ὅσον οἶμαι τῶν ἴσων ἑκάστῳ μετεῖναι. οὐ πολλῷ δὲ ὕστερον Χλωθομῆρος κατὰ Βουργουζιώνων ἐπιστρατεύσας, γένος δὲ τοῦτο Γοτθικὸν, αὐτουργόν τε περιφανῶς τὰ πολέμια,) ἐν αὐτῷ δὴ τῷ πολέμῳ ἀκοντίῳ τὼ στέρνα τυπεὶς, ἀνῃρέθη. πεσόντος δὲ αὐτοῦ, ἐπειδὴ τὴν κόμην οἱ Βουργουζίωνες καθειμένην καὶ ἄφετον ἐθεάσαντο καὶ [*](Β) μέχρι τοῦ μεταφρένου κεχαλασμένην, αὐτίκα ἔγνωσαν τὸν ἡγεμόνα τῶν πολεμίων ἀποκτανόντες. θεμιτὸν γὰρ τοῖς βασιλεῦσι τῶν Φράγγων οὐπώποτε κείρεσθαι, ἀλλ’ ἀκειρεκόμαι τέ εἰσιν ἐκ παίδων ἀεὶ, καὶ παρῃώρηνται αὐτοῖς ἅπαντες εὖ

[*](1. πατέρων R. et fr., πατρῶν vulg. 2. ἐς ἐκεῖνο CI., ἐς ἐκείνου vulg., ἐς κείνου R. 5. ξυνενεχθέντων R. fr. etlntpr.: quae contigissent, ξυνεχόντων vulg. 8. Χελλίβερτος Lugd. et ed. pr. μὲν γὰρ R., γὰρ fr., μὶν vulg. Χλωθάριος R. et fr., Λωθάριος vulg. Θευδέριχος R. et fr., Θεοδέριχος vulg. 14. περιφανῶς R., περιφανὲς Lugd. et fr., καὶ περιφανὲς cdd. τὰ στέρνα om. fr. 18. ἀποκτανόντες R,, ἀπεκτονότες vulg.)
20
[*](A.C. 552 I. I. 26)

μάλα ἐπὶ τῶν ὤνμων οἱ πλόκαμοι· ἐπεὶ καὶ οἱ ἐμπρόσθιοι ἐκ τοῦ μετώπου σχιζόμενοι, ἐφ’ ἑκάτερα φέρονται. οὐ μὴν ὥσπερ οἱ τῶν Τούρκων τε καὶ Ἀβαρῶν ἀπέκτητοι καὶ αὐχμηροὶ καὶ ῥυπῶντες , καὶ ἐνέρσει ἀπρεπῶς ἀναπεπλεγμένοι, ἀλλὰ ῥύμματα γὰρ ἐπιβάλλουσιν αὐτοῖς ποικίλα, καὶ ἐς τὸ ἀκριβὲς διαξαίνουσι. τοῦτο δὲ ὥσοπερ τι γνώρισμα καὶ γέρας ἐξαιρε- [*](C) τὸν τῷ βασιλείῳ γένει ἀνεῖσθαι νενόμισται· ἐπεὶ τό γε ὑπήκοον περίτροχα κείρονται, καὶ κομᾷν αὐτοῖς περαιτέρω οὐ μάλα ἐφεῖται. τότε δὴ οὖν τοῦ Χλωθομήρου τὴν κεφαλὴν οἱ Βουργουζιώνες ἀποτεμόντες, καὶ τοῖς ἀμφ’ αὐτὸν στρατεύμασιν ἀναδείξαντες, ψοφοὸεεῖς αὐτίκα πεποιηιται ἅπαντας καὶ δυσέλπιδας, καὶ κατεάγη αὐτοῖς ἀγεννῶς τὰ φρονήματα, κατεπτηχόιτες τε ἦσαν, καὶ οἷοι οὐκ ἔτι ἐθέλειν ἀναμαχέσασθαι. καὶ δὴ τοῖς μὲν νενικηκόσιν, ᾖπερ ἄριστα αὐτοῖς ἔχειν ἐδόκει, καὶ ἐφ’ αἷς ᾤοντο χρῆναι συνθήκαις, ὁ πόλεμος διελέλυτο. τοῦ δὲ Φραγγικοῦ ὁμίλου ὅ, τι ἐσέσωστο, ἄσμενοι ἐς τὰ σφέτερα ἐπανῄεσαν. οὕτω δὲ τοῦ Χλωθομήρου διαφθαρέντος, αὐτίκα ἐς τοὺς ἀδελφοὺς (οὐ γὰρ δὴ παῖς αὐτῷ ἐγεγόνει) ἡ ἐκείνου ἀρχὴ ἐμερίζετο. οὐκ ἐς μακρὰν δὲ καὶ Θευδέριχος νόσῳ [*](D) ἁλοὺς ἀπεβίω, καταλιπὼν Θευδιβέρτῳ τῷ υἱῷ τά τε ἄλλα, ἀγαθὰ καὶ μὲν δὴ καὶ τὸ τῆς ἡγεμονίας ἀξίωμα.

δ'. Παραλαβὼν δὲ τὴν πατρῴαν ἀρχὴν ὁ Θευδιβ́ερτος τούς τε Ἀλαμανοὺς κατεστρέψατο καί ἄλλα ἄττα πρόσοικα ἔρνη.

[*](3. Ἀβαρῶν R. et Intpr., vulg. βαρβάρων. 5. αὐτοῖς R., ἑαυτοῖς vulg. 6. γέρας ἐξαίρετον καὶ γνώρισμα fr. 8. περίτροχα R. et fr., περίτροχον vulg. 12. ἀγεννῶς add. ex R. et Intpr. ignaviter. 19. νόσῳ add. ex R. et Intpr. morbo correptus., vulg. lac. 23. Ἀλαμνοὺς R.)
21

τολμητίας τε γὰρ ἦν ἐς τὰ μάλιστα καὶ ταραχώδης, καὶ πέρα [*](Α. C. 552 Ι. Ι. 26) τοῦ ἀναγκαίου τὸ φιλοκίνδυνον κεκτημένος. ἡνίκα γοῦν τοῖς Ῥωμαίοις ὁ πρὸς Τώτιλαν τὸν ἡγεμόνα τῶν Γότθων ὠδίνετο πόλεμος, τούτῳ δὴ τότε τῷ Θευδιβέρτῳ ἐβεβούλευτό οἱ καἰ διεσπούδαστο, ἕως ἐν Ἰταλίᾳ Ναρσῆς τε καὶ τὰ στρατεύματα ἐμόχθει κὼ ἐνησχόλητο, αὐτὸς πλήθη ἄγειρας ἄλκιμά τε καὶ [*](Ρ.15) μαχιμώτατα, ἐς τὰ ἐπὶ Θρᾴκης ἀφικέσθαι χωρία, ἅπαντά τε τὰ τῇδε καταστρεψάμενος, ἀμφὶ τὸ Βυζάντιον τὴν πόλιν τὴν βασιλίδα τὸν πόλεμον μεταστῆσαι. οὕτω δὲ ἐνεργὸν τὸ βού- λευμα ἐποιεῖτο καὶ τὴν παρασκευὴν ἐμβριθεστάτην, ὡς καὶ πρεσβεύεσθαι πρός τε Γήπαιδας καὶ Λγγοιβάρδους καὶ ἄλλαἄττα πρόσοικα ἔθνη, ἐφ’ ᾦ καὶ οἵδε ξυλλάβοιντο τοῦ πολέμου. οὐ γὰρ ᾦετο ἀνεκτὰ εἷναι, ὅτι δὴ βασιλεὺς Ἰουστινιανὸς ἐν τοῖς προγράμμασι τοῖς βασιλείοις, Φραγγικός τε καί Ἀλαμανικὸς, ἔτι δὲ Γηπαιδικός τε καὶ Λογγιβαρδικὸς, καὶ ἑτέροις τοιοῖσδε ὀνόμασιν ἀνεκηρύττετο, ὡς δὴ τούτων αὐτῷ τῶν ὠνῶν ἁπάντων δεδουλωμένων. αὐτός τε δὴ οὖν χαλεπῶς ἔφερε τὴν ὕβριν, [*](V.12) καὶ· τοὺς ἄλλους ξυγχαλεπαίνειν ἠξίου, ἅτε δὴ καἰ ξυνυβρι- [*](Β) σμένους. οἶμαι μὲν οὖν εἰ καἰ τήνδε τὴν ἐκστρατείαν ἐποιήσατο, ἀπώνατο ἂν οὐκ ἐν καλῷ τῆς προπετείας, ἀλλὰ τυχὸν μὶν

[*](4. τῷ Θευδιβέρτῳ R., τοῦ Θευδιβέρτου vulg. 7. μαχιμώτατα R., ἰσχυρότατα vulg. 8. καταστρεψάμενος Cl., καταστρεψόμενος vulg., καταστρεψάμενοι R. 9. ἐνεργὸν R. Lugd., ἐνεργὲς edd. 11. Γήπαιδας 11., Γἵπεδας vulg. Λογγιβάρδους R., Λαγγοβ. vulg. 13. ἀνεκτὰ R. ct Suidas s. ν., ἀνεκτὸν vulg. 14. προσγράμμασι R. 15. Γηπαιδ. et Λογγιβ. ut 11. 16. αὐτῷ R., Intpr. se subactas habere, αἰτῶν vulg. 20. οὐκ ἐν καλῷ R. Suidas s. v. ἀπώνατο: ἀπώνατο οὖν τῆς προπετείας ἐν καλῷ., in Lugd. spatium, οὐδὲν 2. m. et edd.)
22
[*](A. C. 552 Ι. Ι. 26.)

ἐν Θρᾴκη, τύχον δὲ έν Ἰλλυρίοις τάγμασι περιπεσὼν Ῥωμαϊκοῖς ἀκλεῶς ἂν διεφθάρη. τό γε μὴν ἐς ἔννοιαν ταῦτα βαλέσθαι, καὶ εἶτα θελῆσαι τε καὶ ἐφίεσθαι, καὶ τό γ’ ἐκείνου μέρος ἅπαντα ἤδη πεπρᾶχθαι, κράτιστον ἂν εἴη τὸν ἅνδρα τεκμηριῶσαι, ὡς δεινός τε ἦν καὶ αὐθάδης καὶ οἷος τὸ μανιῶδες καὶ ἔμπληκτον ἀνδρείαν ἡγεῖσθαι. εἰ γὰρ μὴ ἔφθασεν ἡ τοῦ βίου τελευτὴ τὸ ἐγχείρημα, ἴσως ἂν καὶ ἐνήρξατο τῆς πορείας· νῦν δὲ ἐπὶ θήραν ἰὼν ταῦρος αὐτῷ ὑπαντιάζει, μέγας τε καὶ ὑψί- [*](C) κερως, οὐ τῶν τιθασσῶν δήπου τούτων καὶ ἀροτήρων, ἀλλ’ ὑλονόμος καὶ ὄρειος, καὶ τοῖς κέρασι τὸ ἀντίπαλον διαφθείρων· βουβάλους οἶμαι τόδε τὸ γένος καλοῦσι. πλεῖστοι δὲ ἀνὰ τὴν ἐκείνῃ ἤπειρον νέμονται· ἀμφηρεφεῖς τε γὰρ αἱ νάπαι, καὶ τὸ ὄρη λάσια, καἰ δυσχείμερα τὰ χωρία,, ἅπασι δὲ τούτοις τὸ ζῶον ἥδεσθαι πέφυκε . τοῦτον δὴ οὖν ὁ Θευδίβερτος ἔκ τινος νάπης ἰδὼν ἀναθορόντα καὶ ἐπερχόμενον, εἱστήκει εὖ διαβὰς, ὡς τῷ δόρατι ὑπαντιάσων· ὁ δὲ, ἐπειδὴ ἀγχοῦ ἐγεγόνει, τῇ ῥοπῇ τοῦ δρόμου φερόμενος ἐς δένδρον τι τῶν οὐ λίαν μεγάλων

[*](1. ἐν Θρᾴκῃ add. ex R. et Intpr., vulg. Iacunae signum. 2. ἂν addidi ex R. βαλέσθαι R., λαβέσθαι νulg. 3. γ’ ἐκείνου R., γε ἐκείνου vulg. 4. τεκμηριῶσαι R., τεκμηριᾶσαι vulg. 6. ἀνδρείαν ct Suidas s. v. ἔμπληκτος, ἀνδρίαν R. et edd. 7. τὸ ἐγχείρημα R., καὶ τὸ ἐγχείρημα vulg. 9. τῶν τιθασσῶν δήπου τούτων καὶ ἀροτήρων em. Vulcanii, quam confirmant R. et Intpr. vulg. τῷ τιθασῷ δήπου τούτῳ καὶ ἀροτήρῳ. τιθασσῶν pro τιθασῶν R. 10. Post ὄρειος add. Iutpr.: ferusque et cornupeta et magna corporis mole. 12. ἐκείνῃ N., ἐκείνην vulg. ct R. 13. ἅπας καὶ τοῦτο R. 15. ἀναθορόντα R,, ἀνθορόντα vulg.)
23

τῷ μετώπῳ κορύττεται, καὶ τὸ μὲν διεσείσθη τε ἅπαν καὶ ἔπι [*](A. C. 552 Ι. Ι. 26) θάτερα κατεκλίθη, ξυμβέβηκε δὲ ἀθρόον ὅρπηκα μέγιστον τῶν ἐνθένδε κεχαλασμένων βιαιότερον προσραχθέντα τὴν κεφαλὴν [*](D) τοῦ Θευδιβέρτου πατάξαι· ὁ δὲ, καιρία γὰρ ἦν ἡ πληγὴ καὶ ἀνύποιστος, αὐτίκα ὕπτιος ἐπεπτώκει, καἰ μόλις φοράδην ἐς τὰ ὠκεῖα ἠγμένος, αὐθημερὸν ἀπεβίω. διαδέχεται δὲ τὴν ἀρχὴν Θευδίβαλδος ὁ παῖς, ὃς δὴ, εἰ καὶ νέος ἦν κομιδῇ, καὶ ἔτι ὑπὸ παιδοκόμῳ τιθηνούμενος, ἀλλ’ ἐκάλει γε αὐτὸν εἰς τὴν ἡγεμονίαν ὁ πάτριος νόμος

ε'. Κατ’ ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, ἐν ᾧ Τεΐας μὲν ἐτεθνήκει, τοῖς δὲ τῶν Γότθων πράγμασιν ὀθνείας τολοιπὸν ἴδει [*](P 16) ἐπικουρίας, τότε δὲ βασιλεῖς παρὰ Θράγγοις Θευδίβαλδός γε ἦν τὸ μειράκιον, καὶ μὲν δὴ Χιλδίβερτός τε καὶ Χλωθάριος οἱ τοῦ παιδὸς μέγιστοι θεῖοι, ὡς ἂν οἱ Ῥωμαίων εἴποιεν νόμοι. ἀλλ’ ἐπὶ τούτους μὲν, πορρωτάτω γὰρ ἐτύγχανον ἀπῳκισμένοι, οὐ χρῆναι ᾤοντο οἱ Γότθοι ἰέναι, πρὸς δὲ Θευδίβαλδον ἀναφανδὸν ἐπρεσβεύοντο . οὐ μὴν ἅπαν γε τὸ ἔθνος, μόνοι δὲ οἱ ἐκτὸς πάδου ποταμοῦ ἱδρυμένοι· οἱ γὰρ δὴ ἄλλοι ἥδοντο μὲν καὶ οἱ τῷ νεωτερισμῷ καἰ τῇ τῶν καθε-

[*](1. κορύτεται N., κορύπτεται vulg. 3. προστραχθέντα edd. 4. κατάξαι Par. 8. ἐκάλει γε B. Lugd., ἐκάλει τε edd. 10. Hic locus usque ad p. 17. D. cxir. cxscripttis est iu cotl. Bav Excerpt. cerpt. de Legat. 11. Post ἔδει R. καὶ inserit. 12. τότε R.et Cotl. Bav., δὲ abcst vulg. βασιλεῖς R. Lugd. Intpr., βασιλεὺς edd. Θευδίβαλογος (sic) omisso γε Bav. 13. Pro ἠν R. ὢν. καἰ μὴν δὴ καὶ οἱ τούτου θεῖοι Χιλδ. καὶ Χλωθ. ἐπὶ τούτ., om. intermediis, Bav. Χλωθάριος R., Κλωθ. vulg. 14. εἴποιεν R., εἴπειεν vulg. 17. ἅπαν γε R. Lugtl. Bav., ἅπαν τε edd. 18. ἐκτὸς Πάδου Bav. Intpr. iuxta Padum, ἐκ τοῦ Πάδου vulg. et R. ἱδρυμένοι R. Bav. et Intpr. habitarunt, ὡρμημένοι vulg. 19. τῇ addidi ex B. Bav., (cpii paullo ante καὶ οἳ οmittit,) et Suida s. v. καθεστώτων.)
24
[*](A.C. 552 Ι. Ι. 26)

στώτων κινήσει, ἐτεθήπεσαν δὲ ὅμως ἀμφιγνοοῦντες τὰ ἐσόμενα, καὶ τὸ ἀστάθμητον δεδιότες τῆς τύχης, μετεώρους τε καὶ ἀμφιβόλους εἶχον τὰς γνώμας, καραδοκοῦντες μὲν καὶ [*](B) διαπυνθανόμενοι τὰ ποιούμενα, βουλευόμενοι δὲ τῶν κρατούντων γενέσθαι. οἱ δὲ τῶν ἑτέρων πρέσβεις ἀφικόμενοι, ἐς ὄνψιν τε τῷ ἡγεμόνι καταστάντες καὶ ἅπασι τοῖς ἐν τέλει, ἐδέοντο μὴ σφᾶς περιιδεῖν ὑπὸ 'Ρωμαιων πιεζομένους, συλλαβέσθαι δὲ μᾶλλον τοῦ ἀγῶνος, καὶ ἀνακαλέσασθαι γένος πρόσοικόν τε καὶ φίλιον καὶ ἄρδην οἰχήσεσθαι κινδυνεῦον. ἐδίδασκον δὲ ὡς καὶ αὐτοῖς ἐς τὰ μάλιστα συνοίσει, μὴ ἐφιέναι 'Ρωμαιοις ἐπὶ μέγα δυνάμεως αἰρομένοις, ἀλλὰ παντὶ σθένει τὴν αὔξην κολούειν· ,,εἰ γὰρ ἅπαν τὸ Γοτθικὸν γένος ἐκποδὼν ποιήσονται, οὐκ ἐς μακρὰν’’ ἔφασαν οἱ πρέσβεις ,,και καθ’ ὑμῶν αὐτῶν ἥξουσι, καὶ ἀνανεώσονται τοὺς προτέρους πολέμους. ἐπιλείψει γὰρ αὐτοὺς οὐδ’ ὁπωστιοῦν εὐπρόσωπος αἰτια ἐς προκάλυμμα [*](C) τῆς πλεονεξίας, ἀλλὰ σὺν δίκῃ γε ὑμᾶς δόξουσι μετιέναι, Μαρίους τιὰνς καἰ Καμίλλους, καὶ τῶν Καισάρων τοὺς πλείστονς ἀπαριθμούμενοι, ὡς δὴ πάλαι ποτὲ τοῖς ἄνω Γεμανοῖς πολεμήσαντας, καἰ τὰ ὑπὲρ 'Ρῆνον ἅπαντα κατασχόντας· ταύτῃ τε οὐ βιάζεσθαι δόξουσιν, ἀλλ’ ὁσίως ἐπιστρατεύειν, ὡς oὐ-

[*](6. τε omittit Bav. 8. πρόσοικόν τε καὶ φίλιον καὶ R. et Bav., πρόσοικον καὶ φιλικὰ vulg. 10. αὐτοῖς — συνοίσει R. et Bav. et sic emendaverat Toup. ad Suid. I. p. 58., αὐτοὺς — συνοίσειν vulg. 11. μεγάλα Bav. κωλύειν Suid. s. v. αὔξη, quod placet Toupio. 13. ἔφθασαν Bav. 14. ἐπιλήψει Bav. 15. εὐτρόπως Bav. ἐς προκάλυμμα R. et Bav., εὐπροκάλυμμα vulg. 16. γε om. Bav, 20. οὐ βιάζεσθαι R. mg.Lugd. Bav., εὖ βιός vulg.)
25

δέν τι ὀθνεῖον μαστεύσαντες, ἀλλὰ κτήματα τῶν σφετέρων προ- [*](Α. C. 552 I. I. 26) γόνων ἀνακομιούμενοι. τοιοῦτο γὰρ δή τι καὶ ἡμῖν ἐπαγαγόντες ἐπίκλημα, ὡς δὴ Θευδερίχου πάλαι τοῦ ἡμετέρου ἡγεμόνος καὶ οἰκιστοῦ οὐ προσηκόντως τῆς Ἰταλίας ἐπιλαβομένου, ἀφῄρην- [*](V. 13) ται μὲν ἡμᾶς τὰ οἰκεῖα, τὸ δὲ πλεῖστον ἀπεκτόνασι τοῦ γένους, [*](D) γύναια δὲ καὶ παῖδας τῶν παρ’ ἡμῖν εὐδαιμόνων ἀνδρῶν ἀφειδῶς ἠνδραποδίσαντο. καίτοι Θευδέριχος οὐ βίᾳ ἑλὼν, ἀλλὰ Ζήνωνος πρότερον τοῦ σφῶν βασιλέως ἐπιτρέψαντος τὴν Ἰταλίαν προσηγάγετο, οὐδὲν Ῥωμαίους ἀφελόμενος, ἤδη γὰρ αὐτῆς ἀπεστέρηντο,) ἀλλ’ Ὀδόακρον καθελὼν τὸν ἐπηλύτην, τὸν τύραννον, τἀκείνου ἅπαντα κατέσχε τῷ τοῦ πολέμου θεσμῷ. οἱ δὲ, ἐπειδὴ βιάζεσθαι αὐτοῖς μᾶλλον ἐξῆν, οὐδὲν ἐνδίκως πεπράχασιν, ἀλλὰ Θευδάτῳ πρότερον Ἀμαλασούνθης δῆθεν ἕκατι χαλεπήναντες, καὶ ταύτην ἀρχήν τε καὶ πρόφασιν τῷ πολέμῳ θέμενοι, εἶτα μέχρι νῦν οὐ μεθιᾶσιν, ἀλλὰ [*](P. 17) φέρουσι βιαίως ἅπαντα· οὔτοι δὴ οἱ σοφοί τε καὶ δεισιδαίμονες, καὶ μόνοι σὺν δικαιοσύνη πολιτεύεσθαι βρενθυόμενοι. ἵνα δὴ οὖν μὴ ταὐτὰ παθοῦσιν ὑμῖν μεταμελήσῃ τῆς ῥᾳθυμίας ὕστερον οὐκ ἐν δέοντι, προτερητέον ἐν τῷδε τοὺς πολε-

[*](1. μαστεύσαντες R. et Bav., μαστεύσοντες vulg. 2. γὰρ post τοιοῦτο add. R. et Bav. 3. ἐπίβλημα R. Post Θευδερίχου Intpr. add.: qui Gothis post undeuigesimum regem regem tum imperabat. 5. ἀπεκτείνασι Βav. 6. γυναῖκα Bav. 7. Pro ἰλῶν Bav. λαβὼν. 8. τὴν Ἰταλίαν προσηγάγετο R., προσηγ. τ. Ἰ. vulg. 9. Ῥωμαίους R, Lugtl. Bav., Ῥωμαίοις etltl. 11. τὰ κατ’ ἐκεῖνον Bav. 12. οἱ δὲ R. Bav., ὁ δὲ vulg. βιάζεσθαι αὐτοῖς R., αὐτοῖς βιάζεσθαι vulg. 17. μόνοι R. (CI.), Intpr. soli, μόνοις vulg. 18. ταὐτὰ Ν., ταῦτα vulg. ὑμῖν Lugd. Bav. (Cl.), ἡμῖν edd. et R. 19. προτηρητέον Bav.)
26
[*](A. C. 552 I. I. 26)

μίους, καὶ οὐ διαμαρτητέον τοῦ παρόντος καιροῦ, ἀλλὰ στρά- τευμά τε στέλλειν ἐπ’ αὐτοὺς ἀξιόμαχον, καὶ στρατηγὸν ἒξ ὑμῶν αὐτῶν ἀγαθὸν τὰ πολέμια, ὃς δὴ τὸν πρὸς Ῥωμαίους πόλεμον ἄριστα διανύσας, ἀπελάσει τε αὐτοὺς ἐνθένδε ὡς τάχιστα, καὶ τὴν χώραν ἡμῖν ἀνασώσει. οὕτω γὰρ ποιοῦντες τῷ τε Γοτθικῷ γένει ἐς τὰ μάλιστα χαριεῖσθε, σωτῆρες ἀναφανέντες καὶ ἀλεξίκακοι, τά τε ὑμέτερα αὐτῶν ἐν τῷ ἀσφαλεῖ θήσεβσθε, εἴγε μηδὲν ὑμῖν ἔτι πολέμιον ἐκ γειτόνων παρείη·. πρὸς δέ γε καὶ χρήματα ὑμῖν ἔσονται μυρία, οὐ μόνον τὰ Ῥωμαίων ληϊσαμένοις, ἀλλὰ γὰρ δὴ καὶ αὐτοὶ ἕτερα καταθήσομεν.”

ς΄. Ταῦτα ἐπειδὴ ἔφασαν οἱ πρέσβεις, Θευδίβαλδος μὲν ἦν γὰρ μειράκιον ἀγεννὲς καί ἀπόλεμον, ἤδη τε νοσώδης κομιδῇ ἐγεγόνει, καὶ τὸ σῶμά οἱ πονήρως διέκειτο,) τούτων δὴ οὖν ἕκατι οὐ μάλα ὅ γε τῶν πρέσβεων ἦν, οὐδὲ ᾤετο χρῆναι ὀθνείων ἕνεκα συμφορῶν οἰκείους καρπώσασθαι πόνους. Λεύθαρις δὲ καὶ Βουτιλῖνος, εἶ καὶ τὸν βασιλέα σφῶν ἥκιστα ἤρεσκεν, ἀλλ’ [*](C) αὐτοὶ ἀνεδέχοντο τὴν ξυμμαχίαν. τούτω δὲ τὼ ἄνδρε ἤστην μὲν ἀδελφὼ, καὶ τὸ γένος Ἀλαμανὼ, δύναμιν δὲ παρὰ Φράγγοις μεγίστην εἰχέτην, ὡς καὶ τοῦ σφετέρου ἔθνους ἡγεῖσθαι, Θευδιβέρτου πρότερον παρασχόντος. οἱ δὲ Ἀλαμανοὶ, εἴγε χρὴ

[*](5. ἡμῶν Bav. 6. χαριεῖσθε et v. s. θήσεσθε R. Bav. Lugd. var. (Cl.) Intpr., χαριεῖσθαι ct θήσεσθαι vulg. 8. ἡμῖν R., scd in mg. ὑμῖν. ἔτι abcst in R. πρὸς δή γε Bav. 10. ληισαμένοις R. Bav. Lugd. 2. ληϊσμένοις vulg. αὐτοῖς Bav. 11. ἐπειδὴ ἐπεὶ vulg. 13. οἱ aclcl. R. ct Bav. τούτων R. et Bav., τούτῳ vulg. 15. Pro πόνους Bav. πολέμους. 18. Ἀλαμανὼ R. Lugd. 2. m. Intpr., Ἀλανὼ vulg. 20. Θευδιβέρης τοῦ Lugd. πρότερον R. Lugd., τοῦ προτέρου edd.)
27

Ἀσιννίῳ Κουαδράτῳ ἕπεσθαι, ἀνδρὶ Ἰταλιώτῃ καὶ τὰ Γερ- [*](Α. C. 552 I. I. 26) μανικὰ τὸ ἀκριβὲς ἀναγεγραμμένῳ, ξύγκλυδές εἰσιν ἄνθρω- ποι καὶ μιγάδες, καὶ τοῦτο δύναται αὐτοῖς ἡ ἐπωνυμία. τούτους δὲ πρότερον Θευδέριχος ὁ τῶν Γότθων βασιλεὺς, ἥνικα καὶ τῆς ξυμπάσης Ἰταλίας ἐκράτει, ἐς φόρου ἀπαγωγὴν παραστησάμενος, κατήκοον εἶχε τὸ φῦλον. ὡς δὲ ὁ μὲν ἀπεβίω, ὁ δὲ μέγιστος Ἰουστινιανῷ τε τῷ Ῥωμαίων αὐτοκράτορι καὶ [*](D) τοῖς Γότθοις πόλεμος ξυνερράγη, τότε δὴ οἱ Γότθοι ὑποθωπεύοντες τοὺς τοὺς καὶ ὅπως ἂν αὐτοῖς φίλοι τε ἐς τὰ ομάλιστα καὶ εὖνοι γένοιντο μηχανώμενοι, ἑτέρων τε πολλῶν ἔξίστανται χωρίων, καὶ μὲν δὴ καὶ τὸ Ἀλαμανικὸν γένος ἀφίεσαν. ἀγείρειν τε γὰρ ἐν τῷ τότε πανταχόθεν τὰς σφετέρας ῳον τὸ χρῆναι δυνάμεις, καὶ τῆς ὑπηκόου ὁπόσα περιττὰ καὶ οὐ λίαν ἐπίκαιρα μεθιέναι, ὡς οὐκέτι ἀρχῆς τε πέρι καὶ δόξης ἀγωνιούμενοι, ἀλλ’ ἤδη τὸν ὑπὲρ αὐτῆς τῆς Ἰταλίας, καὶ τοῦ μὴ πάμπαν ἀπολωλέναι ἀναῤῥίψοντες κίνδυνον. καὶ τοίνυν τὸ [*](Ρ. 18) τοῦ μέλλοντος σφαλερὸν τῷ αὐθαιρέτῳ δῆθεν τῆς γνώμης προκαταλαβόντες, ἑκουσίαν πεποίηνται τὴν ἀνάγκην. οὕτω δὴ οὖν καὶ τὸ τῶν Ἀλαμανῶν ἔθνος ὑπὸ Γότθων ἀφειμένον Θευδίβερτος αὐτὸς ἐχειρώσατο· ἐκείνου τε διαφθαρέντος, ᾗπέρ μοι ἤδη ἐρρήθη, ἐπὶ τὸν παῖδα Θευδίβαλδον τῇ λοιπῇ ἅμα ὑπηκόῳ καὶ οἵδε ἐχώρουν.

[*](1. Χουαδράτῳ R. et Intpr., KctfiactTM vulg. 2. ἀναγεγραμμένῳ R., ἀναγραψαμένῳ vulg. ξύγκλυδες R., ξύγκλιδες Lugd., ξυνήλιδες mg. Lugd. et edd. 5. ἐπαγωγὴν R. 7. τῳ R., τῶν vulg. 13. χρῆναι om. R. 21. ἐῤῥέθη R.)
28
[*](A.C. 552 I. I. 26)

ζ΄. Νόμιμα δὲ αὐτοῖς εἰσι μέν που καὶ πάτρια, δέ γε ἐν κοινῷ ἐπικρατοῦν τε καὶ ἄρχον τῇ Φραγγικῇ ἕπονται πολιτείᾳ, μόνα δέ γε τὰ ἐς θεὸν αὐτοῖς οὐ ταὐτὰ ξυνδοκεῖ δένδρα τε γὰρ τινα ἱλάσκονται, καὶ ῥεῖθρα ποταμῶν κὼ λόφους καὶ φάραγγας, καὶ τούτοις, ὡσπερ ὅσια δρῶντες, ἵππους τε καί βόας καὶ [*](V. 14) ἄλλα ἄττα μυρία καρατομοῦντες ἐπιθειάζουσιν. ἀλλὰ γὰρ [*](Β) ἡ τῶν Φράγγων αὐτοὺς ἐπιμιξία, εὖ ποιοῦσα, καὶ ἐς τόδε μετακοσμεῖ, καὶ ἤδη ἐφέλκεται τοὺς ἐμφρονεστέρους, οὐ πολλοῦ δὲ οἶμαι χρόνου καὶ ἅπασιν ἐκνικήσει τὸ γὰρ τῆς δόξης παράλογόν τε καὶ ἔκπληκτον, καὶ αὐτοῖς οἶμαι τοῖς χρωμένοις, εἰ μὴ πάμπαν εἶεν ἠλίθιοι, γνώριμόν τέ ἐστι καὶ εὐφώρατον, καὶ οἶον ἀποσβῆναι ῥᾳδίως. ἐλεεῖσθαι μὲν οὖν μᾶλλον ἢ χαλεπαίνεσθαι δίκαιοι ἂν εἶεν, ναὶ πλείστης μεταλαχχάνειν συγγνώμης ἅπαντες ὅσοι δὴ τοῦ ἀληθοῦς ἁμαρτάνουσιν. οὐ γὰρ δήπου ἑκόντες εἶναι ἀλῶνται καὶ ὀλισθαίνουσιν, ἀλλὰ τοῦ ἀγαθοῦ ἐφιέμενοι, ἔπειτα σφαλέντες τῇ κρίσει τολοιπὸν ἔχον- [*](C) ται τῶν δοκηθέντων ἀπρὶξ, ὁποῖα ἄττα ναὶ τύχοιεν ὄντα. τὴν γε μὴν τῶν θυσιῶν ὠμότητα καὶ κακοδαιμονίαν, οὐκ οἶδα εἰ οἷόν τε λόγῳ ἀκέσασθαι, εἴτε ἄλσεσιν ἐπιτελοῖντο ὥσπερ ἀμέλει παρὰ βαρβάροις, εἶτε τοῖς πάλαι νενομισμένοις θεοῖς, ὁποῖα αἱ τῶν Ελλήνων ἐθέλουσιν ἁγιστεῖαι. ἐγὼ μὶν γὰρ ἡγοῦμαι

[*](2. ἐπικρατοῦν τε καὶ ἄρχον — ἕπονται. Sic R. ct Lugd., Intpr. quoquc sectantur, ἐπικρατοῦνται κω ἄρχονται — ἕποντες edd. ex mg. Lugd. μόνα R. (CI.), fiovi-i vulg. 5. καὶ βόας R. ctlntpr. 7. τόδε R. ct Lugd., τὸ dtov edd. ex mg. Lugd. 9. οἶμαι χρόνου R., χρόνου οἷμαι vulg. 10. τε καὶ R. Lugd., γε καὶ cdd. 12. μᾶλλον add. R. (Cl), Intpr. potius. 15 εἶναι add. Lugd., edd. ct R. om. 18. olficci R, pro oldu.)
29

μηδέν τι εἶναι τὸ ἡδόμενον βωμοῖς αἵματι μιαινομένοις, καὶ [*](A.C. 552 I. I. 26) ζώων ὀλέθρῳ βιαιοτάτῳ· εἰ δέ γε ἄρα καὶ ὁτιοῦν τὰ τοιάδε προσίεσθαι πέφυκεν, ἀγαθὸν μὲν οὐκ ἂν εἴη οὑδὲ ἥμερον, ἄγριον δέ τι ἴσως καὶ μανιῶδες, ὁποῖον τὸν Δεῖμον ἀναπλάττουσι μάτην οἱ ποιηταὶ κὼ τὸν Φόβον, Ἐνυώ τέ τινα, καὶ Ἄτην, καὶ Ἔριν, ὡς ἂν αὐτοὶ φαῖεν, τὴν ἀμαιμάκετον. προστιθεῖ δὲ τούτοις, εἰ βούλει, καὶ τὸν παρὰ Πέρσαις καλούμενον Ἀρειμάνην, καὶ τῶν ἄλλων χθονίων φασμάτων ὁπόσα κακοῦργα [*](D) κὼ μιαιφόνα. ταῦτα μὲν οὖν εἰ καὶ ἴσως ἄν τῳ δοκοῖεν οὐ μάλα τῇ ἐπαγγελίᾳ προσήκειν, εἶναι δὲ περιττὰ καὶ ἀλλότρια τῶν ἐφ’ ἁ ἰέναι ἡμῖν διεσπούδασται, ἀλλ’ ἔμοιγε καὶ λίαν ἀρέσκει ἅπαντα ἐς μέσον ἄγειν τὰ ἐγνωσμένα, καὶ τὰ μὲν χρηστὰ τῶν πραγμάτων ἐν ἐπαίνῳ ποιεῖσθαι, τῶν δὲ οὐχὶ τοιῶνδε κατηγορεῖν ἀναφανδὸν, καὶ τὸ ἀσύμφορον διελέγχειν. εἰ γὰρ μὴ τοῦτο ἔχοιεν αἱ ἱστορίαι, ὡς ταύτῃ γε καὶ μᾶλλον χρήσιμοι τε εἶναι καἰ βιωφελέστατοι, μόνη δὲ ἀφήγησις εἷεν τῶν γεγενμένων ἁπλῆ τε καὶ ἀνεξέταστος, κινδυνεύσαιεν ἴσως ἂν παρ’ [*](Ρ. 19) ἐνίοις, εἰ μὴ λίαν δεινὸν εἰπεῖν, οὐ πολλῷ εἶναι ἀμείνους τῶν ἐν γυναικωνίτιδι παρὰ τὴν ταλασίαν ᾀδομένων μυθολογημάτων. τούτων μὲν οὖν πέρι ὥςπη ἑκάστῳ φίλον τῇδε οἰέσθω, ἐμοὶ δὲ ᾗπερ ὁ πρότερος ἐφέρετο λόγος f ταύτῃ ἰτέα. Λεύθακακοῦργα

[*](8. R., καὶ κακοῦργα vulg. 9. εἰ om. R. Post τῷ iterat καἰ vulg. δοκοῖεν R., δοκεῖεν vulg. 14. εἰ γὰρ μὶν R. 15. ταύτῃ τε R., Inlpr. add.: hoc modo dinariatae πεποικιλμέναι). 17. κινδυνεύσαιεν CL., κινδυνεύσειεν vulg. et R. 18. ἐνίαις R. 19. ἐν τῇ vulg. vulg. 20 ὥσπερ R. τῇδε R., ὡδε vulg. 21. ἐφέρετο λόγος R., λόγος ἐφέρετο vulg.)
30
[*](A.C.552 I. I. 26)

ρις γὰρ καὶ Βουτιλῖνος ἐπειδὴ τὴν ἀρχὴν κατὰ ‘Pωμαιων ἐπιστρατεύειν ὡρμηθήτην, ἐπηρμένω γε ἤστην ἄμφω ταῖς ἐλπίσι καὶ οἵω οὐκ ἔτι ἐν τῷ καθεστῶτι τρόπῳ βιοτεύειν. Ναρσῆν μὲν γὰρ τὸν στρατηγὸν οὐδὲ τὴν προσβολὴν ὑποστήσεσθαι ᾤοντο, ἅπασαν δὲ τὴν Ἰταλίαν οἰκεῖον αὐτοῖς ἔσεσθαι κτῆμα, καί πρός γε Σικελίαν καθέξειν θαυμάζειν δὲ ἔφασαν τῶν Γότθων, [*](B) εἰ μάλα οὕτω πεφρίκασιν ἀνδράριον τι θαλαμηπόλον σκιατραφές τε καὶ ἁβροδίαιτον, καὶ πόῤρτω τοῦ ἀῤῥενωποῦ τεταγμένον. οἱ μὲν δὴ βρενθυόμενοι τῇ τοιαύτη δόξῃ, καὶ ἀγέρωχον ποιούμενοι τὴν παράταξιν, ἐκ τε Ἀλαμανῶν καὶ Φὸάγγων στράτευμα ἐς πέντε καὶ ἑβδομήκοντα χιλιάδας ἀλκίμων ἀνδρῶν ἀγείραντες, παρεσκευάζοντο τὰ πολέμια, ὡς αὐτίκα μάλα ἐς τὴν Ἰταλιαν καὶ δὴ ἐμβαλοῦντες.

η'. Ναρσῆς δὲ ὁ τῶν 'Ρωμαιων στρατηγὸς, εἰ καὶ τάδε ἐς τὸ ἀκριβὲς οὔπω ἐπέπυστο, ἀλλὰ προμηθείᾳ γε πλείστῃ χρώμενος καὶ φθάνειν ἀεὶ τὰς τῶν πολεμίων ἐθέλων ὁρμὰς, αὐτίκα τὰ ἐς Τουσκίαν πολίσματα, ὑπὸ τῶν Γότθων ἔτι κατεχόμε- [*](C) να, ἔγνωκε βιαιότατα παραστήσασθαι. οὔτε γὰρ τῇ νίκῃ πέρα τοῦ μετρίου φρυαττόμενος ἐς ἀπειροκαλίαν ἐπῆρτο, οὔτε, ὅπερ ἕτερος ἂν ἐπεπόνθει, ἐς ῥᾳστώνην τε καὶ ἡδυπάθειαν μετὰ

[*](1. στρατεύειν R. 2. Suid. s. v. καθεστῶτι pro γε habet δὲ. 5. ἔσεσθαι κτῆμα R., κτ. ἔσ. vulg. 6. τοὺς Γότθους Suid. s. v. ἀνδράριον. 9.τοιαύτῃ R. et lntpr. dum ita sentirent, σφετέρᾳ vulg. 11. πέντε. Intpr. duo. 13. Post καὶ δὴ edd. add. Σικελίαν, quod om. R. Lugd. Intpr. 14. Pro εἰ καὶ R. εἰς. 15. γε add. R. 17. τῶν add. R. 18. ἔγνωκε R., ἔγνω vulg. βιαιότατα R. Intpr. summa vi, βιαιότερον vulg. παραστήσασθαι R., παραστήσεσθαι vulg. 20. τε add. R.)
31

πόνους ἐξέκλινεν, ἀλλ᾿ εὐθὺς, ὅπως εἶχεν ὁρμῆς, κινήσας τòν [*](Α. C. 552 Ι. Ι. 26) στρατὸν ἐπὶ τὴν Κύμην ἐχώρει· πόλισμα δὲ Ἰταλικὸν ἡ Κύμηι ἐχυρώτατον, καὶ οἶον οὐ ῥᾷστα πολεμίοις ἁλῶναι ἵδρυται μὲν γὰρ ἐπὶ λόφῳ τινὶ δυσπροσόδῳ τε καὶ ἀνάντει· ἔστι δὲ καὶ ἐν περιωπἧ̣ τοῦ πελάγους τοῦ Τυρσηνικοῦ. ἐπὶ γὰρ τῇ ἀκτῇ ὁ λόφος ἀνέχει, ὡς καὶ ἀμφ᾿ αὐτὸν δήπου τὸν πρόποδα ῥοχθεῖν τε καὶ περικλᾶσθαι τὸ ῥόθιον, ἄνω δὲ ἔρυμα περιβέβληται, πύργοις [*](V. l5) τε καὶ ἐπάλξεσι καρτερώτατα ἐξειργασμένον. Τωτίλᾳ τε [*](D) καὶ Τεΐᾳ τοῖς βασιλεῦσι πρότερον τῶν Γότθων γεγενημένοις, ὁπόσα ἐπίτιμά τε ἦν καὶ ἀξιάγαστα τῶν κτημάτων, ἐν τῷ- δὲ τῷ φρουρίῳ, ὡς βέβαιον ὂν, ἐφυλάττετο. ἐνταῦθα δὲ οὖν ὁ Ναρσῆς ἀφικόμενος, περὶ πλείστου ἐποιεῖτο ἑλεῖν τε ὡς τάχιστα τὸ χώριον καὶ τῶν χρημάτων κρατῆσαι, ὡς μήτε οἱ Γότθοι ὁρμητήριον ἀσφαλὲς ἔχοιεν, αὐτῷ τε τὰ τῆς νίχης τελεώτατα ἐς ὅ, τιμάλιστα ἐξειργασθειη. Ἀλιγ́ερνοςγὰρ ὁ Τεΐα νεώτατος ἀδελφὸς τοῦ ἡγεμόνος τῶν Γότθων γεγενημένου, ἔνδον γε ἦν τοῦ περιβόλου, καὶ στράτευμα, ὁπόσον οἷόν τε ἦν, ἀμφ᾿ αὐτὸν ἀγείρας, οὐδέν τι εἰρηναῖον ἐβουλεύετο· καὶ ὅτι μὲν Τεΐας ἐν τῷ πολέμῳ ἀνῄρητο, καὶ τὰ τῶν Γότθων πράγματα ἐκεκμήκει τε καὶ διελέλυτο, ἤδη που ἐς τὸ ἀκριβὲς ἠκηκόει, ὁ δὲ οὐδ᾿ ὣς [*](P. 20) ἀνίει, οὐδὲ τὴν ξυνενεχθεῖσαν ἐδείμαινε τύχην, ἀλλὰ τῷ τε

[*](4. λήσω R., sed margo λόφῳ. καὶ post δὲ add. R. 6 καὶ ἀμφ᾿ R. et Intpr. ad inferiorem partem, vulg. καὶ. 8 Τωτίλᾳ et Τεΐᾳ CL., Τώτιλα et Τεΐας Par., Τώτιλα et Τεΐα R. Lugd. et ed. pr. 14. αὐτῷ R., αὐτοῦ vulg. 15. ἐξεργασθείη R. 16. γεγενημένος R. et Intpr. γὰρ R. pro γε. 19. τε om. R. 20. οὐδ᾿ ὣς R., οὐδαμῶς vulg.)
32
[*](A. C. 552 Ι. Ι. 26)

χώρῳ πίσυνος καἰ τῇ τῶν ἀναγκαίων εὐποὸιᾴ, θρασύς τε ἦν ἔτι καὶ ὑψαύχην καὶ οἶος ἀμύνεσθαι, ἤν τις ἐπίοι.

θ'. Εὖθύς δὴ οὖν ὁ Ναρσῆς ἐγκελευσάμενος προσῆγε τὸν στρατόν. οἱ δὲ σὺν πολλῷ πόνῳ ἐς τὸ γεώλοφον ἀναβάντες, καὶ τῷ φρουρίῳ πελάσαντες, αὐτίκα τοῖς δορατίοις ἠκόντιζον τῶν ἐν ταῖς ἐπάλξεσι φαινομένων, καὶ τὰ τόξα ἐπήχουν θαμὰ τῶν βελῶν ἀναπεμπομένων, σφενδόναι τε ἐφέροντο μετάρσιοι, καὶ μηχανήματα ὁπόσα πρὸς τειχομαχίαν ἀνεῖται, ἅπαντα ἐκινεῖ- [*](B) τὸ. οἱ δὲ ἀμφὶ τὸν Ἀλίγ́ερνον ἀνὰ τὰ μεταπύργια τοῦ τείχους ξυνειλεγμένοι, οὐ σχολαίτερον ἀντακοντίζοντές τε καὶ ἀντιτοξεύοντες διεμάχοντο, λίθους τε ἐκ χειρῶν μεγάλους ἐπαφιέντες, καὶ φιτροὺς καὶ πελέκεις, καὶ ὅπερ ἂν οὐ πόῤῥω τῆς χρείας ἐδόκει, μηχαναῖς τε ἐχρῶντο καὶ ἀμυντηρίοις, καὶ οὐδὲν ὅ, τι παρεῖτο. τά γε μὴν Ἀλιγέρνου τοξεύματα καὶ μάλα τοῖς 'Ρωμαιοις ἀρίδηλα ἦν. ῥοίζῳ τε γὰρ πολλῷ καὶ ταχυτῇτι οὐ σταθμητῇ τὰ ἐκείνου ἐφέρετο βέλη· ὡς εἴπερ καὶ ἐς λίθον τινὰ ἐμπέσοιεν, ἢ ἕτερόν τι σκληρὸν καὶ ἀτέραμνον, διαῤῥήγνυσθαι ἅπαν τῇ βίᾳ τῆς ῥύμης. Παλλάδιον γοῦν ἐκεῖνον (ἦν δὲ οὐ τῶν [*](C) ἐῤῥᾳθυμηέων παρὰ τῷ Ναρσῇ ὁ Παλλάδιος, ἀλλὰ στρατεύ- ματός τε ἡγεῖτο 'Ρωμαϊκοῦ, καὶ ἐν τοῖς μεγίστοις ταξιάρχοις

[*](1. τε R., γε vulg. 15. οὐ σταθμητᾕ R. Lugcl. in mg. et Suid. s. v. Ἀλιγέρνης, οὐκ ἀριθμητὴ edd. 17. ἐμπέσοιεν R. et Suid., ἐμπέσειεν vulg. 18. τῶν ἐῤῥᾳθυμημένων R. et Iutpr., τῷ ἐμπέσειεν vulg. 19. Post Ναρσῇ R. om. ὁ Παλλάδιος. 20. ταξιάρχοις R., ταξιάρχαις vulg.)
33

ἐτέλει,) ἰδὼν γοῦν Ἀλίγερνος αὐτὸν, σιδήρῳ τε τεθωρακισμένον, [*](Α. C. 552 Ι. Ι. 26) νὼ φρονήματι ξὺν πολλῷ τῷ τείχει ἐπιφερόμενον, ἀφίησι βέλος λος αὐτῷ ἐκ τοῦ μετεώρου, καὶ αὐτίκα διεπερονησεν τον ανδρα διαμπὰξ αὐτῷ θώρακι καὶ ἀσπίδι· οὕτω δή τι δυνάμει τε τῶν πολλῶν περιῆν, καὶ καρτεραὶ αὐτῷ ἐρύσαι τόξον αἱ χεῖρες· πολλαῖς μὶν οὖν καὶ ἐφεξῆς ἡμέραις οἱ τοιοίδε ἀκροβολισμοὶ ἐγίγνοντο, καὶ οὐδὲν οὐδὲν ὁποτέροις προὐχώρει τῶν ἐλπισθέντων τοῖς τε γὰρ Ῥωμαίοις αἰσχρὸν ἐδόκει ἡ ἀναχώρησις πρὶν παραστήσασθαι τὸ χωρίον, καὶ οἱ Γότθοι ἔνδηλοι [*](D) ἠσαν ὡς οὐδέν τι μᾶλλον ἐνδωσείοντες τῇ πολιορκάᾳ.

ι΄. Ναρσῆς δὴ οὖν ὁ στρατηγὸς ἤσχαλλέ τε ἄγαν καὶ ἐχαλέπαινεν, εἰ χρόνος τοῖς Ῥωμαίοις πολὺς ἐν ἐλαχίστῳ πολιχνίῳ τετρίψεται. ἀλύοντι δέ οἱ καὶ ἕκαστα γνωματεύοντι, ἔδοξεν χρῆναι ἀποπειρᾶσθαι τοῦ φρουρίου ἀμηγέπη τρόπῳ τοιῷδε. ἐν τῷ πρὸς ἥλιον ἀνίσχοντα τοῦ λόφου τετραμμένῳ ἀγκῶνι ἄντρον τι ὕπεστιν ἀμφηρεφές τε καὶ γλαφυρώτατον, ὡς ἄδυτά τε ἔχειν αὐτόματα καὶ κῦτος εὐρὺ καὶ βαραθρῶδες· ἐνταῦθα δὴ πάλαι φασὶ τὴν Σίβυλλαν τὴν πάνυ, τὴν Ἰταλὴν, ἐνδιαιτωμένην, φοιβόληπτόν τε εἶναι καὶ ἔνθουν, καὶ προαγορεύειν τὰ ἐσόμενα τοῖς πυνθανομένοις. [*](Ρ. 21) λέγεται δέ ποτε καὶ Αἰνείαν τὸν Ἀγχίσου

[*](1. γοῦν R. vulg. οὖν. Ἀλίγ. αὐτὸν R., αὐτὸν Ἀλίγ. vulg. τε add. R. 2. τάχει R., Intpr. nimia celeritate. Num legcbat φρ. πολλῷ, πολλῷ τε τάχει? 4. Ρro τι Suid. τῇ. 5. τῶν om. 11. 10. ὡς add. R. 11. δὴ οὖ R., γοῦν vulg. 13. τετρίψεται R., τετρίψηται vulg. χρῆναι add. R. et Suid. s. v. ἀλύειν. 14. τοῦ φρουρίου ἀμηγέπη R., ἀμηγέπη τοῦ φρουρίου vulg. 15. τετραμμένῳ R., τετραμμένων vulg. Pro ἄντρον τι R. ἄντιτρον. 16. ἀντώματα R. 18. φοιβολήπτοντες Par. 19. Pro τὰ ἐσόμενα lacuua est in R. 20. ποτε καὶ Aἰνείαν R., καὶ Αἰνείαν ποτὲ vulg.)
34
[*](A.C. 552 Ι. Ι. 26)

κόμενον ἅπαντα οἱ τὴν Σίβυλλαν φάναι τὰ ὕστερον ξυνενεχθέντα. ὑπὲρ ταύτην δὴ οὖν τὴν σπήλυγγα μέρος τι τοῦ περιβόλου ἐρήρειστο καὶ ἐφειστήκει. Ναρσῆς δὲ τοῦτο ἐπιφρασάμενος πρὸς αὐτοῦ εἶναι ᾠήθη, καὶ οὖν αὐτίκα ἄνδρας ὡς πλείστους ὑπὸ τὰ κοῖλα ἐμβαλὼν τοῦ σπηλαίου, ὄργανα φέροντας λιθοτόμα καὶ τειχωὸυχα, ἐξεκόλαπτεν ἠρέμα καὶ διέτεμεν τοῦ ἄντρου τὸν ὄροφον, ἔνθα τὸ ἔρυμα ἥδραστο, καὶ ἐς τοσοῦτον ἐξέκοπτεν καὶ διεκάθαιρεν τὴν βάσιν τῆς oἰκοδομίας, ἐς ὅσον [*](V. 16) ἤδη τὴν ἀρχὴν τοῦ θεμελίου ἀπογυμνοῦσθαι. τότε δὲ ξύλα ὄρθια ἐν κώμῳ ὑπεστήριζε, ταύτῃ τε ἀνεῖχεν ἅπαν τὸ ἄχθος [*](B) του τείχους, ὡς μὴ ὑπορρέοι κατὰ βραχὺ καὶ διαλύοιτο ἡ ἁρμονία, συναίσθησις τε τοῦ ὁρωμένου ταχεῖα γίγνοιτο τοῖς Γοτθοις. ἦ γὰρ ἂν κατ᾿ ἀρχὰς εὐθὺς ἐπιβοηθοῦντες, καὶ τὸ πεπονθὸς ἀκεσάμενοι, διεφύλαττον τολοιπὸν βεβαιότατα· ἵνα δὲ μὴ πάμπαν τὰ ποιούμενα ἐπιγνοῖεν, μηδὲ τοῦ πατάγου τῆς λατομίας ἐπαΐοιεν, τότε δὴ ἐς ὅτι μάλιστα ἐπεφέροντο ἄνωθεν Τῷ τείχει ὁ τῶν 'Ρωμαιων στρατὸς, ἀλαλάζοντες καὶ ἐπικροτοῦντες· θόρυβός τε ἦν πέρα τοῦ ἀναγκαίου πολὺς καὶ ταραχώδης ἡ πολιορκία ἐπεὶ δὲ ἅπαν ἤδη τὸ τεῖχος ὁπόσον τῷ ἄντρῳ παρπέτατο, ἐκκρεμὲς τε ἦν καὶ μετέωρον, καὶ μονοις ἐπεβεβήκει τοῖς ξύλοις, ἃ δὴ ὀρθοστάδην ἐτύγχανον ἐρηρει-

[*](2. σπήλυγγα R., σπήλυγγον vulg. 6. διέτεμεν R., διέτεμνε vulg. 14. διεφύλαττον τολοιπὸν R., διεφυλάττοντο λοιπὸν vulg. 15. μηδὲ R. Lugd., Intpr. neve, μὴ δὴ vulg. 16. ἐπεφέροντο R., ἐπιφέρονται vulg. 19. τὸ τεῖχος add. R. et Intpr. 21. ἐπιβεβήκει R.)
35

σμένα, τότε δὴ φυλλάδα νήσαντες, καὶ ὁ, τι τῆς ὕλης ταχυδαές [*](A. C. 552 Ι. Ι. 26) τε καὶ αὖον, καἰ εἶτα ὑποθέντες πῦρ τε ἐναύσαντες ἐκτὸς ἀπεχώρουν. οὐκ ἐς μακρὰν δὲ τῆς φλογὸς ἀρθείσης, τὰ [*](C) μὲν στηρίγματα εὐθὺς ἀνθρακούμενα κατεθραύετο, καὶ πρὸς τὴν ἀντίθεσιν ἐνεδίδου· τοῦ δὲ ἐρύματος ὁπόσον ἐπ’ ᾖωρεῖτο, ὑφίζανεν ἀθρόον καὶ κατωλίσθαινεν τῇ κενότητι, πύργοι τε οἱ ἐνθένδε καὶ προμαχεῶνες ἔξαπιναίως ἀποῤῥαγέντες τῶν ἄλλων, ἐς τὸ πρανὲς ἔξεκυλίσθησαν· τε πύλη ἡ τῷδε τῷ μέρει προσαραρυῖα, ξυνεκέκλειστο μὲν εὖ μάλα βεβαιότατα, ὡς δὴ πολεμίων παρόντων, καὶ τὰ κλεῖθρα ὑπὸ τῶν φυλάκων [*](D) κατείχετο, ἡ δὲ αὐτοῖς μοχλοῖς τε καὶ βαλανάγραις ἐκτιναχθεῖσα, ἐς τὴν ἠΐονα τὰς σπιλάδας ἐρήριπτο, ἅμα τε ἅπαντα τὰ ξυμπεπηγότα ἔτι ἐκλύζετο, σταθμοὶ καὶ γεῖσον καὶ ὑπερθύριον καὶ οἱ θαιροὶ τῷ οὐδῷ ἐνηρμοσμένοι· τούτων δὲ γεγενημένων, τοῖς Ῥωμαίοις ῥᾳδίως τολοιπὸν εἰσιτητέα εἶναι ἐδόκει ἀνὰ τὸ πόλισμα, καὶ περιοπτέα τῶν πολεμίων, ἡμάρτανον δὲ καὶ ὣς τῆς ἐλπίδος. σήραγγές τε γάρ τινες καὶ ἀποῤῥῶγες τοῦ τε λόφου καὶ τῶν ἔνδοθεν περιαυλισμάτων ἔπι μέγα ἐκτεινόμεναι, κρημνῶδες ἀτεχνῶς καὶ δυσέμβολον οὐχ ἧσσον [*](Ρ 22) ἀπεδείκνυσαν τὸ χώριον. καὶ Ναρσῆς μὲν θαρσαλεώτερον τῷ

[*](2. Post αὖον Intpr. lcgissc vidctur τοῖς ξύλοις: collecta materia ac tignis supposita. Pro καὶ εἶτα f. scr. μάλιστα. 3. ἀρθείσαν R. 5 αὐτοὺς R. 6. ἀθρόως 11. R. τὰ add. ex R. 14. τῷ οὐδᾦ N., τῶν οὐδῶν vulg., τᾖ ὁδῷ R. Intpr. incisiun integram omisit. 17. ἀποῤῥῶγες R., ἀποῤῥῶγαι vulg. 19. ἐκτεινόμεναι R., ἐκτεινόμενα vulg.)
36
[*](A. C. 552 Ι. Ι. 26)

φρουρίῳ αὖθις προσέβαλλεν, ὡς καὶ αὐτοβοεὶ ἅπαν ἀναρπασόμενος· τῶν δὲ Γότθων ἐνταῦθα ξυνειλεγμένων καὶ παντὶ σθένει ἀμυνομένων, ἀπεκρούετο καὶ οὐδέν τι μᾶλλον εἶχεν ἀνύτειν.

ια'. Ἐπεὶ δὲ πολέμῳ τε καὶ ἐπιδρομαῖς ἑλεῖν δήπου τὸ χωρίον ἀδύνατα ἦν, ἔγνω μὴ ἁπάσῃ τῇ στρατιᾷ ἐν τοῖσδε διαπονεῖσθαι, ἀλλ’ ἐς Φλωρέντειαν καὶ Κεντουκέλλας καἰ ἄλλα ἄττα πολίσματα τῆς Τουσκίας χώρας εὐθὺς ἀφικέσθαι, ἅπαντά τε τὰ τῇδε καταστησάμενος προτερῆσαι τὴν ἐπήλυσιν τῶν πολεμίων. ἤδη γὰρ αὐτῷ Λεύθαρις καὶ Βουτιλῖνος καὶ τὰ Φράγ- [*](Β) γων δὲ καὶ Ἀλαμανῶν στρατεύματα εἴσω τοῦ Πάδου ποταμοῦ ἠγγέλλοντο παρεῖναι, ὦν δὴ ἕνεκα κινήσας ὡς τάχιστα τὸ πλεῖστον τοῦ στρατοῦ ἐπὶ ταύτην ἐχώρει. ἐπεὶ δὲ Φιλίμουθ ὁ τῶν ξυνεπομένων Ἐρούλων στρατηγὸς οὐ πολλαῖς πρότερον ἡμέραις νόσῳ ἁλοὺς ἐτεθνήκει, ἔδει δὲ ἄρα αὐτοὺς ὑπ’ ἰδίῳ τινὶ τάττεσθαι ἡγεμόνι, αὐτίκα ὅ γε Φούλκαριν αὐτοῖς τὸν ὁμόφυλον ἐπιστήσας, τὸν Φανιθέου ἀδελφιδοῦν, ἐκέλευσεν ἅμα Ἰωάννη τῷ Βιταλιανοῦ, καὶ πρός γε Βαλεριανῷ καὶ Ἀρταβάνῃ, καὶ μὲν δὴ καὶ ἄλλοις στρατηγοῖς καὶ ταξιάρχοις, ξὺν τῷ πλείονι καὶ ἀλκιμωτάτῳ στρατῷ, τὰς Ἄλπεις τὸ ὄρος περιελθόντας, ὃ δὴ ἐν μέσῳ Τουσκίας τε τῆς χώρας, καὶ Αἰμιλείας ἀνέχει, ἀμφὶ τὸν Πάδον ἱκέσθαι τὸν ποταμὸν, αὐτοῦ τε

[*](1. ἀναρπασόμενοι R. 4. καὶ om. R. 5. ἀδύνατα R., ἀδύνατον vulg. 8. ἐπήλυσιν R. (C.), ἐπίλυσιν vulg. g. αὐτῷ R., αὐτοῦ vulg. 10. δὲ add. R. 13. τῶν ξυνεπομένων R. et Intpr. (Cl.), τῷ ξυνεπομένῳ vulg. 14. νόσῳ om. R. ὑπ’ addidi, confirmante. 15. τινὶ add. R. 17. τῷ R., τοῦ vulg. Βιταλιανοῦ et Βαλεριανῷ R., Βιταλινοῦ et Βαλερινῷ vulg. 19. ξὺν τῷ R., ξὺν καὶ τῷ vulg. 21. ἀνέχει. Sic vulg. ct Intpr., ἀνελεῖ R. et in mg. ἀνέλκεται ἱκ. ποτ. R., om. articulo.)
37

στρατοπεδευσαμένους, καὶ τὰ ἐρυμνὰ τῶν χωρίων προκαταλαβόντας [*](Α. C. 552 Ι. Ι. 26) ἀποκρούεσθαι καὶ ἀναστέλλειν τὰς τῶν πολεμίων ἐφόδους. δοὺς. καὶ εἰμὲν ἀπώσασθαι αὐτοὺς τελεώτατα δυνηθεῖεν, χάριν [*](C) ῥὶν εἰδέναι τῇ τύχῃ, εἰ δέ γε βιαζόμενοι τῷ πλήθει οἶοί τε οὐκ εἰεν, ἀλλὰ σχολαιτέραν αὐτοῖς ποιήσασθαι τὴν πορείαν, καὶ οὐ μάλα θαρσαλέους ἀνὰ τὰ πρόσω φοιτᾷν μεθιέναι, δεδίττεσθαι δὲ αὐτοὺς ἐς τὰ μάλιστα καὶ εἴργειν ὡς ποῤῥωτάτω, ἕως αὐτὸς τὰ ἐν Ποσίν ἅπαντα ᾖ βούλοιτο διαθείη. οἱ μὲν οὖν κατὰ ταῦτα ἐχώρουν, κατέλιπεν δὲ καὶ ἐν Κύμη δύναμιν ἀξιόχρεων· ὅπως δὴ προσκαθεδούμενοι, καὶ ἔνδον τοὺς ἐγκατείργοντες, χρονίᾳ γοῦν αὐτοὺς παραστήσοιντο πολιορκίᾳ. καὶ οἱ μὲν, χαράκωμα περιεβάλλοντό τε, καὶ τὰς ἐξόδους ἐφύλαττον, εἴπου τινὰ ἕλοιεν ἐπὶ χιλὸν ἰόντα. ᾤοντο γὰρ αὐτοῖς [*](D) ἤδη που ἐς ἐνιαυτὸν πολιορκουμένοις, ἅπαντα ἐξαναλῶσθαι τὰ ἐπιτήδεια Ναρσῆς δὲ ταῖς πόλεσι προσβαλὼν ἀκονιτὶ τὰς πλείστας προσηγάγετο. Φλωρέντιοι μὲν γὰρ ὑπαντιάσαντες καὶ τὰ πιστὰ κομισάμενοι, ὡς οὐδὲν ἄχαρι πείσονται, σφᾶς τε αὐτοὺς ἐθελονταὶ καὶ τὰ οἰμῶ παρέδοσαν. Κεντουκελλαῖοι δὲ ὅμοια ἔπρασσον. Βουλοτεῤῥαῖοι δὲ οὐκ ἄλλως, οὕ-

[*](6. θαρσαλέους R., θαρσαλέως vulg. μεθιέναι R. (Cl.), μέτιέναι vulg. 8. ἐμποσὶν R. ἀξιόχρεων R. et Lugd., ἀξιόχρεον Par. 9. καὶ ante ἐν add. R. 11. αὐτοὺς R. (Cl.), αὐτοῖς vulg. 12. τε vulg. post χαράκωμα positum, in R. post περιεβάλλοντο legitur. 13. χιλὶν R. et in mg. χυλὸν. 14. f. ἐξανηλῶσθαι (Cl) 16. ὑπαντιάσαντες R., ὑπαντήσαντες vulg. 18. Κεντουκελλαῖοι R. et Lugd., Κεντονκελλαῖοι edd. 19. Βουλοτεῤῥαῖοι CL, Βουλλοτεραῖοι vulg., Βαλλ. R.)
38
[*](A. C. 552 I. I. 26)

τω δὲ καὶ Λουναῖοι, νᾶι μὲν δὴ καὶ Πισαῖοι. ὧδέ πω Ι. Ι. 26 ἄρα αὐτῷ ἐξ οὐρίας ἅπαντα ἔθει, καὶ, ὁδῷ ἰὼν τὰ ἐν ποσὶν εχειρουτο.

[*](P. 23)

ιβ΄. Μόνοι δὲ οἱ ἐν Λούκᾳ τῇ πόλει διαμέλλειν ἐπειρῶντο, καὶ ἥκιστα ἐφιέναι, καίτοι πρότερον ἐτύγχανον οἵδε ξυνθήκας θέμενοι πρὸς Ναρσῆν, ὁμήρους τε παρασχόντες, καὶ ἐπομοσάμενοι, ὡς εἴγε τριάκοντα παραδράμοιεν ἡμέραι, καὶ μή τις αὐτοῖς μεταξὺ παραγένοιτο ξυμμαχία, ὁπόση οἴα τε εἶναι ἀμύνασθαι, καὶ ἐς πόλεμον ἐμφανῆ, οὐκ ἐκ πύργων τε καἰ περιβόλων ἀλλὰ συστάδην παρατάξασθαι· εἰ μὴ ταῦτα οὕτω ξυνενεχθεῖεν, ἠ μὴν αὐτίκα τὴν πόλιν ἐγχειριεῖν καὶ παραδώσειν. ᾤοντο γὰρ οὐκ ἐς μακρὰν παρέσεσθαι τοὺς φράγγους καὶ ἐπαρήξειν. τούτοις δὲ πίσυνοι τὰς τοιάσδε ἐπεποίηντο ξυνθήκας. ἀλλὰ τότε ἡ μὲν κυρία παρῳχήκει, οἱ δὲ οὔπω παρῆσαν, τοῖς δὲ καὶ ὣς βουλομένοις ἦν περιορᾷν ἀμέλει καὶ ἀναί- [*](Β) νεσθαι τὰ ξυγκείμενα. Ναρσῆς μὲν οὖν ἔξαπατηθεὶς, εἰκὸς, ἐχαλέπαινε, καὶ ἐς τειχομαχίαν παρεσκευάζετο. ἐνίοις δὲ τῶν ἀμφ’ αὐτὸν καί χρῆναι ἐδόκει τοὺς ὁμήρους ἅπαντας διαφθαρῆναι, ὡς ἂν οἱ ἐν τῷ ἄστει ἀνιαθεῖεν, καὶ ταύτῃ ποινὰς ὑφέξοιεν τῆς ἀπιστίας. ὁ δὲ στρατηγὸς, γνώμη γὰρ ἅπαν-

[*](1. Pro Λουναῖοι vulg. Ἁλιαῖοι, Intpr. Lucenses, R. Λουλιαῖοι, levissima corruptela. Lunam oppidum his saeculis adhuc fuisse, Berettus probavit (Diss. chorogr. Script. Muratorii X. p. 102.): idemque demonstrant Agrimensorum libri. 2. Post ἐν ποσὶν vulg. add. ἅπαντα, om. R. et Intpr. 3. Λούκαις R. 7. παραδράμοιεν R., παραδράμειεν vulg. g. πύργων R., Intpr. turribus, πύργου vulg. 10. συστάδην τε R. et in mg. συμβάδην. παρατά- ξεσθαι R. 15. ἀμέλει add. ex R. 18. ἅπαντας add. ex R., om. vulg. et Intpr. 20. ὑφέξοιεν R., ψέξειεν vulg.)
39

τὰ ἔπρασσεν, καὶ οὐ λίαν τῇ ὀργῇ ξυνεχώρει, οὐκ ἐς τόδε ὠμότητος [*](Α. C. 552 I. I. 26) ᾔει, ὡς ἀποκτεῖναι τοὺς μηδὲν ὅ, τι ἠδικηκότας, ἀνθ᾿ ὧν ἕτεροι ἐπλημμέλουν, δόλον δὲ ὅμως τοιόνδε τινὰ ἐμηχανήσατο. παρῆγε γὰρ ἐς μέσον αὐτοὺς ἐναλλάγδην μὲν τὼ χεῖρε ὑπὸ τὴν ἰξὺν περιεσφιγμένους, κάτω δὲ τὸ κάρα ἐπινενευκότας, ἐπεδείκνυέν τε τοῖς ὁμοφυλοις, οὕτω πως οἰκτρότατα καὶ καὶ ἠπείλει θᾶττον αὐτοὺς ἀναιρήσειν, εἰ μὴ τάχιστα φθάσαιεν ἐκεῖνοι διαπραξάμενοι τὰ ὁπόσα ἐτύγχανον ὡμολογηκότες. ξύλα δὲ αὐτοῖς βρ·αχέα ἐκ τοῦ μεταφρένου ἰπὶ τοὺς τένοντας ὑπεβέβληντο, ῥάκεσι πως κεκαλυμμένα, ὡς μὴ διορῷεν χαἰ πόρρωθεν οἱ πολέμιοι. ἐπεὶ δὲ οὐκ ἐπείθοντο, αὐτίκα ἐκέλευε Ὀῆθεν στοιχηδὸν ἅπαντας καρατομεῖσθαι, κὼ οἱ δορυφόροι σπασάμενοι τὰ ξίφη βιαιότατα, ἔπαιόν τε καὶ ἐπεφέροντο, ὡς δὴ τοὺς αὐχένας ἀποτεμοῦντες· ἡ δὲ πληγὴ τοῖς ξύλοις ἐγχρίπτουσα, οὐδέν τι αὐτοὺς μᾶλλον ἐσίνετο, κατέπιπτον δὲ ὅμως πρηνεῖς ἐκεῖνοι, προστεταγμένον αὐτοῖς, ἤσπαιρόν τε ἐθελούσιοι, καὶ ἰλυσπῶντο, ὑποκρινόμενοι τὸ διολωλέναι. ἰδόντες δὲ οἱ ἐν τῷ ἄστει, καὶ τῷ διεστάναι ὡς πλεῖστον οὐ τὰ ἀληθῆ διασκοποῦντες ἀλλ’ ἢ τὰ φαινόμενα, ὠλοφύροντό τε ἀθρόον, καὶ ξυμφορὰν ἐποιοῦντο τὰ γεγενημένα.

[*](2. ᾔει CL, Iutpr. ad-id evasit, vulg. et R. εἴη. Ante ἠδ. ins. vulg. καἰ, om. R. 3. ἐμηχανήσατο N., ἐμηχανήσαντο R., ἐμηχανᾶτο vulg. 4. Suid. s. v. ἐναλλάγδην: παρήγαγε. μὶν add. ex R. 7. τάχιστα om. R. et Intpr. 9. ξύλα et βραχέα R. (Cl.), ξύλω et βραχέω Vulg. 12. δῆθεν om. R. 15. οὐδέν τι R., οὐδέ τι vulg. ἐσίνετο R. Lugd., Intpr. sine illorum pernicie, ἐγίνετο vulg. 17. λυπῶντο R. διολωλέναι R., ὑπολωλέναι vulg., m. Lugd. ἀπολ. 18. τῷ διεστ. R., τοῦ διεστ. vulg.)
40
[*](A. C. 552 I. I. 26)

γὰρ οἱ ἄνδρες ὀμηρεύοντες οὐ τῶν πολλῶν τε καὶ ἀγεννῶν, ἀλλ᾿ ἐπίσημοι ἐν τοῖς μάλιστα, καὶ εὐπατρίδαι. ὡς δὴ οὖν τοιούτων αὐτοὺς ἀποστερεῖσθαι οἰομένους, κωκυτὸς ἐπεῖχε μυρίος, οἰμωγαὶ τε ἠκούοντο θαμιναὶ, καὶ φθέγμα θρηνῶδες καὶ διωλύγιον, γύναια δὲ πολλὰ διαπληπιζόμενα καὶ τὰς ἐφεστρίδας περιῤῥηγνύντα, ἀνὰ τοὺς προμαχεῶνας ἐφοίτων, τυχὸν μὲν μητέρες οὖσαι τῶν ἀπολωλέναι δοκούντων, τυχὸν δὲ ἐπίκληροι, τυχὸν δὲ ἄλλῳ ὁτῳοῦν τρόπῳ μέλον αὐταῖς. καὶ [*](P. 24) τῷ Ναρσῇ ἅπαντες ἀναφανδὸν ἐλοιδοροῦντο, ἀλαζόνα τε ἀποκαλοῦντες καὶ ἀτάσθαλον, καὶ ἔργῳ μὲν αὐτὸν εἶναι λέγοντες βίαιόν τε καὶ μιαιφόνον, τὴν δὲ τοῦ εὐσεβεῖν ἀεὶ καὶ τὸ θεῖον θεραπεύειν δόξαν ἄλλως αὐτῷ κεκομψεῦσθαι.

ιγ΄. Ταῦτα δὲ αὐτῶν ἐπιβοώντων, ,,ἆρα οὖν οὐχ ὑμεῖς’’ ἔφη ὁ Ναρσῆς ,,τοῖσδέ τε αἴτιοι ὀλέθρου γεγένησθε περιφρονήσαντές γε αὐτοὺς καὶ καταπροέμενοι; ὑμῖν τε αὐτοῖς οὐ τὰ χρηστὰ βουλευσάμενοι φανεῖσθε ὅρκον ἐπίορκον ὀμωμοκότες, καὶ ἀναίδην παρασπονδήσαντες. ἀλλ’ εἴ γε καὶ νῦν ἐθελήσοιτε μεταμαθεῖν τὸ συνοῖσον, καὶ ἔργῳ τὰ ξυγγειμ́ενα διανύσασθαι [*](V. 18) οὐδέν τι ἔλαττον ἕξετε. οὗτοί τε γὰρ αὖθις ἀναβιώσονται, καὶ

[*](1. οἱ ὁμηρ. R., art. om. vulg. 4. θαμιναὶ R. Lugd. et Suid. s. v. κωκυτὸς, θαμεναὶ edd. 6. περιῤῥηγνύντα Suid. s. v. ἐφεστρὶς, παραῤῥ. vulg., περιῤῥηγνῦνα R. ἐφοίτα R. 9. Suid. s. v. ἐλοιδορούμεθα. τὸν Ναρσῆν. 11. τοῦ εὐσεβεῖν R. et Suid., αὐτοῦ εὀσέβειαν vulg. 12. ἀλλὰ R. 13. ἐπιβοώντων R., ἀναβοώντων vulg. οὐχ ὑμεῖς, ἔφη ὁ Ναρσῆς R., ἔφη ὁ Ναρσῆς, οὐχ ὁμεῖς vulg. 16. φανεῖσθε R. et Intpr. (Cl.), φανεῖσθαι vulg. 17. ἀναίδην Suid. s. v. μεταμαθεῖν, ἀνέδην vulg. et R. ἐθεληισητε R., ἐθελήσετε Suid. 18. μεταμαθεῖν R. Suid., Intpr. iterato perdiscere. μαθεῖν vulg. ἔργῳ R. et Lugd. mg., ἔργα edd.)
41

τὴν πόλιν ὑμῶν ἥκιστα πημανοῦμεν. εἰ δὲ μὴ, οὐ τῶνδε πέρι [*](A. C. 552 Ι. Ι. 26) ὑμῖν τολοιπὸν ἀλγητέον, ἀλλ᾿ ἤδη φράζεσθε ὅπως μὴ καὶ αὐτοὶ ἅπαντες ὅμοια πείσησθε. ταῦτα δὲ ἐπεὶ ἤκουον οἱ Λov- [*](B) κάνοι, ἐξαπατᾷν γε αὐτὸν γ̔οῦντο καὶ φενακίζειν ἐπὶ τῇ τῶν κειμένων ἀναζωγρήσει. καὶ ἦσαν γὰρ ὡς ἀληθῶς ἀπάτη οἱ λόγοι, οὐ μέντοι γε ᾖπερ ἐκεῖνοι ᾤοντο, προθυμότατα δὲ αὖθις ἀνωμολόγουν ὅμως καὶ ἐπώμνυντο, σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν αὐτίκα παρέξειν αὐτῷ, ἐς ὅ, τι βούλοιτο χρῆσθαι, εἴγε τοὺς ὁμήρους ἴδοιεν περιόντας· ἅτε δὴ γὰρ αὐτοῖς ἀδυνατον εἶναι δοκοῦν τοὺς τεθνεῶτας ἀναβιῶναι, εὐπρεπέστατα ἡγοῦντο ταύτῃ γοῦν ἀπ6οσείσασθαι τὸ ἐπίκλημά, καὶ ἐπὶ σφᾶς αὐτοὺς τὰ δίκαια μεταθεῖναι. τότε δὴ οὖν ὁ Ναρσῆς ἐγκελενσάμενος, ἀνίστησί τε αὐτοὺς ἀθρόον, καὶ ἐπεδείκνυντο τοἴς [*](C) ὁμοφύλοις σῶοί τε καὶ ἀδήλητοι. οἱ δὲ ἐπιδόντες αὐτοὺς, κατεπλήττοντο μὲν, ὥσπερ εἰκὸς, τῷ παραλόγῳ τῆς θέας, οὐ μὴν οὐδὲ ὣς ἅπαντες ἐκτελεῖν τὰ ὀμωμοσμένα ᾤοντο χρῆναι, ἀλλ᾿ ἦσαν οἳ καὶ ἀνήνοντο. ἐπειδὴ γὰρ αὐτοῖς περιῆσαν οἱ ἄνδρες, καὶ τὸ ἀλγοῦν τῆς γνώμης καὶ ἀνιώμενον ἐς τὸ εὔελπι μετεβέβλητο, πάλιν, ἅτε δὴ ὅιμιλος, ἐς τὰ πρότερα ἐπανῄεσαν καὶ τὰ τῆς ἀπιοτιας ἐνίκα. ἐς τοῦτο δὲ αὐτῶν ἀβελτερίας ἐληλακότων, Ναρσῆς ὁ στρατηγὸς πολλῇ χρώμενος τῇ μεγαλοφροσύνῃ, ἀφίησι τούτους εὐθὺς, καὶ ἐς τὰ οἰκεῖα ἐκ-

[*](1. τῶνδε R. et Lugd. corr., τοῦδε edd. Intpr. plane alia legisse videtur: sin minus, necesse erit omnino ut malefactis demum indoleatis. 2. Pro μὴ R. δὴ. 3. πείσεσθε scribere debuisset (Cl.). 6. αὖθις ἀνωμολόγουν ὅμως R., ὅμως ἀνωμολόγουν αὖθις vulg. 14. ἀδήλωτοι R. ἐπιδόντες R., ἐσιδόντες Vulg. 17. ἀνήνοντo R., ἀκήνηντο Vulg. 19. μεταβέβλητο R.)
42
[*](A. C. 552 I. I. 26)

Πέμπει, οὔτε λύτρα κομισάμενος, οὔτε ἄλλο τι τὴν πόλιν ὁμολογεῖν ἀναγκάσας. θαυμαζόντων δὲ τῶν Λουκανῶν, καὶ [*](D)ὅτου δὴ ἕνεκα τοῦτο δράσειεν ἀμφιγνοούντων, ,,οὐ σύνηθες ἐμοί γε’’ ἔφη ,,βωμολοχίαις τε καὶ γλίσχραις ἐλπίσιν ἐγκαλλωπίζεσθαι. οἶμαι γὰρ καὶ τούτων ἄνευ, εἰ μὴ ὡς τάχιστα ἑκόντες εἶναι προσχωρήσοιτε, ἀλλὰ ταῦτά γε ὑμᾶς παραστησονται.’’ καὶ ἅμα λέγων ἐπεδεικνυεν τὰ ξίφη. οἱ μὲν δὴ ἄνδρες ἀφειμένοι, καὶ τοῖς ὁμοφύλοις ἀναμιχθέντες, ἐν εὐφημίᾳ πολλῇ τὸν Ναρσῆν ἐποιοῦντο ἐπὶ τοὺς ξυλλόγους φοιτῶντες· ἐμέμνηντο δὲ τῆς κομιδῆς τε καὶ ἐπιμελείας ὁπόσης ἔτυχον πρòς αὐτοῦ, ὅτι τε μειλίχιος καὶ εὐόμιλος, καἰ τὸ μεγαλουργὸν ἔχοι τῷ δικαίῳ ἀναγεκὸαμένον, ἑκασταχοῦ ἐψιθυρίζετο. καὶ ἔμελλον ἄρα οὐκ ἐς μακρὰν οἵδε οἱ λόγοι μείζονα τῶν ὅιπλω̣ν [*](P. 25) διαπράττεσθαι, κατακηλοῦντες τοῦ πλήθους ὁπόσον φίλερι καὶ παλιμ́βουλον, καὶ ὡς πλείστους ἀναπείσειν τὰ 'Ρωμαιων λέσθαι.

ιδ΄. Ἔτι δὲ τοῦ Ναρσοῦ τῇ πολιορκίᾳ προσκαθημένου, τὰ ἐς ΑἰμΔειαν σταλέντα τῶν 'Ρωμαιων στρατεύματα **, ἐταράττετο τοῖς ξυνενεχθεῖσι, καὶ δυσθυμίᾳ, ὥσπερ εἰκὸς, πολλῇ ἑαλώκει. ἐπειδὴ γὰρ αὐτόσε ἀφίκοντο, τὰ μὲν πρῶτα σὺν εὐβουλίᾳ τε καὶ τάξει ἅπαντα ἔπραττον. καὶ εἴπ́ου ἢ κώμην τινὰ ἢ πόλισμα δυσμενὲς ληϊσόμενοι ᾔεσαν, ξυντεταγμένοι εὖ μάλα

[*](6. εἷναι R et Lugd., om. vulg. 12. ἑκασταχοῦ R., πανταχοῦ vulg. 18. Ubi asteriscos posui, exciderunt verba διαφθαρῆναι πυνθανόμενος, aut his similia. Intpr. ubi exercitus — acceptum detrirnentum intellexit. 19. ξυνενεχθεῖσι R. ξυκεχθεἰσι vulg.)
43

ἐχώρουν, καὶ οὐ πόῤῥω τοῦ μετρίου τὰς ἐπελάσεις ἐποιοῦντο· [*](A. C.552 Ι. Ι. 26) αἵ τε ἀναχωρήσεις αὐτοῖς οὐ διεσπασμέναι, ἀλλ᾿ ἐν κόσμῳ ἐγίγνοντο, τῶν μὲν ὀπισθοφυλάκων ἐν τῷ δέοντι χώρῳ μενόπων, ἐς πλαίσιον δὲ τῆς φάλαγγος ταττομένης, καὶ τὴν λείαν ἐς μέσον ἀπολαμβανούσης, ὡς ἂν βεβαιότατα διασώζοι- [*](B) το. οὕτω δὲ αὐτῶν τό γε κατ᾿ ἀρχὰς τὰ πολέμια χωρία λυμαινομένων, ὀλίγαις ὕστερον ἡμέραις ἅπαντα διέῤῥει τὰ πραχhθέντα καὶ ἀνετέτραπτο. Φούλκαρις γὰρ ὁ τῶν Ἐρούιλων στρατηγὸς ἀνδρεῖος μὲν δήπου ἦν, καὶ οὐδενότι πολέμιον ἐπεφύκει δειμαίνειν, θρασὺς δὲ καὶ ταραχώδης, καὶ τὸ δραστήριον οὐ μάλα ἐν δέοντι κεκτημένος, στρατηγοῦ τε καὶ ἡγεμόνος οὐ τὸ κοσμεῖν καὶ διατάττειν τὴν φάλαγγα γνώρισμα εἶναι ἡγεῖτο· ἀλλ᾿ εἴπου προφανεὶς ἐν μάχῃ καὶ προαλλόμενος, θυμῷ τε ἀθρόον ἐμβαλὼν ἐς τοὺς ἀντιπάλους, ἔπειτα αὐτουργήσειε τὰ πολέμια, ταύτῃ γε ηὔχει καὶ ἐβρενθύετο. τότε δὴ [*](C) οὖν καὶ μᾶλλον ἐς ἀπεῳοκαλιαν ἠρμένος, ἐπιδρομὴν ἐς Πάρμαν ἐποιεῖτο τὴν πόλιν. ἐτύγχανεν δὲ ἡ Πάρμα ὑπὸ τῶν Φράγγων ἤδη κατεχομένη. προσῆκον δὲ αὐτὸν κατασκόπους πρότερον ἐκπέμψαι τοὺς γνωματεύσοντας ἐς τὸ ἀκριβὲς τὰ βουλεύματα τῶν πολεμίων, οὕτω τε ἐν τάξει ἐπὶ προεγνωσμένοις ἰέναι, ὁ δὲ, προπετείᾳ μόνῃ καὶ ὁρμῆ̣ παραλόγῳ πισυνος, [*](V. 19) ἐπαγόμενος ξὺν ἀκοσμίᾳ τὸ τῶν Ἐρούλων στράτευμα, καὶ ἄλλους ὁπόσοι ἐκ τῶν Ῥωμαϊκῶν εἵποντό οἱ ταγμάτων,

[*](9. ἥν R., om. vulg. 13. προφανεὶς R. et Lugd., προφανὴς var. Lugd. atque inde vulg. προαλλόμενος R., προαλάμενος vulg. 15. ταύτῃ R., ταύτης vulg. 23. ἄλλα R.)
44
[*](A. C. 552 I. I. 26)

δρομαῖος ἐχώρει, οὐδενπι ἀντίξουν ἔσεσθαι ὑποτοπησας ταῦτα δὲ προμαθὼν Βουτιλῖνος ὁ τῶν Φράγγων ἡγεμὼν, ἐς ἀμφι- [*](D) θέατρόν τι οὐ πόῤῥω τῆς πόλεως ἱδρυμένον (ἀνεῖτο δὲ τοῦτο ἀνδράσιν, οἶς ὁ βίος θεωμένου τοῦ δήμου πρὸς θηρία διαγωνίζεσθαι,) ἐνταῦθα δὴ οὖν ἀπολεξάμενος ἐκ τῶν οἰκείων στρατοπέδων τοὺς εὐθαρσεῖς τε καὶ μαχιμωτάτους ἀπέκρυπτε, καὶ μεγίστην ἐνέδραν καταστησάμενος, ἐπεσκόπει καὶ ἀνέμενεν τὸν τοῦ ἔργου καιρόν. ἐπεὶ δὲ Φούλκαρις τε καὶ οἱ Ἔρουλοι εἴσω τῶν πολεμίων ἐτύγχανον προελθόντες, τότε δὲ δοθέντος τοῦ ξυνθήματος ἐκδραμόντες οἱ Φράγγοι, ἐσβάλλουσιν ἀθρόον ἐς αὐτοὺς ἀτάκτως τε καὶ παρημελημένως ἰόντας, εὐθύς τε oὐδενὶ κόσμῳ τοὺς ἐν χερσὶν ἅπαντας τοῖς ξίφεσι διεχρῶντο, κα- [*](P.26) ταπλαγέντας τῷ αἰφνιδίῳ καὶ ἀπροσδοκήτῳ, μονονουχὶ σεσαγηνευμένους· μόλις δὲ οἱ πλεῖστοι συναισθανόμενοι οὗπερ ἐγεγένηντo συμφορᾶς, ἀγεννῆ καὶ αἰσχώτην ἠσπάζοντο σωτηρίαν. παραδόντες γὰρ τὰ μετάφρενα τοῖς πολεμίοις, ἔφευγον προτροπάδην, ἀλκῆς τε ἁπάσης ἐπιλελησμένοι καὶ τῆς χρονίας τῶν κινδύνων μελέτης.

ιε'. Οὕτω δὲ τοῦ στρατοῦ διαῤῥυέτος, Φουιλκαρις ὁ στρατηγὸς ἅμα τοῖς ἀμφ᾿ αὐτὸν δορυφόροις περιλελειμμένος, χρῆ-

[*](1. οὐδὲν ἀντ. Suid. s. v. ἀνρυφόροις. 3. ἱδρυμένον R. et Lugd., ἱδρυμένων Par. 9. τότε δὲ R., τότε δὴ vulg. 10. ἐσβάλλουσιν R., καὶ ἐσβάλλουσιν vulg. 13. ἀπροσδοκήτῳ R. et Intpr. subito et inopinato casu, ἀπροσδόκητα vulg. 14. οὗπερ R. et Suid. s. v., vulg. ἧσπερ. 16. Suid. s. v. προτροπάδην: τὰ νῶτα. 19. διαῤῥυέντος R. et Lugd., διαρυεντος edd. 20. ἀμφ᾿ αὐτὸν R., ὑπ᾿ αὐτὸν vulg. περιλελειμμένος R., παραλελειμμένος vulg.)
45

ναι ᾤετο μὴ ὁμοίως ἀποδιδράσκειν, ἄμεινον δὲ δράσειν θάνατον [*](A. C. 552 I. I. 26) ἑλόμενος εὐκλεᾶ, ἥ τὸ ἀγεννῶς ἐπιβιῶναι. καὶ τοίνυν εἱστήκει ὡς οἷόν τε ἦν ἀσφαλέστατα, ἐπὶ τύμβῳ τινὶ τὰ νῶτα ἐρηρεισμένος, καὶ πολλοὺς τῶν πολεμίων διέφθειρεν, νῦν μὲν [*](Β) ἀθρόον ἐπιὼν, νῦν δὲ ἀντωπὸς ἠρέμα ἐς τὰ ὀπίσω ὑποχαζόμενος. ἔξὸν ἐξὸν δὲ αὐτῷ καὶ ὣς ἔτι εὐκολώτατα ἀποδρᾶναι, καὶ τῶν ὀπαδῶν οὕτω ποιεῖν ἀντιβολούντων, „ καὶ πῶς ἂν ὑποσταίην τὴν γλῶτταν’’ ἔφη ,,Ναρσοῦ μεμφομένην μοι τῆς ἀβουλίας;” δεδιὼς δὴ οὖν, ὡς ἔοικε, τὴν κακηγορίαν μᾶλλον τοῦ ξίφους, ἔμελεν καὶ ἐπὶ πλεῖστον αντεῖχεν, καὶ οὐκ ἀνίει μαχόμενος, ἕως τῷ πλήθει ξυνειλημμένος, καὶ πολλοῖς ἀκοντίοις τὰ στέρνα βληθεὶς, ἤδη δὲ καὶ δὲ καὶ πελέκει τὴν κεφαλὴν κεχαραγμένος, μόλις δυσθανατῶν ἔπεσε πρηνὴς ἐπὶ τῆς ἀσπίδος. ἐπ’ αὐτῷ δὲ καὶ οἱ ἄλλοι χύδην ἐκτείνοντο ἅπαντες, ὅσοι δὴ ἐτύγχανον [*](C) ἀμφ᾿ αὐτὸν μεμενηκότες, τυχὸν μὲν ἐθελονταὶ, τυχὸν δὲ καὶ ὑπὸ τῶν πολεμίων εἰργόμενοι. Φούλκαρις μὲν οὖν αἱρεθεὶς, οὐ λίαν ἀπώνατο τῆς τιμῆς, ἀλλὰ βραχύ τι εύημερήσας, ὥσπερ ἐν ὀνείρατος εὐφροσύνῃ, ταχεῖαν ἔσχε καταστροφὴν τῆς τε ἀρχῆς καί τοῦ βίου. τούτου δὲ τοῦ πάθους γεγενημένου, τὰ μὲν τῶν Φράγγων φρονήματα ἐπῆρτο ἐπὶ μέγα, καὶ ἐπεῤῥώννυτο. Γότθοι δὲ οἱ Αἰμίλειάν τε καὶ Λιγουρίαν καὶ τὰς ἐχομένας χώρας οἰκοῦντες, οἷ δὴ πρότερον ὕπουλον

[*](1. δὲ inserui cum R. et Intpr. 3. τύμβῳ. Intpr. munimento. 5. ὑποχαζόμενος R. et Suid. s. v. ἀντωπεῖ, Tulg. vulg. ὑποσχαζόμενος. ἀπιὼν et ἀντωπὸν Suid. 1. 1. 13. ἐπ᾿ αὐτῷ R., ἐπ’ αὐτοῦ vulg. 14. χύδην om. R. 17. εὐημερίσας R. 21. ἐπεῤῥώνυτο R.)
46
[*](A. C. 552 I. I. 26)

μὲν καὶ οὐκ ἐλευθέραν, εἰρήνην δὲ ὅμως καὶ ὁμαιχμίαν, τῷ δεδιότι μᾶλλον τῆς γνώμης ἢ τῷ ἡδομένῳ, ἐπεποίηντο, [*](D) δὲ τότε ἀναθαρσήσαντες, καὶ ἀναφανδὸν παρασπονδήσαντες, αὐτίκα τοῖς βαρβάροις κατὰ τὸ ὁμοδίαιτον προσεχώρουν. τὰ δὲ τῶν Ῥωμαίων στρατεύματα, ὦν δὴ Ἰωάννης τε ὁ Βιταλιανοῦ, ᾗπέρ μοι ἤδη ἐῤῥήθη, καὶ Ἀρταβάνης ἡγοῦντο, τοῦ Ἐρουλικοῦ ὁμίλου ὁπόσον τῇ φυγῇ διεσέσωστο, αὐτίκα ἐς Φαβέντειαν μετανέστησαν τὴν πόλιν. ᾤοντο γὰρ οἱ στρατηγοὶ, οὐ πρὸς αὐτῶν εἶναι ἀμφὶ τὴν πάρμαν ἔτι ἱδρῦσθαι, τοῦ τε πλήθους τῶν πολεμίων αὐτοῦ ἀγερθέντος, καὶ ὅτι παραλόγως εὐημερήσαντες, οὐκ ἔτι ἐχρῶντο τῇ τύχῃ μετρίως. αἴ τε γὰρ πόλεις τῶν Γότθων αὐτοῖς ἀνεπετάννυντο, καὶ δὴ φρούρια ἐχυ- [*](P. 27) ρὰ καταλαβόντες ἐπίδοξοι ἦσαν πανσυδὶ αὐτοῖς ἐπεισπεσεῖσθαι. ταῦτα ἄρα οἱ στρατηγοὶ ὡς πλησιέστατα Ῥαβέννης ἱκέσθαι διενοήθησαν, καὶ ταύτῃ τοὺς πολεμίους ἀλέασθαι, ἐπεὶ μηδὲ ἀξιόμαχοι αὐτοῖς ᾤοντο εἶναι. τούτων δὲ τῷ Ναρσῆ ἀπηγγελμένων, ἤσχαλλε μὲν ὅγε καὶ ἐδυσφόρει ἔπι τῇ τῶν βαρβάρων ἀλαζονείᾳ, καἰ τῷ Φούλκαριν ἀθρόον ἀπολωλέναι, ἄνδρα οὐ τῶν ἀσήμων καὶ λανθανόντων, ἀλλ’ ἀνδρειότατον ἐν τῳ μά- [*](V. 24) λιστα καὶ ἀρίδηλον, νίκας τε πολλὰς ἀναδησάμενον, καὶ οἷον

[*](2. πεποίηντο R. 5. Βιταλιανοῦ R. et Intpr., vulg. 10. εὐημερίσαντες R. 12. καὶ δὴ R., καὶ ἴδη vulg. et lntpr. φρούρια ἐχυρὰ R. et Intpr., φρούριον δχυρὸν vulg. 13. πανσυδὶ R., πασυδὶ vulg. ἐπεισπεσεῖσθαι R., ἐπιπεσεῖσθαι vulg. 14. πλησιέστατα R., πλησιέτατα vulg.)
47

οὐ πώποτε ἂν πολεμίοις, οἶμαι, ἁλῶναι, εἰ μετῆν ἐν μέρει καὶ [*](Α. C. 552 I. I. 26) εὐβουλίας τῇ ῥώμη. τούτων μὲν οὖν ἕκατι ὑπερήλγει καὶ ὠλοφύρετο, οὐ μὴν, ὡσπερ οἱ πολλοί, κατεπέπληκτό γε καὶ ἐδεδίει, [*](Β) ἀλλὰ καὶ τὸ ἀμφ’ αὐτὸν στράτευμα, ἐπειδὴ αὐτοὺς ἑώρα τῷ παραδόξῳ κατεπτηχότας, ἔγνω παραίνεσιν αὐτοῖς ἐν κοινῷ ποιήσασθαι, ὡς ἂν πρὸς εὐψυχίαν αὐτοὺς ἀνακαλέσοιτο, καὶ τὸ δεδιὸς ἐκθεραπεύσοι.

ις΄. Ἦν γὰρ ὁ Ναρσῆς ἔμφρων ἐς τὰ μάλιστα καὶ δραστήριος, καὶ δεινὸς ἁρμόσασθαι τῷ παρεμπίπτοντι, καὶ παιδείας μὲν αὐτῷ οὔ τι μάλα μετῆν, οὐδὲ τὰ τῆς εὐγλωττίας ἐπεφρόντιστο, φύσεως δὲ ὅγε δεξιότητι διέπρεπε, καἰ παραστῆσαι οἶός τε ἦν λόγῳ τὰ βεβουλευμένα· καὶ ταῦτα τομίας γε ὢν, καὶ ἐν τοῖς βασιλείοις τρυφερώτερον ἀνατεθραμμένος. ἦν δὲ ἅν καὶ τὸ σῶμα βραχὺς, καὶ ἐς ἰσχνότητα ἐκδεδιῃτημένος. τὸ δὲ ἀνδρεῖον καὶ μεγαλουργὸν ἐς τοσοῦτον ἐκέκτητο, [*](C) ἐς ὅσον ἀμέλει καὶ ἀπιστεῖσθαι. οὕτως ἄρα ὅτῳ ἂν ἐν τῃ ψυχῇ φρόνημα ἐλευθέριόν τε καὶ γενναῖον ἐνῇ, τούτῳ δὲ οὐδὲν ὁτιοῦν κώλυμα γίγνεται, μὴ οὐχὶ εἶναι ἀρίστῳ. τότε δὴ

[*](1. οἶμαι add. ex R., Lugd. mg., Intpr. crediderim. 2. R. et Lugd., εὐβουλία vulg. ὑπερήλγει R., Intpr. dolore afficiebatur ingenti, vulg. ὑπερήμει. 3. κατεπέπληκτό γε R., κατεπ . . . τε Lugd., κατέπτηχέ τε vulg. ex mg. Lugd. 4. αὐτὸν R., Intpr. qui circa se erat, αὐτὸ vulg. 6. αὐτοὺς R. (Cl.), αὐτοῖς vulg. 8. Suid. 8. v. Ναρσῆς: εὔφρων. 10. μετῆν R. et Suid., μεστῶς vulg., Lugd. in mg. μετὸν. 13. τρυφερώτατα Suid. l. l. Sed idem s. v. τομίας vulg. servat. 14. έν ἰσχνότητι Suid. l. l. 16. ὅτῳ R. pr. m. ex Intpr. cui animus insit, ὅτε vulg., ὅτ’ R. ex corr. 18. ἀρίστῳ R., ἀρίστως vulg. Pro τότε δὴ οὑν N R. τότε δὲ ὁ Ν.)
48
[*](A. C. 552 I. I. 26)

οὖν ὁ Ναρσῆς παρελθὼν ἐς μέσον τῆς στρατᾶς, ἔλεξε τοιάδε. Τοῖς μὲν εἰθισμένοις ἑκάστοτε τῶν πολεμίων κρατεῖν, καὶ δία παντὸς αἰσίων πειρᾶσθαι τῶν ἔργων, τούτοις εἴ γέ τι καἰ πρὸς βραχὺ μὴ καθόσον οἴονται χρῆναι συμπέσοι, παραιρεῖται τὸ χαῖρον εὐθὺς, καὶ τὰς ἐλπίδας ἀμβλύνει. ἐγὼ δὲ προσήκειν οἶμαι τοῖς ἔμφροσιν ἐν ταῖς εὐπραγίαις τῇ τύχῃ μὴ συνεξαίρεσθαι, ἀλλ’ ὡς ῥᾴδιον ὂν μεταβολὴν γίνεσθαι τῶν [*](D) παρόντων, οὕτως ἀεὶ παρεσκευάσθαι τὰς γνώμας. τοῖς γὰρ ὧδέ πως ἔχουσιν τρόπου, ἥδιστον μὲν εὐτυχία φανεῖται, οὐ σφόδρα δὲ λυπηρὸν εἴπου καἰ παρὰ γνώμην σφαλεῖεν. ὁρῶ τοίνυν ὑμᾶς, ὦ ἄνδρες, πλέον ἢ κατὰ τὸ συμβὰν ἀνιωμένους, καὶ δῆλον ὡς οὐχ ἑτέρωθεν τοῦτο πεπόνθατε, ἢ μόνον τῷ πέρα τοῦ μετρίου μεγαλαυχεῖν τῇ τοῦ νικᾷν συνήθειά, καὶ μηδέποτε διαμαρτεῖν δυνηθῆναι οἰηθῆναι, ὥστε, εἰ τήνδε τὴν δόξαν ἀφέντες μόνον καθ’ ἑαυτὸ σκοπήσοιτε τὸ πραχθὲν, οὐκ ἂν ὑμῖν ὀφθείη τηλικοῦτο δεινὸν, ὁπόσον ἄλλως ἡγεῖσθε. εἰ γὰρ [*](P. 28) καὶ Φούλκαρις ὁ στρατηγὸς, ἅτε δὴ βάρβαρος, καὶ τὸ προπετὲς ἐπιχωριάζων πρὸς τοσαῦτα πολεμίων πλήθη σὺν ἀκοσμίᾳ διακινδυνεύσας, μετέσχεν ἐκείνων εἰκότως ὧνπερ ἀκόλου-

[*](7. ὢν R. 9. ὧδέ πως R., ὧδέ πη vulg. τρόπου add. ox R., Lugd. h. l. lacunam habet. 10. καὶ παρὰ γνώμην R., Intpr. praeter sententiam, vulg. τυχὸν καἰ. 11. ὢ add. ex R. Intpr. 12. τὸ πέρα R, 14. οἰηθῆναι vulg, om., verum R. om. δυνηθῆναι. Utrumque posui, auctore Intpr. quia in animum indukistis, nulla in re aut falli aut peccare vos posse. 14. om. Par. 15. ἐφ’ ἑαυτὸ R., ἐφ’ ἑαυτῷ coni. Cl. σκοπήσητε R. τηλικοῦτο R., τηλικοῦτον vulg. 18. ἐπιχωριάζων R., ἐΠιχωριάζον vulg. 19. ὧνπερ ἀκόλουθον R. et Lugd., ὧν παρακόλουθον edd.)
49

θον ἠν· ἀλλ’ ὑμῖν, ὦ ἄνδρες, οὐδ’ ὣς ἀποκνητέον τὰ νῦν, [*](Α. C. 552 I. I. 26) οὐδὲ τὰ προεγνωσμένα μεταθετέον. αἰσχρὸν γὰρ, εἰ Γότθων μὲν οἱ περιόντες, καὶ ταῦτα τοῦ γένους αὐτοῖς διαῤῥυέντος, οἱ δὲ καὶ συμμαχίας ἐπάγονται, καὶ μείζους ἡμῖν ἐγείρουσι πόνους, καὶ οὐ παντελῶς ἀπειρήκασι πρὸς τὰς τύχας, ἡμεῖς δὲ νῦν ἡττῆσθαι μόνον ὑποτοπήσαντες τῷ μὴ σφόδρα νενικηκέναι, καταπροήσομεν τῶν προϋπαρξάντων τὴν εὔκλειαν, τὴν προθυμίαν. καίτοι χαίρειν ἡμῖν μᾶλλον προσήκει [*](B) ἐπὶ τῷ γεγενημένῳ. ἐν τούτῳ γὰρ οἶμαι τὸ ὑπερβάλλον τῆς εὐτυχίας κεκόλασται, καὶ τὸ λίαν διαφθονεῖσθαι καὶ τολοιπὸν θαρρεῖν ἡμῖν πάρεστι τοὺς ἀγῶνας, ὡς ἐνθένδε πάλιν νικᾷν ἀρχομένοις. εἰ γὰρ καὶ πλήθει σεμνύνεται τὸ πολέμιον, ἀλλ’ εὐκοσμίᾳ γε κατὰ τὸ μᾶλλον αὐτῶν, ἢν σωφρονῶμεν, φρονῶμεν περιεσόμεθα, μαχούμεθά τε πρὸς ἄνδρας ἐπήλυδας, καὶ τῶν ἐπιτηδείων, ὥσπερ εἰκὸς, ἀποροῦντας, εὖ τούτων ἡμεῖς ἔχοντες· φρούρια δὲ πολλὰ καὶ πόλεις ἀσφάλειαν ἡμῖν, εἴπου δεήσει, παρέξουσι, τοῖς δὲ ταῦτα οὐκ ἔσται. συναγωνιεῖται δὲ καὶ τὸ κρεῖττον ἡμῖν, ὡς σφόδρα δικαίως ὑπὲρ τῶν οἰκείων ἀμυνομένοις. οἱ δὲ τὴν ἑτέρων δῃοῦσιν. οὕτω πανταχόθεν ἡμῖν τὸ μὴ λίαν εὐέλπιδας εἶναι παράλογον, μή

[*](C)[*](4. μείζους R., μείζονας vulg. 8. προσήκει ἐπὶ τῷ γεγενημένῳ R., ἐπὶ τῷ γεγενημένῳ προσήκει vulg. 10. κεκόλασται R. Lugd. (Cl.), κεκολάσθαι edd. 12. πάλ νιν. ἀρχ. Intpr. posse et detrimenta sarcire et certamina vincere. σεμνύνεται R. Lugd., σεμνύνημται edd. 13. κατὰ τὸ μᾶλλον. Intpr. providentia: καὶ προμηθείᾳ, quod praetulerim. 16. πολλὰ add. ex R. ἀσφάλειαν R., ἀσφαλείας vulg. 17. δεήσει R., δεήσοι vulg. ταῦτα R., ταῦτ’ vulg. 18. κατὰ τὸ κρεὶττον 19. ἑτέρων δῃοῦσιν R. et Intpr. aliena depopulentur, ἑτέραν δοκοῦσιν κοῦσιν vulg. οὕτως R.)
50
[*](A. C. 552 I. I. 26)

τι γε δεδιέναι. οὐκοῦν Λουκανοῖς τε τούτοις μηδαμῶς ἐφῶμεν ἀναπνεῦσαι τῆς πολιορκίας, καὶ πρὸς τὸν ὅλον πόλεμον ἅπας τις ὑμῶν ἐμμελέστατα τῇ προθυμίᾳ παρεσκευάσθω.”

ιζ'. Τοιαῦτα ὁ Ναρσῆς εἰπὼν, ἐθάρσυνέ τε αὐτίκα στράτευμα, καὶ μᾶλλον ἀκριβῆ τὴν πολιορκίαν πρὸς τοὺς Λουκανοὺς ἐποιεῖτο. ἐχαλέπαινε δὲ τοῖς ἄλλοις στρατηγοῖς,, ἀνθ’ [*](V. 25) ὧν τὰ ἐπίκαιρα χωρία καταλιπόντες, οἱ δὲ ἐς Φαβέντειαν ἐτύγχανον ἀφιγμένοι, καὶ ἐς τοὐναντίον αὐτῷ τὰ τῆς προμηθείας ἐχώρει. ὁ μὲν γὰρ ἀμφὶ Πάρμαν τὴν πόλιν ὥσπερ ἐν προβόλου καὶ ἐρύματος μοίρᾳ τετάχθαι τὰ ξὺν ἐκείνοις στρατεύματα χρῆναι ἡγεῖτο, ὅπως οἱ μὲν κώλυμα εἶεν τοῖς ἐνα- [*](D) τίοις ἐς τὰ πρόσω ἰέναι, αὐτὸς δὲ κατὰ σχολὴν εὖ μάλα τὰ ἐς Τουσκίαν ἅπαντα καταστησάμενος, εἶτα ἐπ’ αὐτοὺς διαβαίη. νῦν δὲ ἐκείνων πόρρω μεταναστάντων, ξυνέβαινε τοὺς ἀμφὶ τὸν Ναρσῆν προτέρους ἐκκεῖσθαι τοῖς πολεμίοις· οὔκουν ἀνεκτὸν τοῦτο ἡγούμενος, ἔστελλεν αὐτίκα ὡς τοὺς στρατηγοὺς ἄνδρω τῶν οἱ ἐς τὰ μάλιστα ἐπιτηδείων, ᾧ δὴ Στέφανος μὲν ὄνομα ἦν, πατρὶς δὲ πόλισμα Ἰλλυρικὸν ἡ Ἐπίδαμνος, ἐπικερτομήσοντά γε αὐτοὺς τῆς δειλίας, καὶ διελέγξοντα ὡς πεφώραν- [*](P. 29) τᾶι τὰ κοινὰ καταπροέμενοι, εἰ μὴ αὖθις ἐς τὰ πρότερα ἐπανήφοιεν. Στέφανος μὲν οὖν ἄνδρας ἐς διακοσίους ἱππότας μαχιμωτ άτους καὶ τῇ ὁπλίσει ἄριστα ἐσκευασμένους ἐπαγόμενος,

[*](1. τί γε R. etlntpr. τοίγε vulg. 14. πόῤῥω πόῤῥωθεν vulg. 15. Post Ναρσῆν inserit Intpr. Lucensi omissa obsidione. 18. πόλισμα R., Intpr castello, ὄνομα vulg. 19. τε vulg. 22. ἐπαγομένουσ Par.)
51

ὡς τάχιστα ᾔει, μόχθῳ δὲ ξὺν πολλῷ καἰ ἀγρυπνίᾳ τὴν πορείαν [*](Α. C. 552 I. I. 26) ἐποιοῦντο. ἀπόμοιρα γὰρ τῶν φαράγγων ἀνὰ τὰ τῇδε πεδία ἐφοίτων, χιλοῦ τε ἕνεκα καὶ τῆς λείας, ἣν ἐκ τῶν ἀγρῶν ἀφῃροῦντο. νύκτωρ τοιγαροῦν οἱ Ῥωμαῖοι τὰ πλεῖστα ἐχώρουν, ξυνεστραμμένοι τε ἐπὶ σφᾶς καὶ ἀλλήλους ὀπισθοφυλακοῦντες, ὡς, εἰ δεήσοι, καὶ διαμάχεσθαι οὐκ ἀπαράσκευοι φανηόμενοι. οἰμωγαὶ δὲ ἠκούοντο τῶν ἀγροίκων, καὶ μυκήματα βοῶν ἀπελαυνομένων, καὶ πάταγοι τῆς ὕλης διατεμνομένης. [*](Β) καὶ τοῖς τοιούτοις δεινοῖς πανταχόθεν παραβομβούμενοι, μόλις ἐς Φαβέντειάν τε καὶ τὸ στρατόπεδον ἵκοντο. τότε δὴ οὖν ἐς ὄψιν ἐλθὼν τοῖς στρατηγοῖς, „ τί δὴ ταῦτα,’’ ἔφη ὁ Στέφανος, „ ὦ γενναῖοι, πεπόνθατε; ποῦ δὲ τῶν προτέρων ἔργων ἡ εὔκλεια καὶ ἡ τῶν τοσούτων τροπαίων ὁμολογία; πῶς δὲ ἂν Ναρσῆς Λουκανούς τε ἕλοι, καὶ τὰ ἐντὸς Ἄλπεων ἅπαντα παραστήσοιτο, ὑμῶν γε μονονουχὶ ὡσπερ ἐν ξυνθήκαις διόδον τοῖς πολεμίοις παρασχομένων, καὶ ἐφέντων αὐτοῖς, οἷ βούλοιντο κατ’ ἔξουσίαν ἰέναι; καὶ ἐγὼ μὲν οὐδέν τι φλαῦρον εἴποιμι ἐς ὑμᾶς, ἄλλος δέ τις ἴσως ἐρεῖ μαλακίαν εἶναι τὸ χρῆμα, καὶ τῶν κοινῇ συνοισόντων ὀλιγωρίαν. εἰ μὴ γὰρ φθάσοιτε θᾶττον ἐς Πάρμαν [*](C) ἐπανελθόντες, Ναρσῆς μὲν οὔποτε ἀνήσει καλεπαίνων, καὶ

[*](1. Pro ᾔει R. εἴη. μόχθῳ δὲ R. Lugd., μόχθῳ δὴ edd. 3. ἐφοίτων R., Suid. s. v. ἀπόμοιρα: ἐφοίτα. 4. νυκτὸς R. 5. τ’ ἐπὶ R, 7. μηκύματα vulg. 8. βοῶν R- ct Suid. s. v. πάταγος, vulg. τῶν βοῶν. πάταγος Suid. 10. καὶ τὸ στρατόπεδον ἵκοντο R., καὶ στρατόπ. ἥκοντο vulg. 13. τοιούτων R. Pro ὁμολογία Vulcan. coni. ὀγκολογία. Iutpr. commemoratio. 14. Λουκανοὺς R. et Intpr., Λούκαν vulg.)
52
[*](A. C. 552 I. I. 26)

καταιτιώμενος ὑμᾶς τῶν ἐσομένων, εἴ γέ τι ἀντίπαλον ξυνενεχθείη. σκοπεῖτε δὲ, ὦ λῷστοι, ὅπως μὴ καὶ βασιλεὺς νεμεσήσῃ.”

ιη'. Ταῦτ’ ἀκούσαντες οἱ στρατηγοὶ καὶ Ναρσοῦ εἶναι ἐγνωκότες, ὡς μὲν οὐ δίκαια σφίσιν ἐπικαλοίη, λέγειν οὐκ εἶχον. σκήψεις δέ τινας προίσχοντο καὶ αἰτίας, ὡς ἄρα πρὸς ἀνάγκης μετανασταῖεν, ἅτε οὐκ ἐνὸν ἐν τοῖς περὶ Πάρμαν χωρίοις τῶν ἐδωδίμων τοῖς στρατιώταις ἐς τὸ ἀποχρῶν μεταλαγχάνειν μηδὲ γὰρ παρεῖναι Ἀντιόχον ἐνταῦθα τὸν ὕπαρχον, ᾧ τὰ τοιάδε ἀνεῖται. οὐ μέντοι ἀλλ’ οὐδὲ τὸ χρύσιον τὸ εἰωθὸς αὐτοῖς διανενεμῆσθαι [*](D) Στέφανος δὴ οὖν ὡς τάχιστα ἐν Ῥαβέννῃ ἀφικόμενος, τόν τε ὓπαρχον ἐνθένδε ὡς τοὺς στρατηγοὺς ἤγαγε, καὶ τὰ ἀμφίβολα ὡς οἷόν τε ἦν ἀκεσάμενος, ἔπεισεν ἅπαντα αὐτίκα παλινδρομῆσαι, καὶ αὖθις πρὸς τὴν πάρμαν στρατο- πεδεύσασθαι. ἐπεὶ δὲ ταῦτα διαπραξάμενος ἐς Λοῦκαν ἐπανῆκε, θαρσεῖν τε ἔφασκε τῷ Ναρσῇ, καὶ σὺν προμηθείᾳ ἔχε- σθαι τῶν πραγμάτων. μηδὲ γὰρ παρενοχλήσειν αὐτῷ τοὺς πολεμίους, ἀλλ’ εἴργεσθαι τὰς ἐκείνων ὁρμὰς, τῶν Ῥωμαϊκῶν αὐτοῖς ταγμάτων έν δέοντι αὖθις ἐφεδρευόντων. Ναρσῆς δὴ [*](P. 30) οὖν τολοιπὸν οὐκ ἀνεκτὸν εἶναι ἡγούμενος, εἰ μέλλοιεν οἱ Λουκανοὶ ἰπιπλεῖστον ἀντέχειν, οὕτω πως ἀνειμένα πολιορνεμεσήσῃ

[*](2. R., νεμεσήσοι vulg. 4. ταῦτα R. 5. λέγειν R. om. iu ord. in in mg. εἰπεῖν. 9. ὕπαρχον. Intpr. hic et mox eparchum habet. 1 3. ἅπαντα 0111. R. 14. πρὸς τῇ Πάρμᾳ R. 15. διαπραξάμενος. hitpr. brevi peractis. 19. αὐτοῖς R., Intpr. Romanis exercitibus his — instantibus, αὐτῷ vulg.)
53

κούμενοι, ἐπέλαζε τοῖς τείχεσιν ἀφειδῶς· καὶ αὐτίκα αἰ τε [*](Α. C. 552 I. I. 26) ἑλεπόλεις μηχαναὶ προσήγοντο, καὶ ἀνὰ τὰς τύρσεις πυρφόρα ἐῤῥίπτοντο βέλη. οἵ τε ἐς τὰ μεταπύργια φαινόμενοι, ἐβάλλοντο λίθοις τε καὶ τοξεύμασιν καὶ διετέμνετό ἐστιν οὖ ἡ του περιβόλου οἰκοδομία, καὶ ἅπασα ἰδέα κακοῦ περιεστήκει τὴν πόλιν. οἱ μὲν οὖν πρότερον ὁμηρεύσαντες τότε δὴ πλέον ἔπρασσον [*](V. 26) ἐς τοὺς Ῥωμαίους. καὶ τόγε ἐπ’ ἐκείνοις, τάχιστα ἂν [*](Β) ἅπασα ἡ πόλις ὑπεκλίθη· νῦν δὲ οἱ τῶν Φράγγων ἁρμοσταὶ, οἱ δὴ ἐτύγχανον ἔνδον ἐπὶ φρουρᾷ τοῦ ἄστεος ἐγκαταστάντες, ἐνέκειντο παροτρύνοντες πολεμεῖν, καὶ τοῖς ὅπλοις διωθεῖσθαι τὴν πολιορκίαν. αὐτίκα δὴ οὖν αἵ τε πύλαι ἀνεπετάννυντο, καὶ ἐπεκδρομὰς ἐξαπιναίους ἐς τοὺς Ῥωμαίους ἐποιοῦντο, ταύτῃ οἰόμενοι περιέσεσθαι. ἀλλ’ ἔμελλον οἵ γε δρᾷν μὲν ἐλάχιστα τοὺς πολεμίους, μεγάλα δὲ ἥλικα πημαίνεσθαι. 01 γὰρ δὴ πλεῖστοι τῶν Λουκανῶν ἤδη ἀναπεπεισμένοι ὑΠὸ τῶν ἔνδον πρασσόντων, ἐθελοκακοῦντες ἐμάχοντο. ἐπεί δὲ αὐτοῖς, θαμὰ πεῖ ρωμένοις, οὐδὲν τῶν ἐλπισθέντων προὐχώρει, ἀλλὰ, πολλοὺς τῶν σφετέρων ἀποβάλλοντες, αἰσχράς τε καὶ ἀγεννεῖς ἀναχωρήσεις [*](C) ἐποιοῦντο, αὐτίς εἴσω τοῦ περιβόλου γενόμενοι ἀκριβέστερον ἐγκατείργοντο, ὡς μηκέτι αὐτοῖς εἶναι ἔξιτητέα· τότε δὴ ἅπαντες ὡς οὐχ οἷον τε ὂν αὐτοῖς ἄλλως σφᾶς αὐτοὺς διασώσασθαι, μετεβάλλοντο πρὸς ἀνάγκης ἐς τὸ εἰρηναῖον τὰς γωώἐπέλαβεν

[*](1. ἐπέλαβεν R. G. Post πλέον add. Intpr. civibus optime consulendo. 7. ἐς R., εἰς vulg. 12. ἐξαπιναίως R. 22. μετεβάλοντο R. εἰρηναῖον R., Intpr. ad pacem animum induxevunt, ἀνειμένον vulg.)
54
[*](A. C. 552 I. I. 26)

μας, καὶ τὸ παρὸν εὖ διαθεῖναι ἠβούλοντο. καὶ οὖν αὐτίκα τὰ πιστὰ κομισάμενοι πρὸς Ναρσοῦ, ὡς οὐδὲν αὐτοῖς τῶν προγεγενημένων ἕνεκα ὀργιεῖται, τήν τε πόλιν παρέδοσαν, καὶ εἰσεδέχοντο ἄσμενοι τὸν στρατὸν, τριῶν ἤδη μηνῶν ἐν τῇ πολιορκίᾳ τριβέντων, καὶ ἦσαν αὖθις βασιλέως τοῦ 'Ρωμαιων κατήκροι.

ιθ΄. Ναρσῆς δὲ, ἐπεὶ ἔξεπολιόρκητό οἱ ἡ Λοῦκα, καὶ οὐ- [*](D) δὲν ἔτι ἀντιιπαλον ἦν, ἀποδιατρῖψαι μὲν ἐν αὐτῇ οὔ τι μάλα ᾤ ετο χρῆναι, οὐδ᾿ ὅσον ἀναπνεῦσαι τῶν πόλων· καταλιπὼν δὲ αὐτοῦ Βόνον τὸν στρατηγὸν τὸν ἐκ Μυσίας τῆς πρὸς τῷ Ἴστρῳ ποταμῷ παρατεταμένης, ἄνδρα συνέσεώς τε ἐς ἄκρον ἥκοντα, καὶ λίαν ἀγαθὸν τά τε πολιτικὰ καὶ πολέμια, δύναμιν τε αὐτῷ παραδοὺς ἀξιόχρεων, καὶ ὅσηῃ ῥᾳδίως ἤμελλεν, εἰ καί τι νεωτερίσοιεν οἱ τῇδε βάρβαροι, περιέσεσθαι καὶ καθέξειν· ταῦτα δὴ οὖν οὕτω καταστησάμενος, ἠπείγετο ἰθὺ τῆς 'Ραβέννης ιέναι, ἐφ᾿ ᾦ τὰ ἐνταῦθα στρατεύματα ἐς τὸ διαχειμάζειν μεθήσει· ἐπειδὴ γὰρ τὸ μετόπωρον ἤδη ἐτελεύτα, καὶ ἀμφὶ τὰς χειμερίους τροπὰς ταῦτα ἐπράσσετο, πολεμητέα μὲν οὔ οἱ ἐς [*](P.31) ἐκεῖνο τοῦ καιροῦ εἶναι ἐδόκει. ἦ γὰρ ἂν τοῦτο ὑπὲρ τῶν Φρόγγων ἔμελλεν ἔσεσθαι, οἶς γε πολέμιον μὲν τὸ πνῖγος, καὶ πλείστην ἐντίθησι δυσθυμίαν, καὶ οὐκ ἄν ποτε θέρους ἑκόντες

[*](3. παρέδοσαν R. et Intpr. tradita. civit., προἐδοσαν vulg. 5. τοῦ 'Ρωμαίων R., τῶν 'Ρωμαίων vulg. 7. ἐν αὐτῇ R., ἐν τῇ vulg. 9. Βόνον στρατ. R. et Intpr., μόνον τὸν στρατ. vulg. Mυσίης R. 10. ἄνδρα οm. R. 12. ὅσῃ Cl., confirmat Intpr., ὅση R. et vulg. ἤμελεν vulg. νεωτερίσειεν R. 17. οὔ οἱ. R. a 2.manu habet οὔχ οἱ. 20. θέρους R., θέρει vulg.)
55

εἶναι διαμαχέσαιντο, σφριγῶσι δὲ ὑπὸ τοῦ κρύοθς ἀεὶ, καὶ [*](Α. C. 552 Ι. Ι. 26) ῥωμαλεώτατοι γίγνονται, καὶ ἥδιστα τότε διαπονοῦνται. ἔχουσι γὰρ πρὸς τοῦτο οἰκείως, τῷ δυσχείμερον πατρίδα κεκτῆσθαι, καὶ οἶον ξυγγενὲς αὐτοῖς εἶναι τὸ ψύχεσθαι. τούτων δὴ οὖν ἕκατι διαμέλλειν ἐπειρᾶτο, καὶ ἐς νέωτα τὸν πόλεμον μεταθέσθαι. καὶ οὖν διασκεδάσας τὸ στράτευμα κατὰ λοχαγοὺς καὶ ταξιάρχους ἀνὰ τὰ ἐχόμενα πολίσματά τε καὶ φρούρια διαχειμάζειν ἐκέλευσεν, ἅμα δὲ ἦρι ἀρχομένῳ ἥκειν ἑς Ῥώμην ἅπαντας [*](B) καὶ ἀγείρεσθαι, ὡς ἐνθένδε πανσυδὶ παραταξαμένους. καὶ οἱ μὶν κατὰ ταῦτα ἐχώρουν· Ναρσῆς δὲ ἐπὶ Ῥάβενναν ἰὼν, μόνους ἐπήγετο τοὺς ἀμφ’ αὐτὸν θεραπευτάς τε καὶ δορυφόρους, καὶ ὅσοι τῆς ἀρχῆς αὐτῷ ὑπηρέται ἐτύγχανον ὄντες, οἶς δὴ τὰ ἀρχεῖα ἐπεφρόντιστο τῆς τε ἄλλης εὐκοσμίας πέρι, καὶ ὅπως μὴ χύδην ἅπασι τοῖς βουλομένοις ὡς αὐτὸν εἰσιτητέα τέα εἴη. τούτους δὲ ἔθος Ῥωμαίοις ἐκ τῶν κιγκλίδων ἐπονομάζειν, καὶ τῆς ἐν τούτοις ἐπιμελείας. εἴπετο δέ οἱ καὶ Ζανδαλᾶς ὁ τῶν οἰκοτρίβων ὀπαδῶν πρωτοστάτης, καὶ ὅσον ἄλλο οἰκετικὸν καὶ ὅσοι τομίαι κατευναστῆρες. ἄγων δὴ οὖν τοὺς [*](C) ξύμπαντας ἄνδρας ἐς τετρακοσίους, ἐπὶ Ῥάβενναν ᾔνει.