Historiae

Agathias Scholasticus

Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.

κ΄. Ἐν τούτῳ δὲ Ἀλίγερνος ὁ Φρεδιγέρνου μὲν παῖς, ἀδελτῷ

[*](3. R. (Cl.), τὸ vulg. 5. Pro ἐς νέωτα τὸν R. ἐς νεώτατον. . διασκεδάσας R. ct Lugd., διασκεδάσθη edd. 7. ταξιάρχας R. 8. ἐκέλευσεν R., ἐκέλευεν vulg. τε post τῆς add. R. lG. Pro τούτοις scr. ταύταις, nisi praeter usum Agathias κιγκλὶς pro masc. usurpavit. Cl. Zandilas Intpr. 19. trecentorum Intpr. 20. Φρεδιγέρνου R. et Intpr., Φεδιγέρνου vulg.)
56
[*](A. C. 552 I. I. 26)

φὸς δὲ Τεΐα γεγενημένος, οὗ δὴ καὶ πρότερον ἐπεμνήσθην ἐν τῇ τῆς Κύμης πολιορκίᾳ· οὗτος δὴ ὁ Ἀλίγερνος, ἐπειδὴ οἱ φράγγοι ἐς τὴν Ἰταλίαν παρῆσαν, καὶ ἐς αὐτοὺς ἤδη τὰ τῶν Τότθων πράγματα μετεχώρει , μόνος γε πέφηνεν τότε σύνεις τὸ ξυνοῖσον, καὶ στοχαζόμενος τῶν μελλόντων. βουλευομένῳ γὰρ αὐτῷ περὶ τῶν παρόντων, προσῆλθεν ἐννοεῖν ὡς ἀρ’ οἱ [*](V. 27) θράγγοι σκῆψιν μέν τινα καὶ προκάλυμμα εὐπρεπὲς τὸ τῆς [*](D) ξυμμαχίας ὄνομα ποιοῦνται , ὡς δὴ μετάκλητοι ἀφιγμένοι, τὸ δὲ βουλόμενον αὐτῶν τῆς γνώμης ἕτερόν τι φανεῖται· οὐ γὰρ ἐθελήσουσιν, εἰ καὶ τῶν Ῥωμαίων περιέσοιντο, παραχωρῆσαι τοῖς Γότθοις τῆς Ἰταλίας, ἀλλ’ ἔργῳ προτέρους ἐκείνους καταδουλώσονται , οἶς τῷ λόγῳ ἥκουσιν ἐπαμυνοῦντες, ἄρχοντάς τε αὐτοῖς ἐπιστήσουσι φράγγους, καὶ ἀφαιρήσονται τῶν πατρίων νομίμων αὐτούς. ταῦτα δὴ οὖν ἐν ἑαυτῷ θαμὰ λογιζόμενος καὶ ἀνελίττων, ἅμα δὲ καὶ τῇ πολιορδίᾳ πιεζόμενος, ἄμεινόν οἱ κατεφάνη, τήν τε πόλιν καὶ τὰ χρήματα τῷ Ναρσῇ παραδοῦναι, καὶ τολοιπὸν Ῥωμαϊκῆς μεταλαχεῖν πολιτείας, κινδύνων τε ἀπογενέσθαι καὶ βαρβαρικῶν διαιτημάτων. ὅσων γὰρ ᾤετο εἶναι, εἰ μὴ τοὺς Γότθος ἔνεστι τὴν [*](P. 32) Ἰταλίαν κεκτῆσθαι, τοὺς γοῦν ἐκ παλαιοῦ οἰκήτοράς τε καὶ ἰθαγενεῖς τὸ ἀνέκαθεν ἡγεμόνας αὐτὴν ανακομίασασθαι, καὶ μὴ

[*](2. οὗτος δὴ R. ct Lugd. , οὗτος δὲ edd. 6 αὐτῷ om. R, ἄρα R. 8. ποιοῦνται R. , npiwvTcci. vulg. 9. αὐτοῖς R. 14. νομίμων R., νόμων vulg. 15. ἅμα δὲ καὶ R., ἄμα καὶ vulg. 16. τήν τε R. ct Lugd., τήν γε cdd. 21. ἀνέκαθεν R. Lugd, et Suid. s. v. ἰθαγενὴς, ἀνίκαθεν edd.)
57

μέχρι παντὸς τῶν σφετέρων ἀποστερεῖσθαι. ταῦτα δὴ οὐν [*](A. C. 552 I. I. 26.) αὐτός τε ἐπιτελεῖν τὸ μέρος ἐγνώκει, καὶ ἅπασι τοῖς ὁμοφύλοις I. παράδειγμα εὐβουλίας γενέσθαι. καὶ τοίνυν τοῖς πολιορκοῦσι Ῥωμαίοις διαγγείλας πρότερον ὡς ἐθέλοι πρὸς τὸν ἰέναι, καὶ εἶτα ἐφειμένον αὐτῷ, παραγίγνεται ἐς Κλάσσεις, οὗ δὴ τὸν Ναρσῆν διατρίβειν ἐπέπυστο. ἵδρυται δὲ τὸ φρούριον ἐν τῇ Ῥαβέννης περιοικίδι. καὶ δὴ ἐς ὄψιν αὐτῷ ἀφιγμένος, τάς τε κλείς τῆς Κύμης ἐνεχείρισε, καὶ ἃπαντα ὑπηρετήσασθαι ὡμολόγει πρὸς εὐνοίας αὐτῷ· καὶ ὃς ἀπεδέχετό τε αὐτὸν τῆς προσχωρήσεως, καὶ μείζοσιν ἀγαθοῖς ἐπηγγέλλετο [*](B) ἀντιδωρεῖσθαι· τότε δὲ εὐθὺς, ἀπόμοιραν μέν τινα τῶν ἀμφὶ τὴν Κύμην στρατοπεδευομένων ἐκέλευσεν εἴσω τοῦ περιβόλου γενέσθαι, αὐτήν τε τὴν πόλιν καὶ τὰ χρήματα παραληψομένους καὶ ἅπαντα ἐν τῷ ἀσφαλεῖ διαφυλάξοντας. τὸ δὲ λοιπὸν στράτευμα ἐν ἑτέροις πολίσμασί τε καὶ φρουρίοις ἀναχωρεῖν, ὡς ἂν καὶ οἱ διαχειμάσοιεν. καὶ οὕτω ἅπαντα ἐπράττετο. ἐπεὶ δὲ ὁ τῶν Ἐρούλων στρατὸς οἰκείου αὖθις ἐχήρευε, δύο δὲ ἄνδρ’ ἤστην ἐν αὐτοῖς ἐπισήμω τε καὶ ἀμφηρίστω, ἐμερίζοντο ἡ πληθὺς ἐφ’ ἑκάτερον ταῖς γνώμαις. τὸ μὲν γάρ τι αὐτῶν περὶ πλείστου τὸν Ἀροὺθ ἐποιοῦντο, καὶ ἅπαντα σφισιν ἄμεινον ᾤοντο ἔσεσθαι εἴ γε ἐκεῖνος ἡγοῖτο· [*](C) τοὺς δὲ ὁ Σινδουὰλ ἤρεσκεν, ἅτε δὴ δραστήριος ἐς τὰ μάλιστα,

[*](3. εὐβουλίας om. R., Intpr. ut ceteris suae gentis exemplo 4. ἐθέλοι R., ἐθέλει vulg. 5. παραγίνεται vulg. 8. ἐνεχείρισε R., ἐνεχείριζε vulg. 16. καὶ οἵδε R. διαχειμάσειεν R. 16. οὕτω ἅπαντα R., ἅπαντα οὕτω vulg. 18 ἄνδρε R. 22. τοὺς δὲ R. et Lugd., τοῖς δὲ eclcl.)
58
[*](A.C. 552 I. I. 26)

καὶ εὖ τὰ πολέμια ἠσκημένος. οἶς δὴ καὶ Ναρσῆς θέμενος, τοῦτόν γε αὐτοῖς ἐφίστησι στρατηγὸν, κὼ ἔστελλεν καὶ τοὺς ὅπη ἄριστα ῆμελλον διαχειμάζειν. τὸν δὲ Ἀλιγερνον εἰς Κησσίναν τὴν πόλιν ἀπέπεμπεν, εἰρημένον αὐτῷ, ἐπειδὰν αὐτόσε ἀφίκηται, ἀναβάντα ἐς τὸ τεῖχος, ὑπερκύπτειν ἀναφανδὸν ὡς ἅπασιν ὅστις εἴη διαγνωσθῆναι. προσέταττε δὲ ταῦτα, ὅπως δὴ οἱ Φράγγοι ἐνθένδε γὰρ διαβήσεσθαι ἤμελλον,) θεάσαιντό τε αὐτὸν αὐτομολήσαντα, καὶ ἀπαγορεύσαιεν τῇ ἐπὶ τὴν Κύ- [*](D) μην πορείᾳ, καὶ τῇ τῶν χρημάτων ἐλπίδι, ἴσως δὲ καὶ παντὶ τῷ πολέμῳ, ὡς ἤδη ἁπάντων προκατειλημμένων· καὶ ὁ μὲν ἐπειδὴ παριόντας ἑώρα τοὺς Θράγγους,ξ ἐπεκερτόμει τε αὐτοὺς ἐκ τοῦ μετεώρου καὶ ἐπέσκωπτεν ὡς μάτην τολοιπὸν ἐπειγομένους, καὶ κατόπιν ἥκοντας τῶν πραγμάτων, τοῦ τι πλούτου παντὸς ὑπὸ Ῥωμαίων κατεχομένου, καὶ αὐτῶν γε δὴ παρασήμων τῆς Γοτθικῆς ἡγεμονίας· ὡς εἶ γε καί τις τολοιπὸν βασιλεὺς τῶν Γότθων ἀναδειχθείη, μὴ ἔχειν ὅτῳ ἀρίδηλος εἴη καὶ ἐπίτιμος, ἀλλ’ ἀμφιέννυσθαι γόνον στρατιωτικὴν ἐφε- [*](P. 33) στρίδα, καὶ ἰδιωτεύειν τῷ σχήματι. οἱ δὲ Θράγγοι ἐφύβριζον μὲν ἐς αὐτὸν καὶ ἐλοιδοροῦντο, καὶ προδότην ἐπεκάλουν τοῦ γένους· καί πως ἀμφίδοξοι ἐγίγνοντο ἐπὶ τοῖς παροῦσιν, ὡς καὶ βουλεύεσθαι εἰ πολεμητέα· ἐνίκα δὲ ὅμως τὸ μὴ μεταμελεῖν αὐτοῖς, ἀλλ’ ἐφ’ ἃ ὥρμηντο τὴν ἀρχὴν καὶ δὴ ἐπὶ ταῦτα ἰέναι.

[*](1. οἷς δὲ R. 3. ἔμελλον R. διαχειμάξειν R., διαχειμάσειν vulg. Κησσίναν R., Cissiam Intpr., Κισσήνην Vulg. 8. ἐπὶ Κύμην R. 17. μόνον R., μόνην vulg. 18. ἀφύβριζον R. 19. ἀπεκάλουν R. 22. ὥρμητον R.)
59

κα'. Ἐν τούτῳ δὲ ὁ Ναρσῆς τῇ Ῥαβέννῃ ἐπιστὰς, καὶ [*](A. C. 552. I. I. 26) τοῖς ἐνταῦθα στρατεύμασιν ὁμιλήσας, καὶ πάντα ἐν δέοντι καταστησάμενος, ἐς Ἀρίμηνον ἐχώρει τὴν πόλιν, ξὺν τοῖς [*](V. 24) ὁπόσοι αὐτῷ καὶ πρότερον εἵποντο. ἐπειδὴ γὰρ Οὐάκκαρος ὁ Οὔαρνος τὸ γένος ὀλίγῳ πρότερον ἐτεθνήκει, ἀνὴρ ἐν τοῖς μάλιστα δεινός τε καὶ φιλοπόλεμος, αὐτίκα ὁ παῖς ὁ ἐκείνου Θευδίβαλδος τοῦτο γὰρ ὄνομα τῷ παιδὶ) ἅμα τοῖς ἑπομένοις Οὐάρνοις, βασιλεῖ τῶν Ῥωμαίων προσεχώρει, καὶ ἐς Ἀρίμηνον [*](B) παρῆν ὡς αὐτοῦ τῷ Ναρσῇ ἐντευξόμενος. ὧν δὴ ἕνεκα ἐνταῦθα καὶ ὅγε ἀφῖκτο, ἐφ’ ᾧ ἅπαντας χρυσίῳ φιλοφρονησάμενος, βεβαίους ἐς ὅ, τι μάλιστα ἔχοι ξυμμάχους. ἐν τούτοις δὲ αὐτοῦ διημερεύοντος, ἄνδρες τῶν Φράγγων ἐς δισχιλίους ἀναμὶξ πεζοὶ καὶ ἱππόται, οἱ δὴ ἐτύγχανον ἐς ἁρπαγάς τε καὶ λεηλασίας τῆς χώρας ὑπὸ τῶν σφετέρων ἡγεμόνων σταλέντες, οὑτοι δὲ ἀγχοῦ τῆς πόλεως γεγενημένοι, τούς τε ἀγροὺς ἐσίνοντο, καὶ τοὺς βόας εἷλκον τοὺς ἀροτῆρας, καὶ ἅπαντα ἔφερον ἀνέδην, ὡς καὶ αὐτὸν δήπου τὸν Ναρσῆν ἐπιφράσασθαι τὰ ποιούμενα. ἧστο γὰρ ἐς ὑπερῷόν τι δωμάτιον ἐν περιωπῇ τοῦ πεδίου. αὐτίκα δὴ οὖν, αἰσχρὸν γάρ τι καὶ ἀγεννὲς ᾤετο [*](C) εἶναι τὸ μὴ οὐχὶ ἐκ τῶν παρόντων ἀμύνασθαι,) ὑπεξῄει τοῦ ἄστεος, ἵππου ἐπιβὰς εὐηνιωτάτου καὶ ἀγερώχου, καὶ οἴου οὐκ ἄτακτα ἐξάλλεσθαι καὶ σκιρτᾷν, ἀλλὰ τὰς τε ἐπελάσεις

[*](3. Ἀριμηνὸν vulg. 6. ἐκείνου R., Intpr. huius filius, ἐκεῖνος vulg. 7. Post γὰρ vulg. inseritur ἦν, quod om. R. 21. τε post εὐηνιωτάτου ins. mg. Lugd.)
60
[*](A. C. 552 I. I. 26)

καὶ ἀναστροφὰς τῇ πείρᾳ πεπαιδευμένου· ἀλλὰ γὰρ καὶ τῶν ἀμφ’ ἀμφ’ αὐτὸν τοὺς ὁπόσοι οὐ πάμπαν ἀγνῶτες τὰ πολέμια ἦσαν ἕπεσθαί οἱ ἐκέλευε. καὶ οἱ μὲν ἐς τοὺς ἵππους ἀναθορόντες ἦσαν δὲ ἄνδρες ἐς τριακοσίους) ἐφωμάρτουν τε καὶ ἐπήλαυνον ἰθὺ τῶν πολεμίων. οἱ δὲ ἐσιδόντες αὐτοὺς ἐπιόντας, σποράδην μὲν οὐκέτι ἠλῶντο, οὐδὲ οἶμαι τῆς λείας ἐμέμνηντο· ἠθροίζοντο δὲ ἐπὶ σφᾶς ἅπαντες, τό τε ἱππικὸν καὶ οἱ πεζὼ, [*](D) καὶ ἐς φάλαγγα ξυνετάττοντο, βαθεῖαν μὲν οὔτι μάλα πῶς γὰρ οἷόν τε ἦν οὐ σφόδρα πολλῶν αὐτοῦ ἀφιγμένων;) δὲ ὅμως τῷ συνασπισμῷ καὶ τῷ τὰ κέρα ἐν κόσμω συννενευκέναι. οἱ δὲ Ῥωμαῖοι ἐπειδὴ ἐς τόξου γε ἤδη βολὴν ἐγεγένηντο, ἐμμίξαι μὲν καὶ συρράξαι τοῖς πολεμίοις εὖ παρατεταγμένοις ἥκιστα ᾤοντο χρῆναι, τοξεύμασι δὲ καὶ ἀκοντίσμασιν ἀκροβολιζόμενοι, ἐπειρῶντο σφῆλαι τοὺς πρωτοστάτας, καὶ διαῤῥῆξαι τὴν πύκνωσιν τοῦ μετώπου. ἀλλ’ ἐκεῖνοι ασπισιν ἄριστα περιπεφραγμένοι, ἵσταντο ἀστεμφεῖς καἰ αδονητοι, οὐδαμοῦ τὸ συνεχὲς τῆς τάξεως διασπῶντες, ἐπεὶ καὶ ὕλης τινὸς λασίας κυρήσαντες, ὡσπερ ἐρύματι τοῖς δένδροις [*](P. 34) ἐχρῶντο. ἤδη δὲ καὶ τοῖς ἄγγωσιν ἠμύνοντο βάλλοντες· οὕτω γὰρ αὐτοῖς τὰ ἐπιχώρια δόρατα ἐπωνόμασται.

κβ΄. Ὡς δὲ οὐδὲν ἐπημαίνοντο, διαλογισάμενος ὁ Ναρσῆς, βαρβαρικήν τινα στρατηγιᾶν καὶ μᾶλλον τοῖς Οὔννοις μεμελετημένην ἐμηχανᾶτο ἐκέλευε γὰρ τοὺς ἀμφ’ αὐτὸν

[*](1. πεπαιδευμένου R. (CI.) Lugd. 2. m., πεπαιδευμένος edd. 4. ἐς τριακοσίους R., ἐς τοὺς τρ. vulg. 6. ἐμέμνηντο. Sic correxi ἐγίγνοντο R. et vulg. 16. περιπεφρ. R., πεφρ. vulg. 19. ἄγκωσιν R,)
61

στρέψαντας τὰ νῶτα, ἐς τὰ ὀπίσω ἀναχωρεῖν προτροπάδην, ὡς [*](A. C. 552 I. I. 26) δὴ δεδιότας καὶ φεήο1φας, καὶ ἐκκαλεῖσθαι τοὺς βαρβάρους ὡς ἀπωτάτω τῆς νάπης ἀνὰ τὰ ψιλὰ τοῦπεδίου.αὐτῷ γὰρ τὰ λοιπὰ ἔφη μελήσειν. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν, καὶ ἔφευγον. οἱ δὲ Φράῃοι τῇ φυγῇ ἐξηπατημένοι, καὶ ἀληθὲς τὸ δέος εἷναι ὑποτοπήσαντες, αὐτίκα θαῤῥαλέοι τήν τε φάλαγγα διέλυσαν, καὶ τῆς [*](B) ὕλης ὑπεκβάντες, ἐς τὴν δίωξιν ἠπείγοlτο. καὶ πρῶτοι μὲν ́ἐξέθεον οἱ ἱππόται· εἵποντο δὲ καὶ τῶν πεζῶν ὁπόσοι ἀλκιμώτατοι καὶ ποδώκεις· καὶ ἅπαντες ἀφειδῶς ἐνέκειντο, ὡς αὐτὸν δή που τόν Ναρσῆν αὐτίκα μάλα ζωγρήσοντες, καὶ πόνῳ ξὺν βραχεῖ πέρας εὐκπὸν ἐπιθήσοντες ἅπαντι τῷ πολέμῳ. καὶ οἱ μὲν εὐκοσμίας ἁπάσης ἐπιλελησμένοι, χύδην τε καὶ ἀφύλαπα ἐχώρουν, γεγηθότες καὶ εὐωχούμενοι τῆς ἐλπίδος. οἱ δὲ 'Ρωμαῖοι ἀνὰ τὰ πρόσω ἐφέροντο ἀφειμένοις τοῖς ἵπποις, φαίης τε ἂν αὐτοὺς ἔργῳ τρέσαντας ἀλεείνειν, οὕτω δή τι ἐγγύτατ τοῦ [*](C) ἀληθοῦς τὸ δεδιέναι ὑπεκρίνοντο. ἐπεὶ δὲ οἱ βάρβαροι ἐν γυμνῷ ἤδη τῷ πεδιῴ ἐσκκδάννυντο, τῆς ὕλης ὡς ποῤῥωτάτω ἀποσπασθέντες, τότε δὴ ἀθρόον, τοῦ στρατηγοῦ σημήναντος, ἐπιστρέψαντες οἱ 'Ρωμαῖοι τοὺς ἵππους, καὶ ἐς τἀναντία σφᾶς αὐτοὺς ἐξελίξαντες, ὑπηντίαζον τοῖς διώκουσιν ἀντιμέτωποι, καὶ ἅπαντας τῷ ἀπροσδοκήτῳ καταπεπληγμένους ἔπαιον ἀφειδῶς καὶ ἀντώθουν, καὶ ἐς παλίωξιν τὰ τῆς φυγῆς μετεχώ-

[*](4. ἔφευγον R., ἔφυγον vulg. 9. Pro ἀφειδῶς R. mg. ἀφόβως. 10. ζωγρήσαντες R. 14. ἐφέροντο. Intpr. addit Ariminum versus. 15. οὕτω δή τι R., οὕτω δὴ vulg.)
62
[*](A. C. 552 Ι. Ι. 26)

ῥεῖ. οἱ μὲν οὖν ἱππόται τῶν βαρβάρων ξυναισθόμενοι τοῦ [*](V. 25) περιστάντος κινδύνου, καὶ τάχιστα ἐκδραμόντες ἀνὰ τὴν ὕλην [*](D) αὐθις καὶ τὸ σφῶν στρατόπεδον, ἄσμενοι ἀπεσῴζοντο. οἱ δὲ πεζοὶ ἐκτείνοντο ἀκλεῶς, μηδὲ χεῖρα κινεῖν ὑποστάντες, ἀλλὰ τῷ παραλόγῳ τῆς μεταβολῆς τεθηπότες, καὶ οἶον παράφρονες γεγενημένοι. ἅπαντες τοιγαροῦν ἔκειντο σποράδην, ὥσπερ ἀμέλει ὑῶν ἢ προβάτων ἀγέλη οἰκτρότατα διαφθαρέντων. ἐπεὶ δὲ ἐκεῖνοι ἀνῄρηντο οἱ ἄριστοι ἄνδρες, πλείους ὄντες ἢ ἐννακόσιοι, αὐτίκα οἱ ἄλλοι ἀπεχώρουν καὶ μετανίσταντο, καὶ ἐπὶ τοὺς σφετέρους ἡγεμόνας ἐπανῄεσαν, ὡς οὐκέτι αὐτοῖς ἐν τῷ ἀσφαλεῖ ἐσόμενον τοῦ λοιποῦ πλήθους ἀποκεκρίσθαι. Ναρσῆς δὲ αὖθις ἐς Ῥάβενναν ἀφικόμενος, καὶ ἅπαντα τὰ τῇδε ἄρισταδιαθεὶς, ἀνὰ τὴν Ῥώμην ἐχώρει καὶ αὐτοῦ διεχείμαζεν.

[*](8. ἐνακόσιοι R. 11. τοῦ λοιποῦ πλήθους R., τοῦ λοιποῦ τοῦ πλήθους vulg.)