In Aristotelis Librum De Interpretatione Commentarius
Ammonius
Ammonius. In Aristotelis Librum De Interpretatione Commentarius, Comentaria In Aristotelem Graeca, Vol 4.5. Busse, Adolf, editor. Berlin: Reimer, 1888.
Πολὺ μὲν ἐν σοφοῖσι κοὐκ ἀνώνυμον τὸ Περὶ ἑρμηνείας τοῦ Ἀριστοτέλους βιβλίον τῆς τε πυκνότητος ἕνεκα τῶν ἐν αὐτῷ παραδιθομένων θεωρημάτων καὶ τῆς περὶ τὴν λέξιν δυσκολίας. διὸ καὶ πολλῶν ἐξηγητῶν πολλαὶ περὶ αὐτὸ κατεβλήθησαν φροντίδες. εἰ δέ τι καὶ εἰσενεγκεῖν περὶ τὴν τοῦ βιβλίου σαφήνειαν, ἀπομνημονεύσαντες τῶν ἐξηγήσεων τοὐ θείου ἡμῶν διδασκάλου Πρόκλου τοῦ Πλατωνικοῦ διαδόχου τοῦ εἰς ἄκρον τῆς ἀνθρωπίνης φύσεως τήν τε ἐξηγητικὴν τῶν δοκούντων τοῖς παλαιοῖς δύναμιν καὶ τὴν ἐπιστημονικὴν τῆς φύσεως τῶν ὄντων κρίσιν ἀσκήσαντος, πολλὴν ἄν τῷ λογίῳ θεῷ χάριν ὁμολογήσαιμεν.
Ἀρχὴ τοίνυν ἡμῖν γενέσθω τῆς ἐξηγήσεως ἡ τῶν πέντε κεφαλαίων Υφήγησις τῶν προλαμβάνεσθαι τῆς τοῦ ῥητοῦ σαφηνείας εἰωθότων, καὶ λέγωμεν τίς τε ἡ πρόθεσις τοῦ Περὶ ἑρμηνείας καὶ τίνα ἔχει τάξιν πρὸς τὰ ἄλλα τῆς λογικῆς τοῦ Ἀριστοτέλους πραγματείας συγγράμματα τίς τε ἡ αἰτία ταύτης αὐτῆς τῆς Περὶ ἑρμηνείας ἐπιγραφῆς καὶ ὅτι | γνήσιόν ἐστι [*](3v) τὸ σύγγραμμα τοῦτο τοὐ Ἀριστοτέλους καὶ ἐπὶ πᾶσι τίς ἡ εἰς τὰ κεφάλαια τοῦδε τοῦ βιβλίου διαίρεσις· τὸ γὰρ ἐπιζητεῖν πρὸς τί χρήσιμον ἄν εἴη τῷ φιλοσοφεῖν βουλομένῳ τὸ Περὶ ἑρμηνείας βιβλίον ἡ πρόθεσις αὐτοῦ φανεῖσα ἡμῖν περίεργον ἐπιδείξει.
Τίς οὖν ἡ πρόθεσις αὕτη; τοῦτο γὰρ ἀνάγκη πρὸ τῶν ἄλλων ἀφορίζεδθαι καὶ πρὸς ταύτην τὰ ἐφεξῆς ἅπαντα συνείρειν. ἵνα δὴ τοῦτο διηρθρωμένως ἕλωμεν, ἀναμνησθῆναι χρὴ τῶν εἰρημένων ἐν τοῖς προλαμβανομένοις τῆς συναναγνώσεως τῶν Κατηγοριῶν, λέγω δὲ ὅτι ἡ μὲν λογικὴ [*](1 In titulo τοῦ et ὑπόμνημα om. Α ac post ἑρμηνείας add. ἀριστοτέλους FMa 3 cf. Eur. Hippol. 1 5 δυσκ.] διδασκαλίας F 7 ἐπενεγκεῖν Α: εἰσενέγκαι F 7. 8 τῶν ἐξηγήσεων suppl. G2 10 τῆς φύσεως om. M 12 γιγνέσθω Fa πέντε om. AG 13 ἐξήγησις a 13. 14 καὶ λέγωμεν—ἐρμηνείας om. G 14 λέγομεν FMa 15 τί G 16 post ἑρμ. add. τοῦ ἀριστοτέλους G (del. m2) 20 ἐπιδείξει evan., sed ἀποδείξει exhibuisse videtur Α 21 αὐτὴ ἡ οὕτη colloc. Α 23. 24 ἐν τοῖς προλαμβ. τῆς συναναγνώσεως τῶν κὰτ.] cf. Ammon. in Cat. p. 5,9. 10,22 sq. 24 συναναγνώσεως in lac. suppl. G2)
καὶ τοῦ προστακτικοῦ ὡς τὸ
- ὦ μάκαρ Ἀτρείδη,
καὶ του ερωτηματικου ὡς τὸ
- βάσκ’ ἴθι, Ἶρι ταχεῖα,
καὶ τοῦ εὐκτικοῦ ὡς τὸ
- τίς πόθεν εἶς ἀνδρῶν;
καὶ ἐπὶ τούτοις τοῦ ἀποφαντικοῦ, καθ’ ὃν | ἀποφαινόμεθα περὶ ὁτουοῦν [*](4r) τῶν πραγμάτων οἷον
- αἲ γάρ, Ζεῦ τε πάτερ,
‘πᾶσα ψυχὴ ἀθάνατος᾿, οὐ περὶ παντὸς ἁπλοῦ λόγου κατὰ τήνδε τὴν πραγματείαν διδάσκει ἡμᾶς ὁ Ἀριστοτέλης, ἀλλὰ περὶ μόνου τοῦ ἀποφαντικοῦ. καὶ τοῦτο εἰκότως· μόνον γὰρ τοῦτο τὸ εἶδος τοῦ λόγου δεκτικόν ἐστιν ἀληθείς τε καὶ ψεύδους καὶ ὑπὸ τοῦτο τελοῦσιν αἱ ἀποδείξεις, ὑπὲρ ὧν ἡ λογικὴ πάσα πραγματεία τῷ φιλοσόφῳ συντέτακται.
- θεοὶ δέ τε πάντα ἴσασι,
Καλοῦσι δὲ οἱ Στωικοὶ τὸν μὲν ἀποφαντικὸν λόγον ἀξίωμα, τὸν δὲ εὐκτικὸν ἀρατικόν, τὸν δὲ κλητικὸν προσαγορευτικόν, προστιθέντες τούτοις ἕτερα πέντε λόγων εἴδη σαφῶς ὑπό τινα τῶν ἀπηριθμημένων ἀναφερόμενα· λέγουσι γὰρ τὸ μέν τι εἶναι ὀμοτικὸν οἷον
τὸ δὲ ἐκθετικὸν οἷον ‘ἔστω εὐθεῖα γραμμὴ ἥδε᾿, τὸ δὲ ὑποθετικὸν οἷον ὑποκείσθω τὴν γῆν κέντρον εἶναι τῆς τοῦ ἡλίου σφαίρας’, τὸ δὲ ὅμοιον ἀξιώματι οἷον
- ἴστω νῦν τόδε γαῖα,
ἅπερ ἅπαντα δεκτικὰ ὄντα ψεύδους τε καὶ ἀληθείας ὑπάγοιντο ἂν τῷ ἀπολόγων] [*](2 φωνῶν M 5 τὴν suppl. G2 6 ἡμῖν om. G 7 τοὺς] τῆς G1: καὶ τοὺς G2 ἐκ τῆς suppl. G2 8. 9 κοινωνοῦσι F: κοινοῖς κοινωνοῖς superscr.) M 11 Si μάκαρ Ἀτρ.] Horn, Γ 182 al. 13 βάσκ’ ἴθι κτλ.] Horn. Θ 399 al. ἶρις F ἶρι ταχεῖα om. G 15 τίς πόθεν κτλ.] Hom. ἡ 238 17 αἷ γὰρ κτλ.] Hom. Δ 288 ἡ 311 20 θεοὶ δέ κτλ.] Hom. δ 379 δέ supra scr. F 21 ἀπλῶς F τήνδε τὴν]—δε τὴν suppl. G2 27. 28 ἕτερα τούτοις colloc. AG1 29 τι] τοι G 30 ἴστω κτλ.] Hom. ἑ 184 31 ἔστω] ἐκκείσθω M 32. 33 τὸ δὲ ὅμ ἀξιώματι om. Α 34 ὡς ὡραΐζετ κτλ.] Menandri frg. 855 (Com. Att. fr. III p. 228 ed. Kock) ἐν τοῖς βίοις Ma: πρὸς τοὺς βίους Schol. Theocr. 35. p. 3,1 ἀποδεικτικῷ G1)
- ὡς ὡραΐζεται ἡ τύχη εἰς τοὺς βίους,
ὅπερ ἐναργῶς ταὐτὸν ὂν τυγχάνει τῷ ἐρωτηματικῷ, πλὴν ὅτι προτίθησι τὴν πρόφασιν τῆς ἐρωτήσεως.
- Δάος πάρεστι· τί ποτ’ ἀπαγγελῶν ἄρα;
Πἀλιν δὲ τοῦ ἀποφαντικοῦ λόγου δύο ὄντων εἰδῶν καὶ τοῦ μὲν κολουμένου κατηγο|πρικοῦ τοῦ δὲ ὑποθετικοῦ, κατηγορικοῦ μὲν τοῦ σ·ημαίνοντος [*](4v) τί τίνι ὑπάρχει ἢ οὐχ ὑπάρχει, ὡς ὅταν εἴπωμεν ‘Σωκράτης περιπατεῖ, Σωκράτης οὐ περιπατεῖ᾿ κατηγοροῦμεν γὰρ τὸ περιπατεῖν τοῦ Σωκράτους ποτὲ μὲν καταφατικῶς ποτὲ δὲ ἀποφατικῶς) ὑποθετικοῦ δὲ τοῦ σημαί- νοντος τίνος ὄντος τί ἐστιν ἢ οὐκ ἔστιν, ἢ τίνος μὴ ὄντος τί ἐστιν ἡ οὐκ ἔστιν, ὡς ὅταν εἴπωμεν ‘εἰ ἄνθρωπός ἐστι, καὶ ζῷόν ἐστιν, εἰ ἄνθρωπός ἐστι, λίθος οὐκ ἔστιν, εἰ μὴ ἔστιν ἡμέρα, νύξ ἐστιν, εἰ μὴ ἔστιν ἡμέρα, οὐκ ἔστιν ἥλιος ὑπὲρ γῆν’, τὸ κατηγορικὸν ἡμῖν μόνον εἶδος τοῦ ἀποφαντικοῦ λόγου παραδίδωσιν ὁ Ἀριστοτέλης ὡς αὐτοτελὲς καὶ χρήσιμον πρὸς τὰς ἀποδείξεις, τὸ δέ γε ὑποθετικὸν ὡς ἐλλιπὲς ὂν καὶ δεόμενον πάντως, τῆς διὰ τοῦ κατηγορικοῦ τελειότητος οὐδαμοῦ προηγουμένης ἀξιώσει σπουδῆς. οἱ γὰρ ὑποθετικοὶ συλλογισμοὶ τὴν καλουμένην μετάληψιν ἤτοι πρόσληψιν ἀναποδείκτως λαμβάνοντες ἐνίοτε δὲ καὶ τὸ συνημμένον ἢ τὸ διεζευγμένον λόγου δεόμενον ἐξ ὑποθέσεως ἔσχον τὴν πίστιν, ἥτις αὐτῶν τὰς πρώτας ὑποθέσεις παραδέχοιτο. πρὸς οὖν τὴν τῶν ὑποθέσεων τούτων κατασκευὴν εἰ μὲν ἑτέρῳ τις ὑποθετικῷ χρῷτο συλλογισμῷ, δεήσει πάλιν ἑτέρας αὐτῷ κατασκευῆς πρὸς τὴν πίστιν τῶν ἐν αὐτῷ ὑποθέσεων καὶ πρὸς ἐκείνην ἑτέρας, καὶ τοῦτο εἰς ἄπειρον, εἰ δι’ ὑποθέσεων ἐθέλοι τὰς ὑποθέσεις κρατύνειν. εἰ δέ γε μέλλει τελεία καὶ ἀπροσδεὴς ἡ ἀπόδειξις γίνεσθαι, δῆλον ὅτι κατηγορικοῦ συλλογισμοῦ | χρεία τοῦ δίχα τινὸς ὑποθέσεως [*](5r) ἐπαγγελλομένου τὸ προκείμενον δεικνύναι. διὸ καὶ τοὺς μὲν κατη- γορικοὺς ἁπλῶς οὕτως ὀνομάζομεν συλλογισμούς, τοὺς δὲ ὑποθετικοὺς τὸ μὲν ὅλον τοῦτο ἐξ ὑποθέσεως συλλογισμούς, ἀπλῶς δ’ οὐκέτι πρὸς τῷ καὶ ἄλλως τὰς ὑποθετικὰς ἀποφάνσεις ἐκ τῶν κατηγορικῶν τὴν γένεσιν ἔχειν· ἄλλης γὰρ πρὸς ἄλλην κατηγορικῆς προτάσεως ἢ ἀκολουθίαν ἢ διάἐπαπορρητικόν [*](3 F 4 Δάος πάρεστι κτλ.] cf. Com. Att. fr. Ill p. 460 (Kock) ἀπαγγελῶν Kock: ἀγγελῶν AMa: ἀγγέλλων FG 5 προτίθησι G1: προστίθησι AFG2Ma G πρόφασιν] πρότασιν Fa 8 δὲ ὑποθετ.—μὲν τοῦ suppl. G2 10 κατηγοροῦσι μὲν γὰρ Α 12. 13 ἢ τίνος—οὐκ ἔστιν suppl. G2 τί ἔστιν ἡ οὐκ έστιν (altero loco) AGF: τί οὐκ ἔστιν ἡ τί ἔστιν Ma 13 εἴπωμεν οἶον G καὶ θὼ. G 15 ὁ ἥλιος Ma ante κατηγορικὸν supra scr. δὲ G2 16 ἀποδίδωσιν G πρὸς] εἰς G 17 ἀποδείξεις] δείξεις AG γε cm. M 18. 19 προηγ.—σπουδῆς suppl. ’ 18 προηγουμένως AGa ἀξιοίη Fa 19 σπουδῆς M: studio vers, lat.: τιμῆς AFGa οἱ] εἰ F 21 ante λόγου add. καὶ FGa ἔχουσι GM: ἔχον a ἥτις AF2Ga: εἴ τις F1M 22 οὖν om. G 23 ἑτέρως FMa χρῶτο ὑποθ. colloc. Α 25 θέλοι AG 26 κρατεῖν F μέλλοι F 28 μὲν suppl. G2 30 ἐξ ὑποθέσεων AG 31 ὐποθετ.] ἀποφατικὰς G1)
Ἔστιν οὖν ἡ πρόθεσις τῆς προκειμένης πραγματείας, ὡς συνελόντι φάναι, διαλεχθῆναι περὶ τῆς πρώτης συνθέσεως τῶν ἁπλῶν φωνῶν τῆς κατὰ τὸ κατηγορικὸν εἶδος τοῦ ἀποφαντικοῦ λόγου γινομένης. λέγω δὲ τὸ πρώτης, διότι καὶ τοὺς συλλογισμοὺς ἡ σύνθεσις τῶν ἁπλῶν ἐργάζεται φωνῶν, οὐ μέντοι ἡ πρώτη, ἀλλ’ ἡ διὰ τῆς συμπλοκῆς τῶν κατὰ τὴν πρώτην σύνθεσιν γεγονότων λόγων ἀποτελουμένη. διὸ τοὺς ἁπλοῦς τούτους λόγους κατὰ μὲν τήνδε τὴν πραγματείαν αὐτούς καθ’ αὑτοὺς θεωρῶν ὡς ἀποφάνσεις μόνον ἐπισκέψεται, καὶ οὐχ ὡς προτάσεις, ἐν δὲ τοῖς Ἀναλυτικοῖς ὡς μέρη τῶν συλλογισμῶν παραλαμβάνων ἅμα καὶ ὡς προτάσεις εἰκότως ἀξιώσει σκοπεῖν· ὡς γὰρ προτεινομένους αὐτοὺς ὑπὸ τῶν συλλογίσασθαί τι βουλομένων τοῖς κοινωνοῖς | τῶν λόγων οὕτως οἱ παλαιοὶ προτάσεις [*](5v) ἐπονομάζουσιν.
Αὐτόθεν δὲ ἡμῖν ἐκ τῶν εἰρημένων καὶ ἡ τάξις ἀναφαίνεται τοῦ βιβλίου· εἰ γὰρ μέσην ἔχουσι τάξιν οἱ ἁπλοῖ λόγοι τῶν τε ἁπλῶν φωνῶν καὶ τῶν συλλογισμῶν, παραδιδόασι δὲ τὴν μὲν περὶ τῶν ἁπλῶν φωνῶν θεωρίαν αἱ Κατηγορίαι τὴν δὲ περὶ τῶν ἁπλῶν λόγων τὸ προκείμενον βιβλίον τὴν δὲ περὶ τῶν συλλογισμῶν τὰ Ἀναλυτικά, δῆλον ὅτι μέσην ἄν ἔχοι τάξιν τῶν τε Κατηγοριῶν καὶ τῶν Ἀναλυτικῶν, ἑπόμενον μὲν ταῖς Κατηγορίαις προηγούμενον δὲ τῶν τε Ἀναλυτικῶν̓ καὶ τῶν ἄλλων πάντων τῆς λογικῆς πραγματείας συγγραμμάτων.
Ὅτι δὲ χρήσιμον τὸ προκείμενον βιβλίον πρὸς τὴν λογικὴν ταύτην πραγματείαν, αὕτη δὲ πρὸς πᾶσαν φιλοσοφίαν, ἐναργὲς ἐκ τῶν εἰρημένων.
Ἐπὶ τούτοις οὖν τῆς ἐπιγραφῆς τὸ αἴτιον ἐπισκεπτόμενοι λέγομεν τί ποτε ἄρα καλῶν ὁ Ἀριστοτέλης ἑρμηνείαν οὕτως ἐπέγραψε τὸ βιβλίον Περὶ ἑρμηνείας· οὐ γὰρ δὴ καὶ αὐτὸς καθάπερ ὁ Δημήτριος ὁ τὸ περὶ τῆς λογογραφικῆς ἰδέας βιβλίον συγγράψας καὶ οὗτος αὐτὸ ἐπιγράψας Περὶ ἑρμηνείας ἀξιοῖ καλεῖν ἑρμηνείαν τὴν λογογραφικὴν ἰδέαν, ὡς δὴ περὶ [*](1 σημαίνει G1 συνδεούσας G 2 προσαγορευομένῳ συνδέσμῳ suppl. g2 δοκεῖ Α 3 τὸν κατηγορικὸν εἶδος in lac. suppl. m2) G 7 τὸ (alt.)] τῆς G 10 ἀποτελουμένης F τούτους om. G 13 ἅμα—προτάσεις suppl. G2 14 ὡς γὰρ—ἐπονομάζουσιν (16) om. M (fort, recte, cf. p. 2,8) 14. 15 συλλ.—βουλομένων suppl. G2 15 κοινωνοῖς] κοινωνικοῖς Α: κοινωνοῦσι G 17 ἀναφανήσεται M 18 τὴν τάξιν G τε suppl. ’ 19 παραδιδ.—συλουισμῶν (21) om. F περὶ in mrg. suppl. Α post ἁπλῶν add. μὲν M 20 τὴν δὲ περὶ τὴν τῶν τὴν δὲ supra scr.) G 21 ἄν ante ὅτι colloc. G 22 ἔχοι conexi: ἔχη libri τε supp. G2 κατηγορικῶν G1 23 τε om. G 25 δὲ] μὲν οὖν M πρὸς] εἰς G 27 οὖν om. G τῆς ἐπιγρ. τὸ αἴτιον] τίς ἡ ἐπιγραφὴ καὶ τί τὸ αἴτιον αὐτῆς G malim λέγωμεν 28 ὁ om. Α 29 Δημήτριος] cf. Diog. L. V 84 ὁ (post Δημήτριος) M: om. AFGa τῆς om. FMa 30.31 καὶ οὕτως (sic)—καλεῖν post ἰδέαν collow. (num. supeiscr. corn) A: οὗτος καὶ om.)—καλεῖν post ἰδέν colloc. G 30 οὕτως M)
Πρὸς δὲ τὸ γνήσιον εἶναι τοῦ φιλοσόφου τὸ βιβλίον οὐδεὶς ἠξίωσε περὶ τὰ συγγράμματα τοὐ Ἀριστοτέλους ἐσπου|δακότων ἀμφιβαλεῖν [*](6v) τῶν (??) εἴς τε τὸ πιθανὸν ἀποβλέπων τῆς ἀπαγγελίας καὶ εἰς τὴν ἔντεχνον καὶ τῷ φιλοσόφῳ συνήθη τῶν ἐν αὐτῷ παραδιδομένων θεωρημάτων διάθεσιν καὶ τὴν πρὸς τὰς ἄλλας αὐτοῦ πραγματείας ὁμολογίαν, πλὴν Ἀνδρονίκου τοῦ Ῥοδίου, ὃς ἑνδέκατος μὲν ἦν ἀπὸ τοῦ Ἀριστοτέλους, ἀκούσας δὲ αὐτοῦ καλοῦντος ἐν τοῖς προοιμίοις τοῦδε τοῦ βιβλίου τὰ νοήματα παθήματα τῆς ψυχῆς καὶ προστιθέντος ‘ὡς περὶ τούτων εἴρηται ἐν τοῖς Περὶ ψυχῆς,’ διὰ [*](3 τὰς καὶ] ἅς καὶ F: καὶ G λεγομένας] καλουμένας M 4 αἴσθ. φαντ. coll. FM: φαντ. καὶ αἴσθ. a φαντασίαν om. Ct 6 θυμὸν καὶ καὶ GMa ante τὰ μὲν add. καὶ G2 7 παρὰ τὸ] περὶ τὸν AFMa 11 ἐφιεμ. τυχεῖν colloc. ἐφιεμένου G 12 ὥσπερ] ὡς εἰ (?) Α 12. 13 ἡ τινος—ταύτης suppl. G2 12 παρ’ αὐτοῦ πράξεως] παρ’ αὐτῶ ὑπάρξεως Α: παρ’ αὐτὸ ὑπάρξεως F 15 ἐν suppl. G2 16 ἢ] τε καὶ M 18. 19 τῆς ψυχῆς τήν γν. colloc. Α 19. 20 οῡν—βιβλίου suppl. G2 19 καὶ αὐτὸς καθάπερ ἐν G ἐν τοῖς προοιμίοις] p. 17a4 ἐρεῖ ante αὐτὸς colloc. M 20 post μὲν add. οὖν M καὶ γὰρ καὶ Α 22 περὶ ἑρμ. τὸ βιβλίον colloc. M ἢ (ante οὕτως)] εἰ F 25 ἀμφιβάλλει AG 26 ἀπαγγελ. G2: ἐπαγγελ. AFG1Ma post ἔντεχνον add. καὶ καὶ κεκομψευμένην Fa 27 παραδεδομένων GM διάθεσιν om. M 28 πρὸς] εἰς AG ante ὁμολογίαν add. . . . σιν Α 30 ἐν τοῖς προοιμίοις] p. 16a3 sq. τούτου M 31 προστιθέντος] p. 16a8)
Λοιπὸν οὖν ἡμῖν τῶν ἐξ ἀρχῆς προτεθέντων τὸ παραδοῦναι τὴν εἰς τὰ κεφάλαια τοῦδε τοῦ βιβλίου διαίρεσιν. εἰς τέσσαρα τοίνυν ἐναργῶς αὐτοῦ τμήματα διαιρουμένου τὸ μὲν πρῶτόν ἐστι περὶ τῶν ἀρχῶν τοῦ ἀποφαντικοῦ λόγου. καλῶ δὲ ἀρχὰς τοῦ ἀποφαντικοῦ λόγου τὰ συμβαλλόμενα πρὸς τὴν τούτου διδασκαλίαν, ὥσπερ ἀρχὰς ἂν εἴποις γεωμετρίας τούς τε ὅρους καὶ τὰ αἰτήματα καὶ τὰς κα|λουμένας κοινὰς ἐννοίας, ἅπερ 8r ὁ Ἀριστοτέλης ἐν ταῖς Κατηγορίαις στοιχεῖα τῶν διαγραμμάτων προσαγορεύειν ἠξίωσεν. ἐπεὶ τοίνυν ἐν τῇ διδασκαλίᾳ τῶν προτάσεων καλέσει τί ὄνομα καὶ τί ῥῆμα καὶ κατάφασιν καὶ ἀπόφασιν καὶ ἀπόφανσιν καὶ ἀνατίφασιν, εἰκότως πρὶν εἰπεῖν τι περὶ προτάσεων παραδίδωσιν ἡμῖν τί ἕκαστον τούτων τῶν ὀνομάτων σημαίνει· καὶ γὰρ ἦν ἀκόλουθον γνώριμα πρότερον αὐτὰ ποιήσαντα τοῖς εἰσαγομένοις οὕτω πρὸς τὴν τῶν προκειμένων διδασκολίαν παραβαλεῖν. τοῦτο οὖν ἐστι τὸ πρῶτον τοῦ βιβλίου κεφάλαιον τὸ περὶ τῶν εἰρημένων ἀρχῶν τοῦ ἀποφαντικοῦ λόγου διαλεγόμενον. τὰ δὲ τρία τὰ ἐφεξῆς αὐτὰς ἡμῖν παραδιδόασι λοιπὸν τὰς προτάσεις. ἀλλ’ ἐπειδὴ τῶν προτάσεων αἱ μὲν ἐκ δύο μόνων ἁπλῶν φωνῶν συμπλεκομένων ἀποτελοῦνται, τῆς μὲν ὑποκειμένης τῆς δὲ κατηγορουμένης, ὡς ὅταν εἴπω ‘Σωκράτης περιπατεῖ᾿ (ἐνταῦθα γὰρ τὸ μὲν Σωκράτης ὑποκείμενος ὅρος τὸ δὲ περιπατεῖ κατηγορούμενος, διότι ἐν παντὶ κατηγορικῷ λόγῳ τὸ μέν ἐστι περὶ οὗ ὁ λόγος τὸ δὲ περὶ ἐκείνου λεγόμενον, καὶ τὸ μὲν περὶ [*](1 ψυχῆς ἡμῶν colloc. Α post, νόησιν add. λέγειν AMa: λέγων corr. Brand. γένοιτο G 2 πάθη AGa οὐ (prius)] καὶ (I 6 ὥσπερ] au ὥστε? ἀμιγῆ corr. G2 7 χωριστὸν] χωρὶς M πάντα G τοῦτον μὲν (sed μὲν del.) F 9 ἐλέγομεν] p. 6, .3 9. 10 τὴν αἰτίαν ζητῶν colloc. M 11 φθαρτὸν] φθαρτικὸν M 12 ἀποφαίνεται om. AG (fort, recte) 13. 14 τὸ βιβλίον suppl. G2 15 τὸ] τοῦ Fa 16 τοῦδε om. M 17 διηρημένου M 21 ταῖς om. AFG Κατηγορίαις] p. 14a39 23 τί om. Α καὶ ἀπόφανσιν om. M 26 διδ. τῶν προκ. colloc. AG 27 παραλαβεῖν F1 30 μόνον Α 31 ὅταν] ὅτε G1 32 ὅρος supra scr. Α 32. 33 λέγεται] εἴη G Μ καὶ τὸ μὲν om. G)
Τούτων οὖν προειλημμένων ὥρα λοιπὸν ἡμῖν ἐπὶ τὴν ἐξήγησιν τῆς λέξεως χωρεῖν, ἣν συνεστραμμένην οὖσαν ἐμφάσεως τε καὶ πολυνοίας γέμουσαν καὶ ὑπὸ βραχείας παραλλαγῆς | ἅπαν ἐνίοτε τὸ νόημα ἐξαλλάττουσαν καὶ ἐν [*](9r) πολλοῖς τῶν ἀντιγράφων ἤδη τοῦτο πεπονθυῖαν ἅπασαν ἑξῆς ἐδοκιμάσαμεν παραθέσθαι πρὸς διάγνωσιν τῆς ἀκριβεστέρας εἶναι δοκούσης ἐκδόσεως.
p. 16a1 Πρῶτον θέσθαι, τί ὄνομα καὶ ῥῆμα.
Πρόκειται μέν, ὡς ἐλέγομεν, τῷ Ἀριστοτέλει παραδοῦναι ἡμῖν τὴν διδασκαλίαν τοῦ ἀποφαντικοῦ λόγου· ἐπεὶ δὲ πᾶσα ἀπόφανσις ἐξ ὀνομάτων [*](1 ὑποκείμενον δὲ Fa 2 κατ’ αὐτὰς Gr 3 τὸ suppl. G2 κατηγ. δὲ λέγεται Fa ἀγορ.] κατηγορύμενον κατηγορούμενον G1 4 ὥσπερ] ὅπερ M 5 μόνου] ἀγώνου (sic) G 7 ὑποκείμενον] κατηγορούμενον G1 10 τὸ ἐνδεχόμενον suppl. G2 καλὸς F2a 11 σαφῶς F1G1M: σοφῶς AG2: σοφὸς F2a δίκαιος F2a 12 σαφῶς F1M: σοφῶς AF2Ga 13 ἀλλήλοις] ἄλλοις G μὲν] δὲ Fa 18 καὶ τρίτου προσκατηγορουμένου om. F τρίτον G 20. 21 θαρρήσας] θελήσας G 21 ἀντιφάσεις τούτων colloc. Α ἀντιφ.] scribas ἀποφάνσεις post πραγμ. add. βραχύ FMa 23 πρόβλημα παρὰ ταῦτα colloc. Α ὃ οἰκεῖον G 24 ἐξήγησιν] διήγησιν G1 25 χωρεῖν ἀρχή G ἣν—ἐκδόσεως (28) om. AG 29 ante lemma add. Ἀριστοτέλους περὶ ἑρμηνείας ἤγουν τοῦ ἀποφαντικοῦ λόγου τοῦ ἑρμηνεύοντος τὴν γνωστικὴν τῆς ψυχῆς δύναμιν. τμῆμα πρῶτον. ἀμμωνίου τοῦ ἑρμείου ἐξήγησις εἰς τοῦτο F δεῖ om. Fa 30 ἐλέγομεν] p. 2,22. 4,3 sq.)
᾿Απορήσειε δ’ ἄν τις διὰ τίνα αἰτίαν ἐν παντὶ τῷ βιβλίῳ τῶν Κατηγοριῶν περὶ ἁπλῶν φωνῶν πραγματευσάμενος ἐνταῦθα πάλιν περὶ ὀνόματος καί ῥήματος προτίθεται λέγειν, ὧν ἑκάτερον ἁπλῆ [*](3 δὴ] δὲ G: om. F πρεποδεστ. (ο ex ὢ corr.) F 5 πρἡλειπται post μὲν add. θεωρίαν Α καὶ om. M 6 σημαίνει FMa 7 τε cm. G 8 θέσεις πολλάκις coUoc. FMa 9 μέγεθος] πλῆθος M 10 ποιήσει FGa 12 μηδαμῶς] μηδενὸς M Ι2. 13 τὸ ὃν εἶναι colloc. G 13 παρμηνίδει F: παρμηνίδης λέγειν AGM post ὁμολογίας add. ἤτοι προτάσεις Ma: ἤτοι πρότασιν Α ὡς δὴ] διὸ AM 14 ante ἀναθέσθαι add. τὸ λεγόμενον παρὰ τοῖς κοινοῖς ἀλληλουία Fa post λέγομεν add. καὶ Fa ἀναπαλαῖσθαι M 15 λεγόμενα] καλούμενα Fa πλευστέον] πιαστέον (sic) F: πιστευτέον a 17 αἱ om. G κατ’ οὐσίαν] κυρίως (superscr. οὐσιωδῶς) F: οὐσιωδῶς a 18 ὄντων] ὅρων Α 18. 19 σημανοῦσιν Α 19. 20 καὶ ἔτι—ἀποδεικτικῶν (24) om. G 20 ἁπάσας ἁπλῶς colloc. AM 23. 24 ἐν τῷ πρώτῳ . . τῶν Ἀποδ.] p. 72a15 24 μὲν οὖν G καὶ om. M 26 διορίσασθαι FGa αὐτῶ] αὐτὸ AG 27 τοῦ τί ἐστι G: τουτέστι AFMa τὸν om. Fa προφανέντα F 28 τῶ om. G 30 ὀνομάτων καὶ ῥημάτων FGa)
Διὰ τί δέ, φαίη τις ἄν, πλειόνων ὄντων τῶν παρὰ τοῖς γραμματικοῖς λεγομένων τοῦ λόγου μερῶν μόνα ταῦτα νῦν παραδίδοται ἡμῖν, τό τε ὄνομα καὶ τὸ ῥῆμα; διότι, φήσομεν, ταῦτα μόνα δίχα τῶν ἄλλων δύναται ποιεῖν ἀποφαντικὸν λόγον, ὡς ὅταν εἴπωμεν ‘ἄνθρωπος ὑγιαίνει᾿. περὶ τούτων οὖν μόνων ὁ Ἀριστοτέλης ἐν τούτοις ποιεῖται τὴν σκέψιν, ἃ ἐξ ἀνάγκης ἐν παντὶ ἀποφαντικῷ λόγῳ παραλαμβάνεται καὶ ἀρκεῖ πρὸς τὴν γένεσιν τῆς ἁπλῆς ἀποφάνσεως.
Ἐπιστήσαι δὲ ἄξιον ὅτι τῶν θρυλλουμένων ὀκτὼ τοῦ λόγου μερῶν τὰ μέν ἐστι σημαντικὰ φύσεων τινων ἢ ἁπλῶς προσώπων ἢ ἐνεργειῶν ἢ παθῶν ἤ τινος τούτων συμπλοκῆς, καθάπερ ὄνομά τε καὶ ἀντωνυμία καὶ ῥῆμα καὶ μετοχή, ἅπερ καὶ μόνα δύναται ἀρκέσαι πρὸς ἀποφαντικοῦ λόγου γένεσιν, ὡς ὅταν εἴπωμεν ‘Σωκράτης περιπατεῖ᾿ ἢ ‘ἐγὼ περιπατῶ’ ἢ ‘ὁ ὁ τρέχων περιπατεῖ’ ἢ ‘ὁ ὁ Σωκράτης τρέχων ἕστο, τοῦ μὲν ὡς ὑποκειμένου τοῦ δὲ ὡς κατηγορουμένου λαμβανομένου, τὰ δὲ | ταῦτα μὲν οὐ [*](11r) σημαίνουσι, σχέσιν δέ τινα τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον δηλοῦσιν, ὥσπερ τὰ πλεῖστα τῶν ἐπιρρημάτων· ἢ γὰρ ὅπως ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ ἢ πότε ἢ ποῦ ἢ ποσάκις, εἴτε ὡρισμένως εἴτε ἀορίστως, ἢ κατὰ ποίαν πρὸς ἕτερον τάξιν, οἷον ὅτι ὅδε ἑξῆς τῷδε τρέχει ἢ χωρὶς τοῦδε οἰκεῖ, ἢ τίνι παραπλησίως ἡ τίνος μᾶλλον ἢ ἧττον ἡ καὶ ὅτι μετ’ ἐπιτάσεως ὑπάρχει ἢ καὶ ὅπως ἡμεῖς ὑπάρχειν αὐτὸ ἢ μὴ ὑπάρχειν δοξάζομεν, ἢ ὡς εἰκάζοντες ἢ ὡς διαβεβαιούμενοι, ἢ καὶ ὅπως διακείμεθα πρὸς τὸ πρᾶγμα, περὶ οὗ ἀποφαινόμεθα, ἢ ὡς σχετλιάζοντες ἢ ὡς θαυμάζοντες ἢ καὶ τὴν ἀπόφανσιν ἐπισφραγιζόμενοι τῇ μαρτυρίᾳ τοῦ κρείττονος, ἡ καὶ ὅτι λυσιτελὲς ἡμῖν τὸ αἱρεῖσθαι τὸ κατηγορούμενον δηλοῦντες ὡς ἐπὶ τῶν θετικῶν λεγομένων ἐπιρρημαάτων, ἢ καὶ ἀνεπιτάτως τὴν κατ’ αὐτὸ τὸ ἀκρότατον ἀγαθὸν χαρακτηριζομένην τῆς ψυχῆς διάθεσιν ἀνευφημοῦντες ὡς ἐπὶ τῶν ἐνθουσιαστικῶν ἐπιρρημάτων ἐν τῷ εὖ εἶναι τοὺς κατόχους σημαινόντων, ἢ καὶ τὴν ῥηθεῖσαν παρ’ ἑτέρων ἀπόφανσιν οἰκειούμενοι διὰ τῆς συγκαταθέσεως ἢ ἀποσειόμενοι διὰ τῆς ἀρνήσεως ἢ ἀποφάσεως· λέγω δὲ σημαίνειν τὸ μὲν ὅπως ὑπάρχει, τά τε τῆς μεσότητος καὶ τὰ τῆς ποιότητος σημαντικὰ ἐπιρρήματα, οἷον ‘Σωκράτης καλῶς διαλέγεται’ ‘ὁ Μελάνθιος τὸν Ὀδυσσέα [*](1 ἄν τις colloc. Α 2 νῦν om. M 3 μόνα ταῦτα colloc. ’M 3. 4 πάντων FGa 4 δύνανται F μόνον AGF 6 λόγω ἀποφαντ. colloc. FGa 8 ὀκτὼ om. Α 11 καὶ (ante μετοχή) om. Α δύνανται FMa 12 εἴπω AG 13 ὁ τρέχων] ἄνθρωποι οὐ in rarg. M2 16 ὅπως] ὁπωσοῦν Ga 18 ἢ] εἴτε F ὅδε om. G τῶδε A: τόδε F: τοῦδε GMa 19 τρέχω G 20 καὶ ὅτι om. G1 ὅτι καὶ suppl. G2) 21 ἡ μὴ ὑπάρξειν Α: om. G ἢ (alt.)] καὶ G1 23 καὶ] κατὰ A ἀπόφασιν AFa: compend. G 24. 25 τὸ κὰτ. τὸ αἱρ. colloc. A 26 ἀνεπιστάτως AM 27 τὴν διάθεσιν G 28 εἶναι τοὺς κὰτ. ἐν τῶ εὑ colloc. G εὖ] πρώτω ’: om. F εὖ εἶναι] an εὖα? καὶ] κατὰ Fa 29 ἀπό- φασιν AF 30 ἀποφάνσεως Fa λέγω δὲ suppl. G2 31 τά (ante τε)] τὴν G1 τε om. FGa μεσότ.] ποιότ. (supra scr. β, sed postea iterum ποιότ ) G τὰ (post καὶ)] τὴν G)
Τὰ μὲν οὖν φύσεων ἢ προσώπων ἢ ἐνεργειῶν ἢ παθῶν ἢ ποιᾶς συμπλοκῆς προσώπου πρὸς ἐνέργειαν ἢ πάθος σημαντικὰ πάντα ὁ Ἀριστοτέλης τέλης εἰς ὀνόματα διαιρεῖ καὶ ῥήματα, τὰ μὲν κατὰ χρόνον λεγόμενα ἢ κατηγορούμενα ἐν ταῖς προτάσεσι ῥήματα καλῶν, τὰ δὲ ἄνευ χρόνου λεγόμενα ἢ τὴν χρείαν συμπληροῦντα τῶν ὑποκειμένων ὀνόματα· τὰ δέ γε ἐν μηδετέρᾳ τούτων χώρᾳ παραλαμβανόμενα, κἂν ἄλλως προσκέωνται ταῖς προτάσεσι, τὸ ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἢ πότε ἢ πῶς ἢ πασάκις ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ σημαίνοντα ἤ τινα ἄλλην αὐτῶν πρὸς | ἄλληλα σχέσιν, οὐδὲ κυρίως ἀξιοῖ μέρη τοῦ λόγου καλεῖν· [*](12r) ὥσπερ γὰρ τῆς νεὼς αἱ μέν σανίδες εἰσὶ τὰ κυρίως μέρη, γόμφοι δὲ καὶ λίνον καὶ πίττα συνδέσεως αὐτῶν καὶ τῆς τοῦ ὅλου ἑνώσεως ἕνεκα παρα- λαμβάνονται, τὸν αὐτὸν τρόπον κἀν τῷ λόγῳ σύνδεσμοι καὶ ἄρθρα καὶ προθέσεις καὶ αὐτὰ τὰ ἐπιρρήματα γόμφων τινῶν χρείαν ἀποπληροῦσι, μέρη δὲ οὐκ ἂν λέγοιντο δικαίως, ἅ γε μὴ δύνανται συντεθέντα καθ’ ἑαυτὰ τέλειον ἐργάσασθαι λόγον. λόγου μὲν οὖν ταῦτα οὐ μέρη, λέξεως [*](1 βροτρυδὀν Α 1. 2 ἀθρόως (utrobique) Α1 2 τοῖς om. G 3 ταῦτα] αὐτὰ AM 4 γὰρ om. F 5 καὶ post τοῖς (6) colloc. AG: om. M 6 ἐφιστάνειν FGa ὑφ’] ἐφ’ Α ἑκάστης G δηλού- in ras. Α: λεγόμενα G 8 συμβαλέσθαι G 9 ἀποφάσεων A1FGa 10 τὰ χρήσιμα Α ἀπόφανσιν G: ἀπόφασιν AFMa ἀλλὰ καὶ FGa ἄττα om. FG 11 εὐκτικόν] τῆς εὐχῆς Fa 12 ἡ τῆς] ἤτοι Fa 13 τοῦ λόγου μέρη λεγ. M: τοῦ λόγου λεγ. μέρη Α: λεγ. μέρη τοῦ λόγου F: λεγ. τοῦ λόγου μέρη Ga 14 ἐστιν] εἰσιν FGMa 16 ἢ (ante προσώπων)] καὶ FGa 17 ante ἐνἐρ. add. τὴν G2 πάθος Brand.: πάθους AFGMa 20 συμπληροῦντα Α: πληροῦντα FGMa 21 ἐν om. G μηδετέραις τούτων FG2M: μηδετέραις χώραις τούτων G1a κἀν] καὶ G 22 τὸ] τοῦ Α 23 ἄλλην om. Α 24 μέρη λόγου Α: λόγου μέρη G 26 λίνον GM: λίνος AF: λίνος a ἕνεκα ἑνώ- σεως colloc. F 27 κἀν] κἀν Α: καὶ FGMa 28 τινῶν] τινὰ M συμπληροῦσι G: ἀναπληροῦσι M post ἀποπλ. add. τῶ λόγω AM 29 λέγοιτο Fa: λέγοντο G1 δύναται G 30 τέλειον] πλείω FGa)
Διαφέρει δὲ ὁ λόγος τῆς λέξεως, ὅτι ὁ μέν ἐστι πλήρωμα προηγου- μένως τῶν σημαινουσῶν τὰ πράγματα φωνῶν, ἡ δὲ πασῶν ἀπλῶς τῶν παραλαμβανομένων πρὸς τὴν διάλεκτον. ἔχεις δὲ τοῦ λόγου τὴν πρὸς τὴν λέξιν διαφορὰν καὶ ὑπὸ Πλάτωνος ἐν τῷ τρίτῳ τῆς Πολιτείας παρα- δεδομένην, ἐν οἷς φησι “τὸ τὰ μὲν δὴ λόγων πέρι ἐχέτω τέλος, τὸ δὲ λέξεως μετὰ τοῦτο σκεπτέον, καὶ ἡμῖν ἅ τε λεκτέον καὶ ὡς λεκτέον παντελῶς ἐσκεμμένον ἔσται’’. δι’ ὧν δῆλός ἐστι λόγον μὲν τὴν διάνοιαν καλῶν, λέξιν δὲ τὴν ἀπαγγελίαν, εἴτε διὰ τῶν ἀναγκαιοτάτων γίνοιτο μερῶν, ὀνόματός τε καὶ ῥήματος, καθ’ ἣν ὁ | ἐν προφορᾷ καὶ ἰδίως λεγόμενος θεωρεῖται [*](12v) λόγος, εἴτε καὶ τὰ λοιπὰ μέρη παραλαμβάνοι τοῦ κοινότερον λεγο- μένου λόγου, ταὐτὸν δὲ εἰπεῖν, τῆς πρὸς κάλλος ἤδη καὶ ποιὰν σύνταξιν ἀποβλεπούσης ἑρμηνείας.
Τῷ μὲν οὖν ἀπὸ ἰῆς Ἀφροδισιάδος ἐξηγητῇ δοκεῖ καὶ τὰ ἐριρρήματα ὀνόματα εἶναι, καθάπερ καὶ τὰς ἀντωνυμίας καὶ τὴν καλουμένην παρὰ τοῖς γραμματικοῖς προσηγορίαν. οὐ μέντοι φαίνεται τοῦτο λόγον τινὰ ἔχειν, διότι τὰ μὲν τῶν ἐπιρρημάτων οὐδ’ ἂν ὑποπτευθεῖεν ὀνόματα εἶναι, οἷον τὰ τῆς συγκαταθέσεως ἢ τῆς ἀρνήσεως ἢ τῆς ἀπαγορεύσεως ἢ τὰ προταττόμενα τῶν ὅρκων καὶ πλεῖστα ἕτερα, τὰ δὲ τῷ μὲν παρῆχθαι ἀπό τινων ὀνομάτων ἔδοξεν αὐτῷ τὴν αὐτὴν ἔχειν τοῖς ὀνόμασι δύναμιν, οἷον τὸ καλῶς καὶ τὸ σαφῶς ἀπὸ τοὐ καλοῦ καὶ τοῦ σαφοῦς, καθάπερ καὶ τὸ δικαίως ἀπὸ τῆς δικαιοσύνης. εἰ δὲ τοῦτο οὕτως ἔχοι, τὸ γαμητέον καὶ τὸ πλευστέον ῥήματα προσαγορεύσομεν, ἀλλ’ οὐκ ὀνόματα, ὡς ἐκ τοῦ δεῖν γαμεῖν ἢ πλεῖν γεγονότα. οὐ μὴν εὔλογον ἢ ταῦτα ῥήματα ἢ τὰ πρότερα ὀνόματα καλεῖν, ἐπεὶ μήτε ὑποκεῖσθαι κατηγορεῖσθαί τι τούτων ἐν ταῖς προτάσεσι δυνατόν, ὧν θάτερον ἀνάγκη πάσχειν τό τε ὄνομα καὶ τὸ ῥῆμα· τὸ μὲν γὰρ ‘σαφὲς᾿ ὄνομα κατηγορούμενον εὑρήσεις [*](1 περὶ ποιητικῆς] περὶ ποιητικοῖς F (cf. C. 20 p. 1456 b 20) 4 ἀνεχομένων M 9 πρὸς (ante τὴν] εἰς FGa διάλεκτον] διαλεκτικήν FMa τὴν (ante πρὸς) om. AFG 9. 10 πρὸς τὴν λέξιν] πρὸς τὴν κατὰ τὴν λέξιν Α: πρὸς τὴν διάλεξιν G1: πρὸς τὸ κατὰ τὴν λέξιν M 10 ἐν τῷ τρίτῳ τῆς Πολιτείας] p. 392 C 10. 11 παραδιδο- μένην Α 11 τὰ] τὸ Α: τῶ M λόγων Α: λόγου FGa: λόγω M παραδιδοται M τὸ δὲ] τὰ δὲ FMa 12 καὶ (ante ὡς) om. F 13 ἐσκεμμένον ἔστω M: ἐσκέψεται Plat. δῆλος] δὴ λόγος G1 14 ἀπαγγελίαν] ἀπολογίαν FG γένοιτο AM 15. 16 λόγος θεωρ. colloc. AM 16 παραλαμβάνει AF: περιλαμβάνοι M κοινοτέρου Α 17 δὲ suppl. G2 τῆς] τοῖς Α 19 οὖν om. F 20 καὶ (post καθάπερ) om. AGM 21 τοῦτο om. M 24 προσταττόμενα F1 27 ἔχοι M: ἔχει AFGa 28 τὸ om. AG προσαγορεύσομεν G2: προσαγορεύομεν AFG1Ma)
Διὸ πανταχοῦ συντίθεσθαι τὸν ἀποφαντικὸν λόγον φησὶν ἐξ ὀνόματος καὶ ῥήματος καὶ διαλύεσθαι εἰς ταῦτα, ὡς ἄν ταῦτα μόνα κυρίως μέρη λόγου προσαγορεύειν ἀξιῶν, τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι τῶν μὲν ἀμέσως κατά τινων κατηγορουμένων, μερῶν τότε τῶν προτάσεων γινομένων, ὡς ἐν ταῖς ‘Σωκράτης ἐστί’ ‘Σωκράτης οὐκ ἔστιν’, οὐ παρ’ ἔλαττον τῶν ὑποκειμένων, κειμένων, τῶν δὲ ἐν ταῖς ἐκ τρίτου προσκατηγορουμένου προτάσεσιν ἢ ταῖς μετὰ τρόπου παραλαμβανομένων, προστίθεσθαι τοῖς μέρεσι τῆς προτάσεως ἢ διαιρεῖσθαι ἤ τι τοιοῦτον ὑπομένειν λεγομένων, ὡς ἐν τοῖς προοιμίοις μαθησόμεθα τῶν Ἀναλυτικῶν̓. ὥστε τὸ μὲν μέρος τῆς ἀροφάνσεως ἢ ὄνομα πάντως | ἢ ῥῆμα εἶναι χρή, οὐ μέντοι τὸ ῥῆμα 13v πάντως ἐστὶ τῆς προτάσεως μέρος, ὅταν μὴ αὐτόθεν τοῦ ὑποκειμένου κατηγορῆται ὡς ἐνέργειαν ἢ πάθος ἢ ἀπλῶς ὕπαρξιν ἢ ἀνυπαρξίαν τοῦ ὑποκειμένου σημῆναι ὀφεῖλον, ἀλλ’ ἕνεκα τοῦ συναρμόσαι τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ παραλαμβάνηται. ὅτι δὲ ταῦτα ὀρθῶς λέγομεν, δῆλον καὶ ἐξ αὐτῆς τῆς προσηγορίας τῶν ἄλλων τοῦ λόγου μερῶν λεγομένων περὶ τὸ ὄνομα καὶ τὸ ῥῆμα· τὴν μὲν γὰρ ἀντωνυμίαν ὡς ὄνομα [*](1 τῶ (ante λέγοντι) ora. M 3 τὸ (prius) suppl. g2 σαφῶς ’: σαφὲς G2 4 νεκρὸς AM: θνητὸς FGa 5 δραχμή om. G 6 τι om. Α 8 καταφάσεως a: om. codd. post ἀπόφασις add. ἐστίν Ma τὸ ὁ G: τὸ Α: ὁ τῆς Fa: ὁ M 9 καὶ τῆς— νεκρὸς οὐκ ἔστιν om. M 9. 10 ὁ τεθνεὼς νεκρός ἐστι—καὶ τῆς om. Α 9 τὸ ὁ G: ὁ τῆς F: τῆς ὁ a 10 ἄνθρ. νεκρ. (num. corr.) colloc. G τὸ ὁ GM: τὸ Α: τῆς ὁ Fa 14. 15 Σωκράτη] σωκράτης (primo loco) A(ter)F 20 προαγορεύειν G1 τοῦ (ante μὴ) om. G 20. 21 τῶν μὲν—μερῶν om. M 22 ταῖς] τῆς Fa: τοῖς G παρ’ ἔλαττον] παραλλάττον Fa 23 ἡ om. AM 24 παραλαμβ.] λαμβανομένων Α: παραλαμβανομέναις G1 26 τῶν Ἀναλ.] cf. p. 24b 17. 18 26.27 ἀποφάσεως A1F 30 σημᾶναι FGa ὀφείλων Α1 30. 31 τὸ κατηγορούμενον iteratum del. G 31 παραλαμβάνεται AFMa 32. 33 λεrομ. μερῶν colloc. AM 33 περὶ] παρὰ AG)
ἔπειτα τί ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος.
Ὁτι μὲν τρεῖς εἰσιν οἱ κυρίως λεγόμενοι τῶν διαιρέσεων τρόποι, τοῦ [*](14r) γένους εἰς τὰ εἴδη καὶ τοῦ ὅλου εἰς τὰ μέρη καὶ τῆς ὁμωνύμου φωνῆς εἰς τὰ διάφορα σημαινόμενα, φανερόν, καὶ ὅτι ἡ ἀπόφανσις εἰς τὴν κατάφασιν διαιρεῖται καὶ τὴν ἀπόφασιν· λέγομεν γὰρ τῆς ἀποφάνσεως τὴν μὲν εἶναι καταφατικὴν τὴν δὲ ἀποφατικήν. ἐζήτηται δὲ παρὰ τοῖς ἐξηγηταῖς τοῦ Ἀριστοτέλους τίνα τρόπον διαιρεῖται ἡ ἀπόφανσις εἰς τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν. καὶ οἱ μὲν εἵλοντο λέγειν αὐτὴν ὡς φωνὴν ὁμώνυμον εἰς διάφορα σημαινόμενα διαιρεῖσθαι, καθάπερ ὁ Ἀφροδισιεὺς Ἀλέξανδρος, οἱ δὲ ὡς γένος εἰς εἴδη, καθάπερ ὁ φιλόσοφος Πορφύριος· οὐδεὶς γὰρ ἐτόλμησεν εἰπεῖν διαιρεῖσθαι αὐτὴν ὡς ὅλον εἰς μέρη, ἐπείπερ οὔτε ὡς ὁμοιομερὲς ὅλον φαίνεται διαιρουμένη πολλὴ γὰρ ἡ διαφορὰ τῆς καταφάσεως πρὸς τὴν ἀπόφασιν) οὐθ’ ὡς ἀνομοιομερές· οὐ γὰρ ἄν ἑκάτερον τῶν μερῶν ἐκαλεῖτο τῷ τοῦ ὅλου ὀνόματι. τὸ μὲν οὖν ἀληθὲς ὅπῃ ἔχει καὶ ὡς ἡ τοῦ φιλοσόφου κρατεῖ Πορφυρίου δόξα, προϊόντες κατὰ καιρὸν ἐπιδείξομεν ἐξηγούμενοι τοὺς ἀποδιδομένους αὐτῶν παρὰ τοῦ Ἀριστοτέλους ὁρισμούς. Νυνὶ δὲ ῥητέον πρῶτον μὲν ὅτι τὸ δεῖ θέσθαι, ὅπερ ἦν τὸ ὁρίὀνόματός [*](2 φημι (τε om.) AM: φημὶ ὀνόματος (τε om.) F 4 6 τῶν ὀνομάτων Α 8 τὸν] τὸ Α ἀτηρτημένους] ἀπηρτισμένους FGa 9 ἀριστοτέλη Α 10 προσαγορεύεσθαι AFGa τοῖς] τῶ FMa ἑξῆς ἐρεῖ] p. 16a25.26 26 14 post ἔπειτα inser. δὲ G2 14. 15 καὶ ἀπόφανσις καὶ λόγος ora. M 16 μὲν suppl. G2 μὲν οὖν M 18 τὰ om. Fa 19 καὶ εἰς τὴν ἀπόφ. G 22 καὶ εἰς τὴν ἀπόφ. a ὡς φωνὴν αὐτὴν ὁμώνυμον om.) AM ὡς om. F 24. 25 ἐτόλμα G1 25 αὐτὴν (ex αὐτῶ corr. m.2) εἰπεῖν διαιρ. colloc. G αὐτὴν διακεῖσθαι (sic) F ἐπείπερ] ἐπεὶ F 25. 26 ὡς ὁμοιομερὲς ὅλον Α: εἰς ὡς ’) ὁμοιομερές ὡς ὅλον FGa: εἰς ὁμοιομ. ὅλον M 26 ἡ om. F 27 οὔθ’ ὡς AM: οὔτε γὰρ εἰς F: οὔτε εἰς G: οὔτε γὰρ ὡς a 31 νυνὶ] νῦν F ὅτι τὸ G: ὅτι AM: τὸ Fa)
Προσεκτέον δὲ ὡς ἐν τοῖς τέτταρσι τοῖς ἀπηριθμημένοις ἀπὸ τῶν καταδεεστέρων τὴν ἀρχὴν ποιησάμενος ὁ Ἀριστοτέλης ἄνεισιν ἐπὶ τὰ [*](1 καὶ om. Fa δεῖ] δὴ Α 2 τούτω] τούτοις Fa 3 μὲν om. M δεῖ φησὶ Α: φησὶ δεῖν Fa 4 ἐλέγομεν] p. 2,22. 4,3 5 ἀποφατικοῦ F 0 οὖν] γοῦν Fa ἀποφ. καὶ καταφ. colloc. F 7 δὲ] δὴ Fa 8 ἀπόφασις Α εἰδῶν] γενῶν Α 12 εἶναι ἀναγκ. colloc. F ἀναγκαῖον Α προλοιφθῆναι G1 13 οὐχὶ ὡς Α τὸ om. AGM 14 ὀφείλουσα καὶ αὐτὴ AM 15 ἦν] τὸ G 16 ἔργον ἐστὶ colloc. G 17 ἡ ἀπόφανσις M 19 ἀπὸ] ἐκ F εἰδοπ.] ὁδοποιεῖσθαι M καὶ suppl. G2 20 προσφέρεσθαι AGM παρὰ] περὶ G1 21. 22 τοῦ λόγου τὴν φωνὴν colloc. AGM 24 αὐτὸν om. G 25 ὅπερ] ὥσπερ Α ὁ om. FMa 26 Περὶ γεν. ζ.] p. 786 b 21 26. 27 ἀποφαίνεται—ζώων om. M 28 τυγχάνει FMa 29 ταῖς om. AFMa κὰτ.] p. 4b32 29. 30 παραδεδ.] δεδομένης G 31 τέταρσι Α: τέτρασι G ἀπὸ] ἐκ Fa 32 ὡς ὁ ἀριστ. a)
Ἔστι μὲν οὖν τἀ ἐν τῇ δωνῇ τῶν ἐν τῇ ψυχῇ παθημάτων σύμβολα, καὶ τὰ γραφόμενα τῶν ἐν τῇ φωνῇ. καὶ ὥσπερ οὐδὲ γράμματα πάσι ἰὰ αὐτά, οὕτως οὐδὲ φωναὶlαἱαὐταί· ὦν [*](15v) μέντοι ταῦτα σημεῖα πρώτως, ταὐτὰ παθήματα τῆς ψηχῆς, καὶ ὧν ταῦτα ὁμοιώματα, πράγματα ἤδη ταὐτά. περὶ μὲν οὖν τούτων εἴρηται ἐν τοῖς Περὶ ψυχῆς· ἄλλης πραγματείας.
Ἦν μὲν ἀκόλουθον κατὰ τὰ ἐπηγγελμένα τοὺς ὁρισμοὺς ἑξῆς ἀποδοῦναι τοῦ ὀνόματος καὶ τοῦ ῥήματος, ἀλλ’ ἐπεὶ οὐ πᾶσα λέξις ὄνομα ἢ ῥῆμα ἡ γὰρ ἄσημος οἷον βλίτυρι καὶ σκινδαψὸς οὐδέτερον τούτων) καὶ διαδέρουσι φέρουσι τὰ ὀνόματα καὶ τὰ ῥήματα τῶν ἀσήμων φωνῶν κατὰ τὸ σημαντικά τινων εἶναι, πρότερον ἡμᾶς ὁ Ἀριστοτέλης διδάσκει διὰ τούτων, τίνα ἐστὶ τὰ προηγουμένως καὶ προσεχῶς ὑπ’ αὐτῶν σημαινόμενα, καὶ ὅτι τὰ νοήματα, διὰ δὲ τούτων μέσων τὰ πράγματα, καὶ οὐδὲν ἕτερον δεῖ παρὰ ταῦτα ἐπινοεῖν μέσον τοῦ τε νοήματος καὶ τοῦ πράγματος, ὅπερ οἱ ἀπὸ τῆς Στοᾶς ὑποτιθέμενοι λεκτὸν ἠξίουν ὀνομάζειν. ταῦτά τε οὖν παραδο- θήσεται διὰ τῶν νυνὶ λεγομένων καὶ προηγουμένως ἐν τίσι τῶν ὁπωσοῦν ὄντων χρὴ ζητεῖν τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος. ὑπὲρ ὧν νῦν ἡμῖν ἡ σκέψις, πότερον ἐν τοῖς πράγμασιν ἢ ἐν τοῖς νοήμασιν ἢ ἐν ταῖς φωναῖς ἢ ἐν δύο τισὶ τούτων ἢ καὶ ἐν πᾶσι, καὶ εἰ ἐν φωναῖς, ποίαις ταύταις, [*](2 μὲν ante γὰρ (1) colloc. Fa ἀποφάσεως (prins) om. F post τῆς add. δὲ G2 3 ἐλέγομεν] p. 15,18sq. 5 προειρ. FGa 6 ὐμαᾶς 7 ἀπὸ]ἐκ F 9 αὐτοῦ F: αὐτῆς a 10 προστιθεὶς A δέ γε M 11 προῃρημένον A 12 τέλος suppl. G2 14 post φωνὴ litura IX litt. G 14. 15 παθημάτων —πραγματείας (19) om. FM 15 καὶ τὰ] κατὰ Α 16 οὕτως eicias (cf. p. 23,34); om b 17 ταῦτα τὰ σημ. Α πρῶτον Α τὰ αὐτὰ G2 18 τὰ αὐτὰ G 19 πραγμ. τοῦτο Α· τοῦτο ποͅαγμ. a 22 ἡ] ὁ F γὰρ] μὲν Α βλίτυρ σκίνδαψα καὶ om.) Α 22. 23 διαφέρ. γὰρ Α 23 τὸ om. Gi 26 δεῖν FMa 27 τε om. ’ G1 νοήμ.] G 28 τε om. F 31 ἐν (ante τοῖς νοήμ.) om. FMa, (ante ταῖς φωναῖς) om. AFMa 32 καὶ (ante ἐν) om. Α)
τούτων οὕτως ἐχόντων διαρθροῦντες ἡμεῖς τὰ ὑπὸ τοῦ φιλοσόφου παραδιδόμενα λέγομεν ὅτι τέτταρα ταῦτα παραλαμβάνει διὰ τούτων ὡς χρήσιμα πρὸς τὴν προκειμένην θεωρίαν, πράγματά τε καὶ νοήματα καὶ ἔτι φωνὰς καὶ γράμματα. ἐν οἷς πρώτην μὲν ἔχει τάξιν τὰ πράγματα δευτέραν δὲ τὰ νοήματα τρίτην αἱ φωναὶ καὶ τελευταίαν τὰ γράμματα· [*](16v) τὰ μὲν γὰρ νοήματα τέλος ἔχει τὴν τῶν πραγμάτων κατάληψιν, καὶ τότε ὄντως νοήματά ἐστιν, ὅταν αὐτοῖς ὥσπερ ἐφαρμοσθῇ τοῖς πράγμασιν· εἰκόνες γάρ εἰσιν ἐν τῇ ψυχῇ τῶν πραγμάτων. αἱ δὲ φωναὶ τῶν νοημάτων εἰσὶν ἐξαγγελτικαὶ καὶ διὰ τοῦτο δέδονται ἡμῖν ὑπὸ τῆς φύσεως πρὸς τὸ δι’ αὐτῶν σημαίνειν ἡμᾶς τὰς ἐννοίας τῆς ψυχῆς, ἵνα καὶ δυνώμεθα κοινωνεῖν ἀλλήλοις καὶ συμπολιτεύεσθαι· κοινωνικὸν γὰρ ζῷον ὁ ἄνθρωπος· διόπερ οἱ μὴ κεχρημένοι ταῖς αὐταῖς φωναῖς οὐδὲ κοινωνοῦσι πολιτείας ἀλλήλοις ὡς μὴ γινώσκοντες τὰς ἀλλήλων ἐννοίας. τὰ δὲ γράμματα τέλος ἔχει τὸ [*](1 τώ ὀνόματι G1 3 καὶ om. FG 4 τῶν Κατηγ.] p. 2a9 5 τό τε τὸ G 6 τῶν ἄλλων φωνῶν (pr. 1.) Fa ὡς αἴτια—ἐπιδεχόμενα (8) suppl. in mrg. post αἴτια add. περὶ del. G 7 ἀπλᾶ om. G τὰ δὲ ὑπὸ a 11 καθ’ αὐτοῖς Fa II ἔτι FGa: εἴποι Α: εἴπῃ M τοῖς συνθέτοις om. G 13 τοῦ ῥήματος supra scr. G 14 τε om. Α 16. 17 ὑπομνημονεύσαντα G 18 τούτων FMa 24 τέτταρα] τε γὰρ εὖ Α 25. 26 γράμματα φωνὰς πράγματα τὲ καὶ νοήματα M 25 τε om. G 27 δὲ om. FMa 30 ἐν om. G 32 τῆς ψυχῆς τὰ νοήματα ἤτοι τἀς ἐννοίας Fa: τὴν ἔννοιαν τ. ψ. M 34 οὐδὲ] οὐδὲν Α 35 συγγινώσκοντες M)
Διαφέρει δὲ τὸ ὁμοίωμα τοῦ συμβόλου, καθόσον τὸ μὲν ὁμοίωμα τὴν φύσιν αὐτὴν τοῦ πράγματος κατὰ τὸ δυνατὸν ἀπεικονίζεσθαι βούλεται, καὶ οὐκ ἔστιν ἐφ’ ἡμῖν αὐτὸ μεταπλάσαι τὸ γὰρ ἐν τῇ εἰκόνι γεγραμμένον μένον τοῦ Σωκράτους ὁμοίωμα εἰ μὴ καὶ τὸ φαλακρὸν καὶ τὸ σιμὸν καὶ τὸ ἐξόφθαλμον ἔχοι τοῦ Σωκράτους, οὐκέτ’ ἄν αὐτοῦ λέγοιτο εἶναι ὁμοί- ωμα), τὸ δέ γε σύμβολον ἤτοι σημεῖον ἀμφοτέρως γὰρ αὐτὸ ὁ φιλόσοφος ὀνομάζει) τὸ ὅλον ἐφ’ ἡμῖν ἔχει, ἅτε καὶ ἐκ μόνης ὑφιστάμενον τῆς ἡμετέρας τέρας ἐπινοίας· οἷον τοῦ πότε δεῖ συμβάλλειν ἀλλήλοις τοὺς πολεμοῦντας δύναται σύμβολον εἶναι καὶ σάλπιγγος ἀπήχησις καὶ λαμπάδος ῥῖψις, καθάπερ φησὶν Εὐριπίδης
σάλπιγγος ἠχή, σῆμα φοινίου μάχης. δύναται δέ τις ὑποθέσθαι καὶ δόρατος ἀνάτασιν καὶ βέλους ἄφεσιν καὶ ἄλλα μυρία. ἐπεὶ οὖν τὰς μὲν αὐτὰς φωνὰς δυνατὸν δι’ ἄλλων καὶ ἄλλων ἀπογράφεσθαι γραμμάτων, ὡς αἱ τῶν ἰδιογράφων λεγομένων χαρακτήρων ἐπίνοιαι δηλοῦσι, καὶ τὰ αὐτὰ νοήματα δι’ ἄλλων καὶ ἄλλων ἐξαγγέλλειν φωνῶν, ὡς σημαίνει τὸ τῶν διαλέκτων πλῆθος καὶ κατὰ τὴν αὐτὴν διάλεκτον ἡ τῶν ὀνομάτων μετάθεσις τὸν γὰρ Ἀριστοκλέα ἔδοξε τοῖς παλαιοῖς καλέσαι Πλάτωνα καὶ τὸν Τύρταμον Θεόφραστον), τὸ μέντοι ἓν καὶ ταὐτὸν πρᾶγμα δι’ ἄλλων καὶ ἄλλων νοημάτων ἐπινοεῖν ἀδύνατον, ἀλλ’ ἀνάγ|κη τῶν νοημάτων [*](18r) μάτων ἕκαστον εἰκόνα εἶναι τοῦ πράγματος, οὗ ἄν ᾖ νόημα, ὥσπερ ἐν πίνακι τῇ ψυχῇ γεγραμμένον, εἴπερ ἐστὶ τὸ νοεῖν οὐδὲν ἕτερον ἢ τὸ δέξασθαι τὸ εἶδος τοῦ νοουμένου ἤτοι πρόχειρον ποιῆσαι· διὰ τοῦτο καλεῖ τὰ μὲν νοήματα τῶν πραγμάτων ὁμοιώματα, τὰ δέ γε ὀνόματα καὶ τὰ ῥήματα τῶν νοημάτων καὶ τὰ γράμματα τῶν ὀνομάτων καὶ ῥημάτων σύμβολα καὶ σημεῖα. τούτων δὴ τῶν τεττάρων, λέγω δὴ πραγμάτων νοημάτων φωνῶν γραμμάτων, χαίρειν ἐάσας τὰ γράμματα ὡς οὐδὲν ἀναγκαῖον καῖον ἔχοντα πρὸς τὴν προσεχῆ τῶν πραγμάτων ὑφήγησιν, ἃ προηγουμένως ὁ φιλόσοφος βούλεται θεωρεῖν, περὶ νοημάτων σκοπεῖ, δι’ ὧν ταῦτα γινώσκομεν, καὶ περὶ φωνῶν διορίζεται, ὧν χωρὶς ἀδύνατον μάθησιν ἢ διδασκαλίαν γενέσθαι.
- ἐπεὶ δ’ ἀφείθη πυρσὸς ὣς Τυρσηνικῆς
Διὰ ταῦτα οὖν τὰ γράμματα παραλιπὼν ὁ Ἀριστοτέλης τὰ πρά- γματα παραλαμβάνει καὶ τὰ νοήματα καὶ ἔτι τὰς φωνάς, καί φησιν ἕκαστον τούτων ὁτὲ μὲν ἁπλοῦν θεωρεῖσθαι, ὁτὲ δὲ σύνθετον· οἷον πρᾶγμα ἀπλοῦν [*](1 καθόσον] καθὸ ’ 5 ἐξώφθαλμον Fa ἔχει FMa οὐκέτ’ ἄν iter. G 6 ἀμφότερα Ma ὁ φιλ. αὐτὸ coUoc. Aa 7 καὶ om. AM 8 συμβαλεῖν Α 9 ῥέψις G1 10 Εὐριπίδης] Phoen. 1377.78 12 ἦχος FGa: ἠχώ M 13 δέ τι συμποθέσθαι Α 15 ἰδιογράφως G ante λεγ. add. ὡς F 16 φωνῶν ἐξαγγ. (sed num. corr.) F 17 τὴν αὐτὴν] ταύτην τὴν a 19 τύρττον M 20 ἐπινοεῖν ἁδύν. δυνατὸν Α) νοημ. colloc. AM 21 ᾖ] εἴη AFGa 22 τὴν ψυχὴν F 23 τὸ om. M καλεῖται a 25 τῶν ῥημ. Α 26 δὴ (prius)] δὲ Ma 27 καὶ γραμμ. a 28 ἁ om. Ma 29 καὶ περὶ νοημ. F: διὸ καὶ περὶ νοημ. GM: περὶ πραγμάτων καὶ περὶ νοημ. a σκοπεῖ om. a 30 γιγνώσκ. Α 31 γινέσθω a 34 ἀπλοῦν πρᾶγμα colloc. M)
Ἀλλὰ τὸ ἐφεξῆς τί ποτε βούλεται τὸ μὴ εἰρῆσθαι τὰ στοιχεῖα σύμβολα εἶναι τῶν ἐν τῇ φωνῇ μήτε τὰ γράμματα, ἀλλὰ τἂ γραφόμενα; λέγομεν οὖν ὅτι τριχῶς, ὅπερ εἴρηται, τῶν ὀνομάτων καὶ τῶν ῥημάτων λεγομένων, τῶν νοουμένων τῶν ἐκφωνουμένων τῶν γραφ̀ομὲνων’ τά τε ἐκφωνούμενα σύμβολα εἶναι τίθεται τῶν νοουμένω-ν κ,αι τᾷ γραφὸμε-να τῶν ἐκφωνουμένων. καὶ οὕτω μέν, εἴ τις ὡς πεοὶ τῶν ον-οματῳν κ,αι τίων ῥημάτων ἐκδέχοιτο τὸ λεγόμενον· εἰ δὲ ἐπὶ πάσαν ἁπλω-ς λεξιιν εκτεινὲ- ἐκτείνεσθαι τὴν θεωρίαν ἀξιοῖ, ῥητέον ὅτι γράμμα καὶ στοιχεῖον λέγεται,αι ἴμεν καὶ ὁ γραφόμενος ἑκάστου τῶν στοιχείων τύπος, λέγεται δὲ καὶ ᾖ εκφὡνῃ- ἐκφώνησίς, καθ’ ἣν ἕκαστον φθεγγόμεθα. καὶ λέγεται μὲν ἐπ’ ἀμφοτέρων εκα- τερον τῶν ὀνομάτων , ἀλλὰ τὸ μὲν τοῦ γράμματος ὄνομά προηγουμένως τὸν διὰ ξύσεως ἀποτελούμενον χαρακτῆρα σημαίνει, τὸ οε του στοιχείου τὴν ἐκφώνησιν, “διὰ τὸ ἔχειν στοῖχόν τινα καὶ τάξιν’’ φησὶν ὁ Διονύσιος. ἀλλ’ ἡ μὲν ἐκφώνησιί οὐκ ἂν λέγοιτο σύμβολον εἶναι του ονομα,ιτος’ ὰλλα μέρος, ὁ μέντοι χαρακτὴρ διὰ τὸ τῆς αὐτῆς ἐκφωνήσεως ἄλλος ἐπινοεῖσθαι καὶ ἄλλος εἰκότως ἄν εἶναι σύμβολον λέγοιτο· δία τοῦτο ουͅν οὔτε στοιχεῖα εἶπεν 1 οὔτε γράμματα, ἐπειδὴ τῶν ὀνομάτων τοὺ́των- ἑκα- [*](20v) τερον φέρεται καὶ ἐπὶ τῆς ἐκφωνήσεως, τὸ μὲν κυριώτερον τὸ του στοι- χείου, τὸ δὲ κοινότερον τὸ τοῦ γράμματος, ἀλλὰ ιτὰ γραφο-μενα’ ἴνα φανε- ρώτερον ᾖ τὸ λεγόμενον τοὺς τύπους τῶν στοιχείων σημαῖνον.
Εἶτα τὸν αἰτίαν ἑξῆς ἐπιφέρει τοῦ σύμβολα εἰρῆσθαι τὰς x£ φωνᾳς τῶν νοημάτων καὶ τὰ γράμματα τῶν φωνῶν, καὶ θέσει εἶναι ,αμ-φω’ τας̀ τε φωνὰς καὶ τὰ γράμματα, τοῦτο δέ ἐστι τὸ μηδετͅερα αυτων- παρὰ πᾶσιν εἶναι τὰ αὐτά· φησὶ γὰρ καὶ ὥσπερ οὐδὲ γραμμα-τα πασιι τὰ10 αὐτά, οὐδὲ φωναὶ αἱ αὐταί. καὶ ἅμα διὰ τούτου δηλονι ‘εν ὅτι διὰ τὴν χρείαν τῶν φωνῶν καὶ τὰ γράμματα μνήμης ἠξιωσεν’ ὡς [*](1 νομισθ.] λογισθεῖσαι Fa 3 τὸ δὲ ὄνομα καὶ τὸ βῆμα Α 4 ante γὰρ add μὲν G ἐνάρθρους Ma 5 ἢ καὶ ριήμ. Ma εἶπέ τις a 6 φωνὰς (alt. 1.) G 10 ἡρῆσθαι Α:αἱρεῖσθαι M 12 οὖν om. F εἴρηται] p. 22,12 sq. καὶ τῶν ονομ. Ma 14 ικφωνήματα F 16 λέξιν] τάξιν F 17 γράμματα καὶ στοιχεῖα Ma 19 ἔκσστον τῶν στοιχεῖων A. 21 διὰ ξήσεως G: διὰ ξίσεως M: δι᾿ αὐξήσεως a 23 ὁ Διονύσιος] cf. Aneed. Gr.(ed. Bekker) 11 p.630,32 24 ἐπὶ τῆς Fa αὐτῆς om. A 24. 25 άλλως (utrotique) FGa 27 τὸ (ante τοῦ στοιχ) om. Am 28 τὸ (ante τοῦ γρ.) om. M 29 σημαίνων A 33 παρὰ πᾶσι (alt. 1.) a 34 οὔτως οὐδὲ AFG2Ma 35 κεὶ om. A)
Περὶ δὲ τούτων εἰρῆσθαί φησιν ἐν τοῖς Περὶ ψυχῆς, ἐν οἷς τε ἔλεγε “τὰ δὲ πρῶτα νοήματα τί διοίσει τοῦ μὴ φαντάσματα εἶναι; ἢ οὐδὲ τὰ [*](1 τά τε φων. Ma 5 τὰ supra scr. G2 τὴν iter. Α 6 τῆ μορφὴ ὁρμὴ Α 7 τοῦ ζώου A. ὀξεῖαν ἡ βαρ. (num. supra scr. corr.) G 9 ἀνάγ. εἶδος τῶν X. A 12 μὲν om. F δέ ἐστιν auxuiv om. A 14 xe om. A 16 τὰ supra scr. G2 18 προσπ.] ποιουμένων AM: οἰομένων Fa 19 πεπόνθ. τινές a μὲν om. Aa 20 τοῦ A: τὸ FGMa βρεκεκεκεκὲξ F: βεκεκεκεκἐξ G (cf. Aristoph. Ran. 209) 21 τοῦ AF: τὸ GMa κοὶ κοὶ] Aristoph. Acharn. 780 καὶ (ante prius ἄλλα) suppl. G2 καὶ ἄλλα (alterum) om. AMa διὰ τῶν όρ. (sed διὰ del.) F 22 ἐγραμ. Α ἡγητ.] οἰητέον Aa 23 ἐπειδὴ F τροχιλιῶν in mrg. A: τροχίλων AM: τροχῶν Fa: τροχήλων G (cf. Plat. Rei publ. Ill p. 397 A) 24 ἀνάρθρους a 29 αὐτῆς αὑτὴν FMa: αὐτῶν G προτιθ. G1 30 τὰ om. Α 31 ἐν τοῖς Περὶ ψυχῆς] Γ8 p. 432a12 οἷσπερ (τε om.) M 32 τίνι Arist. ἢ om.)
p. 16a9 ἐστι δὲ ὥσπερ ἐν τῇ ψυχῇ ὁτὲ μὲν νόημα ἄνευ τοῦ ἀληθεύειν ἢ ψεύδεσθαι ὁτὲ δὲ ἤδη ᾧ ἀνάγκη τούτων ὑπάρχειν θάτερον, οὕτω καὶ ἐν τῇ φωνῇ· τερὶ γὰρ σύηνθεσιν καὰ διαίρεσίν ἐστι τό τε ἀληθὲς καὶ τὸ ψεῦδος. τὰ μὲν οὖν ὀνόματα αὐτὰ καὶ τὰ ῥήματα ἔοικε τῷ ἄνευ συνθέσεως καὶ διαιρέσεως νοήματι, οἷον τὸ ἄνθρωπος ἢ τὸ λευκόν, ὅταν μὴ προστεθῇ τι· γὰρ ψεῦδος οὔτε ἀληθές πω. σημεῖον δ’ ἐστὶ τοῦδε· καὶ γὰρ ὁ τραγέλαφος σημαίνει μέν τι, οὔπω δὲ ἀληθὲς ἢ ψεῦδος, ἄν μὴ τὸ εἶναι ἢ μὴ εἶναι προστεθῇ, ἢ ἀπλῶς ἢ χρόνον.
[*](22v)Τὸ χρήσιμον τῶν ῥηθέντων πρὸς τὴν πρόθεσιν τῆς προκειμένης πραγματείας διὰ τούτων παραδίδωσιν ὁ φιλόσοφος· λέγει γὰρ ὅτι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος θεωρεῖται μὲν ἔν τε τοῖς νοήμασι καὶ τοῖς ἐν τῇ φωνῇ, οὐ μέντοι τοῖς ἁπλοῖς, ἀλλὰ τοῖς συνθέτοις. καὶ ἅμα τὴν ἀναλογίαν ἡμᾶς διδάσκει τῶν φωνῶν πρὸς τὰ νοήματα, τοῖς μὲν ἁπλοῖς νοήμασιν ἐοικέναι λέγων τὰ ὀνόματα καὶ τὰ ῥήματα καὶ περὶ μηδέτερα τούτων μήτε ἀλήθειαν θεωρεῖσθαι μήτε ψεῦδος, τοῖς δὲ σύνθεσιν ἢ διαίρεσιν ἐπιδεχομένοις νοήμασι τὸν ἐκ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων ἢ ὡς συντιθεμένων ἢ ὡς διαιρουμένων συμπεφορημένον λόγον, ὧν ἑκατέρῳ ἀνάγκη τούτων θάτερον ὑπάρχειν, ἢ τὸ ἀληθὲς ἢ τὸ ψεῦδος.
Ὅτι μὲν οὖν τῶν ἁπλῶν νοημάτων οὐδὲν οὔτε ἀληθείας οὔτε ψεύδους ἐστὶ δεκτικόν, ἐκ τῆς ἐπαγωγῆς φανερόν· ὁ γὰρ προχειριζόμενος ἐν ἑαυτῷ τὸ περὶ τοῦ Σωκράτους νόημα οὔτε ἀληθὲς οὔτε ψεῦδος οὐδὲν ἐνόησεν, ἐὰν μὴ προστεθῇ αὐτῷ τὸ βαδίζειν ἢ ἀναγινώσκειν ἢ εἶναι· τότε γὰρ ἄν μὲν τύχῃ τὸ πρᾶγμα οὕτως ἔχον, ὡς ἡ ἐπίνοια δοξάζει, ἀληθὲς ἔσται τὸ νόημα, εἰ δέ τοῦ πράγματος ἄλλως ἔχοντος τὸ ἀντικείμενον ἡ ψυχὴ δοξάζει καὶ μὴ βαδίζοντος φέρε τοῦ Σωκράτους ἡμεῖς ἐπινοοῦμεν αὐτὸν βαδίζοντα, ψεύδεσθαι ἀνάγκη. ὁμοίως δὲ τούτοις δῆλον ὅτι καὶ τὰ κατὰ τὴν φωνὴν ἔχει· ὁ γὰρ τὸ ὄνομα τοῦ Σωκράτους μυριάκις φθεγξάμενος οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδος εἶπεν, οὐδὲ ὁ τὸ ᾿Βαδίζει' ῥῆμα καθ’ ἑαυτὸ λέγων· ὁ μέντοι συντιθεὶς ἄμφω καὶ λέγων ῾Σωκράτης [*](23r) βαδίζει’ ἢ ἀληθὲς εἶπεν ἢ ψεῦδος. καὶ ὁ ἀναιρῶν μέντοι τὸ βαδίζειν [*](3 νοήματα M ἅνευ—χρόνον (11) orn. M 4. 11 ὁτὲ δὲ—χρόνον om. G 4 δὲ om. Α 5. 11 περὶ—χρόνον om. a 6 τὸ ψεῦδος καὶ τὸ ἀλ. Fb (cf. p. 27,6) 7 τὰ om. Α καὶ διαιρ.] ἡ διαιρ. Α 8 λευκός Α 9 πω om. Α. superscr. F 13 παραδ. ἡμῖν a 14 νοήμ.] ὀνόμασι G 17 λέγον F 18 μηδέτερον FG θεωρ. μήτ’ ἀλήθ. a 21 ὑπάρχει Α 23 καὶ ὅτι a 25 τὸ] τὶ A τοῦ om. a 26 αὐτῶ suppl. G2 τὸ ἀναγ. FMa 27 ἡ suppl. G2 28 ἐστι F 29 δοξάζοι F 29. 30 βαδ. ἐπινοοῦμεν αὐτὸν om.) M 31 τὰ om. F 32 βαδίζειν AMa 33 συντεθεὶς a)
Δεῖ δὲ ἐφιστάνειν ὅτι μὴ πᾶσαν ἀλήθειαν ὁ φιλόσοφος περὶ σύνθεσιν ἔχειν ἢ διαίρεσιν ἀποφαίνεται ποία γὰρ ἂν εἴη σύνθεσις ἢ διαίρεσις ἐπὶ τῆς νοητῆς παρὰ Πλάτωνι καὶ αὐτῷ μέντοι τῷ Ἀριστοτέλει λεγομένης ἀληθείας τῆς κατὰ τὴν ὕπαρξιν τῶν ὄντως ὄντων ἁπλουστάτων ὄντων θεωρουμένης ἢ τῆς κατὰ τὴν νοερὰν αὐτῶν ἀντίληψιν ὑφισταμένης πάσης τε πρὸς τὸ ψεῦδος ἀντιθέσεως ἐξῃρημένης, ὑπὲρ ἧς καὶ αὐτὸς ἔν τε τῇ Θεολογικῇ διείλεκται πραγματείᾳ καὶ ἐν τῷ τρίτῳ βιβλίῳ τῶν Περὶ ψυχῆς;), ἀλλὰ τὴν ἐν ταῖς λεκτικαῖς ὑφισταμένην κινήσεσιν, ἥτις δέδεικται τῶν [*](1 αὐτὸς διαίρεσιν cm. F 5 γὰρ om. a 5. 6 διαίρεσίν ἐστι τὸ ψ. καὶ τὸ ἀλ. b 7 εἴτε-εἴτε] οὔτε—οὔτε F προφορητικοῖς AM 8 πάντως suppl. G2 9 ἢ (prius)] καὶ AM 10 παρὰ om. Α 14 θεωρ. λόγ. colloc. FMa 15. 16 ἡ τυχοῦσα — λόγον om. F 16 τὸν λόγον a 17 ἔσται Α συμπλ.] συμπληρούμενα M οὐδὲν om. F 19 τὸ κατηγορουμένῳ (ex ρούμενον) corr.) F 20 ὅταν ἄν F 22 λόγον θεωρεῖται a 24 πραγματεύεσθαι Α 29 τοῖς νοητοῖς a 30 ὄντων prius om. Fa: alterum om. G 31 τῆς om. G 32. 33 ἔν τε τῇ Θεολογικῇ] Metaph. Λ 9 p. 1074b15 sq. 33 ἐν τῷ τρίτῳ βιβλ. τῶν II. ψ.] Γ 6 p. 430a26 sq. 34 κίνησιν Ma δέδεικται] p. 2,23)
Εἰ δέ τις ἀποροίη πῶς ὁ Ἀριστοτέλης εἶπε μηδὲν μήτε τῶν ὀνομάτων τῶν μήτε τῶν ῥημάτων ἀληθείας ἢ ψεύδους ὑπάρχειν δεκτικόν, καίτοι σαφέστατα τῶν τοῦ πρώτου παρὰ τοῖς γραμματικοῖς λεγομένου προσώπου ῥημάτων πάντων ἢ ἀλήθειν ἢ ψεῦδος δηλούντων, ὡς ὅταν εἴπω ῾περιπατῶ᾿, καὶ τῶν τοῦ δευτέρου ὡς τοῦ περιπατεῖς, καὶ τῶν τοῦ τρίτου, ὅσα ἐπί τινος ὡρισμένου λέγεται, ὡς τὸ ὕει ἢ βροντᾷ ἢ ἀστράπτει, ῥητέον ὅτι οὐ τὰ ῥήματα αὐτὰ καθ’ ἑαυτά ἐστι τὰ τὴν ἀλήθειαν ἢ τὸ ψεῦδος σημαίνοντα, ἀλλ’ ἡ τῶν τοιούτων ῥημάτων πρὸς τὰ ὀνόματα τῶν προσώπων, ἐφ’ ὧν λέγονται, συμπλοκή· καὶ γὰρ εἰ μὴ κατ’ ἐνέργειαν ἐκεῖνα λέγονται, ἀλλὰ προσυπακούονταί γε τοῖς μὲν τοῦ πρώτου προσώπου τὸ ἐγώ, τοῖς δὲ τοῦ δευτέρου τὸ σύ, τοῖς δὲ τοῦ τρίτου τοῖς ἐπί τινος ὡρισμένου λεγομένοις αὐτὸ ἐκεῖνο τὸ ὡρισμένον, καθ’ οὗ λέγονται, ὡς ἐπὶ τοῦ ὕει βροντᾶ τὸ ὁ Ζεύς, ὥστε καὶ ἐνταῦθα ὁ ὅλος λόγος ἐστὶν ὁ ἐκ τοῦ ῥήματος καὶ τοῦ προσυπακουμένου αὐτῷ ὀνόματος ὁ τὴν ἀλήθειαν ἢ τὸ ψεῦδος δεχόμενος, ‘ἐγὼ περιπατῶ᾿ ‘σὺ πριπατεῖς᾿ ὁ Ζεὺς ὕει’· καὶ διὰ τοῦτο ὅσα τῶν τοῦ τρίτου προσώπου ἐπὶ μηδενὸς λέγεται ὡρισμένου, οὐδὲν οὔτε ψεῦδος οὔτε ἀληθὲς σημαίνει ὡς τὸ περιπατεῖ· μὴ γὰρ ὄντος δήλου περὶ τίνος λέγεται τὸ περιπατεῖ, οὐδὲν ἂν οὔτε ἀληθὲς οὔτε ψεῦδος σημαίνοιτο. ἀλλὰ ταῦτα μὲν φανερά· τὸ δέ γε ὅταν μὴ προστεθῇ τι σημαίνοι ἄν ὡς [*](24v) δέοι πρὸς τὸ γενέσθαι λόγον ἀληθῆ ἢ ψευδῆ προστίθεσθαι ἢ τῷ ὀνόματι ῥῆμα ἢ τῷ ῥήματι ὄνομα· ὅτι γὰρ οὐχ ἡ τυχοῦσα προσθήκη γινομένη τοῖς ὀνόμασιν ἢ τοῖς ῥήμασι τὸν ἀποφαντικὸν ἐργάζεται λόγον, ἐδήλωσε τὸ τραγέλαφος ὄνομα παραθέμενος, ἐν ᾧ προστίθεται μὲν τῷ ἔλαφος [*](1 λεκτῶν] λεκτικῶν a 3 ἐν τοῖς G νοήμ.] ῥήμ. G1 4 ὁ] corrigas τὸ (cf. p. 43v24 ed. Ven.) 5 ἄνθρ.] ἄνθος F δὲ] ὸ 6 ὄνομα om. G 7 ὡς οὐχὶ F: ὡς οὐ a 8 τοῖς ora. G ἀξιώσεις AMa: ἠξίωσας F τὸν] τὸ G2M πᾶσι F 9 ὅρον] ὄνομα G2 ποιοῦσαν om. M 15 τοῦ (alt.)] τὸ Ga περιπατῶ F καὶ τῶν τοῦ δευτ.—περιπατεῖς iter. F 16 ὡρισμένου ῥήματος AM 19 post μὴ add. τὰ ὀνόματα del. Α λέγωνται (alt.) A2 19.20 ἀλλ' ὑπακ. FG 20 δὲ τοῦ (ante δευτ.) suppl. G2 21 τοῦ om. G 22 λέγεται FGa τὸ (alt.) om. AFGa 23 ὅλος] ὅρος F post λόγος add. λύσις a 24 ὁ om. G 26 ὡρισμ. λέγεται G 26. 27 οὔτε ἀλ. οὔτε ψ. (num. corr.) G 28 ἄν om. F 29 γε om. Α συμβαίνοι ’ 33 παραθείς G προστέθειται AM)
Τὸ δὲ ἀπλῶς ἢ κατὰ χρόνον τίποτε βούλεται; λέγω δὴ ὅτι τὸ μὲν ἁπλῶς σημαίνοι ἄν τὸ ἀορίστως, ἁπλῶς οὕτως εἰπεῖν ‘τραγέλαφος ἦν᾿ ἢ ῾τραγέλαφος ἔστιν᾿ ἢ ῾τραγέλαφος ἔσται’, τὸ δὲ κατὰ χρόνον τὸ μετὰ προσθήκης τοῦ χρόνου, καθ’ ὃν ἦν ἢ ἔσται, οἷον ῾τραγέλαφος ἦν χθὲς ἡ πέρυσιν ἢ ἔσται αὔριον ἢ εἰς τὸ ἑξῆς ἔτος᾿. τὸ μὲν οὗν ἁπλῶς ἢ κατὰ χρόνον τοῦτ῾ ἂν σημαίνοι.
Προσεκτέον δὲ ὅτι τὰ ὀνόματα αὐτὰ καὶ τὰ ῥήματα εἰπὼν ἐοικέναι τῷ ἄνευ συνθέσεως ἡ διαιρέσεως νοήματι οὐδὲν ἔτι ἐπήγαγεν, ὅπερ [*](25r) ἦν ἀκόλουθον περὶ τῶν ἐκ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων συγκειμένων λόγων ὡς ἐοικότων τοῖς μετὰ συνθέσεως ἢ διαιρέσεως νοήμασιν. οὐ μὴν οὐδὲ παντάπασιν αὐτὸ παραλέλοιπεν, ἀλλ’ ἐνεδείξατο διὰ τοῦ εἰπεῖν ὅταν μὴ προστεθῇ τι· τοῦτο γὰρ αὐτόθεν ἐστὶ δηλωτικὸν τοῦ ὅτι τὰ μετὰ προσθήκης ἀλλήλων λεγόμενα ὀνόματά τε καὶ ῥήματα οὐκέτι τοῖς ἁπλοῖς ἐοίκασι νοήμασιν, ἀλλὰ τοῖς μετὰ συνθέσεως τῶν ἁπλῶν ἢ διαιρέσεως γινομένοις. ἐπεὶ τοίνυν τὰ περὶ τούτων ἀνελλιπῶς ἡμῖν ἐξείργασται, μεταβατέον ἐφεξῆς ἐπὶ τὴν θεωρίαν τοῦ τε ὀνόματος καὶ τοῦ ῤήματος καὶ τῶν ἄλλων, περὶ ὧν ἐκ προοιμίων ὑπέσχετο ἡμᾶς ὁ Ἀριστοτέλης διδάξαι.
p. 16ai9 Ὅνομα μὲν οὖν ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος σημαντικόν ἐστι κεχωρισμένον.
Ὅτι μὲν εἰκότως προτετίμηται τὸ ὄνομα τοῦ ῥήματος ἐν τῇ διδακαὶ [*](1 suppl. G2 2 τούτου] τοῦ M γε] λεγομένου AM 2 σημαίν.] συμβαίνει a ἅμ δεικτ.] ἀναδεικτ. F 3 ὀνομάτων suppl. G4 4 εἰκὸς om. FG δέχεται (priore 1.) F δέχηται (alt. 1) Α 5 δὲ ex δέχεσθαι corr. F 6 ὁμολογουμένις μένοις AMa γ’ om. AFM 7 σημαίνειν Α 9 νόημα] ὄνομα F 13. 14 εἰπεῖν τραγ. ἢ μὴ τραγ. ἐστίν FG 14 τραγέλαφος (ante ἔσται) om. F 15 ὡρισμένου κρόνου AM ἢ om. M 19 τῳ] τὸ F post νοήματι add. οὐ μὴν οὑδὲ παντάπασιν αὐτὸ παραλRοιπεν ἀλλ’ ἐνεδείξατο διὰ τὸ (sic) εἰπεῖν del. G 21 τοῖς] τῆς FG 23 τὰ om. AMa 26 γινομένης G 27 ἑξῆς a τοῦ (ante ῥήμ.) om. F 29 ante lemma add. tit. Περὶ ὀνόματος AGMa, (in mrg.) F οὖν om. F 29.30 σημαντ. —κεχωρισμένον ora. M 30 ἐστὶ σημ. colloc. ab ἐστι eicias (cf. p. 32,25) 31 προτετίμ.] προτέτακται F ἐν τῇ διδασκαλίᾳ om. G)
To δὲ σημαντικὴ καὶ τὰ ἑξῆς ὡς διαφοραὶ τοῦ ὀνόματος πορὸς τὰς ἄλλας φωνὰς παραλαμβάνονται. τὸ μὲν οὖν σημαντικὴ διακρίνει τὸ ὄνομα τῶν ἀσήμων φωνῶν, οἷον βλίτυρι κνάξ· εἰ γὰρ τὸ ὄνομά τινός ἐστι τοῦ ὀνομαζομένου, δῆλον ὅτι αἱ ἄσημοι φωναὶ μὴ ὄντος τοῦ ὀνομεζομένου οὐκ ἄν εἶεν ὀνόματα. τὸ δὲ κατὰ συνθήκην χωρίζει αὐτὸ τῶν φύσει σημαντικῶν φωνῶν. τοιαῦται δέ εἰσιν αἱ τῶν ἀλόγων ζῴων φωναί· ξένου γάρ τινος ἐπιστάντος ὁ κύων ὑλακτήσας ἐσήμανε τὴν τοῦ ξένου παρουσίαν. ἀλλ’ οὐ κατά τινα συνθήκην πρὸς ἀλλήλους καὶ ὁμολογίαν προίενται τὴν τοιαύτην φωνὴν οἱ κύνες. ἴδοι δὲ ἄν τις καὶ ἐπὶ ἀνθρώπων τοιαύτας φωνάς, ἃς ἐν τοῖς σφοδροῖς πάθεσιν ὄντος φθεγγόμεθα, οἷον στεναγμὸν λέγω | καὶ καγχασμὸν καὶ ὅπερ ἐλέγομεν ἐπὶ τῶν ἐκ γενετῆς [*](26r) τῆς κωφῶν ἢ τῶν παίδων τῶν ἀδιαρθρώτως φθεγγομένων, πρὶν δύνασθαι παρακολουθεῖν. αἷς ἐοίκασιν αἱ τῶν ἀλόγων ζῴων φωναὶ ποτὲ μὲν θορυβωδῶς ποτὲ δὲ προσηνῶς καὶ μετά τινος γαληνιαίας διαθέσεως ὑπ’ αὐτῶν προαγόμεναι. τῶν οὖν τοιούτων φωνῶν χωρίζει τὸ ὄνομα προστεθὲν τὸ κατὰ συνθήκην, ταὐτὸν σημαῖνον τῷ θέσει· συνέθεντο γὰρ πρὸς ἀλλήλους Ἕλληνες μὲν τοῖσδε τοῖς ὀνόμασι τὰ πράγματα καλεῖν, Ἰνδοὶ δὲ ἑτέροις καὶ Αἰγύπτιοι ἄλλοις, καὶ οἱ αὐτοὶ τὰ αὐτὰ ποτὲ μὲν ἄλλοις ποτὲ δὲ ἑτέροις. καὶ εἰσὶ ταῦτα τῶν νοημάτων τῶν ἡμετέρων σημαντικά. στεναγμοὶ [*](2. 3 τῶν παθ. καὶ τῶν ἐνεργ. F 5 τούτου ’ τῆς om. M 6 ἀπὸ om. F 9 ἐξ ἐμψ. Fa γενόμενος M συστολλῆς F 10 προσπίπτει Α τε om. a 10. 11 κὰλ. τραχείᾳ a 11 ἤτοι] εἴ τι Α 12 ἀποτελεῖ AF 13 τῶν ὀργ. G 14 καὶ τῶν χειλέων suppl. G2 τῶν (ante χειλ.) om. AMa 17 διαφορὰ Ga 19 κοάξ Ma 20 post όνομαζ. add. ὄνομα a 20. 21 μὴ—ὀνομαζομένου om. 22 τοιαῦτα AM 23 φωναί om. M 26 ἃς om. M ὄντων φθεγγομένας M 27 ἐλέγομεν] ρ. 23,3 27. 28 γενετοῖς F 28 τῶν (post παίδων) iter. G 29 ζῴων om. AF 30 γαληναίας AM 32 μὲν γὰρ a)
ἁλλ’ ἐπεὶ ταῦτα πάντα κοινά ἐστι τῷ ὀνόματι πρὸς τὸ ῥῆμα (κἀκεῖνο [*](27r) κεῖνο γὰρ φωνὴ σημαντικὴ κατὰ συνθήκην), προστίθεται τὸ ἄνευ χρόνου πρὸς διάκρισιν τῶν ῥημάτων. τὸ δὲ ἄνευ χρόνου ὅτι οὐ τοῦτο σημαίνει τὸ μηδέποτε μηδαμῶς χρόνον σημαίνειν, ἀλλὰ τὸ μὴ προσσημαίνειν χρόνον; καλῶς ὁ φιλόσοφος Πορφύριος ἐπεσημήνατο· ὀνόματα μὲν γὰρ τὸ σημερινὸν καὶ χθεσινὸν καὶ περυσινόν, χρόνου δηλωτικὰ ὄντα, ἀλλ’ ὡς αὐτόθεν σημαίνοντα χρόνον τινὰ καὶ οὐχὶ προσσημαίνοντα, καθάπερ τὰ ῥήματα· τούτων γὰρ ἕκαστον προηγουμένως μὲν ἐνέργειάν τινα ἢ πάθος σημαίνει, κατὰ δεύτερον δὲ λόγον καὶ τὸν χρόνον, καθ’ ὃν ἐνεργεῖν ἢ πάσχειν συμβέβηκεν, ὥσπερ τὸ περιπατῶ πρώτως μὲν τὴν τοιάνδε τοῦ σώματος κίνησιν δηλοῖ, δευτέρως δέ γε τὸν νῦν χρόνον. διὸ καὶ προσσημαίνειν τὸν χρόνον ῥηθήσεται τὰ ῥήματα ἐν τοῖς περὶ αὐτῶν λόγοις, ὡς ἄν πρὸς τῷ ἕτερόν τι προηγουμένως σημαίνειν ἔχοντα καὶ τὴν τοῦ χρόνου μήνυσιν ὥσπερ ἑπομένην. τὸ δέ γε χθεσινὸν οὐ προσσημαίνει τὸν χρόνον, ἀλλὰ σημαίνει, ὡς αὐτῷ τούτῳ τῷ μέρει τοῦ χρόνου κείμενον ὄνομα, μᾶλλον δὲ πράγματι κατὰ τοῦτο τὸ μέρος τοῦ χρόνου γεγονότι· τὸν γὰρ χρόνον αὐτὸν οἷον τὴν προσεχῶς ἠνυσμένην ἡμέραν ἢ διὰ τοῦ χθὲς ἐπιρρήματος σημαίνομεν ἢ δι’ αὐτοῦ τούτου τοῦ λόγου τὴν προσεχῶς ἠνυσμένην ἡμέ· ραν λέγοντες, τοῦ μὲν λόγου τὸν χρόνον αὐτὸν καθ’ αὑτὸν δηλοῦντος τοῦ δὲ ἐπιρρήματος τὴν προσθήκην τῶν ἐν αὐτῷ γινομένων ἐνεργειῶν ἢ παθῶν ἀπαιτοῦντος | κατὰ τὸν νόμον τῶν ἐπιρρημάτων. διαφέροι δ’ ἄν 27v καὶ τὰ τοιαῦτα ὀνόματα τῶν ῥημάτων τῷ μηδεμίαν ἐνέργειαν ἢ πάθος δηλοῦν, ὥσπερ τὰ ῥήματα, καὶ τῷ μᾶλλον ἐκείνων περιγράφειν τοὺς χρόνους, καθ’ οὗς αἱ γενέσεις.
Τὸ δὲ ἧς μηδὲν μέρος σημαντικὸν κεχωρισμένον τῶν ἐκ πλείονων ὀνομάτων συμπεφορημένων φωνῶν διακρίνει τὸ ὄνομα, ὡς ὅταν εἴπω ‘ζῷον λογικὸν θνητόν’· τῷ γὰρ τοιούτῳ λόγῳ ἀτελεῖ πρὸς ἀπόφανσιν ὄντι πάντα τὰ ἄλλα ἐφαρμόσει. διαφέρουσι δὲ τὰ ὀνόματα τῶν τοιούτων λόγων, ὅτι τούτων μὲν τὰ μέρη σημαντικά ἐστι καθ’ ἑαυτὰ λεγόμενα, τὸ ζῷον τὸ λογικὸν τὸ θνητόν, τῶν δὲ ὀνομάτων οὐδαμῶς τὰ μέρη σημαίνει, καθάπερ ἡ ἂν συλλαβὴ ἐπὶ τοῦ ἄνθρωπος ὀνόματος, ἀλλὰ συσσημαίνειν μὲν λέγεται τοῖς ἄλλοις τοῦ ὀνόματος συνταττομένη μέρεσιν, οὐ μέντοι σημαίνειν.
[*](2 προστέθειται Α 3 πρὸς διάκρισιν—χρόνου om. FG post χρόνου add. ὅπερ FG ὅτι om. AFMa 4 μὴ om. G προσημ. A 5 καλῶς οὖν Fa: κὰλ. δὲ M γὰρ suppl. G2: om. a σημερεινὸν F 6 περσινὸν F: περισυνὸν G χρόνον δηλωτικαὶ Α ὄντα om. AM 10 πρῶτον FGM 11 προσημ. Α 13 τῷ] τὸ AMa σημαίνει Α μήνυσιν] κίνησιν F 17 ἡ om. GMa 18 τούτου om. Α 19 λέγουσι Ma τοῦ μὲν—δηλοῦντος ante ἢ δι’ αὐτοῦ (18) colloc. a μὲν γὰρ Ga 20 γενομ. Α 21. 22 διαφέροι— ῥημάτων suppl. G2 21 διαφέρει AGa 22 τῷ] τὸ AF 23 δηλοῦντα ὢ τῷ] τὸ M 2.5 ἐστὶ σημαντ. ab 27 ἀπόφασιν AGM 31 αν(??)] ἄνθρω G2)p. 16a21 ’Ev γὰρ τῷ Κάλλιππος τὸ ἵππος οὐδὲν αὐτὸ καθ’ ἑαυτὸ σημαίνει, ὥσπερ ἐν τῷ λόγῳ ἰῷ καλὸς ἵππος. οὐ μὴν οὐδ’ ὥσπερ ἐν τοῖς ἁπλοῖς ὀνόμασιν, οὕτως ἔχει καὶ ἐν τοῖς πεπλεγμένοις· ἐν ἐκείνοις μὲν γὰρ οὐδαμῶς τὸ μέρος σημαντικόν, ἐν δὲ τούτοις βούλεται μέν, ἀλλ’ οὐδενὸς κεχωρισμένον, οἷον ἐν τῷ ἐπακτροκέλης τὸ κέλης. τὸ δὲ κατὰ συνθήκην, θήκην, ὅτι φύσει τῶν ὀνομάτων οὐδέν ἐστιν, ἀλλ’ ὅταν γένηται σύμβολον, ἐπεὶ δηλοῦσί γέ τι καὶ οἱ ἀγράμματοι Ψόδφοι οἶον θηρίων, ὦν οὐδέν ἐστιν ὄνομα.
῾Η χρεία τῶν παραληφθεισῶν ἐν τῷ λόγῳ τοῦ ὀνόματος διαφορῶν παραδίδοται διὰ τούτων, ἀρχομένης τῆς διδασκαλίας ἐκ τῆς τελευταίας ῥηθείσης· λέγεται | γὰρ πρῶτον τίνος ἕνεκα προστέθειται τὸ ἧς μηδὲν [*](28r) μέρος σημαντικὸν κεχωρισμένον. φησὶν οὖν ὅτι πρὸς διάκρισιν εἴρηται τοῦτο τῶν ἐξ ὀνομάτων συγκειμένων λόγων· ἐπὶ γοῦν τοὐ Κάλλιππος ὀνόματος τὸ ἵππος οὐδαμῶς σημαίνει τὸ τοιόνδε ζῷον, καίτοι ἐν τῷ καλὸς ἵππος λόγῳ σημαντικὸν αὐτοῦ τυγχάνον, οὐδὲ ἐν τῷ ἐπακτροκέλης, ὅπερ ἐστὶ νεὼς ὄνομα λῃστρικῆς, τὸ κέλης, οὐδὲ ἐπ’ ἄλλου τῶν τοιούτων οὐδενός· ἁπλῶν γάρ εἰσι νοημάτων σημαντικὰ τὰ τοιαῦτα ὀνόματα, κἂν δοκῇ τινα κατὰ τὴν λέξιν σύνθεσιν ἔχειν, ὥσπερ οἱ λόγοι τῶν συνθέτων εἰσὶ δηλωτικοὶ νοημάτων κατὰ τὰ πρότερον περὶ τούτων διωρισμένα. καὶ ἐπὶ τοῦ Κάλλιππος τοίνυν, εἴπερ ἐστὶν ἁπλοῦ δηλωτικὸν νοήματος τοῦ ἀνθρώπου, ᾧ κεἶται τοῦτο τὸ ὄνομα, δῆλον ὅτι τὸ ἵππος ὅταν ὡς μέρος αὐτοῦ λαμβάνηται, οὐκ ἔχει τὴν αὐτὴν δύναμιν τῷ καθ’ ἑαυτὸ λεγομένῳ· καθ’ ἑαυτὸ μὲν γὰρ ὡς ὄνομα ῥηθὲν τὸ ἵππος σημαίνει τὸ τοιόνδε ζῷον, ὅταν δὲ ὡς μέρος τοῦ Κάλλιππος ληφθῇ, ἀποσπασθὲν τῆς οἰκείας ὁλότητος, νεκρόν τι κατὰ τὸ σημαίνειν γίνεται, μηδὲν διαφέρον τῶν παντάπασιν ἀσήμων συλλαβῶν, αἳ μέρη εἰσὶν ἁπλῶν ὀνομάτων, ὡς ἐπὶ τοῦ Πλατῶν ἢ Δίων, πλὴν τούτῳ μόνον, ὅτι τὰ μὲν τῶν ἁπλῶν ὀνομάτων μέρη οὐδὲ δόκησιν ἔχει τοῦ καθ’ ἑαυτὰ σημαντικὰ εἶναι, τὰ δὲ τῶν διπλῶν φαντασίαν μέν τινα παρέχει τοῦ σημαίνειν, ὅπερ Ἀριστοτέλης βούλεσθαι εἶπεν, οὐ μέντοι καὶ κατὰ ἀλήθειαν τοῦτο [*](1 αὐτὸ—ὄνομα (9) om. M αὐτὸ om. A 2 ὣσπερ—ὄνμα (9) om. G τῶ λόγω τὸ AF 4 ἐν ἐκείνοις-ὄνομα (9) om. a τὸ μέρος οὐδ. b 6 post κέλης add. οὐδὲν σημαίνει καθ’ ἑαυτό b 1 1 παραδίδονται F τελευταῖον FGMa 12 τίνος πρ. Α προστεθήσεται Α 12. 13 μέρος μηδὲν (num. corr.) G 13 ἐστὶ σημ. Μa φησὶ γοῦν a 14 λόγων om. ’Ma 15 ὀνόματος om. G τὸ (ante τοιόνδε) suppl. G2 καίτοι] καὶ ταῦτα FGa 17 ὄνομα νεὼς G ἄλλων Α 20 τῶν νοημ. FGa πρότερον] p. 18,2 sq. 22 νόημα G 23. 25 ὡς] εἰς F 23 τῳ] τῶν AFMa 24 ἑαυτῶ (pr. 1.) Α λεγομένων FMa 25 τὸ τοιόνδε] τόδε τὸ FG2M: om. G1 28 όνομ,.] νοημάτων F 28.29 ὡς—-'ονομάτων om. M 28 ἐπὶ] ἀπὸ F πλάτωνος ἡ δίωνος FG τοῦτο FGa 31 καὶ ora AM τὴν ἀλήθ. G Comment. in A list. IV 5. Ammon. in Interpr. 3)
Ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης ἐπήγαγε τὴν τελευταίαν ἀποδοθεῖσαν τοῦ ὀνόματος διαφορὰν ἐξηγούμενος. ἀκόλουθον δὲ ὂν ἐφεξῆς τὴν πρὸ ταύτης ῥηθεῖσαν διαφορὰν παραστῆσαι, λέγω δὴ τὸ ἄνευ χρόνου, τοῦτο μὲν παρῆλθεν ὡς εὐκαιρότερον ἐν τῇ τοῦ ῥήματος διδασκαλίᾳ περὶ αὐτοῦ διαλεξόμενος, ἐν οἷς διδάξει πῶς ἀφορίζεται τὸ ῥῆμα, κατὰ τὸ προσσημαίνειν χρόνον. τὸ δέ γε πρὸ τούτου τὸ κατὰ συνθήκην ἐξηγούμενός φησι· τὸ δὲ κατὰ συνθήκην, ὅτι φύσει τῶν ὀνομάτων οὐδέν ἐδτικἀνταῦθα ζητῆσαι ἄξιον πῶς τοῦ ἐν Κρατύλῳ Σωκράτους ἀγωνιζομένου πρὸς τὸν Ἑρμογένην λέγοντα θέσει τὰ ὀνόματα εἶναι καὶ δεικνύντος φύσει, διισχυρίζεται διὰ τούτων ὁ Ἀριστοτέλης μηδὲν τῶν ὀνομάτων εἶναι φύσει. καὶ ῥητέον ὅτι διχῶς λέγεται τὸ φύσει παρὰ τοῖς φύσει εἶναι τὰ ὀνόματα διαταξαμένοις, ὁμοίως δὲ καὶ τὸ θέσει διχῶς παρὰ τοῖς θέσει αὐτὰ εἶναι τιθεμένοις· τῶν μὲν γὰρ φύσει αὐτὰ εἶναι ἀξιούντων οἱ μὲν οὕτω τὸ φύσει λέγουσιν, ὡς φύσεως αὐτὰ οἰόμενοι εἷναι δημιουργήματα, [*](29r) καθάπερ ἠξίου Κρατύλος ὁ Ἡρακλείτειος ἑκάστῳ τῶν πραγμάτων ὑπὸ φύσεως ἀφωρίσθαι τι λέγων οἰκεῖον ὄνομα, ὥσπερ καὶ αἴσθησιν ἄλλην ἐπ’ ἄλλοις τῶν αἰσθητῶν ὁρῶμεν τεταγμένην· ἐοικέναι γὰρ τὰ ὀνόματα ταῖς φυσικαῖς ἀλλ’ οὐ ταῖς τεχνηταῖς εἰκόσι τῶν ὁρατῶν, οἷον ταῖς σκιαῖς καὶ τοῖς ἐν ὕδασιν ἢ τοῖς κατόπτροις ἐμφαίνεσθαι εἰωθόσι, καὶ ὀνομάζειν μὲν ὄντως τοὺς τὸ τοιοῦτον ὄνομα λέγοντας, τοὺς δὲ μὴ τοῦτο μηδὲ ὀνομάζειν ἀλλὰ ψοφεῖν μόνον, καὶ τοῦ ἐπιστήμονος τοῦτο ἔργον εἶναι, τὸ θηρᾶν τὸ ὑπὸ τῆς φύσεως κατεσκευασμένον οἰκεῖον ἑκάστῳ ὄνομα, ὥσπερ τοὐ ὀξὺ βλέποντος τὸ ἀκριβῶς διαγινώσκειν τὰς οἰκείας τῶν ἑκάστων ἐμφάσεις.
[*](1 ἐργάζεσθαι πέφυκε a κατὰ] διὰ Α ad πολλάκις add. ἀκριβῶς in mrg. G 1. 2 τὰ ὀνόμ. τῶν λόγων AM 3 ὅτε M γὰρ om. M 3. 4 τὸ ante πόλις (prius) ona. G: utrobique om. Α 6 δὲ] γε Α αὐτὸν Α 8 ὅλου] λόγου M τι σημῆναι τι suppl. m.2) G 12 διαφ. ῥηθ. (num. (corr.) G 13 ἀκαιρ. a 14 ὡς A ἀφορίζεσθαι δεῖ AM 14. 15 προσημ. Α 15 τὸ κατὰ] περὶ τοῦ κατὰ Fa 16 οὐδέ Α 17 τοῦ om. FG κρατύλλω Fa ἀγωνισαμ. Α 18 ἑρμογἐνη AF εἶναι om. M 19 διὰ om. F 20 τὸ φύσει διχ. λέγ. Fa 21 δὲ suppl. G2 23 οἰόμενοι om. M 24 κρατύλλος Ga ὁ ῾Ηρακλ.] καὶ ἡράκλειτος Ma 25 ἀφορίζεσθαι Α λέγοντες Ma ὥσπερ suppl. G2 28 καὶ τοῖς ἐν ὓδ. ἡ τοῖς κὰτ. ἐμφ.] cf. Plat. Rei p. 402 Β ὀνομάζει Α 29 τοὺς (prius)] τὰ G τὸ om. AM λἐγ.] ἔχοντας ’ τοῦτο] τοιοῦτον AM 30 ἔργον μόνον F τῶ θηρᾶν Ma 32 xui ἀκριβῶς Ma)οἱ δὲ οὕτως αὐτὰ φύσει φασὶν εἶναι ὡς τῇ φύσει προσήκοντα τῶν ὀνομαζομένων ὑπ’ αὐτῶν πραγμάτων, ὥστε τοὐ ἀρχικὴν (λόγου χάριν) ἔχοντος φρόνησιν φύσει ὀνόματα εἶναι τὸ Ἀρχίδαμος καὶ Ἀγησίλαος καὶ Βασιλίσκος καὶ ὅσα τοιαῦτα, τοῦ δὲ ἀνοήτου μηκέτι, καὶ τοῦ μὲν δεξιᾷ τῇ τύχῃ χρωμένου τὸ Εὐτύχιος καὶ Εὔπρακτος, τοῦ δὲ ἀτυχοῦς οὐκέτι· ἐοικέναι καὶ οὗτοι τὰ ὀνόματα λέγοντες εἰκόσιν, οὐ ταῖς φυσικαῖς ἀλλὰ ταῖς ὑπὸ τῆς ζωγραφικῆς τέχνης ἀποτελουμέναις, ἣ διάφορα μὲν ὁμοιώματα κατασκευάζει τῶν διαφόρων παραδειγμάτων, καὶ ἑκάστου μέντοι σπουδάζει κατὰ δύναμιν ἀποτυποῦσθαι τὸ εἶδος, καθ’ ὃ καὶ πολλάκις ἀπὸ τῶν ὀνομάτων ἐπιχειροῦμεν τὰς φύσεις τῶν ὀνομαζομένων ὑπ’ αὐτῶν πραγμάτων θηρᾶν, | καὶ ταύτας γινώσκοντες πειρώμεθα τὰ κείμενα [*](29v) τοῖς πράγμασιν ὀνόματα σύμφωνα ταύταις δεικνύναι.
Τῶν δὲ αὖ θέσει εἶναι τὰ ὀνόματα διαταττομένων οἱ μὲν οὕτως τὸ θέσει λέγουσιν, ὡς ἐξὸν ὁτῳοῦν τῶν ἀνθρώπων ἕκαστον τῶν πραγμάτων ὀνομάζειν, ὅτῳ ἄν ἐθέλῃ ὀνόματι, καθάπερ Ἑρμογένης ἠξίου, οἱ δ’ οὕτως, ἀλλὰ τίθεσθαι μὲν τὰ ὀνόματα ὑπὸ μόνου τοῦ ὀνοματοθέτου, τοῦτον δὲ εἶναι τὸν ἐπιστήμονα τῆς φύσεως τῶν πραγμάτων οἰκεῖον τῇ ἑκάστου τῶν ὄντων φύσει ἐπιφημίζοντα ὄνομα, ἡ τὸν ὑπηρετούμενον τῷ ἐπιστήμονι καὶ διδασκόμενον μὲν παρ’ ἐκείνου τὴν οὐσίαν ἑκάστου τῶν ὄντων, ἐπιταττόμενον δὲ πρεπῶδες αὐτῷ καὶ οἰκεῖον ὄνομα ἐπινοῆσαι καὶ θέσθαι. κατ’ αὐτὸ δὲ τοῦτο θέσει εἶναι τὰ ὀνόματα, διότι οὐ φύσις ἀλλὰ λογικῆς ἐπίνοια ψυχῆς ὑπέστησεν αὐτὰ πρός τε τὴν ἰδίαν ὁρῶσα τοῦ πράγματος φύσιν καὶ πρὸς τὴν ἀναλογίαν τοῦ ἄρρενος καὶ θήλεος, τῶν κυρίως ἐν τοῖς θνητοῖς ζῴοις ὁρᾶσθαι πεφυκότων· οὐ γὰρ ἀσκέπτως τοὺς μὲν ποταμοὺς ἀρρενικῶς τὰς δὲ θαλάσσας καὶ τὰς λίμνας θηλυκῶς οἱ τῶν ὀνομάτων δημιουργοὶ προσηγόρευσαν, ἀλλ’ ἐκείνας μὲν ὡς ὑποδοχὰς οὔσας τῶν ποταμῶν διὰ τοῦ θηλυκοῦ γένους ὀνομάζειν δοκιμάσαντες, τοὺς δὲ ποταμοὺς ὡς ἐμβάλλοντας εἰς αὐτὰς οἰκείως ἔχειν πρὸς τὴν τοῦ ἄρρενος ἀναλογίαν νομίσαντες καὶ ἐπὶ τῶν ἄλλων ἀπάντων ὡσαύτως ἢ τρανότερον ἢ ἀμυδρότερον τὴν ἀναλογίαν εὑρόντες· κατὰ ταύτην γὰρ τὴν ἔννοιαν καὶ τὸν μὲν νοῦν ἀρρενικῶς τὴν δὲ | ψυχὴν θηλυκῶς λέγειν διέταξαν, τὸν μὲν [*](30r) ἐλλάμπειν δυνάμενον τὴν δὲ ἐλλάμπεσθαι πεφυκυῖαν ὑπ’ αὐτοῦ θεασάμενοι. προϊόντες δὲ οὕτως οὐδ’ ἐπ’ αὐτῶν τῶν θεῶν τῇ τοιαύτῃ κατὰ τὰ γένη [*](1 οὕτως iter. F φασὶ φύσει AM 2 ὥστε] w; AM 3 post Ἀρχίδ. add. Ἀρχισαος a 4 οὐκέτι M 5 εὐτύχιον καὶ εὔπρακτον a 8 καὶ cm. AM 9 καὶ cm. ’ 11 τῶν πραγμ. Fa ταῦτα F 15 ’EpjJLOY.] Plat. Crat. p. 384 D 16. 17 τοῦτον δὲ] καὶ τοῦτον M 17 ὃς οἰκείως corr. G2 18 φύσει τῶν ὄντ. M ἐπιφημίζει G2 ὄνμα ὄνομα G1 τὰ ὀνόματα G2 ὑπηρετ. μὲν G 20 καὶ πρεπῶδες 21 φύσει AM 22 ὑπέστησαν M τε] γε Α 23 τοῦ θήλεος G 25 ἀρσενικῶς FGMa 27 post δοκιμάσαντες add. ὥσπερ καὶ τὰς πηγὰς ὡς οἷον οἷα a) μητρὸς λόγον πρὸς αὐτοὺς ἐχούσας AMa 29 ὁμολογίαν FG πάντων G πρανέστερον AM 30 ὁμολογίαν G κατὰ ταύτην] κατ’ αὐτὴν AM γὰρ] δὲ Α 31 ἀρσενικῶς AG διέταξε G: διετάξαντο a 32 ὡς ἐλλάμπ. (utrobique) a 33 ἐπ’] ἀπ᾿ G: ὑπ᾿ a τὰ om. AG)
Δῆλον οὖν ὅτι συντρέχει τὸ δεύτερον τῶν <τοῦ> φύσει σημαινομένων τῷ δευτέρῳ τῶν <τοῦ> θέσει· τὰ γὰρ ὑπὸ τοῦ ὀνοματοθέτου τιθέμενα ὡς μὲν κείως ἔχοντα πρὸς τὰ πράγματα, οἷς κεῖνται, φύσει ἂν καλοῖντο, ὡς δὲ [*](1. 3. 10 ἄρσεν. libri 3 εἰ om. FG 5 post φωτιζ. add. ἰδόντες AM ὁ om. G ἐν τῷ Συμποσίῳ] p. 190 B 7 δὲ σελ. a post φανερὸν add. δὲ G2 9 τὸ φῶς παρὰ τοῦ ἡλ. M 10 ἀνάκρασιν ’a 11 δραστήριον] ζωοποιόν τε καὶ τελεσιουργὸν M et in mrg. Α 12 post γινομένην add. διὸ καὶ αὐτὸς ὁ ὁ om. G-M: αὐτὸς om. a) Ἀριστοτέλης ἐν τοῖς (τῶ Ma) περὶ ζώων γενέσεως ἐπαινεῖ τὴν τοιαύτην κατὰ τὰ γένη τῶν ὀνομάτων τούτων διάκρισιν ’-Ma 15 post ἀναλογίαν add. εἰ δέ τὸ αὐτὸ φαίνοιτο παρὰ τοῖς αὐτοῖς ἀρσενικῶς (—κὸν a) τε καὶ θηλυκῶς (—κὸν (λεγόμ. G2), οὐ διὰ τοῦτο συγκεχύσθαι καὶ σὺν οὐδενὶ λόγω τεθεῖσθαι τἄ ὀνόματα φήσομεν, τὴν ἑαυτῶν τῆς ἀγνοίας σύγχυσιν ἐπὶ τοὺς παλαιοὺς καὶ σοφοὺς ἄνδρας μετάγοντες· οὐτῶ γὰρ καὶ τὴν ἅπασι γνώριμον ἐτυμολογίαν ἐξοστρακίσομεν· ἀλλὰ μᾶλλον ἐροῦμεν κατ’ (κατὰ τὴν A) ἄλλην καὶ ἄλλην τοῦ πράγματος ἰδιότητα τῶν γενῶν γενομένων a) ἑκάτερον ἐπὶ τοῦ αὐτοῦ παρειλῆφθαι παραληφθῆναι G2), καθάπερ ἐπὶ τῆς σελήνης ἀρσενικῶς τε καὶ θηλυκῶς ὀνομαζομένης καὶ τῶν διαφόρων τοῦ αὐτοῦ πράγματος ὀνομάτων (λεγομένων G2) ἐλέγομεν AG2Ma 17 πρὸ] πρὸς a post λέγωμεν add. ἐφ’ ὃ (ὦ Ma) μηδὲ τῶν διὰ μυθολογίας παραδόντων ἡμῖν τἀς θεολογίας ἐτόλμησέ τις ἡ ἀρρενωπὸν ἡ θηλυπρεπῆ διαμόρφωσιν φέρειν. καὶ τοῦτο εἰκότως· τῶ μὲν γὰρ ἄρρενι τὸ θῆλυ τοῦ θῆλυ A) σύστοιχον, τῶ (τὸ a) δὲ πάντων πάντη Ma) ἀπλῶς αἰτίω σύστοιχον οὐδέν. ἀλλὰ καὶ ὅταν ἀρσενικῶς τὸν θεὸν ὀνομάζωμεν (—ομεν Α), ὡς πρὸς Ma) τὸ σεμνότερον τῶν γενῶν τοῦ ὑφειμένου προτιμῶντες, οὕτως προδαγορεύομεν. ἡ οὖν ἐπὶ τοῦτο τούτω Α: ταὐτὸ Ma) φέρομεν τὸ οὐδέτερον καλούμενον γένος AMa 18 supra παιδίον add. λέγωμεν G2 19 τὸ (ante κοινῶς) om. G 21 αὐτὰ FG 22. 23 τοῦ add. Brand. 23 δευτέρῳ] πρώτω Α: προτέρω M 24 κεῖται M)
οὐδὲν οὖν πρὸς ταῦτα διάφορον οὐδὲ ὁ Ἀριστοτέλης ἐν τούτοις οιατάττεται λέγων οὐδὲν τῶν ὀνομάτων εἶναι φύσει· τοῦτο γὰρ αὐτῶν αποφλασκει τὸ φύσει, ὅπερ ἐπρέσβευον οἱ ῾Ηρακλείτειοι, καθάπερ καὶ Πλάτων, οὐκ ἄν οὐδὲ αὐτὸς παραιτησάμενος οὕτως αὐτὰ καλέσαι φύσει, ὡς ὁ θεῖος ἀξιοῖ Πλάτων. δηλοῖ δὲ τοῦτο ἐν πολλαῖς τῶν πραγματειῶν ἑαυτοῦ,, σύμφωνὰ δεικνύναι τοῖς πράγμασι τὰ ὀνόματα πειρώμενος, καθάπερ ὲν τῇ Φυσικῇ ἀκροάσει τὸ τοῦ αὐτομάτου ὄνομα καὶ τὸ του κενουμ, ὲν οε τοις Μετεώροις τὸ τῆς ψεκάδος καὶ τὸ τοῦ ὑετοῦ, 1 καὶ ὅσα μέντοι τιθέντα ν αὐτὸν ὀνόματα ἴσμεν, ὡς τὸ τῆς ἐντελεχείας ἐπὶ του εἴδους ἡ τιὸ του ὅρου ἐπὶ τῶν ἁπλῶν ἐν τοῖς. συλλογισμοῖς φωνῶν ἢ, τὸ του σχηματος ἐπὶ τῆς τοιᾶσδε τῶν προτάσεων συμπλοκῆς, καὶ ἐν αὐτῷ τούτῳ τῷ Περὶ ἑρμηνείας βιβλίῳ τὸ τοὐ ἀορίστου ὀνόματος ἢ ἀορίστου ῥήματος ἥ τὸ τῆς ἀντιφάσεως ὑπ’ αὐτοῦ τεθέντα σαφέστατα δῆλοι τὴν πέρι τούτων του φιλοσόφου διάνοιαν.
Εἰ δέ τις οἴοιτο δεικνύναι μηδὲ κατὰ τοῦτον τὸν τρόπον ὀφείλοντα πύσει τὰ ὀνόματα λέγεσθαι, ἀπό τε τῆς γενομένης μεταθέσεως τῶν ὀνομάτων ἐπιχειρῶν καὶ ἀπὸ τοῦ τὸ αὐτὸ πρᾶγμα πλείοσι πολλάκις ὀνόμασιν ὀνομάζεσθαι, τὴν μὲν μετάθεσιν ἐροῦμεν καὶ μάλα ἐναργῶς δεικνύναι [*](1 τεθέντα] ταχθέντα Α: κρατύλλῳ a (ubique) διαιτῶν] διὰ τοὺς AM: διὰ τῶν G1 2 ἑρμογένη Α διαφερομένων G1 ἄπο τοῦ M b δείκνυσιν Cratyl. c. 4 p. Α sq. c. 38 p. 427 D sq. 4 καὶ τὸ φύσει om. M κατὰ καὶ G1 4. 5 δεὺτ. τῶν φ. σημαινομένων Α 5 τούτων G ἀίδια G 6 σημαινόμενα AM ὡρισμένη ’ 7 γὰρ] δὲ F κατ,ὰ τὴν πρ. AFMa J τῆ τὰς M 11 τὸ piius om. M: utrumque om. Α λέγωμεν Α 14 διαφέρων πρὸς τ. A: διάφορον πρὸς τ. M ὁ om. AFM 18 αὑτοῦ G1 19 τὰ πράγματα τοῖς ὀνόμασι G ἐν μὲν Aa: ἐν τῆ φυσ. μὲν M 20 Φυσικῇ ἀκρ.] Β 6 p. 197b29 Δ7 p. 213b31 sq. 21 Μετεώρ.] A 9 p. 347a11 21.22 τίθεται ἀυτῶ A: τιθέντα αὐτῶν τῶν M 22 ἐνδελ. Α (cf. De au. p. 412a10) τὸ (ante του ὄρου) suppl. G (ct. Anal, pr. p. 24b16) 23 σχήμ] cf. Anal. pr. p. 26b33 25 τὸ (ante τοῦ ἄορ·) suppl. ἣ ἄορ.] ἡ τοῦ ἄορ. Α: ἡ τὸ τοῦ ἄορ. Ma 29 γινομ. Α διαθέσεως F)
φησιν ὁ Κυρηναῖος· εἰ δὲ ταῦτα ὀρθῶς λέγεται, δῆλον ὡς οὐκ ἀποδεξόμεθα τὸν Διαλεκτικὸν Διόδωρον πᾶσαν οἰόμενον φωνὴν σημαντικὴν εἶναι καὶ πρὸς πίστιν τούτου καλέσαντα τῶν ἑαυτοῦ τινα οἰκετῶν Ἀλλαμὴν καὶ ἅλλον ἄλλῳ συνδέσμῳ· ποίαν γὰρ ἕξουσιν αἱ τοιαῦται φωναὶ σημασίαν φύσεως τινὸς‘ ᾖ προσώπου, καθάπερ τὰ ὀνόματα, ἢ ἐνεργείας ἢ πάθους, καθάπερ τὰ ῥήματα, χαλεπὸν καὶ πλάσαι.
- ἐδείμαμεν ἄστεα μορτοί
’EtteI δὲ ἕτεροι τὸ θέσει τῶν ὀνομάτων ἐξορίζειν ἐπιχειροῦσιν ὥσπερ ὁ Πετραῖος Δουσάρειος, τὰς εὐχὰς ἡμῖν καὶ τὰς ἀρὰς παραδέροντες, ἐν αἶς τὰ ὀνόματα ἡμῶν λεγόμενα ἢ ὠφελοῦσιν ἐναργῶς τοὺς ὀνομαζομένους ἣ βλάπτουσι, καίτοι τῆς συνθήκης ἀνθρώπων μὲν εικοτως πρὸς ἀνθρώπους γενομένης, ἀνθρώπων δὲ πρὸς θεοὺς οὐδὲ μέχρι ἐπινοίας ὑφίστασθαι δυναμένης, ῥητέον καὶ πρὸς τούτους ὅτι λογικοὺς κοὺς ἡμᾶς καὶ αὐτοκινήτους ὑποστήσαντες οἱ θεοὶ πολλῶν πράξεων κυρίους εικοτως κατέστησαν, ὁρῶντές τε πάντα τὰ ἡμέτερα ἀτρέπτως καὶ τὰς θέσεις τὰς ἡμετέρας παραδεχόμενοι πρὸς ταύτας ἡμῖν ὡς αὐτοκινήτοις τὸ κὰτ ἀξίαν ἀφορίζουσι, μᾶλλον δὲ ἡμεῖς διὰ τῶν ἐπὶ ταῖς θέσεσι τοιῶνδε φαντασιῶν, ὀρέξεων τε καὶ ἐγκλίσεων, τοιόνδε ζωῆς τύπον ἐν ἑαυτοῖς [*](1 τὰ φύσει a ὅτι om. AG 3 ἑκάστου 4 γὰρ] καὶ F 5 τύχη F ἣ (ante ξυλίνης) Brand.: καὶ AFGMa 6 καὶ suppl. G2 8 οὐσίας] οὔσης AM 11 δωνήν] ζωήν AFM 14 μορητός Α 16 ἄστοσα Α μορτοῖς FG 17 ὁ Κυρηναῖος Callim. frg. 271 18 Διόδ.] cf. Zelleri H. Ph. II Ι4 271 (Steph. d. interp: Ηayd.) σημ. εἶναι φωνὴν G 19 post οἰκετῶν add. τῷ συλλογιστικῷ συνσέσμῳ a ἀλλὰ μὴν xai AFMa: om. G 20 yap οἰκετῶν 23 ἐπιχειροῦσι om A 24 ὤσπερ ὁ πετραῖος πετραῖα Μ: πατραῖος a) Sou, ’peto; (Apsto, a) AMa: om. FG; correxi ex Bernaysii Ges. Abb. II 291 24. 25 παραφέρ.] περὶ φέροντες Α.. ἐπιφέροντες G1: περὶ ἄρεια φέροντος M 26 τῆς om. G μὲν om. G 27 πρὸς] ἐπὶ G1 ἀνθρώπων 33 ἐλλλύσεων Α ἐν om. FG)
Αλλὰ ταῦτα μὲν ἐπὶ πλέον ἐμηκύναμεν, τὴν συμφωνίαν τῶν φιλοσόφων σόφων ἐπιδεῖξαι βουλόμενοι καὶ τὸ θεώρημα ζητεῖσθαι παρὰ τοῖς παλαιοῖς εἰωθὸς οὐ παντάπασιν ἀδιερεύνητον παραδραμεῖν δοκιμάσαντες. ἑξῆς δὲ τούτοις ἐπισκεψώμεθα τὸν συλλογισμόν, ὃν ὁ Ἀφροδισιεὺς ἐξηγητὴς ἐκτίθεται, κατασκευάζειν δοκοῦντα μόνως εἶναι φύσει τὰ ὀνόματα καὶ τὰ ῥήματα· τὰ γὰρ ὀνόματα, φησί, καὶ τὰ ῥήματα φωναί, αἱ δὲ φωναὶ φύσει, τὰ ἄρα ὀνόματα καὶ τὰ ῥήματα φύσει. πρὸς ταῦτα τοίνυν ῥητέον ὅτι τὰ ὀνόματα καὶ τὰ ῥήματα οὐχ ἁπλῶς ἄν λέγοιντο εἶναι φωναί, ἀλλὰ κατὰ τὴν ὕλην. ὥσπερ οὖν εἴ τις ἔλεγεν ‘ἡ θύρα ξύλον, τὸ ξύλον φύσεως ἔργον, ἡ ἄρα θύρα φύσεως ἔργον’, γελοῖος ἄν ἦν λέγεται γὰρ ἡ θύρα ξύλον κατὰ τὴν ὕλην, οὐκ ἀνάγκη δὲ τὸ ὕλῃ χρώμενον φυσικῇ καὶ αὐτὸ φύσει εἶναι, διότι πάντα τὰ τεχνητὰ | τὴν ὑπόστασιν ἐκ τῆς ἡμετέρας ἐπτινοίας [*](33r) ἔχοντα περὶ τὴν φυσικὴν ὕλην ὑφίσταται), τὸν αὐτὸν κἀνταῦθα τρόπον ῥητέον ὅτι φύσεως μέν ἐστιν ἔργον ἡ φωνή φύσει γάρ ἐσμεν φωνητικοί): τὰ δὲ ὀνόματα καὶ τὰ ῥήματα λέγοιντο ἂν εἶναι φωναὶ οὐχ ἀπλῶς, ἀλλὰ τοιώσδε μορφωθεῖσαι καὶ διαπλασθεῖσαι ὑπὸ τῆς λεκτικῆς καλουμενης φαντασίας τοιώσδε καὶ τοιώσδε τὰ φωνητικὰ κινούσης ὄργανα, καθάπερ τὸ ξύλον ὑπὸ τοῦ τέκτονος πρὸς τὴν τῆς θύρας γένεσιν. ὥσπερ οὖν τὸ ξύλον πρὶν εἰδοποιηθῆναι οὐκ ἄν τις ὀνομάσοι θύραν, οὕτως οὐδὲ τὰς μὴ τοιώσδε μορφωθείσας φωνὰς ὀνόματα ἢ ῥήματα, ὥστε κατὰ τὸ εἶδος αὐτὰ λέγεσθαι εἶναι τοιαῦτα ἐξ ἐπινοίας ἡμετέρας γεγονότα καὶ ὄντα διὰ τοῦτο θέσει. ταῦτα μὲν οὖν πρὸς τὸν συλλογισμόν.
῾Ο δέ γε Ἀριστοτέλης ὅτι κατὰ συνθήκην τὸ ὄνομα ὑπομιμνήσκει ἀπὸ τοῦ συναναφαίνεσθαι τῇ πρώτῃ γενέσει καὶ θέσει τοῦ ὀνόματος τὸ σύμβολον αὐτὸ εὐθὺς εἶναι τοὐ ὀνομαζομένου, καὶ οὐχ ὁμοίωμα φυσικόν, [*](1 παρασκευάς. a 2 μὲν om. G 3 γιν. κατὰ φ. (num. corr.) G γιγν. Α τὸ] τὸν Α 4 τε καὶ ἐμβριθέστερον om. FG 4. ἑαυτοῖς Α 5 ῥοπήν] φοράν G1 τὴν μεσεμβρίαν Ma 6 μὲν γὰρ Fa τε καὶ Α 18 ἂν om. FG φωναί om. F 20 ἢν] εἴη Fa 23 περὶ] παρά G2 24 ἐστιν om. a ἔργον] δῶρον FGa 27 τοιῶς (utrobique) F 29 post ξύλον iter. ὑπὸ τοῦ τέκτ.—γένεσιν Α εἰδοποιηθῇ a ὀνομάσοι F2GMa: ὀνομάσῃ Α: ὀνομάσει F1 30 τοιώσδε ἡ τοιώσδε Ga - 31 αὐτὰ om. FG εἶναι τοιοῦτα λέγ. Α καὶ ἐξ a 33 γε om. M 34 συνυδαίν. G1: συνεμφαίν. G2 35 εὐθὺς αὐτὰ (sic) M)
τὴν δὲ χρείαν τοῦ κατὰ συνθήκην ὁ φιλόσοφος ἐπιδεικνύς, ἐπεὶ σημαίνουσί τι, φησί, καὶ οἱ ἀγράμματοι ψόφοι, τοῦτ’ ἔστιν αἱ ἄναρθροι φωναί τῷ γὰρ ψόφῳ νῦν ὡς γένει τῆς φωνῆς ἀντὶ τοῦ εἴδους ἐχρήσατο), οἷον θηρίων, ὧν οὐδέν ἐστιν ὄνομα, ὡσανεὶ ἔλεγεν, ἐπεὶ δίχα τῆς προσθήκης ταύτης οὐδὲν μᾶλλον τὸ ὄνομα ἐδηλοῦμεν ἢ τὰς [*](1 ὅπερ G1 3 τὸν ὄντως αὐτοῦ G 5 μέρος ἐστὶ a 6 νῦν (post πρότ.) cm. AM 8 προσεχῶς G 9 ἡγοῖτο AM 10 xw εἰπεῖν GM ὅτι ἐστὶ om. G ἐσχημ.] κατεσκευασμένον M 11 ἐστὶ cm. F ἐκ ξύλου om. F 12 ἐσχηματισμένου AM τοῦτο αὐτὸ G: τοῦτο τὸ αὐτὸ Ma καὶ τοῦ ῥημ. δηλ. A 15 σημαίνοντα] σημαινόμενα G 16 πληρουσῶν M 22 ἐν Κρατύλῳ] c. 39 p. Α sq. περὶ δὲ τοῦ όνόμ. Α: περὶ ὀνόμ. F 23 παραδεδομένου G μίμημα om. F 24 ἑκάστων G ἀνάρθρου F 25 κατασκενασμ. F ὥσπερ γὰρ Α 28 ἐν τῶ σοφιστῇ Ma (cf. Sophist, c. 45 p. 261 E sq.) πρὸ] πρὸς F 31. 32 ἐπεὶ σημ.] ἐπισημ. Α 32 σημ.] δηλοῦσί γε b 34 ἐπεὶ] ὅτι FG 35 δηλοῦμεν G)
Τὸ δὲ οὐκ ἄνθρωπος οὐκ ὄνομα. οὐ μὴν κεῖταί γε ὄνομα ὅτι δεῖ καλεῖν αὐτό· οὔτε γὰρ λόγος οὔτε ἀπόφασις. ἀλλ’ ἔστω ὄνομα ἀόριστον, ὅτι ὁμοίως ἐφ’ ὁτουοῦν ὑπάρχει καὶ ὂντος μὴ ὄντος.
Τοῦτο δὲ νῦν ἐκίνησε τὸ θεώρημα, διότι ἑώρα μὲν καὶ τὰς τοιαύτας [*](34v) φωνὰς παραλαμβανομένας πολλάκις ἐν ταῖς ἀποφάνσεσιν, ὡς ὅταν εἴπωμεν ᾿οὐκ ἄνθρωπος περιπατεῖ᾿, οὐδενός γε ὀνόματος ἠξιωμένας ὑπὸ τῶν παλαιοτέρων. διδάσκει τοίνυν καὶ τίσι τῶν ὠνομασμένων φωνῶν ὑποπτευθεῖεν ἄν αἱ αὐταὶ εἶναι, μὴ οὖσαι κατὰ ἀλήθειαν αἱ αὐταί, καὶ πῶς δίκαιον αὐτὰς ὀνομάζειν. ἐπεὶ οὖν μάλιστα ἄν τις ὑποπτεύσειεν αὐτὰς εἶναι ὀνόματα διά τε τὸ παραπλησίως τοῖς ὄντως ὀνόμασι τὴν τῶν ὑποκειμένων χώραν καταλαμβάνειν ἐν ταῖς προτάσεσι καὶ διὰ τὸ ἐφαρμόζειν αὐταῖς τὸν ἀποδεδομένον τοῦ ὀνόματος λόγον τά τε γὰρ ἄλλα προφανῶς αὐταῖς ὑπάρχει καὶ οὐδ’ ἐπὶ τούτων τὰ μέρη σημαντικά ἐστι καθ’ ἑαυτά, τό τε ‘οὔκ᾿ καὶ τὸ ῾ἄνθρωπος᾿, ὅταν ὡς ἑνὸς τοῦ ‘οὐκ ἄνθρωπος᾿ λαμβάνωνται), οὐ μὴν ὁ Ἀριστοτέλης ἀξιοῖ αὐτὰς ἁπλῶς ὀνόματα καλεῖν, διότι τὸ μὲν ὄνομα μιᾶς ἐστι φύσεως σημαντικόν, τῆς τοῦ ὀνομαζομένου, τῶν δὲ τοιούτων ἑκάστη φωνῶν ἓν μὲν ἀναιρεῖ, τὸ σημαινόμενον ὑπὸ του ὀνόματος τοῦ δίχα τῆς ἀρνήσεως λεγομένου, πάντα δὲ τὰ ἄλλα τὰ παρ’ ἐκεῖνο εἰσφέρει καὶ ὄντα καὶ μὴ ὄντα· τὸ γὰρ οὐκ ἄνθρωπος ἐπ’ ἀνθρωπου μὲν οὐ λέγεται μόνου, λέγεται δὲ ἐπὶ ἵππου καὶ κυνὸς καὶ ἐπὶ τραγελάφου καὶ ἱπποκενταύρου καὶ πάντων ἁπλῶς ὄντων τε καὶ μὴ ὄντων. [*](1 προσφερ. a οἶον] ἢ G 2 Πλάτων] Cratyl p. 399 C 4 ὅσοι F 6 ἔλληψιν F φθέγματος FGMa 7 ἄν λέγοι (num. corr.) G 9 μηκυθμός a: μηκηθμός Brand. μὲν om. FG 12 οὐ μὴν—μὴ ὄντος (15) om. M 13 γε om. b ἀπόφασίς ἐστιν ab 16 θεώρημα] ὄνομα F ἑώρα μὲν] ἑωράκαμεν A: ὁρῶμεν F 17 φωνὰς om. F ἀποφάσεσιν G 18 οὐδὲν G γε] δὲ Brand.: an δέ γε? 19 τοῖσι Α 20 ἄν om. FGa 22 ὀνόμ. εἶναι FG 22. 23 τὸ παραπλ.—ὑποκειμένων suppl. G2 22 τοῖς iter. F 28 φύσεως ἐστι Α σημαντικῆς G2 29 τῶν σημαινόμενον om. G 32 δὲ καὶ Ma ἐπὶ (alterum) om. a)
Τὸ δὲ Φίλωνος ἢ Φίλωνι καὶ ὅσα τοιαῦτα οὐκ |τα ἀλλὰ πτώσεις ὀνόματος. λόγος δέ ἐστιν αὐτοῦ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτά, ὅτι δὲ μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται οὐκ ἀληθεύει ἢ ψεύδεται, τὸ δὲ ὄνομα ἀεί, οἷον Φίλωνος ἔστιν ἢ οὐκ ἔστιν· οὐδὲν γάρ πω οὔτε ἀληθεύει ψεύδεται.
Περὶ τῆς κατ’ εὐθεῖαν γινομένης τῶν ὀνομάτων προφορᾶς εἴωθε παρὰ τοῖς παλαιοῖς ζητεῖσθαι πότερον πτῶσιν αὐτὴν προσήκει καλεῖν ἢ οὐδαμῶς, ἀλλὰ ταύτην μὲν ὄνομα ὡς κατ’ αὐτὴν ἑκάστου τῶν [*](1 αὐτὰ AM 2 ὥσπερ G2 ἐν om. M 3 post ταῦτα add. οἷον a τὸ παρὰ F: παρὰ Α: τὸ περὶ Ga: περὶ M ἕν, οἷον τὸ] ἐν τῶ AM 4 παρὰ] περὶ G1a 5 ante πάντα supra scr. καὶ M 6 ἐν τοῖς F 8 εἶναι ora. G 9 ὅλως] ἄλλως AM 11 ἀπλῶς τινα M 12 γίνεται—ἀφαιρ. (14) iter. M 13 τοῦτο F 14 ὄνομα G 16 οὔτ.ε ἐρωτήσεις post εὐχαὶ transp. G 18 αὐτὰ F 19 ἀπόφασιν scripsi: ἀπόφανσιν libri ἐν] οὐ G 22 φησιν αὐτὰς Α διὰ δὲ F ἔσται G 23 δηλονότι Fa 2,5 post φίλωνος add. ἢ φίλωνος G 26 ἀλλὰ—ψεύδεται (29) om. M λόγος—ψεύδεται (29) om. G 27 ὅτι—ψεύδεται om. a 28 αἰεί Α φίλωνι F 29 οὐδὲν] οὐδὲ F 30 γενομ. Α)
’Ev δὲ τούτοις ὁ Ἀριστοτέλης διακρίνει τοῦ ὀνόματος τὰς πτώσεις, καὶ ταῦτα ὁμοίως αὐτῷ τὸν ἀποδεδομένον τοῦ ὀνόματος ὁρισμὸν ἐπιδεχοκαὶ τῷ τὸ μὲν ὄνομα μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται ἀληθεύειν ἢ ψεύ- δεσθαι, τὰς δὲ πτώσεις μηκέτι· ὁ μὲν γὰρ εἰπὼν ῾Θίλων ἔστιν’ ἤ᾿Θίλων ἦν’ ἢ ᾿Φίλων ἔσται’ ἡ ἀληθὲς εἶπεν ἢ ψεῦδος, ὁ δὲ ᾿Φίλωνος ἔστιν’ εἰπὼν ἢ ῾ἦν᾿ ἤ ‘ἔσται᾿ ἢ ‘Θίλωνι ἔστιν’ ἢ ᾿ἦν᾿ ἢ ‘ἔσται᾿ οὐδὲν οὔτε ἀληθὲς εἶπε, διότι δέονται προσθήκης τινὸς πρὸς τὸ ἀπαρτίσαι διάνοιαν οἱ τοιοῦτοι λόγοι. ἄν οὖν μὴ προστεθῇ τὸ υἱὸς οὗτος ἡ ἀγρός, οἷον ‘Θίλωνός [*](1 ὀνόματα M 2 γενομένας A: γενομένου M 4 δευτέρας G1 καὶ οἱ (alt. 1.) G 6 ἄλλας τέσσαρας a εἰκότως μὲν Α 8 ἀνωτέρου M 10 αὐτὴ FG 11 τὸ (prius) scripsi: τοῦ libri 13 πάλιν πεπτ. (τε om.) Α 15 διὰ om. καλεῖν AMa 17 μηδὲ] μὴ AM 18 κλήσεως Α: κλίσεως M 19 post μαχόμενα add. τὰ αὐτὰ δὲ λέγειν ἁρμόσει καὶ πρὸς τοὺς γενικόν τι ὄνομα ὑποτιθεμένους καὶ ἀπ’ ἐκείνου πεπτωκέναι τὸ τὰ G2) καθέκαστον (-στα AG2) ὄνομα ὀνόματα G2) λέγοντας· γὰρ γὰρ om. M) διασαφοῦσι διαφέρουσι M) τί ποτέ ἐστιν ὃ καλοῦσι ὃ καλοῦσι om. G2) γενικὸν ὄνομα οὔτε εἰ εἰς a) τὴν ἔννοιαν αὐτὴν τῶν ὀνομάτων καὶ κοινῶς κατὰ πάντων (παντὸς Ma) κατηγορουμένην (-οὐμενοι Ma) λέγοιεν ἴδιόν τι (ὅτι AM) τοῦ ὀνόματος ἐροῦσιν. ὁ αὐτὸς ἔσται λόγος καὶ ἐπὶ τῶν λοιπῶν τοῦ λόγου μερῶν. ὥστε καὶ τὰ καλούμενα θέματα τῶν ῥημάτων κατ’ εὐθεῖαν ἐροῦμεν προάγεσθαι πτῶσιν, καὶ τῶν ἄλλων τῶν λεγομένων παρ’ αὐτοῖς περὶ τῶν a) τοῦ λόγου μερῶν ἕκαστον ὡσαύτως AG2Ma 22 an ταύτας? ταὐτῶ a 25 φίλων (ante ἔσται)] φίλωνι G2 ἢ ἀληθὲς—φίλωνι ἔστιν ἡ ἦν ἡ ἔσται om. M ἡ (ante ἀληθές) om. Α 26 φίλωνι] φίλων F ἡ ἦν ἢ ἔσται (alterum) om. FGa 27 ἀπαρτίσασθαι G 28 τὸ om. F: τὸ υἱὸς om. G ἡ οὗτος Ga)
διὸ καὶ τὴν φωνὴν ἐν τούτῳ διαναπαύομεν καὶ τὸν καλούμενον, εἰ μή τι κωλύει, κινοῦμεν πρὸς τὴν ἀπόκρισιν, ὡς τῆς κατὰ τοῦτο διανοίας ἀπηρτισμένης. ἀπόφανσιν μέντοι ποιῆσαι ἢ ταύτην ἢ ἄλλην τινὰ πτῶσιν οὐδὲ τὸ ἔστι προσλαμβάνουσαν δυνατόν.
- ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον.
Πάνυ δὲ καλῶς ὁ φιλόσοφος ἐπεσημήνατο Πορφύριος ὅτι τὸ ἔστιν οὐκ ἀντὶ παντὸς εἴληπται ῥήματος, ἀλλ’ αὐτὸ μόνον τὸ ἀπὸ τοῦ ὄντος παρηγμένον καὶ τὴν ὕπαρξιν σημαῖνον λαμβάνεται ὡς μετὰ μὲν τοῦ ὀνόματος αὐτοτελῆ ποιοῦν λόγον μετὰ δὲ τῶν πτώσεων ἐλλιπῆ· τινὰ γάρ ἐστι ῥήματα συνταττόμενα ταῖς πτώσεσι καὶ ποιοῦντα λόγους ἀληθεῖς ἢ ψευδεῖς, τοῖς δὲ ὀνόμασι συτάττεσθαι οὐ δυνάμενα, ὡς τὸ μεταμέλει, οἷον ‘Σωκράτει μεταμέλει᾿, καίτοι τὸ ‘Σωκράτης ἐν οἷς καὶ προσιστορεῖ τὴν τῶν Στωϊκῶν διάταξιν περὶ τῶν κατηγορουμένων ὅρων ἐν ταῖς προτάσεσιν οὖσαν τοιαύτην· “τὸ κατηγορούμενον ἤτοι ὀνό μάτος μάτος κατηγορεῖται ἡ πτώσεως, καὶ τούτων ἑκάτερον ἤτοι τέλειόν ἐστιν ὡς κατηγορούμενον καὶ μετὰ τοῦ ὑποκειμένου αὔταρκες πρὸς γένεσιν ἀποφάνσεως, ἢ ἐλλιπὲς καὶ προσθήκης τινὸς δεόμενον πρὸς τὸ τέλειον ποιῆσαι [*](37r) κατηγορούμενον. ἂν μὲν οὖν ὀνόματός τι κατηγορηθὲν ἀπόφανσιν ποιῇ, κατηγόρημα καὶ σύμβαμα παρ’ αὐτοῖς ὀνομάζεται (σημαίνει γὰρ ταὐτόν), ὡς τὸ περιπατεῖ, οἷον ῾Σωκράτης περπατεῖ᾿· ἂν δὲ πτώσεως, παρασύμβαμα, ὡσανεὶ παρακείμενον τῷ συμβάματι καὶ ὂν οἷον παρακατηγόρημα, ὡς ἔχει τὸ μεταμέλει, οἷον ‘Σωκράτει μεταμέλει᾿. τὸ μὲν γὰρ μεταμελεῖται σύμβαμα εἶναι, τὸ δὲ μεταμέλει παρασύμβαμα οὐ δυνάμενον ὀνόματι συνταχθὲν ἀπόφανσιν ἐργάσασθαι, οἷον ῾Σωκράτει μεταμέλει᾿ οὐδεμία γὰρ τοῦτο ἀπόφανσις), ἀλλ’ οὔτε κλίσιν ἐπιδέξασθαι δυνάμενον. ὡς τὸ περιπατῶ περιπατεῖς περιπατεῖ, οὕτε συμμετασχηματισθῆναι τοῖς ἀριθμοῖς· ὥσπερ γὰρ λέγομεν ῾τούτῳ μεταμέλει᾿, οὕτως καὶ ‘τούτοις μεταμέλει᾿. καὶ πάλιν ἂν μὲν τὸ τοῦ ὀνόματος κατηγορούμενον δέηται προσθήκης πτώσεως ὀνόματός τινος πρὸς τὸ ποιῆσαι ἀπόφανσιν, ἔλαττον ἢ κατηγόρημα [*](1 ἢ ἀγρὸς om. FGa φίλωνι] φίλωνος Ma post φίλος οὗτος add. ἢ Φίλωνί ἐστιν ἀγρὸς οὗτος a 3 μιᾶς μόνης] μιᾶς καὶ τῆς αὐτῆς Α: τῆς αὐτῆς M 4 ὀνομαζ.] κεκλημένης G σημᾶναι M 6 ὦ μάκαρ κτλ.] Horn. Γ 182 ὀλβιόδημον Α2 8 κωλύοι FMa post κωλύει add. πρὸς ἑαυτοὺς ἐπιστρέφομεν καὶ πρὸς τὸ πυθέσθαι πιθέσθαι G-) τῆς κλήσεως τὴν χρείαν AG2Ma 9 ἀπόφασιν Α 13 14 τοῦ ὀνομ. μὲν AM 14 ἐλλειπῆ Α τινὰ] πολλὰ a 16 οὐ] μὴ AM 17 καίτοι] καὶ G ὄν addidi 19 ἤτοι] εἴτι Α 20 καὶ ἑκάτερον Α 21 πρὸς γένεσιν cm. M 22 ἐλλειπἐς Α 23 ποιῇ suppl. G2 26 οἷον om. AM 28 εἶναι om. AM Brand. 29 ὀνόμασι Brand, ex ed. Ven. ἀπόφασιν G1 σωκράτης της G 30 τούτου AM κλίσεις AM 32 οὕτως om. G)
Καὶ τοιαύτη μὲν ἡ τῶν Στωϊκῶν περὶ τούτων παράδοσις. ἡμεῖς δὲ συγκεφαλαιούμενοι τὰ περὶ τοῦ ὀνόματος ῥηθέντα τῷ | Αριστοτέλει λέως [*](37r) έσται τὸ κάτα τὴν νυν παράδοσιν κυρίως ὄνομα φωνὴ σημαντιὴ πατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος ἐστὶ σημαντικὸν κεχωρισμένον, ὡρισμένον τι σημαίνουσα καὶ μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται ἀληθεύουσα ἢ ψευδομένη. ἀλλὰ διὰ τίνα αἰτίαν οὐκ ἐξ ἀρχῆς ὁ Ἀρισιοτέλης τοῦτον ἀποδέδωκε τοῦ ὀνόματος τὸν ὁρισμόν, ὥστε μηδὲν ἐνοχλεῖν τὸν λόγον μήτε τὰ ἄοριστα ὀνόματα μήτε τὰς πτώσεις; φαμὲν δὴ ὅτι πολλά ἐστι παρ’ αὐτῷ τοῦ ὀνόματος τὰ σημαινόμενα· καὶ γὰρ πᾶσαν φωνὴν κατὰ συνθήκην σημαντικὴν ὁτουοῦν τῶν ὄντων τῆς τοῦ ὀνόματος ἀξιοῖ προσηγορίας, ὥσπερ καὶ ὁ ἐν τῷ Σοφιστῇ σοφὸς τὸ ἁπλῶς ὄνομα διαιρῶν εἰς τὸ ἰδίως λεγόμενον ὄνομα καὶ ῥῆμα, καθ’ ὃ σημαινόμενον λέγοιντο ἄν καὶ τὰ ῥήματα πάντα ὀνόματα δηλοῖ δὲ αὐτὸς ἐν τοῖς ἑξῆς λέγων “αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενα τὰ ῥήματα ὀνόματά ἐστι καὶ σημαίνει τι”, ὡς ἄν διὰ τὴν σημαντικὴν δύναμιν ἀξιώσας αὐτὰ καλεῖν ὀνόματα, ἐπεὶ καὶ ἔστι τῶν ἐνεργειῶν ἢ τῶν παθῶν τῶν ὑπ’ αὐτῶν σημαινομένων ὥσπερ ὀνόματα), καὶ πᾶσαν φωνὴν ὑποκείμενον ἐν προτάσει ποιοῦσαν ὄνομα παρ’ αὐτῷ λεγομένην εὑρήσεις. ὡς ἐν τῷ τρίτῳ τοῦ βιβλίου κεφαλαίῳ δηλώσει λέγων “μετατιθέμενα δὲ τὰ ὀνόματα καὶ τὰ ῥήματα ταὐτὸν σημαίνει”, ὥστε κατὰ τοῦτο τὸ σημαινόμενον τὸ μὲν καλὸς καὶ τὸ δίκαιος καὶ ὅσα τοιαῦτα ἐν μεθέξει θεωρούμενα ἑτέρων τινῶν ὑποκειμένων τῶν μετεχόντων καὶ ὧν πέφυκε καταηγορεῖσθαι ῥήματα λέγεσθαι καὶ οὐκ ὀνόματα, τὸ δὲ βαδίζειν καὶ τὸ φιλοσο φεῖν ἔμπαλιν ὀνόματα καὶ οὐ ῥήματα, διότι [*](38r) ὑποκειμένους ποιοῦσιν ὅρους ἐν ταῖς προτάσεσι ταῖς λεγούσαις ‘τὸ βαδίζειν κινεῖσθαί ἐστι’, ῾τὸ φιλοσοφεῖν ὠφέλιμόν ἐστι'. διὸ καὶ συντάττεται αὐτοῖς τὸ ῾τό᾿ ἄρθρον, ἅτε ὀνομάτων νῦν χώραν ἐκπληροῦσι. λέγεται δὲ καὶ ἄλλως ὄνομα κατὰ τὸν ἐξ ἀρχῆς ἀποδεδομένον τοῦ ὀνόματος ὁρισμὸν “πᾶσα [*](2 οἷον ὡς G ἀγνοεῖ G1 τοῦτο F 2 ποιεῖς Α 4 συναχθῆναι 5 ἀλκιβιάκιβιάδους A Ma μέλλει Α 6 παντὸς (sic) Α 8 rdi ἂρ. ῥηθέντα G 9 ἔσται] ἐστι FM τὸ om. Α ante κυρίως add. τοῦ ἀριστοτέλους del. G 10 ἐστὶ om. AMa 13 ὀχλεῖν Α 15 τοῦ ὀνόματος om. G τὰ om. FMa 16. 17 κατηγορίας Α 17 ἐν τῷ Σοφιστῇ] p. 261 D sq. 17. 18 διαιρῶν—ὅνομα cm. M 18 καὶ τὸ ῥῆμα M 19 ἐν τοῖς ἑξῆς] p. 16b19 22 έστιν ὅτε a τῶν (post παθῶν) om. F 23 τὰ ὀνόματα (pr. 1.) M ὄνομα γὰρ G 24 αὐτοῖς G: αὐτῶν a λεγομένοις ’ ἐν τῷ τρίτῳ . . κεφ.] p. 20b1 κεφ. τοῦ βιβλ. M 25 τὸ αὐτὸ AGM σημαίνουσιν G 28 λέγονται ῥήματα G 31 ὠφέλημον F ante διὸ iter, τὸ βαδίζειν κινεῖσθαί ἐστι Α 32 τὸ (alterum) om. FGa νῦν] τότε Α ἐκπληροῦνται M)
Τῆς ῥήσεως τὸ λόγος δέ ἐστιν αὐτοῦ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ λέγεται μὲν περὶ τοῦ προφερομένου κατά τινα πτῶσιν ὀνόματος ὅτι ἕξει τὸν ὁρισμόν, ὃν ἐκάλεσε λόγον, κατὰ μὲν τὰ ἄλλα μηδὲν διαφέροντα τοῦ ἐξ ἀρχῆς ἀποδοθέντος ὁρισμοῦ τοῦ ὀνόματος (καὶ γὰρ τοῦτο φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος σημαντικὸν κεχμρισμένον) πλεονάσαντα δὲ τούτου τῇ διακρινούσῃ τὰς πτώσεις ἀπὸ τοῦ κυρίως ὀνόματος διαφορᾷ, τῷ τὰς μὲν πτώσεις μετὰ μόνου τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται λεγομένας μήπω ποιεῖν τελείαν ἀπόφανσιν, διὸ μήτε ψεύδεσθαι μήτε ἀληθεύειν, τῷ δὲ ὀνόματι καὶ μόνον ἕν τι τῶν ῥημάτων ἀρκεῖν πρὸς τὴν γένεσιν τῆς τελείας ἀποφάνσεως. εἴληπται δὲ ἀπὸ Ἀττικῆς συνηθείας τῶν εἰς τὸν δῆμον πλείονα ἅμα ψηφίσματα εἰσφερόντων· ὁ γάρ τοι γραμματὺς τὸ μὲν πρῶτον τῶν γεγραμμένων ψηφισμάτων ἀναγινώσκων τῷ δήμῳ τό τε ὄνομα ἔλεγε τοῦ γεγραφότος καὶ τὸν πατέρα καὶ τὸν δῆμον, οἷον ‘Δημοσθένης Δημοσθένους Παιανιεὺς ψήφισμα εἰσφέρει τοιόνδε᾿, μέντοι δεύτερον ἢ καὶ τρίτον, εἰ οὕτως ἔτυχεν, ἐμφανίζων ἐνεδείκνυτο 2 καλῶς F 6 οὐκέτι] οὐκ ἔστι Ma 7 τούτων AMa ὁπόταν λέγη] p. 19b10 9 ὄνομα (post ἀόρ.) om. G μόνον om. M 10 παρὰ] πρὸς FGMa τοῦ ὀνόματος om. F 14 τὰ διὰ τούτων] διὰ τοῦτο τὰ AM 16 scribas τριττὸν ἀπηριθμημένον F σημαινόμενον FMa 17 ἄλλα scripsi: ἀλλὰ libri 18. 19 κατὰ τὸ τέταρτον AM 19 κατὰ τὸ πέμπτον AM 22 ὅτι—ὀνόματος (23) suppl. G2 25 πλεονάσαν G: πλεονάσαντος Ma διακρινούσει F 26 μόνου] μὲν FG 27 ἀπόφασιν E 28 τούτων τῶν M 29 δέ καὶ a ἀπὸ] παρὰ AM τῆς ἀττικῆς a 30 τῶν] τὸν F τὸν om. Ma 32 post πατέρα add. καὶ τὸ πρᾶγμα Ma 33 παιανιεὺς om. FG τοιόνδε εἰσφ· Α 34 τὸ τρίτον Α
῾Ρῆμα δέ ἐστι τὸ προσσημαῖνον χρόνον, αὖ μέρος οὐδὲν σημαίνει χωρίς, καὶ ἔστιν ἀεὶ τῶν καθ’ ἑτέρου λεγομένων σημεῖον. λέγω δὲ ὅτι προσσημαίνει χρόνον, οἷον ὑγεία μὲν ὄνομα, τὸ δὲ ὑγιαίνει ῥῆμα· προσσημαίνει γὰρ τὸ νῦν ὑπάρχειν. καὶ ἀεὶ τῶν καθ’ ἑτέρου λεγομένων σημεῖόν ἐστιν, οἶον τῶν καθ’ ὑποκειμένου ἢ ἐν ὑποκειμένῳ. τὸ δὲ οὐχ ὑγιαίνει καὶ τὸ οὐ κάμνει οὐ ῥῆμα λέγω· προσσημαίνει μὲν γὰρ χρόνον καὶ ἀεὶ κατά τινος ὑπάρχει, τῇ δὲ διαφορᾷ ὄνομα οὐ κεῖται· ἀλλ’ ἔστω ἄοριστον ῥῆμα, ὅτι ὁμοίως ἐφ’ ὁτουοῦν ὑπάρχει, καὶ ὄντος καὶ μὴ ὄντος. ὁμοίως δὲ καὶ τὸ ὑγίανεν ἧτό ὑγιανεῖ οὐ ῥῆμα, ἀλλὰ πτῶσις ῥήματος. διαφέρει δὲ τοῦ ῥήματος, ὅτι τὸ μὲν τὸν παρόντα προσσημαίνει χρόνον, τὰ δετὸν πέριξ. Ἡ μὲν τελεία τοὐ ὁρισμοῦ τοῦ ῥήματος ἀπόδοσις εἴη ἂν παραπλησίως τῷ ἀποδοθέντι τοῦ ὀνόματος ὅρῳ ‘φωνὴ σημαντικὴ κατὰ συνθήκην προσσημαίνουσα χρόνον, ἧς μέρος οὐδὲν σημαίνει χωρίς', ἅτε δὲ συντοκμίας μίας ὢν ἐραστὴς ὁ Ἀριστοτέλης, ὅσα κοινὰ ἦν τῷ ῥήματι πρὸς τὸ ὄνομα ὑπερβὰς ὡς ἤδη ῥηθέντα ἐν τῷ τοῦ ὀνόματος λόγῳ ἀπὸ τοῦ καθ’ ὃ διαφέρει φέρει τὸ ῥῆμα τοῦ ὀνόματος διαφέρει δὲ τῷ προσσημαίνειν χρόνον) | ποιεῖται τὴν περὶ αὐτοῦ διδασκαλίαν. ἀλλ’ εἰ τοῦθ’ οὕτως ἔχει, τί [*](39v) δή προστίθεται τὸ οὗ μέρος οὐδὲν σημαίνει χωρίς, ὅπερ καὶ ἐν τῷ λόγῳ τοῦ ὀνόματος παρείληπται; λεγέσθω τοίνυν πρὸς ταύτην τὴν ἀπορίαν ἐκεῖνο τὸ Πορφυρίειον, ὡς εἰσὶ λόγοι τινὲς ἐκ ῥημάτων συγκείμενοι κείμενοι ὧν τὰ μέρη σημαντικά ἐστιν, αὐτὰ λέγω τὰ ῥήματα ἐξ ὧν οἱ λόγοι συντέθεινται, οἷον ὅταν εἴπω ῾τὸ τὸ βαδίζειν κινεῖσθαί ἐστι'· τὸ γὰρ βαδίζειν καὶ τὸ κινεῖσθαι καὶ τὸ ἔστι τοῦ ὅλου λόγου μέρη ὄντα σημαντικά ἐστι καθ’ ἑαυτά. ἵνα οὖν διακρίνῃ τὰ ῥήματα τῶν τοιούτων λόγων, οἷς τὰ ἄλλα μέρη τοῦ ὁρισμοῦ τοῦ ῥήματος ἐφαρμόττει, λέγω δὲ τὸ φωνὴ [*](1 ἄλλα A αὐτοῦ om. M ἀναγνώσεσθαι a ψημίσματα Α τῷ] τὸ AM 3 τάδε καὶ τάδε G ὁ om. AGMa ἐν τῷ Γοργίᾳ] cf. p. 451 Β 4 συγγραφομένης F αὐτὸ G 5 ἔθηκεν G 6 ante lemma add. tit. Περὶ ῥήματος G2Ma, in mrg. AF οὖ—τέριξ (17) om. M ἔ καὶ καὶ ἔστιν—πέριξ (17) om. a 8 λέγω—πέριξ (17) om. G λέγω om. Α ὑγίεια b 11 τῶν] τὸν Α 13 διαφ. δὲ Α 14 ὑπάρχειν F lb ἢ] καὶ F 16 πτώσεις F 17 τὸ] τὰ A 20 ἧς] οὗ M ἅτε δὲ φιλοσύντομος ὤν ὁ ἀρ. F 21 ἦν κοινὰ G 23 τῷ] τὸ AFGM 24 εἰ τοῦθ’] εἴθ’ F 25 προστέθειται Α 27 πορφύριον AG: πορφύρειον M 28 τὰ (prius)] τινὰ Α 29 συντίθενται a 30 ὅλου om. M)
Ἐξῆς δὲ λοιπὸν καὶ τὴν τάξιν, ἣν ἐν ταῖς προτάσεσι κατέχει τὸ ῥῆμα, διδάσκει ἡμᾶς ὁ Ἀριστοτέλης λέγων καὶ ἔστιν ἀεὶ τῶν καθ’ ἑτέρου λεγομένων σημεῖον, τοῦτο δέ ἐστιν ὅτι τὴν τοῦ κατηγορουμένου χώραν ἀεὶ καταλαμβάνει τὰ ῥήματα, καὶ | οὐχὶ τὴν τοῦ ὑποκειμένου. καὶ τοῦτο [*](40r) εἰκότως· εἰ γὰρ ἐνεργειῶν ἢ παθῶν εἰσι σημαντικά, ταῦτα δὲ οὐκ ἔστιν ἀπολελυμένα καὶ καθ’ ἑαυτὰ ὑφεστῶτα, ἀλλ’ ἐφ’ ἕτερα τὴν ἀναφορὰν ἔχοντα τὰ ἐνεργοῦντα ἢ πάσχοντα, δῆλον ὅτι προσῆκον ἄν αὐτοῖς εἴη τὸ κατηγορεῖσθαι ἐκείνων. οὕτω δὲ καὶ Πλατῶν περὶ τούτων διατάττεται λέγων ἐν τῷ Σοφιστῇ περὶ μὲν τοῦ πᾶσαν φωνὴν σημαντικὴν καλεἶσθαι ὄνομα· “Φέρε δὴ καθάπερ περὶ τῶν εἰδῶν καὶ τῶν γραμμάτων ἐλέγομεν, περὶ ὀνομάτων πάλιν ὡσαύτως ἐπισκεψώμεθα· φαίνεται γάρ πῃ ταύτῃ τὸ νῦν ζητούμενον. Τὸ ποῖον οὖν δὴ περὶ τῶν ὀνομάτων ὑπακουστέον; εἴτε πάντα ἀλλήλοις ξυναρμόττει εἴτε μηδέν· εἴτε τὰ μὲν ἐθέλει τὰ δὲ μή. Δῆλον τοῦτό γε ὅτι τὰ μὲi ἐθέλει τὰ δὲ οὔ. Τὸ τοίονδε λέγεις ἴσως ὅτι τὰ μὲν ἐφεξῆς λεγόμενα καὶ δηλοῦντά τι ξυναρμόττει, τὰ δὲ μηδὲν σημαίνοντα τῇ συνεχείᾳ ἀναρμοστεἶ”. δι’ ὧν κἀκεῖνο φανερὸν ὅτι πρὸ τοῦ Ἀριστοτέλους ἕνα λόγον εἶναί φησι τὸν ἑνὸς πράγματος ὄντα σημαντικόν τοῦτο γὰρ τὸ “δηλοῦντά τι”), ἐπεὶ καὶ τὰ ἀναρμόστως ἔχοντα τοῦτο δέ ἐστι τὰ ἐφεξῆς ἀλλήλοις εἰρημένα ὀνόματα χωρὶς ῥήματος ἢ ῥήματα χωρὶς ὀνόματος) σημαίνει πάντως, ἀλλὰ πλείονα καὶ οὐ τί. περὶ δὲ τοῦ δύο μόνα εἴδη τῶν σημαντικῶν εἶναι φωνῶν, ὄνομα καὶ ῥῆμα, τὸ μὲν ὑπάρξεων δηλωτικόν, τὸ δὲ ἐνεργειῶν ἢ παθῶν, ἃς κοινῶς ὠνόμασε πράξεις· ῾Ὅπερ ᾠήθην ὑπολαβόντα σε προσομολογεῖν· ἔστι γὰρ ἡμῖν τῶν τῇ φωνῇ περὶ τὴν οὐσίαν δηλωμάτων διττὸν γένος, τὸ μὲν ὄνομα κληθέν, τὸ δὲ ῥῆμα, τὸ μὲν | ἐπὶ ταῖς πράξεσι ῥῆμά που λεγόταὺτην] [*](40v) [*](1 αὐτὴν FGa 2 καὶ om. M προτέθεικε G1 3 post προσσημ. add. χρόνον Α ἔφη] εἶπε M 4 πρότερον ἐλέγομεν] p. 32,7 sq. 5.6 συνεμφαίνει Α 6 προσηγουμ. F ἐνεργείας ἔχειν a 10 σύνταξιν a 16 αὐτοῖς ἄν a 17 ὁ Πλατῶν a διατ. περὶ τούτ. Α 18 ἐν τῷ Σοφιστῇ] p. 261 D sq. μὲν οὖν AMa 19 περὶ om. γραμ.] πραγμάτων F 20 τῶν ὀνομ. Plat. πῃ] πως G: τι M 21 τὸ (ante ποῖον) om. M δὴ] δεῖ M 23 μὴ] οὐ G1 δῆλον—οὔ suppl. G2 ὅτι om. G 24 λέγειν a 25 τῇ συνεχ. μηδὲν σημ. Plat. 28 δὲ suppl. G2 εἰρημ. ἀλλήλοις M 31 ἃς κεῖνος Α: ἃ ἐκεῖνος FGa 32 πρὸ.· ομολ. Ma 33 τὴν οὐσίαν om. F 34 κληθέν suppl. G2: ῥηθέν AM)
Καὶ τὸ ἀεὶ δὲ μάτην πρόσκειται ἐν τῷ καὶ ἔστιν ἀεὶ καθ' ἑτέρου λεγομένων σημεῖον· τοῦτο γὰρ μάλιστα τὴν ἰδιότητα τῶν ῥημάτων ἐμφανίζει, ἐπεὶ καὶ ὀνόματά τινα οὐδὲν κωλύει κατηγορεῖσθαί ποτε, ὡς τὸ ζῷον τοῦ ἀνθρώπου, ἀλλ’ ἐκεῖνα οὔτε τῶν μόνως καὶ ἀεὶ κατηγορουμένων ἐστὶν οὔτε καθ’ ἑαυτὰ δίχα ῥήματός τινος κατηγορούμενα, οἷον τοῦ ἔστιν ἢ οὐκ ἔστι, τέλειον πεφύκασιν ἐργάζεσθαι λόγον, τὰ δέ γε ῥήματα τὴν οἰκείαν σώζοντα δύναμιν μόνως καὶ ἀεὶ καὶ καθ’ ἑαυτὰ κατηγορεῖσθαι γορεῖσθαι συμβέβηκε.
ταῦτα περὶ τοῦ ῥήματος εἰπὼν ἑξῆς ἕκαστον τῶν παραληφθέντων πρὸς τὴν διδασκαλίαν ἐξηγεῖσθαι πειρᾶται, καὶ πρῶτον εἰκότως τὸ προσσημαίνειν σημαίνειν χρόνον, ὅπερ ὅτι ἀναγκαίως παρείληπται, διιστὰς ἱκανῶς τοῦ ὀνόματος τὸ ῥῆμα, συντόμως ἐδήλωσε παραθεὶς ἀλλήλοις ὄνομά τι καὶ ῥῆμα περὶ τὸ αὐτὸ πρᾶγμα στρεφόμενα, τὴν ὑγείαν καὶ τὸ ὑγιαίνει, καὶ δείξας ὅτι τὸ μὲν ὄνομα οὐδενός ἐστι χρόνου δηλωτικόν, τὸ δέ γε ῥῆμα πρὸς τῇ τοιᾷδε διαθέσει, ἣν προηγουμένως δηλοῖ, καὶ τὸν χρόνον ἐσήμηνε. μετὰ δὲ τοῦτο ὑπερβὰς τὸ οὗ μέρος οὐδὲν | σημαίνει χωρίς, ὡς [*](41r) ἱκανῶς τυχὸν ἐξηγήσεως ἐν τοῖς περὶ τοῦ ὀνόματος εἰρημένοις, ἐπὶ τὸ λοιπὸν μεταβαίνει καί φησι τῶν καθ’ ἑτέρου λεγομένων εἰρῆσθαι σημαντικὰ εἶναι τὰ ῥήματα, τῶν καθ’ ὑποκειμένου ἢ ἐν ὑποκειμένῳ. τοῦτο δέ, διότι τῶν ῥημάτων ὥσπερ καὶ τῶν ὀνομάτων τὰ μὲν ὡς κατ’ οὐσίαν ὑπάρχοντα τοῖς ὧν κατηγοροῦνται καὶ συμπληρωτικὰ αὐτῶν ὄντα λέγονται κατηγορεῖσθαι, ὅπερ ἐν Κατηγορίαις ἐλέγετο καθ’ ὑποκειμένου, τὰ δὲ ὡς συμβεβηκότα τοῖς ὑποκειμένοις, ὅπερ ἐν ὑποκειμένῳ προσαγορεύομεν· καθάπερ γὰρ τοῦ ἀνθρώπου κατηγοροῦντες τό τε ζῷον καὶ τὸ λευκόν, ὀνόματα ὄντα, οὐ τὸν αὐτὸν τρόπον ἀμφότερα κατηγοροῦμεν, ἀλλὰ τὸ μὲν ζῷον ὡς καθ’ ὑποκειμένου τοῦ ἀνθρώπου λέγομεν, τὸ δὲ λευκὸν ὡς ἐν ὑποκειμένῳ αὐτῷ τὸ εἶναι ἔχον, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς τῶν ῥημάτων ἕξει κατηγορίας· ὅταν μὲν γὰρ εἴπω ῾τὸ βαδίζειν κινεῖσθαι κατὰ τόπον ἐστίν' ἢ ῾τὸ θερμαίνειν ποιεῖν ἐστιν’, ὡς καθ’ ὑποκειμένου κατηγόἣ [*](2 ἢ παθῶν om. AM 3 ὅπερ—τῆς πράξεως om. AM 4 σημείου] σημαινομένου AM 5 πρότερον] p. 34,17 sq. 9 ἀφανίζει F 11 εἰσὶν F τοῦ ῥήμ. G1 τινὸς κατηγ. ῥήμ. a 12 τοῦ ἔστιν] τοῦτ’ ἐστιν F 13 καὶ (ante καθ’ ἑαυτὰ) om. AMa 17 ὅτι om. a διϊστῶν Ma 18 τι] τε FGa 19 βῆμά τι F ὑγίειαν AMa 20 γε om. AF 21 ἐσήμανε Ma 23 ἱκανῆς AM 26 τοῦτο δέ om. AMa 27 ὧν] οὖσι G 28 ἐν ταῖς κατηγ. a (cf. Categ. p. 1a20 sq.) 29. 30 προσαγορεύεται a 31 λευκός AM κατηγ. ἀμφ. a 33 τῆς] τοῖς F 35 τὸ] τοῦ δὲ G1 τὸ τοιεῖν G1 Comment, in Arist. IV 5. Ammon. in interpr. 4)
Oxi δὲ καὶ ὑποκείμενα γίνεταί ποτε ῥήματα, ὡς τὸ διλοσφεῖν ἐν τῷ ῾τὸ τὸ φιλοσοφεῖν ὠφέλιμόν ἐστι’ καὶ τὸ βαδίζειν ἐν τῷ ῾τὸ βαδίζειν κινεῖσθαί νεῖσθαί ἐστι᾿, καὶ ὅτι τότε οὐχ ὡς ῥήματα ἀλλ’ ὡς ὀνόματα ἐν τοῖς λόγοις παραλαμβάνεται, διὸ καὶ τὸ ἄρθρον αὐτῶν προτάττεται, πρότερον εἴρηται. καὶ μήποτε δεῖ λέγειν ὅτι αἱ ἐνέργειαι καὶ τὰ πάθη καὶ φύσεις τινὰς ἔχουσι καὶ ἰδιότητας, καθ’ ἃς καὶ διαφέρουσιν ἀλλήλων, καὶ ἄλλων τινῶν λέγονται εἶναι τῶν ἐνεργούντων ἢ πασχόντων, καὶ σημαίνομεν αὐτὰς ποτὲ μὲν ὡς τῶν ὄντων οὔσας καὶ φύσιν τινὰ ἐχούσας ὁρῶντες ποτὲ δὲ ὡς περὶ ἄλλα ἄττα ὑποκείμενα αὐτὰς ὑφεστώσας θεωροῦντες, καὶ δεῖ τὰς μὲν φωνὰς τὰς σημαινούσας αὐτῶν τὰς ὑπάρξεις ὀνόματα καλεῖν, τὰς δὲ τὴν ἀναφορὰν τὴν πρὸς τὰ ὑποκείμενα δηλούσας ῥήματα· ὥστε τὸ φιλοσοφεῖν καὶ τὸ περιπατεῖν καὶ πάντα τὰ παρὰ τοῖς γραμματικοῖς ἀπαρέμφατα λεγόμενα, καθ’ ὃ μὲν προσσημαίνουσι χρόνον, ῥήματα λέγεσθαι καὶ οὐκ ὀνόματα, καθ’ ὃ δὲ ὁπωσοῦν ὑφεστῶτά τινα σημαίνουσιν, αὐτὰς λέγω τὰς ἐνεργείας ἡ τὰ πάθη, καὶ ἄρθρον αὐτῶν προτάττεται τὸ μόνον εἰωθὸς τῶν ὀνομάτων προηγεῖσθαι | καὶ οὐκ ἀεὶ τὴν τῶν κατηγορουμένων ἐπέχουσι [*](42r) τάξιν, ὅπερ ἴδιον εἶναι βούλεται τοῦ ῥήματος ὁ Ἀριστοτέλης, ὀνόματα καὶ οὐ ῥήματα. ἐπίστησι δὲ χρὴ ὡς καὶ ὅταν κατηγορούμενα γένηται ταῦτα, καθάπερ τὸ κινεῖσθαι ἐν τῷ ’xo περιπατεῖν κινεῖσθαί ἐστιν᾿ ἢ τὸ ὠφελεῖθαι ἐν τῷ ’τὸ φιλοσοφεῖν ὠφελεῖσθαί ἐστιν᾿, οὐδὲν διάφορον ἔχει κατὰ [*](2 αὐτῶν ἐστιν a 6 ὅπως AG: οὕτως FMa 9 ὑπαρχόντων καθάπερ] καθ’ ὑποκειμένου σημεῖόν ἐστιν οἷον M 11 καὶ om. M 12 ἐν (prius) om. F εἴωθεὑποκειμένου] ἀδιαφόρως καλεῖν καθ’ ὑποκειμένου τὸ ἐν ὑποκειμένω αὐτοῦ εἰωθότος AM 13 καλῶς F 15 δὲ suppl. G2 καὶ ὑποκ.] τὸ ὐποκ. G ὑποκείμενον . . ῥῆμα FG ποτε γίν. a post βήματα add. ἔν τισι λόγοις AM 17 τότε post ὀνόματα colloc. AM 18 παραλαμβάνονται M εἴρ. πρότο. Ma (cf. p. 45,29) 19 καὶ (ante φύσεις) om. AMa 21 λέγονται] δέχονται A: λέγεται FGa εἶναι om. M 22 τῶν om. G 22 ὡς περὶ Ma: ὥσπερ AFG 23 δεῖ] δὴ A2Ma 28 σημαινόμενα G1 29 προστάττεται F 30 τὴν om. F 31 τάξιν om. G ὁ ἂρ. τοῦ ῥήμ. G 32 καὶ ante ὡς colloc. Α: om. M 33 τὸ (ante περιπ.) om. M)
Περὶ δὲ τοῦ ἀορίστου ῥήματος οὐ δεησόμεθα πολλῶν λόγων· τὰ αὐτὰ γὰρ ἐροῦμεν τοῖς περὶ τοῦ ἀορίστου ὀνόματος, ὅτι τε οὐ παντάπασιν ἐκβέβηκε τῆς φύσεως τῶν ῥημάτων, ὅπερ συντόμως ὑπέμνησεν ὁ ῾Αριστοτέλης εἰπὼν προσσημαίνει μὲν γὰρ χρόνον καὶ ἀεὶ κατά τινος ὑπάρχει, καὶ ὡς διὰ τὸ μὴ ἐπί τινος ὡρισμένου λέγεσθαι τὸ ὅλον τοῦτο ἀόριστον ῥῆμα προσαγορεύεται. ὅταν δὲ λέγῃ τῇ δὲ διαφορᾷ ὄνομα οὐ κεῖται, διαφορὰν καλεῖ τὴν ἑτερότητα τοῦ ἀορίστου ῥήματος πρὸς τὸ ὡρασμένον. ταύτῃ δὲ τῇ ἑτερότητι μηδέν φησι κεῖσθαι ὄνομα, καθ’ ὃ δυνάμεθα δηλῶσαι ὡς ἕτερόν ἐστι τὸ ἀόριστον ῥῆμα τοῦτο, περὶ οὗ ὁ λόγος, παρὰ [*](1 ὡμολογημένων M τοῦ] τὸ AM 2 ἡ λέγεται om. F 3 λέγειν] μέλλειν F ἐργάζεσθαι G 7 τῆς] τοῖς F 8 λεγομένοις Α 9 τὰ ἐν . . . παραλαμ- βανόμενα (10) a ὑποκειμένω G 10 τι om. AM 11 ὑποκείμενα AGMa γίγν. AG 11. 12 ἐν τῷ τὸ ὑγιαίνω om. FGa 14 αὐτὴν (ante φωνῆς)] αὐτῆς M 15 τοιᾷδε] τοιαύτη G 16 τὰς ἄλλας AM ὀνόματα F 17 διόπερ] ὅπερ a μόνον FMa 18 γιγν. AF καὶ om. M 19 ἡ κνὰξ] τὸ κνὰξ libri 20 οὐκ αὐτὴν] οὐ κατ’ αὐτὴν M 22 εἰπεῖν F 23 ἔστιν ἀεὶ om. M 23 ἀλλὰ τούτων AM 24 οὖν om. AGM 25 δεηθήσομεν Α 26 τε] οὔτε AM 28 προσημ. F μὲν om. AM 29 μὴ διὰ τὸ a 30 διαφ. δὲ AM 32 μηδέν φησι κεῖσθαι AM: φησὶ μὴ κινεῖσθαι F: μέν φησι κεῖσθαι G1: μὴ κεῖσθαί φησι G2: μέν φησι μὴ κ. α ταρὰ] πρὸς a 4*)
῾Επὶ τούτοις τὴν διαφορὰν ἡμῖν παραδίδωσι τῶν ῥημάτων πρὸς τὰς πτώσεις σεῖς αὐτῶν, καθάπερ ἐπὶ τῶν ὀνομάτων ἐποίει, καί φησι τὰ μὲν ἐπί τοῦ ἐνεστῶτος χρόνου λεγόμενα, ὁποίου ποτ’ ἄν ὦσι προσώπου, ῥήματα καλεῖν, οἷον τὸ ὑγιαίνω καὶ τὸ ὑγιαίνεις καὶ τὸ ὑγιαίνει, ἐνεστῶτος δέ τοῦ ἐν πλάτει δηλονότι κατὰ γὰρ τὸν ἀκαριαῖον λεγόμενον οὔτε ποιῆσαί τι οὔτε φθέγξασθαι δυνατόν), τὰ δὲ τὸν πέριξ χρόνον προσσημαίνοντα (καλεῖ πέριξ τόν τε παρεληλυθότα καὶ τὸν μέλλοντα ὡς τὸν ἐνεστῶτα περιέχοντας) πτώσεις ῥήματος, ὡς ἄν γινόμενα κατὰ παρασχηματισμὸν τὸν ἀπὸ τῶν ῥημάτων τῶν ἐπὶ τοῦ ἐνεστῶτος χρόνου λεγομένων· ὥστε τὸ κυρίως ῥῆμα τοῦτο εἶναι τὸ ἐπὶ τοὐ ἐνεστῶτος χρόνου λεγόμενον καὶ ὡρισμένον τι σημαῖνον. εἰ δὲ κἀνταῦθά τις ἀποροίη διὰ τί μὴ ἐξ ἀρχῆς | τὰς διαφορὰς 43v ταύτας προσετίθει τῷ λόγῳ τοῦ ῥήματος ὁ Ἀριστοτέλης, οὐκ ἐλλιπῆ εἶναι φήσομεν ἡμεῖς, καθάπερ ῾Ερμῖνος. τὸν ἐξ ἀρχῆς ἀποδιδόμενον λόγον, ἀλλὰ πλείονα εἶναι παρὰ τῷ φιλοσόφῳ καὶ τοῦ ῥήματος τὰ σημαινόμενα, καὶ ἄλλου μὲν εἶναι σημαινομένου τὸν ἐξ ἀρχῆς ἀποδιδόμενον λόγον, ἄλλο δέ τι διὰ τῶν νυνὶ προστιθεμένων τὸν φιλόσοφον ὑπογράφειν· τριχῶς γὰρ τὸ ῥῆμα παρὰ τῷ Ἀριστοτέλει λεγόμενον εὑρήσεις, ἤτοι πᾶσαν φωνὴν [*](1 καθάπερ—ῥῆμα (2) om. M 3 καὶ ἐπὶ τοῦ ἄορ F ὀνόματα om. FG 5 ἀλλήλων om. M 7 τοιαύτην om. Gr τὴν σημ. a αὐτῶ Α 10 καλεῖν αὐτὸ G 13 τι] τε G μὴ (prius) suppl. F2 14 ὑπάρχον] ὑπάρχειν F post πεφυκὸς add. αὐτῶ del. M 15 ἢ om. AM ὑπάρχει M Twi] τὰ F μὴ δὲ ὄντι FGa 17 τὴν om. FGMa 19 καλεῖ A 20 ὑγιαίνει] ὑγιανεῖς G ἐνεστῶτα F 21 τὸν] τὸ Ma 23 post πέριξ iter, χρόνον—πέριξ F περιέχοντα Ma 24 τὸν ex τῶν corr. F 25 τὸ om. a 26 τοῦ om. AM 28 ἐλλειπῆ Α εἶναι ante ἡμεῖς (29) colloc. AM: om. a 29 ἀποδεδομένον AM 30 ἀλλὰ—λόγον (31) om. M τὰ σημαινόμενα om. F 31 εἶναι ante λόγον colloc. a ἀποδεδομένον AG2 32 διὰ om. M προστεθειμένων A2G ὑπογρ. τὸν φιλ. G 33 εὑ ῥήσεις λεγ. Α)
Αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενα τὰ ῥήματα ὀνόματά ἐστι καὶ σημαίνει τι ἵστησι γὰρ ὁ λέγων τὴν διαίνοιαν καὶ ὁ ἀκούσας ἠρέμησεν), ἀλλ’ εἰ ἔστιν ἢ μή, οὔπω σημαίνει· οὐδὲ γὰρ τὸ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος ἢ μὴ εἶναι, οὐδ' ἄν τὸ ὂν εἴπῃς αὐτὸ ψιλόν· αὐτὸ μὲν γὰρ οὐδέν ἐστι, προσσημαίνει δὲ σύνθεσίν τινα, ἣν ἄνευ τῶν συγκειμένων οὐκ εστἲ νοησαι.
Παραδοὺς ἡμῖν διὰ τῶν προειρημένων τὸν τοῦ | ῥήματος ὁρισμὸν [*](44v) κοινότερόν τε καὶ ἰδικώτερον, βούλεται διὰ τούτων εἰπεῖν ὅπως ἔχουσι τὰ ῥήματα πρὸς τὸ σημαίνειν τι ἀληθὲς ἢ ψεῦδος, ἤδη μὲν κατ’ ἀρχάς, ἐν οἷς περὶ τῆς πρὸς ἄλληλα σχέσεως τῶν τε πραγμάτων καὶ τῶν νοημάτων καὶ τῶν φωνῶν διελέγετο, κοινῶς εἰπὼν περὶ πασῶν τῶν ἁπλῶν φωνῶν ὡς ἐοίκασι τοῖς ἄνευ συνθέσεως ἢ διαιρέσεως νοήμασι καὶ οὔτε ἀληθείας οὔτε ψεύδους εἰσὶ δεκτικαί, σαφέστερον δὲ νῦν αὐτὸ κατασκευάσαι βουληθεὶς διὰ τοῦ δεῖξαι τὸ μάλιστα δοκοῦν ἐν ταῖς ἁπλαῖς φωναῖς ἀλήθειαν δέχεσθαι καὶ ψεῦδος, τὸ ῥῆμα λέγω, μηδέτερον τούτων σημαῖνον· τὸ μὲν γὰρ ἕτερον τοῦ λόγου μέρος, τὸ ὄνομα, δι’ ἐκείνων προχειρισάμενος ἐδείκνυ, κἂν ὅτι μάλιστα σύνθετον ᾖ ὡς τὸ Κάλλιππος ἢ τὸ τραγέλαφος, σημαντικὸν μὲν ὡς φύσεως τινος ἢ ἐννοίας, οὐ μέντοι ἀληθοῦς ἢ ψευδοῦς, ἐὰν μή τι αὐτῷ προστεθῇ ῥῆμα· διὰ δὲ τούτων περὶ τοὐ ῥήματος τὰ αὐτὰ ἡμῖν παραδιδοὺς θεωρήματα, ὅτι σημαντικὸν μέν ἐστιν ἐνεργειῶν τινων ἢ παθῶν, οὐ μέντοι ἀληθείας ἢ ψεύδους, ἐὰν μή τι αὐτῷ συμπλακῇ ὄνομα, φησὶν αὐτὰ μὲν οὗν καθ’ ἑαυτὰ λεγόμενα τὰ ῥήματα ὀνόματά ἐστι καὶ σημαίνει τι, ὀνόματα λέγων ἀντὶ τοῦ σημαντικά, διὸ καὶ ἐπήγαγε σαφέστερον τοῦτο ποιῶν τὸ καὶ σημαίνει τι· ἔπειτα τοῦτο κατασκευάζων ὅτι ἐστὶ σημαντικά τινων τὰ ῥήματα ἑξῆς ἐπάγει τὸ ἵστησι γὰρ ὁ λέγων τὴν διάνοιαν καὶ ὁ ἀκούσας ἡρέμησεν, ἢ τοῦτο λέγων ὅτι φέρε εἰπεῖν τοῦ ὑγιαίνει ῥήματος τὴν ἔννοιαν συμπαρεκτεινομένην τῷ μήκει τῆς προφορᾶς ἀποπεραιοῦμεν καὶ ὥσπερ | ἐν μήκει προφερομένην μετὰ [*](45r) τῆς κατὰ τὴν λέξιν παραστάσεως ἵσταμεν ὅλον τὸ ῥῆμα εἰπόντες ἢ ἀκούσαντες, ἢ ὅτι τοῦ ἐρωτήσαντος ‘τί ποιεῖ, τυχόν, Σωκράτης;’ ἀμφιβάλλουσαν [*](1. 2 ὀνόματα—νοῆσαι (7) om. M 2 ἐστι suppl. F2 post ἐστι add. ἤγουν σημαντικὰ F 3 καὶ ὁ—νοῆσαι (7) om. a σημ.] cf. p. 55,11 4 ἡ μὴ εἶναι post εἶναι colloc. Ab (cf. p. 55,17) 5 αὐτὸ καθ’ ἑαυτὸ Ab (cf. p. 57,2) 8 παραδοὺς γὰρ Fa 10 post μὲν add. γὰρ F: ouv G κατ’ ἀρχάς] p. 16a9 sq. 11 περὶ om. M 12 κοινῶς διελ. κοινῶς εἶπε F: κοινῶς διελ. εἶπε Ga 13 τοῖς] τῆς Α 14 δεκτικά a 15 τοῦ] τὸ Ga δοκεῖ M λέγεσθαι G1 16 σημαίνειν FGMa 17 κἂν] καὶ .M 18 ᾖ] ἐστὶν G1 18. 19 μὲν ὡς] μόνον AM: scribas μὲν ὃν 19 μέν τι G 20 τὰ om. G 21 παραδοὺς G 24 ἐστι om. F τοῦ τὰ σημαντ. G1 25 τὸ om. FGa 26 ἐστὶ in lac. om. F τὸ om, AM 28 ὑγιαίνειν FGMa συμπαρατειν. AM 29 προφερομ.] φερομ. FGa 30 τὴν om. F 31 τυχόν om. AM ὁ σωκρ. G)
Ἀλλ’ εἰ ἔστι, φησίν, ἢ μή, οὕπω δῆλον. σημαίνει δὲ αὐτῷ τὸ μὲν ἔστι τὴν κατάφασιν τὸ δὲ ἢ μὴ τὴν ἀπόφασιν, ἢ μᾶλλον τὸ μὲν ἔστι τὸ ἀληθὲς τὸ δὲ ἢ μὴ τὸ ψεῦδος· ὁ μὲν γὰρ ὡς ἔστι τὰ ὄντα καὶ ἔχει φύσεως λέγων τὰ ἀληθῆ λέγει, ὁ δὲ ὡς οὐκ ἔστι ψευδῆ. σημαίνει μὲν οὖν τι, φησί, τὰ ῥήματα πάθος ἢ ἐνέργειαν, ἀλλὰ ἀλήθειαν ἢ ψεῦδος οὐδέπω σημαίνει. καὶ τοῦτο συλλογιζόμενος ἐπάγει· οὐδὲ γὰρ τὸ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος ἢ μὴ εἶναι. ἔστι δὲ τοῦτο κατασκευὴ ἀπὸ τοῦ μᾶλλον τοῦ μὴ δέχεσθαι τὰ ῥήματα τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· εἰ γὰρ τὰ ἀρχοειδέστατα καὶ κοινότατα τῶν ῥημάτων καὶ εἰς ἃ πάντα τὰ ἄλλα ἀναλύεται, αὐτὸ προσεχῶς τὸ ὑπάρχειν | ἢ μὴ ὑπάρχειν σημαίνοντα. [*](45v) καθ’ ἑαυτὰ λεγόμενα μὴ ἀληθεύει ἢ ψεύδεται, πολλῷ δήπου μᾶλλον τὰ ἄλλα ῥήματα οὐκ ἄν τι δέχοιντο τούτων· ἀλλὰ μὴν εἰ τὸ πρῶτον, καὶ τὸ δεύτερον ἄρα. πάντων δὲ λαμβάνει τῶν ῥημάτων ἀρχοειδέστατα τὸ ἔστι καὶ τὸ οὐκ ἔστιν, ἅπερ εἶναι καλεῖ καὶ μὴ εἶναι, ὡς ἄν ἑκάστου τῶν ῥημάτων εἴς τε μετοχὴν ἀναλυομένου καὶ θάτερον τούτων, τῶν μὲν ὡρισμένων εἰς τὸ ἔστι, τῶν δὲ ἀορίστων εἰς τὸ οὐκ ἔστιν, οἷον τρέχει — τρέχων ἐστίν, ὑγιαίνει — ὑγιαίνων ἐστίν, οὐ τρέχει — τρέχων οὐκ ἔστιν, οὐχ ὑγιαίνει — ὑγιαίνων οὐκ ἔστιν. εἰ τοίνυν ταῦτα οὕτως ἔχοντα μηδὲν καθ’ ἑαυτὰ σημαίνει ἀληθὲς ἢ ψεῦδος, πῶς ἂν ἔχοι λόγον τὰ ὕστερα τούτων καὶ τὸ ὑπάρχειν ὅλως ἢ μὴ ὑπάρχειν κατὰ τὴν τούτων μετουσίαν σημαίνοντα δηλοῦν τι ἀληθὲς ἢ ψεῦδος; ὅτι δὲ τὸ ἔστιν ἢ τὸ οὐκ ἔστιν οὐδὲν καθ’ ἑαυτὸ ἀληθὲς ἢ ψεῦδος σημαίδύνασθαι [*](2 Α 3 τοιοῦτον] τοῦτο AM 6. 7 ἐσήμανε M 7 τι] τε M 11 δῆλον] scribas σημαίνει σημαίνει b αὐτῶ] αὖ μόνον xtij Ga 12. Yd τὴν ἀπόφασιν—ἥ μὴ om. F μᾶλλον τῶ εἰ μὲν μὲν εἰ m2) ἔστι G: μ. τὸ εἰ μὲν ἔστι a 14 σημαίνειν AG 15 φησί τι a 17 ἡ μὴ εἶναι ante σημεῖον coUoc. FGab (cf. p. 56,14 sq.) τὸ μὴ εἶναι M 18 περὶ τοῦ (alt. 1.) a καὶ] ἡ Ma 19 ἀρχοειδέ- στερα καὶ κοινότερα a 20 αὐτῶ M 21 ἀληθεύῃ AF 23 ἀρχοειδέστερα AFMa post ἀρχοειδ. add. καὶ κοινότατα τὸ ἔστι καὶ τὸ οὐ τῶν ῥημάτων καὶ εἰς ἃ πάντα τὰ ἄλλα ἀναλύεται αὐτὸ προσεχῶς τὸ ὑπάρχειν κτεῖ. usque ad πάντων γάρ (sic) λαμβ. τῶν ῥημάτων ἀρχοειδέστερα (sic) G: καὶ κοινότερα καὶ εἰς ἃ πάντα τὰ ἄλλα ἀναλύεται a 24 ἑνὸς ἑκάστου FG 25 εἴς τε] ὅλην G: εἰς ταῦτα μετὰ ex ed. Ven. Brand. μετοχῶν Ma θατέρου M Brand, ex ed. Ven. 26. 27 ὑγιαίνων ὑγιαίνει colloc. G 28 οὕτως] ὄντως F 29 ἔχοι suppl. G2: ἔχῃ a)
Εἰ μὲν οὖν οὕτως ἔχει τὸ ῥητόν, ὡς παρεθέμεθα, οὐδὲ γὰρ τὸ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος ἢ μὴ εἶναι, τὴν εἰρημένην ἐξήγησιν μόνην αὐτὸ καθιστῶσαν εὑρήσεις, εἰ δ’ ὥσπερ ὁ φιλόσοφος γράφει Πορφύριος, οὐ γὰρ τὸ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος μὴ εἶναι, εἰ καὶ προιὼν ἐπὶ τὴν προτέραν γραφήν τε καὶ ἐξήγησιν φέρεται, λέγοι ἄν περὶ πάντων κοινῶς τῶν ῥημάτων, ὄα σημαντικὰ μέν ἐστιν, ὅπερ εἴρηται, τινῶν, ἀλλ’ οὐκ ἀληθείας ἡ ψεύδους, ὅπερ ἐδήλωσε διὰ τοῦ ἀλλ’ εἰ ἔστιν ἢ μή, οὔπω σημαίνει, τούτου δὲ τὴν αἰτίαν εἴη ἄν ἀποδιδοὺς διὰ τοῦ οὐ γὰρ τὸ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος ἢ μὴ εἶναι· τοῦτο δέ ἐστιν· οὐ γάρ ἐστι σημαντικὸν τὸ ῥῆμα καθ’ ἑαυτὸ λεγόμενον τοῦ ὑπάρχειν ἢ μὴ ὑπάρχειν τὸ ὑπ’ αὐτοῦ δηλούμενον πρᾶγμα, ὅπερ εἰ ἐποίει, τότε μόνως ἦν ἂν δεκτικὸν ψεύδους καὶ ἀληθείας· ὁ γὰρ εἰπὼν ‘περιπατεῖ᾿ ἐσήμηνε μέν τινα ἐνέργειαν, οὔτε δὲ ἀληθές τι περὶ εἶπεν οὔτε ψεῦδος, ἐᾶν μή τι προστεθῇ ὑποκείμενον, ᾧ ἢ ὑπάρχον ἢ μὴ ὑπάρχον τὸ περιπατεῖν ποιήσει λόγον ἀληθῆ ἢ ψευδῆ. τὸ οὖν οὐ γὰρ τὸ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος ἢ μὴ εἶναι ἴσον ἐστὶ τῷ ὅτι τὸ ῥῆμα καθ’ ἑαυτὸ λεγόμενον οὐκ ἔστι σημαντικὸν οὔτε τοὐ εἶναι τὸ πρᾶγμα, τοῦτ’ ἔστι τὸ ὑπ’ αὐτοῦ σημαινόμενον, ὅπερ ἡ κατάφασις εἴωθε σημαίνειν, οὔτε τοῦ μὴ εἶναι, ὅπερ δηλοῦ ται διὰ τῆς ἀποφάσεως.
[*](46v)[*](1. 2 ἔστιν (alterum) et οὐκ ἔστιν (alt.) om. G 2 ἐσήμανε Wa, 3 τὸν ὅμοιον τρόπον om. G ἀπὸ] ἀντὶ Α 4 καὶ τὸ οὐκ ἔστι] ἀφ’ οὗ τὸ οὐκ ἦν FGa 7 ἀληθὲς Α 8 τὸ (ante ἔστι) om. M ῥηθὲν om. Α 9 ἑαυτῶ AMa ὑπάρχει λέγειν G ῥηθείη Α1 10 σημῆναι] σημῆναι] 12 πόρω Α 13 τῆς τοιαύτ. M 14 ἔχοι FGMa 16 αὐτῶ Α 17. 22. 29 τὸ εἶναι] scribas τοῦ εἶναι, quod Porphyrias legisse videtur 18 εἰ om. AM φέρεται] φαίνεται AM λέγειν AM 19 ἄν om. Α ὥσπερ AMa 22 οὐδὲ γὰρ Ma 22. 29 ἡ μὴ εἶναι ante σημεῖον colloc. a 24 ἡ μὴ ὑπάρχειν om. M 25 μόνος Α ἄν ἦν G 26 περι- πατεῖν Α ἐσήμανε Ma μὲν om. M 27 ἐὰν ex εἰ corr. Α προσθῇ A ᾦ] ὃ Α: ὧν G1 ἡ (prius) om. ’Ma 28 οὐδὲ γὰρ a 29 τοῦ om. Α τῳ] τὸ Α 30. 31 τὸ πρᾶγμα om. F 31 πρᾶγμα τοῦτ’ ἔστι τὸ om. G τοῦ ὑπ’ αὐτοῦ σημαινομένου a 32 τὸ μὴ εἶναι M διὰ] περὶ Α)Ταῦτα μὲν οὖν κοινῶς περὶ παντὸς εἴρηται ῥήματος· τὸ δέ γε οὐδ’ ἂν τὸ ὂν εἴπῃς αὐτὸ ψιλὸν εἴη ἄν καὶ κατὰ τὴν ἐξήγησιν κτασκευαστικὸν ἀπὸ τοῦ μᾶλλον τοῦ μηδὲν τῶν ῥημάτων ἀληθείας εἶναι καὶ ψεύδους δεκτικόν. πῶς δ’ ἄν γένοιτο τοῦτο ἐκείνου κατασκευαστικόν, εἰ μὴ διὰ μέσου πάλιν τοῦ ἔστιν, ὃ παρηγμένον ἀπὸ τοῦ ὄντος πάντων ἐστὶ κοινὸν τῶν ῥημάτων; ἑξῆς δὲ ἐπάγει τὸ αὐτὸ μὲν γὰρ οὐδέν ἐστι· λέγει δὲ οὐδὲν εἶναι τὸ ὂν οὔθ’ ὡς ἄσημον οὔθ’ ὡς ὁμωνύμως κατηγορούμενον κατὰ τῶν πραγμάτων, ἀλλ’ οὐδέν ἐστί φησιν οὔτε ἀληθὲς οὕτε ψεῦδος. προσσημαίνει δὲ σύνθεσίν τινα, ἣν ἄνευ τῶν συγκειμένων οὐκ ἔστι νοῆσαι· τοῦτο δέ ἐστι· μέρος δὲ γίνεται συνθέσεως, οἷον τῆς λεγούσης ‘τὸ ὂν ἔστι᾿, περὶ ἣν τὸ ἀληθὲς θεωρεῖται καὶ τὸ ψεῦδος, ἥντινα σύνθεσιν ἄνευ τῶν συγκειμένων, τοῦτ’ ἔστι τῶν ἁπλῶν, οὐκ ἔστι νοῆσαι. τὸ μὲν οὖν λεγόμενον δῆλον. τὸ δὲ προσσημαίνειν τὸ ὂν τὴν σύνθεσιν, καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ τῶν ἁπλῶν ἑκάστην ὡσαύτως φωνῶν, οὐκ ἔοικεν εἰρῆσθαι κατὰ τὸν τρόπον, καθ’ ὃν ἐλέγετο τὸ ῥῆμα προσσημαίνειν χρόνον, ἀλλ’ ἀντὶ τοῦ πρὸς ἑτέρῳ τινὶ σημαίνειν, τοῦτ’ ἔστι συμπλεκόμενον ἑτέρῳ τινὶ σημαίνειν σύνθεσιν δεκτικὴν ἤδη ψεύδους τε καὶ ἀληθείας, ἧς συνθέσεως δεῖ τὰ ἀπλᾶ προεπινοεῖσθαι. εἰ δέ τις μὴ προσίοιτο ταύτην τοῦ προσημμαίνειν τὴν ἐξήγησιν, πειθέσθω τῷ Ἀλεξάνδρῳ λέγοντι διὰ τοῦ αὐτὸ μὲν γὰρ οὐδέν ἐστι καὶ τῶν ἐφεξῆς περὶ τοῦ ἔστι διαλέγεσθαι πάλιν τὴν Ἀριστοτέλην μετὰ τὸ εἰπεῖν διὰ μέσου περὶ τοῦ ὄντος, ὡς οὐδὲ | τούτου ὅταν καθ’ αὑτὸ λέγηται δυναμένου σημαίνειν [*](47r) τι ἀληθὲς ἢ ψεῦδος, καὶ λέγειν ὅτι τοῦτο τὸ ἔστιν ἢ καὶ τὸ οὐκ ἔστιν ὁ αὐτὸς γὰρ περὶ ἑκατέρου λόγος) αὐτὸ καθ’ αὑτὸ λεγόμενον ἀληθὲς μέν τι σημαίνειν ἢ ψεῦδος οὐ πέφυκεν, ὄνομα δέ τι ὄν, ὥσπερ καὶ τὰ ἄλλα ῥήματα, δύναμιν ἔχει προηγουμένως μὲν σημαντικὴν τῆς τοῦ ὄντος μεθέξεως ἢ στερήσεως, κατὰ δεύτερον δὲ λόγον καὶ κατηγορουμένου τινὸς πρὸς ὑποκείμενον συμπλοκῆς, οἷς προστιθέμενον τέλειόν τε ποιεῖ τὸν λόγον καὶ σημαντικὸν ἢ ἀληθείας ἢ ψεύδους· καὶ γὰρ ἄν ἀμέσως κατηγορῆται τοῦ ὑποκειμένου, καὶ τότε δυνάμει τὸ μὲν ἔστι συμπλοκὴν αὐτοῦ πρὸς τὸ ὂν σημαίνει, οἷον ‘Σωκράτης ὄν ἐστι᾿, τὸ δὲ οὐκ ἔστι διαίρεσιν, ἢ καὶ ἀμφότερα σύνθεσιν· ὅπερ γὰρ εἴρηται ἐν τοῖς Περὶ ψυχῆς, ῾καὶ ὁ μὴ εἶναί τι λευκὸν φάσκων τὸ μὴ εἶναι λευκὸν συνέθηκε τῷ ὑποκειμένῳ῾.
[*](1 περὶ π. κοινῶς G 2 εἴποις AG αὐτὸ καθ’ ἑαυτὸ ab ἐξήγησιν ταύτην a 3 ἡ ψεύδ. εἶναι AM: εἶναι ἢ ψ. a 6. 8. 20 οὐδὲ Α 9 post συγκειμένων add. τουτέστι τῶν ἁπλῶν M 10 τοῦτο —νοῆσαι (13) om. M 11 ἢν] ὧν G post ἣν add. σύνθεσιν Aa 13 νοῆσαι] θεωρῆσαι a τὸ ὃν in mrg. suppl. G 14 ὡσαύτως ἐκ. 31 ἑκάστη FGa 16. 17 τοῦτ’ ἔστι—σημαίνειν om. G, in mrg. suppl. Α 17 δεκτικὸν ’ ἤδη] ἤγουν G τε om. a 18 ἧς] ἢ Α1 προσεπιν. Α 21 πάλιν om. F ἀριστοτέλη Α 22 οὐδὲν Ma τοῦτο M 23 τοῦτο om. Ma καὶ (alt.) om. G 24 μέν τι] μέντοι A2a 25 ἢ ψ. σημ. Ga οὐ] ἡ M 26 σημαντικὸν G1 28 οἷς ex ἧς corr. Α 29 ἀναμέσως G κατηγορεῖται FG 31 προσσημαίνει AM 32 ἐν τοῖς Περὶ ψυχῆς] cf. Γ 6 p. 430 1)2)Παραδοὺς δὲ ἡμῖν ὁ Ἀριστοτέλης τὴν θεωρίαν τῶν τοῦ λόγου μερῶν, ὀνόματός τε καὶ ῥήματος, ἑξῆς καὶ ἐπὶ τὸν ἐξ αὐτῶν συγκείμενον λόγον μεταβαίνει καί φησι·
[*](p. 16b26)Λόγος δέ ἐστι φωνὴ σημαντική, ἦς τῶν μερῶν τι σημανδὲ οἷον ἄνθρωπος σημαίνει τι, ἀλλ’ οὐχ ὅτι ἔστιν ἢ οὐκ ἔστιν· ἀλλ’ ἔσται κατάφασις ἢ ἀπόφασις, ἐάν τι προστεθῇ· ἀλλ’ οῦχὶ τοῦ ἀνθρώπου συλλαβὴ μία· οὐδὲ γὰρ ἐν τῷ μῦς τὸ υς σημαντικόν, ἀλλὰ φωνή ἐστι νῦν μόνον. ἐν δὲ τοῖς διπλοῖς σημαίνει [*](47ν) μέν, ἀλλ’ οὐ καθ’ ἑαυτό, ὥσπερ εἴρηται.
Δι’ ἣν μὲν οὖν αἰτίαν οὐ κατὰ τὰς ἐξ ἀρχῆς ὑποσχέσεις μετὰ τὸν περὶ ὀνόματος καὶ ῥήματος λόγον περὶ ἀποφάσεως διαλέγεται καὶ καταφάσεως, ἔπειτα περὶ ἀποφάνσεως καὶ τελευταῖον περὶ λόγου, ἀλλ’ ἀντιστρέφει κατὰ τὴν περὶ αὐτῶν διδασκαλίαν τὴν τάξιν, καθ’ ἣν πεποίηται αὐτῶν ἐν τῷ προοιμίῳ τοῦδε τοῦ βιβλίου τὴν ἀπαρίθμησιν ὡς παραδοθῆναι ὀφειλόντων, λόντων, εἴρηται πρότερον. τῶν δὲ παραληφθέντων εἰς παράστασιν τῆς ἰδιότητος τοῦ λόγου τὴν ἐξήγησιν ποιούμενοι τὸ μὲν ὅτι φωνὴ καὶ σημαντιὴ παρίεμεν ὡς προφανῆ λίαν κἀν τοῖς ὁρισμοῖς τῶν τοῦ λόγου μερῶν ἤδη παρειλημμένα. τὸ δὲ κατὰ συνθήκην νυνὶ παραλελεῖφθαί φαμεν ὡς γνώριμόν τε ὂν ἐκ τῶν περὶ τοῦ ὀνόματος ὡς κτὰ συνθήκην ὄντος εἰρημένων ἐπὶ δὲ τοῦ ῥήματος ὡς ὁμοίως ἔχοντος παραλελειμμένον) καὶ ὡς ὀλίγον ὕστερον εὐκαίρως προστεθησόμενον μετὰ τὸ ἀναιρεθῆναι τὸν δοκοῦντα τὸ ἀντικείμενον κατασκευάζειν λόγον, ὅτι οὐ θέσει ἐστὶν ἀλλὰ φύσει, τάχα δὲ καὶ ὡς ὑπὸ τῆς ἑξῆς διαφορᾶς περιεχόμενον· τὸ γὰρ ἧς τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον μόνῃ πρόσεστι τῇ ἐνάρθρῳ φωνῇ κατὰ τὴν ἡμετέραν συνθήκην ὑφισταμένῃ. αὐτὸ δὲ τὸ ἔχειν τι σημαντικὸν μέρος διακρίνει τὸν λόγον τῶν αὐτοτελῶν αὐτοῦ μερῶν, ὀνόματός τε καὶ ῥήματος, διότι ἐπ’ ἐκείνων οὐδετέρου ἦν τι μέρος σημαντικόν, τοῦ δὲ λόγου μέρη τινά, τὰ ὀνόματά φημι καὶ τὰ ῥήματα, σημαντικά ἐστιν. οὐχ [*](48r) ἁπλῶς δὲ εἴρηται τὰ μέρη τοῦ λόγου σημαντικὰ εἶναι καθ’ ἑαυτὰ λαμβανόμενα, [*](1 ante παραδούς add. Περὶ λόγου G2 δὲ om. G ὑμῖν Α1 2 ἐπὶ] πρὸς Α1: περὶ A2M 4 ante λόγος add. περὶ λόγου in mrg. AF: περὶ τοῦ ἀποφαντικοῦ λόγου a δὲ om. AG post σημαντ. add. κατὰ συνθήκην in mrg. F-b (cf. v. 19) ἦς—εἴρη ται (10) om. M 5 κατάφ. ἡ ἀπόφασις b (cf. p. 59,9. 61,4) λέγω—εἴρηται (10) om. Ga 6 μέν τι b (cf. p. 61,9) οὐχὶ A ὡς προείρ. b τὸν] τών F 14 αὐτῶ (alt.1.)A 16 εἴρηται πρότερον] p. 17,9 παραλειφθ. G 17 αἰδιότητος G1 ποιούμεθα G: ποιούμενος Ma καὶ om. G: ante φωνὴ colloc. a 19 παρειλημμένον A: παρειλημένων Μ νῦν Α παραλελῆφθαι AM: παρειλῆφθαι G1 φαμεν] μὲν A 20. 21 εἰρημένον Α 21 παραλελειμμένου Ma 22 προστεθεισόμενον F: προστεθησομένου Ma τὸ] τοῦ Α 23 τὸν ἀντικ. GMa 24 ἐφεξῆς 31 γὰρ] δὲ a 25 τι om. M 28 ἐπ’ om. FGa 29 τὰ (ante ὀνόμ.) om. FG τὰ (ante ῥήμ.) om. G εἰσιν Α2)
Σημαντικὸν δέ φησιν εἶναι ὡς φάσις, ἀλλ’ οὐχ ὡς κατάφασις ἔστι δὲ φάσις, ὡς καὶ πρότερον ἐλέγομεν, ἡ ἁπλῆ φωνή, ὅταν ὡς μέρος ἀποφαντικοῦ λόγου λαμβάνηται· δηλοῖ δὲ τοῦτο σαφῶς ἐν τοῖς ἑξῆς ὁ Ἀριστοτέλης, λέγων “τὸ μὲν οὖν ὄνομα ἢ ῥῆμα φάσις ἔστω μόνον, ἐπειδὴ οὐκ ἔστιν εἰπεῖν οὕτω δηλοῦντά τι τῇ φωνῇ ὥστε ἀποφαίνεσθαι”. διότι οὖν πᾶς μὲν λόγος ἔχει σημαντικά τινα μόρια, ταῦτα δ’ ἐπὶ μὲν τινῶν λόγων ἁπλαῖ τυγχάνουσιν ὄντα φωναί, ἃς ἐλέγομεν ὡς ἐν προτάσεσι καλεῖσθαι φάσεις, ἐπὶ δὲ τινῶν καταφάσεις ὅλαι ἢ καὶ ἀποφάσεις, οἷον ἐν τῷ λέγοντι λόγῳ ῾Σωκράτης κάθηται καὶ Πλατῶν οὐ κάθηται᾿ τὸ ῾Σωκράτης κάθηται' καὶ τὸ ῾Πλατῶν οὐ κάθηται', ἀλλ’ οἱ μὲν καταφάσεις ἡ ἀποφάσεις ἔχοντες τὰ μέρη λόγοι καὶ φάσεις ἔχουσιν, ἐξ ὧν ἐκεῖναι τὴν γένεσιν ἔσχον, οἱ δὲ φάσεις ἔχοντες οὐ πάντως ἔχουσι καὶ καταφάσεις ἢ ἀποφάσεις· διὰ τοῦτο βουλόμενος ὁ φιλόσοφος παραστῆσαι τὸ ἀεὶ ὂν ἐν τοῖς λόγοις σημαντικὸν [*](48v) μόριον ταῦτα προσέθηκεν, ἵνα μὴ θεασάμενος αὐτὸς τινὰς λόγους ἔχοντας μέρη καταφάσεις ἢ ἀποφάσεις ὑπολάβῃς οὕτω δεῖν τοῦ λόγου τὰ μέρη σημαντικὰ εἶναι ὡς σημαίνοντά τι κατά τινος ὑπάρχον ἢ μὴ ὑπάρχον, ἀλλ’ εἰδείης ὅτι ὡς φαντικὸν μόνον καὶ δηλωτικὸν φύσεως τινος ἢ ἐνεργείας δεῖ τὸ μέρος τοῦ λόγου θεωρεῖν. καὶ μήποτε τὸ τινὰ τῶν μερῶν τοῦ λόγου σημαντικὰ εἶναι οὐ καθ’ ἑαυτὸ νοητέον κατὰ τὴν πρὸς τὰ ἄρθρα καὶ τοὺς συνδέσμους καὶ τὰ παραπλήσια τούτοις ἀντιδιαστολήν, ἀλλὰ τὸ ὅλον ἐφεξῆς ἀναγνωστέον, ὅτι τῶν μερῶν τι σημαντικόν ἐστιν ὡς φάσις, πρὸς διάκρισιν τῶν συντεθέντων μερῶν καὶ κατά ἀπόφανσιν ἤδη λεγομένων, ὡς ἄν πάντων μὲν τῶν ὄντων μερῶν τοῦ λόγου σημαντικῶν ὄντων, ἀλλὰ τῶν μὲν κατὰ τὸν τρόπον τῶν φάσεων καὶ ἐν παντὶ λόγῳ ἐξ ἀνάγκης θεωρουμένων, τῶν δὲ κατὰ τὸν τρόπον τῶν ἀποφάνσεων καὶ ἐν τοῖς ἁπλοῖς λόγοις θεωρεῖσθαι [*](1 τὰ . . . ἀρνητικὰ μόρια a 3 γὰρ μέρη suppl. in mrg. Α 4 τοῦ om. G δὲ om. G 6 δοκ. εἶναι a δοκούντων F 7 εἴρηται] p. 32,2.5 sq. 8 σημαντικὰ M 9 εἶναι om. M κατάφ. ἢ ἀπόφασις b 10 ἔστι δὲ] ὅτι δὲ F: ὅτι δὲ ἔστι a ὡς (prius) suppl. G2 πρότ. ἐλέγομεν] p. 10,14 11 δὲ om. F ἐν τοῖς ἑξῆς] p. 17a17 sq. 12 οὑν om. AFG τὸ ῥῆμα a 14 post μὲν add. οὖν Α 15 προτάσει Α 16 ὄλως M καὶ om. F 17 post σωκρ. (prius) add. οὐ G1 τὸ σωκρ.—οὐ κάθηται om. AGM 18 τὸ om. a 19 λόγου Α ἐκεῖνοι G 20 καὶ om. FGa 22 προσ- τέθεικεν am 23 τὰ μέρη τοῦ λόγου Aa 24 ἡ μὴ ὑπάρχον om. F 25 ἀποφαντ. G1 27 post εἶναι add. ὡς σημαίνοντά τι κατά τινος ὑπάρχον FMa ἑαυτὸν G 29 φάσεις Ma 30 ἀπόφασιν libri 31 τῶν τοῦ λ. μερῶν ὄντων om.) a 31. 32 κατὰ τρόπον M 33 ἀποφάσεων G post ἐν add. παντὶ λόγω ἐξ ἀνάγκης del. G)
Οὐ χρὴ δὲ θαυμάζειν, εἰ τὰ μέρη τῶν ὀνομάτων καὶ τῶν ῥημάτων μὴ ἀξιοῦμεν τοῦ συγκειμένου ἐξ αὐτῶν λόγου μέρη κυρίως ὀνομάζειν· ἐπὶ πάντων γὰρ τῶν διηρθρωμένων καὶ τελείων ἕκαστον τῶν μερῶν ἐκ τῆς προσεχοῦς ὁλότητος εἰώθαμεν σημαίνειν, ὥσπερ τὸ βραχὺ ξύλον τὸ ἐκ τοῦ πηδαλίου τῆς νεὼς ἡ τῆς τρό|πιδος ἀφαιρεθὲν αὐτῶν μὲν τούτων [*](49r) μέρη προσαγορεύομεν, οὐ μὴν ἐπὶ τὴν νῦν ἀναφέροντες λέγομεν. καὶ ἐπὶ τῶν ἄλλων τῶν τε κατὰ τέχνην καὶ τῶν κατὰ φύσιν ὡσαύτως. ἀμέλει συλλαβὰς μὲν ὀνομάζομεν τὰς πρώτας μόνας τῶν στοιχείων συμπλοκάς. τὸ δὲ ὄνομα τρισύλλαβον ἢ τετρασύλλαβον λέγομεν, ὡς ἕκαστον τῶν ἁπλῶν ἐπὶ τὸ προσεχῶς ἐξ αὐτῶν συγκείμενον ἀναφέροντες. ἄλλως τε τὰ μέρη τῶν ὀνομάτων καὶ ῥημάτων κατὰ μόνην τὴν ἐκφώνησιν, ἀλλ’ οὐ κατὰ τὴν σημαντικὴν δύναμιν λέγοιντο ἂρ εἶναι αὐτῶν μέρη· διὸ καὶ πρότερον ἐλέγετο μηδὲν μέρος αὐτῶν εἶναι σημαντικὸν κεχωρισμένον· ὥστε καὶ τῶν λόγων κατὰ τὰ αὐτὰ λέγοιντο ἂν εἶναι καὶ μὴ εἶναι μέρη. αὐτὰ μέντοι τὰ ὀνόματα καὶ τὰ ῥήματα διὰ τῆς οἰκείας συνθέσεως οὐ μόνον τὴν ἐκφώνησιν ἀλλὰ καὶ τὴν σημασίαν ἀποτελοῦντα τῶν λόγων καὶ πρῶτα τὴν σημαντικὴν ἔχοντα δύναμιν εἰκότως καὶ μέρη τοῦ λόγου πρῶτα εἶναί φαμεν. διὸ καὶ ὁ ἐν τῷ Κρατύλῳ Σωκράτης σμικρότατον τοῦ λόγου μόριον εἶναι τὸ ὄνομά φησι, τὸ κοινῶς δηλαδὴ τοῦ τε ἰδίως καλουμένου ὀνόματος καὶ του ρηματος κατηγορουμενον.
Εἰ δέ τις ἀποροίη πῶς ἀξιοῦμεν πάντα λόγον ἔχειν σημαντικὸν τὸ μόριον, καίτοι πρὸς τὸν κλητικὸν καλούμενον καὶ μίαν πτῶσιν ἑνὸς ὀνόματος ἀρκοῦσαν ὁρῶντες, ὡς τὸ “ Ἕκτορ” ἄλλου γὰρ λόγου, τοῦ ἀποφαντικοῦ, τὸ “ἀτάρ σύ μοί ἐσσι’’) καὶ τὸ “Μέντορ”' τὸ γὰρ “ἄμυνον, ἀρήν” προστάξεως λοιπόν, ἀλλ’ οὐ κλήσεως), λύσομεν τὴν ἀπορίαν κλῆσιν μὲν ἢ ἀνάκλησιν καὶ δι’ ἑνὸς ὀνόματος | κατὰ ταύτην τὴν πτῶσιν προφερομένου [*](49v) γίνεσθαι λέγοντες, λόγον δὲ μὴ εἶναι κλητικόν, εἰ μὴ τὸν ἐκ πλειόνων οὕτω λεγομένων ὀνομάτων ἢ πτώσεων συμπεφορημένον, οἷον “ὦ μάκαρ [*](1.2 τοῦ ἀριστ. παραδ. (τε om.), sed num. corr. G 2 περὶ τοῦ πλάτ. G om. M 3 καὶ ῥήμ. μόνον colloc. a διαιρουμένην FG 4 εἰ iter. Α 9 an 〈μέρη > λέγομεν? 10 τε om. G 11 συμπλοκάς] συλλαβάς A1 13 ἐπί τι τῶν προσεχῶς AM αὐτοῦ FGMa τε] τὸ G 14 τῶν ῥημ. Α 15 δύναμιν om. M λέγοιτο Ma διὸ—μέρη (17) suppl. G2 15. 16 πρότερον ἐλέγετο] p. 32,25. 47,25 17 μὴ εἶναι om. FG 18 μόνην AF 21 ὁ ἐν τῷ Κρατύλῳ Σωκρ.] cf. Cratyl. p. 385 C 24. 25 τὸ μόριον—κλητικὸν om. FG 24 τὸ om. Ma 25 ὀνόμ. ἑνὸς (num. corr.) G 26 ὡς om. Α τὸ G: ἐν zCb AFMa Ἕκτωρ FGMa (cf. Hom. Z 429) λόγου om. M τοῦ om. G 27 αὐτὰρ Α ἐσσι πατὴρ a τὸ] τῶ Ga Μέντωρ Ma (cf. Hom. χ 208) ἄμεινον G1 ἄρα ἦν Ga 28 λοιπόν ante ἄμυνον transponas λύομεν Α: λύσωμεν a κλῆσιν μὲν ἢ om. FG 29 ἀνάκλησιν μὲν FG 30 γίγν. Α 31 λεγόμενον libri ὦ μάκαρ] Hom. Γ 182)
εἰπὼν δὲ τὸ μέρος τοῦ λόγου σημαντικὸν εἶναι ὡς φάσιν, ἀλλ’ οὐχ ὡς κατάφασιν, οὐκ ἐπήγαγεν ὅτι ῾ούδὲ οὐδὲ ὡς ἀπόφασιν᾿, ὡς ὂν προφανὲς ὅτι ὁ μὴ ἀξιῶν τὰ μέρη τοὐ λόγου θεωρεῖν ὡς καταφάσεις, ἀλλ’ ὡς ἁπλᾶς φωνάς, πολλῷ δήπου μᾶλλον ὡς ἀποφάσεις αὐτὰ παραλαβεῖν οὐκ ἄν ποτε ἀξιώσειεν, ἐπεὶ καὶ ἀνάγκη ἐν τῇ ἀποφάσει περιέχεσθαι καὶ τὴν κατάφασιν. ταῦτα δὲ καὶ αὐτὸς ἐξηγούμενος παράδειγμα λαμβάνει τῆς φάσεως τὸν ἄνθρωπον, διότι σημαίνει τί φησιν, ἀλλ’ οὐχ ὅτι ἔστιν ἢ οὐκ ἔστι, τοῦτ’ ἔστιν ἀλλ’ οὐ κατάφασιν ἢ ἀπόφασιν. ὅπερ σαφέστερον ποιῶν ἐπήγαγεν ἀλλ’ ἔσται κατάφασις ἢ ἀπόφασις, ἐάν τι προστεθῇ, ῥῆμα δηλονότι ἢ καταφασκόμενον ἢ ἀποφασκόμενον. ὥστε κἀκ τούτων δῆλον ὡς τὸ μέρος τῆς ἀποφάνσεως σημαντικὸν ὃν δι’ αὐτὸ τὸ σημαίνειν καλεῖ διὰ τούτων ὁ Ἀριστοτέλης φάσιν. ὅτι δὲ κατὰ τὸ σημαντικὰ ἔχειν μέρη διαφέρουσιν οἱ λόγοι τῶν ἁπλῶν φωνῶν, ὑπομιμνήσκων φησὶν ἀλλ’ οὐχὶ τοὐ ἀνθρώπου συλλαβὴ μία, κοινῶς προσυπακουομένου σημαίνει τι· εἴρηται γὰρ λέγω δὲ οἷον ἄνθρωπος σημαίνει τι, πρὸςτοῦτο οὖν συντακτέον τὸ ἀλλ’ οὐχὶ τοῦ ἀνθρώπου συλλαβὴ μία. τοῦτο δὲ πάλιν κατασκευάζων τὸ τῶν ἁπλῶν φωνῶν τὰ μέρη μηδενὸς εἶναι καθ’ ἑαυτὰ σημαντικὰ καὶ τὴν κατα σκευὐν ἀπὸ τοῦ μᾶλλον κἀνταῦθα [*](50r) ποιούμενος, οὐδὲ γὰρ ἐν τῷ μῦς, φησί, τὸ υς σημαντικόν, ἀλλὰ ἐστι νῦν μόνον, τοῦτο δέ ἐστιν ὅτι τὸ υς καθ' ἑαυτὸ μὲν λεγόμενον σημαίνει τὸν χοῖρον, ὅταν δὲ ὡς μέρος αὐτὸ τοῦ μῦς ὀνόματος λάβῃς, παντάπασίν ἐστιν ἄσημον, καὶ νῦν, ὅπερ ἐστὶν ἐν τῷ θεωρεῖσθαι ὡς μέρος, φωνή ἐστι μόνον οὐδὲν διαφέρουσα μιᾶς τῶν ἀσήμων. ἀλλ’ ἐπὶ μὲν τῶν ἁπλῶν ὀνομάτων, ὥσπερ εἴρηται καὶ πρότερον, οὐδαμῶς ἄν εἴη τὰ μέρη σημαντικά, οἷον ἐπὶ τοῦ ἄνθρωπος ἢ μῦς. καὶ γὰρ ἐπὶ τούτου τὸ υς μέρος οὐχ ὡς συντεθὲν ἑτέρῳ τινὶ ἀπετέλεσε τὸ μῦς ὄνομα, ἀλλὰ κατὰ τύχην συνηνέχθη τῷ σημαίνοντι τὸν χοῖρον ὀνόματι, διόπερ ὡς μέρος ἁπλοῦ ὀνόματος τοῦ μῦς λαμβανόμενον οὐδὲν οὐδὲ κατὰ φαντασίαν σημαίνει· οὐδεὶς γὰρ τὸ μῦς ἀκούσας ὄνομα εἰς ἔννοιαν ἔρχεται τοῦ ὑός, καθάπερ ὁ τὸ Κάλλιππος ἀκούσας ἢ τὸ τραγέλαφος οὐκ ἀνεννόητος μένει τοῦ ἵππου ἤ τοῦ ἐλάφου. ἐν μὲν οὗν τοῖς ἁπλοῖς ἐν δὲ τοῖς διπλοῖς, φησί, βούλεται μὲν ἀλλ’ οὐδενὸς κεχωρισμένον, τοῦτ’ ἔστι δοκεῖ μὲν [*](1 καὶ —Νηληϊάδη om. FCt (cf. Hoin. γ 79) νἐστωρ Ma 4 οὐκ suppl. G2 ὡς (alt.) om. FGa 5 ὁ om. AFGa τὰ μέρη suppl. G2 9 μέν τι b 10 οὐ om. G κατάφασις G1 12 κατὰ τοῦτο F: ἐκ τούτων G 13 καὶ δι’ αὐτὸ (τὸ om.) G 14 καλῶν a 16. 18 οὐχὶ] οὐχ ἡ AFG 16 κοινῶς—μία (18) om. G1M (suppl. G2) 17 εἴρηται—τι om. F δὲ om. G 19 τὸ] xui G 22 μὲν om. FG 23 λέγεται AM σημαίνει om. M 24 ὥσπερ F 26 εἴρηται καὶ πρότερον] p. 32,25 sq. 28 ὒ] om. FG 29 ante ὡς add. ὥσπερ G 30 τοῦ] τὸ Ga λαμβάνομεν M 31.32 εἰς ἔννοιᾶν—ἀ·κούσας in mrg. suppl. Α 31 τῆς ὑός GM 32 κάλιππος F ἀννενόητος Α: ἀνεννοήτως M 33 φησί post βοὐλ. colloc. a 34 βούλεται—κεχωρισμένον] per errorem redit ad Arist. p. 16a25)
ἐστι δὲ λόγος ἅπας μὲν σημαντικός, οὐχ ὡς ὄργανον δέ, ἀλλ’ ὥσπερ εἴρηται, κατὰ συνθήκην. ἀποφαντικὸς δὲ οὐ πᾶς, ἀλλ’ ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει. οὐκ ἐν ἅπασι δὲ ὑπάρχει, οἷον ἡ εὐχὴ λόγος μέν, ἀλλ’ οὔτε ἀληθὴς οὔτε ψευδύς. οἱ μὲν οὖν ἀφείσθωσαν· ῥητορικῆς γὰρ ἢ ποιητικῆς οἰκειοτέρα ἡ σκέψις· ὁ δὲ ἀποφαντικὸς τῆς νῦν θεωρίας.
Συλλογισμὸν ἐλέγχει τινὰ διὰ τούτων ὁ Ἀριστοτέλης δεικνύναι δοκοῦντα ὡς ὁ λόγος οὐ θέσει ἐστίν, ἀλλὰ φύσει. τίς οὖν ὁ συλλογισμός; ὁ λόγος, φησίν, ὄργανόν ἐστι ἰῆς φωνητικῆς ἐν ἡμῖν δυνάμεως φύσει οὔσης· δι’ αὐτοῦ γοῦν σημαίνομεν ἀλλήλοις ὅσα βουλόμεθα ὡς ὄντος ὀργάνου. πᾶν ὄργανον φυσικῆς δυνάμεως καὶ αὐτὸ φύσει, καθάπερ ὀφθαλμοὶ μὲν τῆς ὀπτικῆς ἐν ἡμῖν δυνάμεως ὄργανα ὄντες φύσεως εἰσι καὶ οὐ τέχνης ἔργον, ὦτα δὲ τῆς ἀκουστικῆς, καὶ ἄλλο τι μόριον ἄλλης. ὁ λόγος ἄρα φύσει ἐστίν, οὐδὲν ἐκ τῆς ἡμετέρας ἔχων ἐπινοίας. δύο τοίνυν οὐσῶν τῶν ἐν τῷ συλλογισμῷ παραληφθεισῶν προτάσεων ὁ Ἀριστοτέλης τῇ μὲν μείζονι συγχωρεῖ, τῇ λεγούσῃ πᾶν ὄργανον πάσης φυσικῆς δυνάμεως φύσει εἶναι, τῆς δὲ ἐλάττονος ἐπιλαμβάνεται, τῆς λεγούσης τὸν λόγον ὄργανον εἶναι τῆς φωνητικῆς ἐν ἡμῖν δυνάμεως. τί ἂν οὖν εἴη τὸ ὄργανον τῆς φωνητικῆς δυνάμεως ῥητέον, ἐπειδὴ φυσικὴ οὖσα δεῖται ὀργάνου, καθάπερ [*](1 ἐν αὐτοῖς om. M 4 τὸ ἐπιχείρημα om. G 5 φωναὶ οὖσαι AM καθάπερ om. F 6 τὸ u;] τοὺς F 8 ἣ] καὶ G 9 παραλείψεως Ga 12 καὶ (alt.) om. M ἐλλείπῃ Α 13 ῥηθέντα] ῥήματα AM 15 ἀλλ’ ὥσπερ—θεωρίας (20) om. M ὡς προείρ. b ἀποφ.—θεωρίας (20) oin. a τὸ ψεύδειν ἡ ἀληθεύεσθαι G1 16 ἡ τὸ ψ. F οὐκ—θεωρίας om. (20) om. G 22 ὁ (primum) om. Α 23 φύσει] φυσικῆς F 24 αὐτῆς ’ 25 φύσει] φησί F 26 ἐν ἡμῖν ὀπτικῆς FGa 27 ἔργα G 31. 32 ὄργ. εἶναι τὸν λόγ. a 32 ἐν ἡμῖν suppl. G2: ante φωνητ. colloc. M τί—δυνάμεως (33) suppl. G2 33 ante δὺν. add. ἐν ἡμῖν a ὀργάνων AFGa)
Ὅτι μὲν οὖν κατὰ συνθήκην ὁ λόγος καὶ τὰ τούτου μέρη, τό τε ὄνομα καὶ τὸ ῥῆμα, διὰ πολλῶν ἀποδέδεικται· ἀλλ’ ἐπεὶ καὶ ὄργανον αὐτὸν εἶναί φαμεν τῆς τῶν νοημάτων ἢ τῶν πραγμάτων σημασίας, τί ποτέ ἐστι τὸ χρώμενον αὐτῷ ὡς ὀργάνῳ ῥητέον. φανερὸν δὴ ὅτι ἡ διανοητικὴ ψυχή· μόνης γὰρ ταύτης ἔργον τὸ χρῆσθαι λόγῳ. πῶς δὲ δύναται κατὰ [*](1 τί οὖν a ὢν] ὃν AM: ὧν F 3 φωνητ.] φυσικῆς FG ante δυνάμ. add. ἡμῶν a 4 post διαλέκτου add. τίνα ὄργανα τῆς φυσικῆς δυνάμεως ἐστι; a 5 τὰ ἄλλα τὰ Α καὶ λεγόμ. FG ἢ] ἤτοι F 7 γιγνόμενος Α: γινομένης FMa 10 τὸν τόπον Ma κινητικῆς FM ἡ om. F ἐστί om. AM 11 ἔστιν cm. FG ὀρχιτῆ Α τοιώσδε ἢ τοιώσδε Ga σημαίνει FGMa 12 τῷ ἄλλοτε—συμβεβηκότων otn. M ἄλλα] ἄλλως Α: ἄλλον a ἐπιδεικ. Aa 12. 13 παραδηλοῦν δηλοῦν τι Ga 13 αὐτῷ a 15 θύρα δὲ colloc. FG δὲ (alt.) suppl. G2 15. 16 σημαίνειν post ῥημ. colloc. a 16 post ῥημάτων add. θέσει FGa τούτων] τῶν G 17 ὅλης M τῆς] γὰρ G 18 οὐ om. F 19 ψυχικῶν post ἡμῖν suppl. G2 20 καὶ κατὰ G 23 παρὰ] πρὸς Ma 24 συνεργ. Α τῷ] τὸ a 25 διαφαίνεται Α: διακρίνηται a 26 μέτρου (utrobique) Α 28 πολλῶν] τούτων G ἐπιδέδεικται A Ma 29 νοημάτων] ὀνομάτων FGa 30 ῥητεόν] χρηστέον G ῥητέον—χρῆσθαι (31) om M)
Ἅχρι τούτων ὁ Ἀριστοτέλης παραστήσας ἡμῖν τά τε στοιχεῖα τοῦ λόγου, τὸ ὄνομά φημι καὶ τὸ ῥῆμα, καὶ τὸν ἐξ αὐτῶν συγκείμενον καὶ κοινῶς [*](52v) λεγόμενον λόγον, ἐξ ὧν πᾶσα διάλεκτος ἔχει τὴν γένεσιν, ἑξῆς κατὰ τὰ ἐξ ἀρχῆς διωρισμένα μεταβαίνει ἐπὶ τὴν τοῦ ἀποφαντικοῦ λόγου θεωρίαν, ὃν ἐλέγομεν ἕν τι εἶδος εἶναι τοῦ ἁπλοῦ λόγου, καθάπερ τὸν κλητικὸν τὸν εὐκτικὸν τὸν ἐρωτηματικὸν τὸν προστακτικόν, ὧν ἕκαστον αὐτοτελές ἐστι καὶ καθ’ ἑαυτὸ σημαντικὸν ἀπηρτισμένης διανοίας· καθάπερ γὰρ τὸ ῾ἡ ψυχὴ ἀθάνατός [*](1 φυσικῆς] ψυχικῆς AM 3 εἶναι ἐροῦμεν G λογιστικήν a 3. 4 δύναμιν ἐν ἡμῖν G1 4 σώματος om. M 6 τοῦ βιβλίου τοῦ δευτ. G τῆς Φυσικῆς ἀκρ.] Β 8 p. 199a20 sq. 8 ἄν om. M 9 προηγουμένης G 10 τὴν δὲ ἀράχνην M 11 δεῖ] δὴ F ἐν τῇ Περὶ ψυχῆς] Γ4 p. 429a10 sq. ψυχὴν G 12 δι’ ὧν Α1 13 ἀναγκαίων Α: ἀναγκαίοις G 14 τεχνῖτά F πρὸς τὰς] τῆς M 15 σώζεσθαι G πολέμους F 17 ξίφεσι καὶ δόρασι AM 18 οἰκοδομικῆς F 20 φωνητικοῖς Α1 τῆς (ante λεκτ.) om. FG διαλεκτ. G1 22 τοῖς λόγοις G καὶ τεχνικῶς FGa 25 τὴν] τὸν ’ 26 τούτου Α1 ὁ om. Α 27 τό τε ὄνομα G καὶ (ante κοιν.) om. FG κοινῶς] καλῶς M 29 post μεταβαίνει add. λοιπὸν AMa 30 ἐλέγομεν] p. 2,9 sq. ἁπλῶς Α 30. 31 τὸν εὐκτικὸν τὸν ἐρωτηματικὸν om. F 31 ἕκαστος AM 32 σημαντικὸς A2M)
Διττῆς γὰρ οὔσης τῆς τοῦ λόγου σχέσεως, καθὰ διώρισεν ὁ φιλόσοφος Θεόφραστος, τῆς τε πρὸς τοὺς ἀκροωμένους, οἷς καὶ σημαίνει τι, καὶ τῆς πρὸς τὰ πράγματα, ὑπὲρ ὧν ὁ λέγων πεῖσαι προτίθεται τοὺς ἀκροωμένους, περὶ 25 [*](1 καὶ τὸ (ante αἴθε) om. F 1. 2 φιλοσοφίσαιμι F 2 τόνδε] τὸν δεῖνα a 3 προσήκει G φασὶ M 6 καθ’ αὑτὰς G1 8 ἢ συαηματισμοὺς suppl. G2 9 τινα F 10 τινος Α1: τινας M 11 τινα M 12 πρῶτον κτλ.] Demosth. De cor. p. 225 13 ἀπόκριναι κτλ.] Demosth. De f. leg. p. 378 post μοι add. ἐνταῦθα AMa 14 ὑποκειμένην A 15 παρὰ] περὶ M 16 εἰς (alt.) suppl. G2 18 ἡ ἀπὸ—γὰρ iter. M 19 ὑποβεβλημένον F 20 ἐν τῷ Φιλήβῳ] p. 16 D sq. 22. 23 ἐν τῷ Φαιδρῷ] p. 243 Β 27. 28 παρὰ τὸν ἀποφαντ. καλούμενον AM: παρὰ τὸν ἀποφαντ. λόγον a 28 ὃ] ὧ Α μόνον A2: μόνων Α1: μόνω FGMa 28. 29 ὡς τὴν ἀπόδ. περιειληφὸς] πρὸς τὴν ἀπόδ. περιειληφὸς Fa: πρὸς τὴν ἀπόδ. ὡς (περιειληφὸς om.) G 31 τῆς om. FMa σχίσεως Α2 καθὰ] ὡς F 31. 32 ὁ φιλόσοφος Θεόφραστος] fr. 65 (p. 431 ed. Wimmer) 32 καὶ (ante σημαίνει) om. G 33 πεῖσαι] ποιῆσαι G1 προστίθεται GMa τὰ ἀκροώμενα G1 Comment, in Arist. IV 5. Ammon. de Interpr. 5)
Ἔστι δὲ εἷς πρῶτος λόγος ἀποφαντικὸς κατάφασις, εἶτα ἀπόφασις· οἱ δὲ ἄλλοι πάντες συνδέσμῳ εἷς.
Δι’ ὧν διττὴν εἶναι τῶν λόγων φησὶ τὴν ἕνωσιν, τὴν μὲν αὐτῶν καθ’ αὑτοὺς οἷον αὐτοφυῶς αὐτοῖς ἐνυπάρχουσαν, καθάπερ ἐπὶ τοῦ ‘Σωκράτης [*](1 μὲν οὖν a 2 διότι Ga τε om. a 5 τε] τὸ G1 6 πάντων om. G ἧσαι] οἶσαι a 7 πράγματα] γράμματα M 9 ἀπόφασιν FGMa 10 ἀποφάσεων M προστίθεται Ma 12 σημαντικὸν GMa ἔχειν Α 16 καὶ ἀποφάσεως om. FG τούτων a 17. 19 τὸν om. F 18 ἀπόφασις M 19 καὶ εἰς τὴν G ἀπόφανσιν M 20 μηδὲ μηδεμίαν G 21 τὸν τῆς ἀποφ. a τῆς (ante ἀποφ.) om. M 22 ῥηθήσεται] p. 17a25 μέν] δέ Arist. ἐστιν ed. Ven.: εἶναι AFGMa 24 οὖσα post ὁμων. colloc. a 26 διωρισμένοις F 27 προηγουμένην AFMa 28 λέγων om. F 29. 30 κατάφασις—εἶς om. M 31 διὰ τούτων Α φησι τῶν λόγων a)
Τοῦ δὲ κυρίως ἑνὸς ὄντος λόγου καὶ διὰ τοῦτο φύσει προτέρου ὄντος τοῦ συνδέσμῳ τὸ ἓν ἔχοντος ὁ μέν τίς ἐστι κατάφασις ὁ δὲ ἀπόφασις. ἔστι δέ τις καὶ τῆς καταφάσεως πρὸς τὴν ἀπόφασιν διαφορὰ οὐ κατὰ τὸ ἕν ὁμοίως γὰρ εἷς τῶν λόγων τούτων ἑκάτερος οὐδεμιᾶς ἔξωθεν βοηθείας δεηθεὶς πρὸς τὴν ἕνωσιν), ἀλλὰ κατὰ τὸ πρῶτον· οὐ γὰρ ὁμοίως πρῶτος λόγος. τούτων ἑκάτερος, ἀλλὰ προτέρα τῆς ἀποφάσεως ἡ κατάφασις κατὰ τὴν ἁπλότητα τῆς λέξεως, διότι τὸ ἀρνητικὸν προσλαβοῦσα μόριον ἀπόφασις γίνεται, προυφεστάναι δὲ ἀνάγκη τὸν τὴν προσθήκην δεχόμενον τοὐ ἐκ τῆς προσθέσεως ἀποτελουμένου. διὰ τοῦτο μὲν οὖν καὶ ὁ Ἀριστοτέλης οὕτως εἶπεν ἕνα πρῶτον εἶναι λόγον ἀποφαντικὸν τὴν κατάφασιν, εἶτα τὴν ἀπόφασιν, τὸ εἶτα οὐ περὶ τοῦ ἑνὸς ἀλλὰ περὶ τοῦ πρώτου λέγων. δι’ αὐτὸ δὲ τοῦτο λόγον ἔχειν ἡ τοῦ Ἀφροδισιέως δόξα περὶ τῆς ἀποφάνσεως δοκεῖ, μὴ συγχωροῦσα γένος αὐτὴν εἶναι καταφάσεως καὶ ἀποφάσεως· πῶς γὰρ ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον τὸ τούτων κοινῶς κα|τηγορούμενον [*](55r) [*](1 αὐτῆς M ἐπιγιγνομ. Α: ἐπιγενομ. Ma 2. 3 σωκρ. περιπατεῖ καὶ πλάτ. διαλέγεται AM 3 τοῦ πλάτ. G δύο—περιπατεῖ (4) suppl. G ἐντ. ἐναργ. A τοὺς om. Ma 3. 4 σωκρ. περιπατεῖ καὶ τὸν πλάτ διαλέγεται Α 4 alterum καὶ om. FG 5 μέσος] μέσον Ga ἔδοξε καὶ ἑνοῦν G1 7 ἑνούμενοι AMa 8. 9 ὁ ἥλιος G 9 δύο—γῆν ἐστιν om. M ὄντας λόγους πάλιν A τὸν (ante ἡμέρα)] τὸ F τὸν (ante ἥλιος)] τὸ FG 10 εἰ] εἷς Α: om. FG 11 εἶδος om. AFMa οὐχ AM 13 αὐτὰ G ὥσπερ] ὡς FGa 15 μίν om. M 16 μηδέποτε G τετμημένῳ] τμωμἐνω G καὶ] τὰ δὲ M2 17 διὰ] ἕνα a τινων δὲ συνδέσμων Α πως om. M 18 μὲν om. Ma 19 ἔχουσα M2 21 μὴ συνδ. FGa τις suppl. G2 27 τὸν] τὸ AFG 28 ὁ om. Α 29 εἶπεν οὕτως M λόγον εἶναι F 33 πρῶτον a 5*)
Τοῦ δὲ Ἀριστοτέλους σαφῶς λέγοντος ὅτι τῶν παρὰ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν ἀποφαντικῶν λόγων ἕκαστος συνδέσμῳ πάντως ἐστὶν εἷς, ἐπιζητήσειεν ἄν τις τί ἐροῦμεν περὶ τοῦ λόγου τοῦ λέγοντος ‘ἡλίου ὑπὲρ γῆν ὄντος ἡμέρα ἐστίν’· οὔτε γὰρ ἁπλοῦς οὗτος ὁ λόγος οὔτε συνδέσμου πρὸς τὴν ἕνωσιν φαίνεται δεηθείς. πρὸς ὃν ῥητέον ὅτι δύο μὲν αὐτοτελεῖς ἀποφάνσεις συμπλακῆναι ἀλλήλαις πρὸς ἑνὸς λόγου γένεσιν συνδέσμου χωρὶς ἐνεργείᾳ ληφθέντος ἀδύνατον· τὸ γοῦν ‘ἥλιος ὑπὲρ γῆν ἐστιν’ αὐτοτελὲς ὂν τῷ ‘ἡμέρα ἐστίν’ αὐτοτελεῖ καὶ αὐτῷ ὄντι πῶς ἄν συγκραθείη δίχα τοῦ συναπτικοῦ συνδέσμου; πολλάκις δέ γε τὴν ἡγουμένην τῶν προτάσεων ἅμα τῷ συνδέσμῳ μεταρρυθμίζομεν οὕτως, ὥστε μηκέτι μὲν αὐτοτελῆ εἶναι πρὸς ἀπόφανσιν, τῷ δὲ δυνάμει περιέχειν τὸν σύνδεσμον ἢ τὸ τῷ συνδέσμῳ ἰσοδυναμοῦν κτὰ τοῦτο ἐπίρρημα πρὸς τὴν ἑπομένην τῶν [*](55v) προτάσεων καὶ αὐτοτελῆ μεμενηκυῖαν συμφύεσθαι, καθάπερ ἔχει καὶ ἐπὶ τοῦ προκειμένου· τὸ γὰρ ‘ἡλίου ὑπὲρ γῆν ὄντος’ ἀτελὲς πρὸς ἀπόφανσιν δυνάμει δὲ περιέχον ἡ τὸ ὅτε ἐπίρρημα ἢ τὸν εἰ συναπτικὸν σύνδεσμον καὶ ταὐτὸν φθεγγόμενον τῷ ‘ὅτε ἥλιος ὑπὲρ γῆν ἐστι’ καὶ τῷ ‘ εἰ ὁ ἥλιος ὑπὲρ γῆν ἐστιν’, ὧν ἑκάτερον ἀτελές ἐστι πρὸς <τὸ> τὴν προτεθεῖσαν σασθαι ἀπόφανσιν διὰ τὴν τοῦ συνδέσμου ἢ τοῦ ἐπιρρήματος προσθήκην, παραπλησίως τῷ δυνάμει ταῦτα ἐν ἑαυτῷ περιέχοντι, οἷον τῷ ‘ἡλίου ὑπὲρ γῆν ὄντος’· διὸ καὶ συμφύεσθαι παραπλησίως ἐκείνοις δύναται πρὸς τὸ ἑπόμενον τὸ ‘ἡμέρα ἐστίν’ .
[*](3 τι om. F τότε] τὸ M 4 αὐτὸ τῶ κοιν. A 5 τὸ δεύτ. AMa ὑπ’ αὐτοῦ FG 7 οὐ om. AM 8 ἀπόφασιν (aute εἶναι) G1 ἀπόφανσιν (post δὲ) Α 9 τὸ δεύτ. Ma ὡς εἴρηται om. G τῶν suppl. G2 10 παρὰ] περὶ GM 10. 11 ἀπόφ. καὶ τὴν κατάφ Α 11 εἷς ἐστιν Ga 16 γοῦν] γὰρ FGa 17 ὂν— αὐτοτελεῖ om. F, suppl. G2 τῷ] τὸ A1G ἀτελεῖ G πῶς ἀνσυγκρ. FG 18 ἡγουμένων Α 19 μεταρυθμίζομεν Α: συναριθμίζομεν F 20 τῷ] τῆ FGa 21 κατὰ τοῦτο] τὸ ὅτε M: om. Α 22 μεμενηκυῖα G 23. 24 πρὸς ἀπόφανσιν, τῶ δὲ δυνάμει δὲ περιέχειν τὸν σύνδεσμον ἡ τὸ ὅτε G1 (corr. m2) 24 περιέχων Α: περιέχει FG2a εἰ om. codd. 25 ὁ ἥλιος G 25. 26 καὶ τῷ—γῆν ἐστιν suppl. G2 25 τῷ (alt.)] τὸ G 26 ἀτελές] ἀληθές AM τὸ inserui τὴν προτεθ.] ἣν προτίθεται FG 27 τὴν τοῦ ἐπιρρ. AFa 28 τῷ (alt.)] τὸ τοῦ G: τῆ M: τὸ a 29 ὄντως A 30 ἡμέρα] δυνάμει Α)Ἀνάγκη δὲ πάντα λόγον ἀποφαντικὸν ἐκ ῥήματος εἶναι ἢ πτώσεως ῥήματος· καὶ γὰρ ὁ τοῦ ἀνθρώπου λόγος, ἐὰν μὴ τὸ ἔστιν ἢ ἦν ἢ ἔσται ἤ τι τοιοῦτον προστεθῇ, οὔπω λόγος ἀτοφαντικός, διότι δὴ ἕν τί ἐστιν ἀλλ’ οὐ πολλὰ τὸ ζῷον πεζὸν δίπουν· οὐ γὰρ δὴ τῷ σύνεγγυς εἰρῆσθαι εἷς ἔσται. ἔστι δὲ τοῦτο ἄλλης πραγματείας εἰπεῖν.
Προθέμενος διαλεχθῆναι περὶ τοῦ ἀποφαντικοῦ λόγου καὶ τῶν τούτου εἰδῶν, καταφάσεως τε καὶ ἀποφάσεως, ἐπειδὴ τούτων ἑκάτερον τὸ μέν τι ἔχει κατηγορούμενον τὸ δὲ ὑποκείμενον. διαφοράν τινα τούτων ἡμῖν παραδίδωσι δίδωσι συμβαλλομένην αὐτῷ πρὸς τὴν διάρθρωσιν τῶν ἐφεξῆς ῥηθησομένων· λέγει γὰρ ὅτι τὸν μὲν κατηγορούμενον ὅρον ἐν τῇ προτάσει πᾶσα ἀνάγκη ῥῆμα εἶναι ἢ πτῶσιν ῥήματος (ἴσως δέ ποτε | καὶ ἀόριστον ῥῆμα, [*](56r) καθάπερ ἐν ταῖς ἀποφάσεσιν, ὅπερ ἔοικε συμπεριειληφέναι τῷ ῥήματι διὰ τούτων ὁ Ἀριστοτέλης ἡ ὡς προηγουμένως μὲν περὶ καταφάσεως διαλεγόμενος παραλελοιπέναι), τὸν δὲ ὑποκείμενον οὐ πάντως ὄνομα ἡ πτῶσιν ὀνόματος ἢ ἀόρισον ὄνομα, ἀλλ’ ἔστιν ὅτε καὶ λόγον ἐκ πλειόνων ὀνομάτων συγκείμενον· ὅταν μὲν γὰρ εἴπω ‘Σωκράτης ὑγιαίνει’ ‘Σωκράτης ὑγίανε’, τοῦ ὑποκειμένου ἐν τούτοις ὀνόματος ὄντος ὁ κατηγορούμενος ποτὲ μέν ἐστι ῥῆμα ποτὲ δὲ πτῶσις ῥήματος, ὅταν δὲ εἴπω ‘ Σωκράτης ἐστί’ ‘Σωκράτει μεταμέλει’ ‘οὐ Σωκράτης ἐστί’ ‘ζῷον λογικὸν θνητόν ἐστι’, τὸ ὑποκείμενον ἐν τούτοις οὐ μόνον ἐστὶν ὄνομα ἢ πιῶσις ὀνόματος, ἀλλὰ ποτὲ καὶ ἀόριστον ὄνομα ποτὲ δὲ λόγος ἐξ ὀνομάτων συνεστὼς πλειόνων. ἀλλ’ οὐχ οὕτω λέγεται ταῦτα σαφῶς ὑπὸ τοὐ Ἀριστοτέλους διὰ τὸ σύντομον τῆς ἀπαγγελίας· εἰπὼν γὰρ σαφῶς τὸ περὶ τοὐ κατηγορουμένου ᾐνίξατο μόνον τὸ κατὰ τὸν ὑποκείμενον, εἰπὼν καὶ γὰρ ὁ τοῦ ἀνθρώπου λόγος, ἐὰν μὴ τὸ ἔστιν ἢ τὸ οὐκ ἔστιν ἢ ᾖν ἢ ἔσται ἤ τι τοιοῦτον προστεθῇ, οὔπω λόγος ἀποφαντικός.
Ἀλλὰ διὰ τί περὶ μὲν τοῦ κατηγορουμένου λέγεται διὰ τούτων, ὡς ἄνευ τούτου μὴ ἂν γενομένης προτάσεως, περὶ δὲ τοῦ ὑποκειμένου τὸ ὅμοιον οὐ προστίθεται, καίτοι ὁμοίως ἑκατέρου τούτων τῆς προτάσεως δεομένης καὶ ῥηθέντων ἤδη τούτων ἐν τοῖς προλαβοῦσιν ὡς οὔτε τὸ ὄνομα, [*](1 ἐκ ῥήματος—εἰπεῖν (6) om. M 2 ἐκ πτώσεως FG καὶ γὰρ—εἰπεῖν (6) om. Ga 4 δὴ] δὲ Α 5 τῷ] τὸ AF 5. 6 τοῦτο post ἄλλης colloc. Α: post πραγμ. b 7 post προθ. add. δὲ G1 διαλεχθ. post λόγου colloc. G1 10 συμβαλλομένοις G διόρθωσιν M 11. 12 ἀνάγκη πᾶσα ἢ ῥῆμα AM 12 πτῶσις F 13 ἀποφάνσεσιν F διὰ om. F 14 τοῦτον Α ὁ Ἀριστοτέλης om. FG μὲν] ὡς AM 14. 15 post διαλεγ. add. μὲν περὶ καταφάσεως δι- del. G 17 ὑγίαινε F 19 ῥήματος] ὀνόματος Α δὲ om. Α 19. 20 ἐστί—σωκρ. ἐστί om. M 20 οὐ om. Ga ἐστί (ante ζῷον) om. FGa θνητὸν λογικόν G 21. 22 ἡ πτῶσις—ὄνομα om. F 24 ἐπαγγελίας FGa σαφῶς ὁ περὶ FG 26 ἡ τὸ οὐκ ἔστιν om. b τοιούτω Α 30 προστέθειται AM 31 ἐν τοῖς προλαβοῦσιν] p. 16a13sq.)
ἐπεὶ δὲ ὅλως ὁρισμῶν ἐν τούτοις πεποίηται μνείαν, οὗτοι δέ εἰσιν ἐκ πλειόνων ὀνομάτων συγκείμενοι λόγοι περὶ τὴν οὐσίαν τοῦ αὐτοῦ πράγτὸ [*](2 om. F ἐδιδάχθημεν] p. 16b21 sq. 3 τῶν] τῶ GMa λόγων] λόγου M: om. FGa 4 ἀπαντῶντας] ἀποροῦντας a φιλόσοφος om. G 5 ἔχειν AMa 5. 6 τὸν κατηγ. GMa 6 ὡς] πρὸς GMa διὸ—ἀποφάσεσιν (8) suppl. 7 ὁ om. F 9 κυριωτέρου a 10 γίνηται corr. ex γένηται G τοῦ μορ. τούτου FGa 12 post γενομένης add. καὶ ἄλλως· ὅτε μὲν περὶ ὀνόματος διελέγετο, φησὶν οὐκ ἔστι καθ’ αὑτὸ δυνάμενον ἀπόφανσιν ποιεῖν, ὅτε δὲ περὶ τοῦ ῥήματος, τὸ αὐτὸ ἔλεγεν, ὅτι καθ’ αὑτὸ τό ῥῆμα οὐ δύναται ἀπόφανσιν ποιεῖν, ὅτε δὲ περὶ λόγου, πάλιν ἐπισημαίνεται ὅτι καθ’ αὑτὸν ὁ λόγος δίχα ῥήματος οὐκ ἔσται ἀπόφανσις M, in mrg. Α ἡ] ἦν AM 14 ποιεῖν F 15 καὶ γὰρ ὁ τραγ.] p. 16a16 καὶ γὰρ καὶ G ἡ τραγ. F τι] τοι F 16 τὸ (alt.) om. b ἡ (ante ἀπλῶς) om. FG 17 τὰ αὐτὰ] ταῦτα AM 18 ἔλεγεν] p. 16b21 19 προσετέθη GMa τὸ om. AGMa ᾧ] ὡς M 21. 22 τὸ ῥῆμα καὶ συντ G 22 ἀπόφασιν G τὴν (alt.) om. M 23 παραδιδομένοις FG 25 ἐλέγομεν] p. 59,14 sq. 29 οὐδὲν πω FGa)
ἔστι δὲ εἷς λόγος ἀποφαντικὸς ἢ ὁ ἓν δηλῶν ἢ ὁ συνδέσμῳ εἷς, πολλοὶ δὲ οἱ πολλὰ καὶ μὴ ἓν ἢ οἱ ἀσύνδετοι.
Παραδοὺς τὴν κατὰ τὸ πρῶτον καὶ δεύτερον διαφορὰν τῶν ἁπλῶν καὶ ἀποφαντικῶν λόγων καὶ διδάξας ὡς προηγεῖται τὸ καταφατικὸν εἶδος τοῦ ἀποφατικοῦ, διὰ τούτων προστίθησι τὴν κατὰ τὸ ἓν καὶ τὸ πλῆθος αὐτῶν ἀντίθεσιν ἑτέραν οὖσαν παρὰ τὴν κατὰ τὸ πρῶτον καὶ ὕστερον. ἰστέον γὰρ ὅτι δύο τούτων ἐξ ἀνάγκης περὶ πάντα λόγον θεωρουμένων, λέξεως τε καὶ σημασίας, περὶ μὲν τὴν λέξιν δύο θεωροῦνται τοῦ ἑνὸς λόγου διαφοραί, μία μὲν κατὰ τὸ ἁπλοῦν καὶ σύνθετον ἐκ πλειόνων ἁπλῶν λόγων, ἑτέρα δὲ κατὰ τὸ πρῶτον καὶ δεύτερον προηγουμένως μὲν ἐν τοῖς ἁπλοῖς, διὰ τούτους δὲ καὶ ἐν τοῖς συνθέτοις, ἐκ τῆς ποιότητος δηλονότι τῶν προτάσεων, τοῦ κατα|φατικοῦ λέγω καὶ ἀποφατικοῦ, τῆς τοιαύτης τάξεως ἀναφαινομένης), [*](58v) περὶ δέ γε τὴν σημασίαν μία, ἡ κατὰ τὸ ἓν καὶ τὸ πλῆθος τῶν σημαινομένων. τῶν οὖν περὶ τὴν λέξιν θεωρουμένων ἀντιθέσεων μίαν παραδοὺς διὰ τῶν προλαβόντων τὴν κατὰ τὸ πρῶτον καὶ ὕστερον, δι’ ὧν ἔλεγεν ἔστι δὲ εἷς πρῶτος λόγος ἀποφαντικὸς κατάφασις, εἶτα ἀπόφασις, εἶτα διδάξας ὡς οὐ μόνους τούτους τοὺς λόγους ἀξιοῦμεν τῆς τοῦ ἑνὸς προσηγορίας τῷ ἐπαγαγεῖν οἱ δὲ ἄλλοι πάντες συνδέσμῳ εἷς, τοῦτ’ ἔστιν οὐ κυρίως, οὐ μὴν ἔτι προσθεὶς ὅτι οὗτοι οἱ συνδέσμῳ τὸ ἓν ἔχειν λεγόμενοι λόγοι σύνθετοί εἰσιν ἐκ τῆς ἁπλῆς καταφάσεως καὶ τῆς ἁπλῆς ἀποφάσεως, δι’ οὗ παραδέδωκεν ἂν καὶ τὴν κατὰ τὸ ἁπλοῦν καὶ σύνθετον διαφορὰν τῶν ἀποφαντικῶν λόγων, ἀλλὰ τοῦτο εἰς ἕτερον καιρὸν ἀναβαλλόμενος, ἐν τούτοις τὴν ἀπὸ τῶν σημαινομένων ἡμῖν διὰ κρίσιν αὐτῶν προστίθησι, τὸν μὲν ἕνα ποιοῦσαν λόγον καὶ ἀληθῶς καὶ φαινομένως, τὸν δὲ φαινομένως μὲν ἕνα κατὰ ἀλήθειαν δὲ πολλούς· [*](1 ἐξ αὐτῶν γένοιτο AM εἷς ἐξ αὐτῶν G 3 συμφύεσθαι] συμφυῆ FG post συμβ. add. εἷναι a 4 μήτε] κατὰ M 5 ἀλλήλαις οὐσίας (num. corr.) G 6 οὐδὲν G2 τὸ ὑφίστ. Α ὑφίσταται F 9 δηλῶν—ἀσύνδετοι (10) om. M 12 καὶ (ante ἀποφαντ.) om. FGa 13 ἀποφαντικοῦ G1 τοῦτο a 17 ἁπλῶν suppl. G2 20 τοῦ τε καταφ. a λέγω] an λέγω] 25 οὐ om. Ma τοὺς λόγους τούτους a 29 καὶ δι’ οὗ FG 30 τὸ σύνθετον Α 31 ἀναβαλόμενος F ἡμῖν om. FG)
τίνα οὖν τρόπον ἀπὸ τῶν σημαινομένων τόν τε ἕν λόγον καὶ τοὺς πολλοὺς διακρίνομεν; φησὶ δὴ ὡς ἔνθα μὲν ἑκάτερος τῶν συμπληρούντων τὴν πρότασιν ὅρων μιᾶς τινος φύσεως ἐστι δηλωτικός, μίαν εἶναί φαμεν ταύτην τὴν πρότασιν, κἄν ὁρισμὸν ὅλον ἀντὶ ὀνόματος ἢ ὑποκείμενον ἢ κτηγορούμενον ἢ καὶ ἄμφω λάβῃς, οἷον ὅταν εἴπω ‘ τὸ ζῷον λογικὸν θνητὸν οὐσία ἔμψυχος αἰσθητική ἐστιν’· ὅταν δὲ πλειόνων πραγμάτων ὁποτεροσοῦν τῶν ὅρων | σημαντικὸς ὢν τυγχάνῃ, πλείονας εἶναί φαμεν [*](59r) ταύτας τὰς προτάσεις, καὶ τοσαύτας, ὅσον ἐστὶ τὸ πλῆθος τῶν σημαινομένων, κἄν ὑπὸ ἑνὸς ὀνόματος ταῦτα σημαίνηται· ὅταν γὰρ εἴπωμεν ‘Αἴας ἐμονομάχησεν Ἕκτορι’ μὴ διορισάμενοι περὶ ποτέρου τῶν Αἰάντων ἄπο· φαινόμεθα πῶς ἄν τις νοῦν ἔχων μίαν εἴποι ταύτην τὴν πρότασιν, ἣν ἅμα καὶ ἀληθεύουσαν καὶ ψευδομένην ὁρῶμεν; καὶ τὸ ὅπως δῆλον.
ταύτην οὖν τὴν ἀπὸ τῶν σημαινομένων θεωρουμένην ἐν ταῖς προτάσεσι διαφορὰν παραδιδοὺς ἡμῖν διὰ τούτων ἕνα λόγον ἀποφαντικὸν εἶναί φησι κυριώτατα μὲν τὸν ἓν σημαίνοντα, δευτέρως δὲ καὶ τὸν συνδέσμῳ τὸ ἓν ἔχειν λεγόμενον, πολλοὺς δὲ τοὺς πολλὰ σημαίνοντας καὶ μὴ ἓν ἢ τοὺς ἀσυνδέτους. ἐν δὴ τούτοις συνδέσμῳ μὲν ἕνα λόγον ἀκουστέον οὐ τὸν ἐν μόναις ταῖς λέξεσιν ἐπίκτητον ἔχοντα τὴν ἕνωσιν διὰ τὸν σύνδεσμον, παραπλησίως τῷ φακέλλῳ, ὃς διὰ τὸν συνέχοντα τὰ πλείονα λάχανα δεσμὸν εἷς λέγεται εἶναι, ὡς ὅταν εἴπωμεν ‘Σωκράτης κάθηται καὶ Ἀλκιβιάδης περιπατεῖ’ ἢ ‘Σωκράτης κάθηται καὶ Ἀλκιβιάδης κάθηταί ἢ ‘Σωκράτης καὶ Ἀλκιβιάδης κάθηνται πάντες γὰρ· οἱ οὕτως λεγόμενοι πλείονες ὄντες περὶ μόνην τὴν λέξιν ἔχουσι τὴν ἐμγαινομένην διὰ τὸν σύνδεσμον ἕνωσιν), ἀλλὰ τοὺς ἐν τοῖς ὑποθετικοῖς καλουμένοις συλλογισμοῖς κατὰ τὸ συνημμένον ἢ τὸ διεζευγμένον λεγόμενον παραλαμβανομένους, οἷον ἱεῖ ὁ θεὸς ἀγαθός, ἀίδιον τὸ πᾶν’ καὶ ‘ἤτοι ἀίδιον τὸ πᾶν ἢ γεννητόν’· πλείονες μὲν γὰρ καὶ οὗτοι ὄντες συνδέονται κατὰ τὴν λέξιν, οἱ μὲν | ὑπὸ τοῦ συναπτικοῦ λεγομένου συνδέσμου [*](59v) οἱ δὲ ὑπὸ τοῦ διαζευκτικοῦ, ἀλλ’ ἔχουσί τι πλέον τῶν προειρημένων, ὅτι τῶν ἐν αὐτοῖς παραλαμβανομένων πλειόνων πραγμάτων ἢ ἀκολουθίαν ἢ διάστασιν σημαίνουσιν· αὐτὸ οὖν τοῦτο ἕν τί ἐστιν ὑπ’ αὐτῶν σημαινόμενον ἡ ἀκολουθία αὐτὴ τῶν πραγμάτων ἢ ἡ διάστασις. τούτους μὲν οὖν διὰ ταῦτα δευτέρως λέγεσθαι τὸ ἓν ἔχειν ὑπὸ τοῦ Ἀριστοτέλους ῥητέον μετὰ τοὺς ἕν τι κατηγορούμενον καθ’ ἑνὸς ὑποκειμένου σημαίνοντας, ὥστε εἶναι τὸ λεγόμενον ὅτι εἷς λόγος ἀποφαντικός ἐστιν ἢ ὁ ἕν τι καθ’ ἑνὸς κατηγορῶν [*](1 καὶ (prius) om. AM 2 post σύνθετον add. ἐκ πλειόνων ἁπλῶν λόγων a ἀντίθεσιν] σύνθεσιν FG 4 δὴ] δὲ M 5 μίαν] μιᾶς M 9 τυγχάνει FG 12 τοῦ ποτέρου F 14 καὶ ψευδ. καὶ ἀληθ. FGa 16 παραδοὺς a 17 κυριώτατον FG: κυριώτερον a 21 σφακἐλλω AM 22 σωκράτης—περιπατεῖ (23) ἢ om. FG 23 ἢ σωκρ. κάθ. καὶ ἀλκ. κάθηται om. M 24 κάθηνται] κάθηται Ma οἱ om. M 28 ἤτοι ex εἴ τι corr. A γενητόν FG 32 τοῦτο τὸ ἕν τι ὄν ἐστιν a 33 αὐτὴ] αὕτη a ἢ ἡ διάστ. τῶν πραγμ. colloc. M 34 ῥητέον] λεκτέον AM)
εἰπὼν δὲ πολλοὺς εἶναι λόγους τοὺς πολλὰ σημαίνοντας, προσέθηκε κα μὴ ἓν διὰ τοὺς περὶ τῶν καθόλου τινὸς ἀποφαινομένους· ἐκεῖνοι γὰρ πολλὰ μὲν σημαίνουσι καὶ αὐτοὶ πράγματα τὰ ὑπὸ τὸ καθόλου περὶ οὗ διαλέγονται ἀναφερόμενα, πρὸς δέ γε τῶν πολλῶν τὴν μίαν φύσιν τὴν κατὰ πάντων ἐκείνων κατηγορουμένην, καθ’ ἣν καὶ μία γίνεται πρότασις ἡ τοὺ καθόλου τούτου κατηγοροῦσά τι· αἱ δέ γε ὁμώνυμοι φωναὶ μόνως πολλῶν εἰσι σημαντικαὶ πραγμάτων, κοινοῦ δὲ ἐπ’ αὐτοῖς οὐδενός· οὐ γὰρ ἄν ἦσαν ὁμώνυμοι. δυνατὸν δὲ καί, ὡς ὁ φιλόσοφος ἐξηγεῖται Πορφύριος, ὡς πρὸς διάκρισιν εἰρημένου τῶν ὁρισμῷ χρωμένων ὑποκειμένῳ ἢ καὶ κατηγορουμένῳ προτάσεων ἀκούειν τοῦ πολλὰ καὶ μὴ ἕν, ὅτι δοκοῦσι μὲν πολλὰ κἀκεῖναι σημαίνειν, οἷον ἡ λέγουσα ‘ζῷον λογικὸν θνητὸν περιπατεῖ’ τὸ ζῷον τὸ λογικὸν τὸ θνητὸν · ἀλλὰ ταῦτα παρελήφθη πρὸς τὸ ἕν τι περιγράψαι τὸ ἐξ αὐτῶν συνιστάμενον, διὸ μίαν εἶναί φαμεν ταύτην τὴν πρότασιν. εἰ δέ τις πρότασις ἢ ὁμώνυμον ἔχει τὸν ἕτερον τῶν ὅρων ἢ καὶ ἐνεργείᾳ πολλὰ συνείρει ὀνόματα οὐ δυναμένων συμπλύκεσθαι ἀλλήλοις τῶν πραγμάτων, οἷον ‘Σωκράτης Πλάτων Ἀλκιβιάδης περιπατεῖ’ ἢ ‘Σωκράτης περιπατεῖ διαλέγεται θερμαίνεται’, μόνως αὕτη πολλαί, διότι καὶ τὰ [*](1 ἡ ἀποφατικῶς om. FG ὁ ἀποφατ. a 2. 3 τὴν ἀκολουθίαν . . τὴν διάστασιν G 4 λέγων] λόγων M ἢ τίνος ὄντος τί ἔστιν om. FG ἐστιν ἡ τίνος μὴ ὄντος τί ἐστιν ἡ supra scr. G2) 6 ὑπάρξεων—ὄντας om. FG σηματικούς F 8 προσχρῶνται G2: προσεχρῶντο Ma λεγομένης F 10 ὅρων] ὄντων G 11 καὶ (ante κατὰ) om. FGMa 13 ἀξιοῦντι Ma 15 προσέθηκε μὲν G 16 ἐκεῖνοι μὲν a 17 τὰ om. GF τὸ] τῶν a 19 γένηται F 21 ante σημαντ. add. μὴ G1 (del. m2) κοινῶς AM 22 post ὁμώνυμοι add. φωναί Ma ἐξηγεῖται om. FG ἔφη πορφ. ἐξηγεῖται om.) M: πορφ ἐξ. a 23 εἰρημένον Α: εἰρημένων GMa τῶν] τῶ G καὶ om. Ma 25 κἀκεῖνα G 25. 26 περιπατεῖ—θνητόν om. F 26 τὸ ζῷον—θνητόν om. G post θνητόν add. περιπατεῖ a 28 ἔχοι FG τὸν ὅρον Α 29 συνείροι FG 30 τῶν om. A 30. 31 ἢ σωκρ.—περιπατεῖ om. AFG)
Ἀλλὰ πῶς ὁ Ἀριστοτέλης τοὺς πολλὰ σημαίνοντας λόγους ἀπαριθμούμενος τούς τε | ὁμώνυμόν τινα τῶν ὅρων ἔχοντας καὶ τοὺς ἀσυνδέτους [*](60v) μόνους παρέλαβεν, ὧν ἐν οὐδετέρᾳ τετάξονται χώρᾳ οἱ κατὰ μόνην τὴν λέξιν τὴν διὰ τὸν σύνδεσμον ἕνωσιν ἔχοντες; ἢ ῥητέον ὅτι καὶ οὗτοι τῶν πολλὰ καὶ μὴ ἕν εἰσι σημαινόντων, ἀλλ’ οὐκέτι δι’ ὁμωνυμίαν ἀλλὰ διὰ τὸ ἐνεργείᾳ πλείονας εἶναι κατὰ τὴν λέξιν τοὺς τὰ διάφορα πράγματα σημαίνοντας ὅρους. εἰ δέ τινες αὐτοῖς τὸ ἓν ἀξιοῖεν νέμειν, οὐ καθ’ αὑτοὺς ἀλλὰ κατὰ τὴν πρὸς τοὺς ἀσυνδέτους παραβολήν, ἴστωσαν ἀντὶ τῆς ἐννοίας ἐπὶ τὴν λέξιν πάλιν καταφερόμενοι. τοὺς δὲ ἀσυνδέτους λόγους δηλουότι λέγοι ἄν τοὺς μηδὲ τὴν ὑπὸ τοῦ συνδέσμου φαινομένην ἕνωσιν ἔχοντας, οἷον ‘ἡμέρα ἐστί, φῶς ἐστιν, ἡμέρα οὐκ ἔστι, νύξ ἐστιν’ ἢ αὖ πάλιν ‘Σωκράτης κάθηται, Ἀλκιβιάδης περιπατεῖ‘῝· ἐν γὰρ τούτοις πᾶσιν οὔτε ἀκολουθία οὐδεμία οὔτε διάζευξίς τις, οὔτε κατὰ τὴν λέξιν ἐπίκτητος γοῦν ἕνωσίς τις ἐμφαίνεται.
[*](p. 17a17)Τὸ μὲν οὖν ὄνομα ἢ ῥῆμα φάσις ἔστω μόνον, ἐπειδὴ οὐκ ἔστιν εἰπεῖν οὕτω δηλοῦντά τι τῇ φωνῇ ὥστε ἀτοφαίνεσθαι, ἢ ἐρωτῶντός τινος ἢ μή, ἀλλ’ αὐτὸν προαιρούμενον.
Μέλλων διὰ τῶν ἐφεξῆς διδάσκειν περί τε ἀποφάνσεως καὶ περὶ καταφάσεως καὶ ἀποφάσεως καὶ ἔτι ἀντιφάσεως, ἐπεὶ ἐν ἅπασι τούτοις τὸ τῆς φάσεως ὄνομα παραλαμβάνεται, διὰ τοῦτο εἰκότως πρὸ τῆς ἐκείνων διδασκαλίας· τὴν τῆς φάσεως ἔννοιαν ὑφηγεῖται | καί φησιν εἶναι ταύτην ὄνομα [*](61r) ἢ ῥῆμα, ὡς μέρη τοὐ ἀποφαντικοῦ λόγου λαμβανόμενα. καὶ ὅτι τοῦτο οὕτως ἔχει, σαφῶς ἐδήλωσε τοῦ ὀνόματος τῆς φάσεως τὴν αἰτίαν εὐθὺς ἐπαγαγών· ἐπειδὴ γάρ, φησί, δηλοῖ μέν τι τούτων ἑκάτερον, οὐ μὴν ἀληθὲς ἢ ψεῦδος, διὰ δὴ τοῦτο φάσις μὲν ὀνομάζοιτο ἂν δικαίως ὡς σημαῖνόν τι καὶ φαῖνον, οὐ μὴν ἀπόφανσις ἅτε οὐδέτερον δηλοῦν τῶν ὑπὸ τῆς ἀποφάνσεως πάντως σημαινομένων, λέγω δὲ τὸ ἀληθὲς ἢ τὸ ψεῦδος. τοῦτο δὲ τὸ μὴ δεῖν προσκεῖσθαι τὴν ἀπό πρόθεσιν τῇ προσηγορίᾳ τῆς φάσεως ἐπὶ τοῦ ὀνόματος ἢ τοῦ ῥήματος ἐδήλωσε διὰ τοῦ μόνον, φάσις ἔστω μόνον εἰπών. εἶτα ἀμφοῖν ἅμα τὰς αἰτίας ἀποδέδωκε, τοῦ τε προσήκειν [*](1 έσται M 4 τὸν ὅρον Ma 5 ἐν] τίς G1 (del. m2) ὅ τὸν om. G τῶν συνδέσμων Ma ἡ om. M καὶ om. FG 9 τις . . ἀξιοῖ ἐννεμεῖν G 10 κατὰ om. M μεταβολήν Α 11 τὰς λέξεις FGMa 12 τοῦ om. GMa 13 οὐκ om. FG 15 οὐδεμία] οὔτε μία F: μία AGMa γράφεται οὐδεμία in mrg. A) τις suppl. G2 γοῦν del. G2 17 τὸ ῥῆμα Ga ἐπειδὴ—προαιρούμενον (19) om. M 19 αὐτὸ FG 20 καὶ supra scr. Α 21 post ἐπεὶ add. δὲ G2 23 ὑφιγεῖται Α ταύτην] αὐτὴν G 23. 24 ὀνόματα ἢ ῥήματα Fa: όνόμτος ἡ ῥήματος G 26 τι] τοι Α 27 ὡς om. FG 28 ἀπόφασις F 29 πάντων F δὲ] δὴ Ma 30 ἀπό om. F 31 τοῦ (tert.)] τοῦτο AG1 31. 32 μόνον (prius) om. a (alt.) om. G)
Ὅτι μὲν οὖν αὐτὰ καθ’ αὑτὰ τὰ ὀνόματα ἢ τὰ ῥήματα λέγοντες μηδενὸς ἡμᾶς ἐρωτῶντος οὐκ ἀποφαινόμεθα, πολλάκις εἴρηται. ἀλλὰ μὴν οὐδὲ πρὸς ἐρώτησιν διὰ τούτων ἡμάς ἀποκρινομένους ἐνδέχεταί τι λέγειν ἀληθὲς ἢ ψεῦδος, καίτοι τοῦτό γε ὑπολάβοι ἄν τις· ‘τί γὰρ ὄνομα τῷδε;’ τινὸς ἐρομένου ‘Σωκράτης’ εἰπόντες ἐσημήναμέν τι ἀληθὲς ἢ ψεῦδος, καὶ ‘τί ποιεῖ Σωκράτης,’ ἐρωτηθέντες καὶ άποκρινόμενοι ὅτι ‘ περιπατεῖ’ δηλοῦμέν τι ἀληθὲς ἢ ψεῦδος· ἀλλ’ ὅπερ καὶ ἐν ταῖς ἐξηγήσεσι τῶν περὶ ῥήματος εἰρημένων ἐλέγομεν, ἡ συμπλοκὴ τῆς ἐρωτήσεως πρὸς τὴν ἀπόκρισιν τελείαν ἀπόφανσιν ἐργασαμένη τὸ ἀληθὲς ἢ τὸ ψεῦδος ἐσήμηνεν, οὔτε ὀνόματος κατὰ ἀλήθειαν οὔτε ῥήματος γενομένης τῆς ἐρωτήσεως, ἀλλὰ τούτων μὲν τὸ ἕτερον ἀπαιτούσης, οὐ μὴν κατὰ ταῦτα προενεχθείσης· οὐδὲ γὰρ ἔστιν ἐν ἐρωτήσει ἢ ὄνομά τι προενεχθῆναι ἢ ῥῆμα. ὅτι δὲ τοῦτο οὕτως ἔχει, μάθοιμεν ἄν ἀπὸ τῶν ἐν ἐρωτήσει προφερομένων ἀποφάνσεων, πρὸς ἃς καὶ πρόκειται τὰς τῶν ὀνομάτων καὶ τῶν ῥημάτων ἐρωτήσεις, εἴπερ ὅλως | εἰσί, παραβαλεῖν· κατάφασιν μὲν γὰρ ἐρωτῶντες [*](62r) [*](1 τὸ τῆς—προσήκειν suppl. G2 3 τούτων G ἐπειδὴ om. FG σημαντ. τινὰ G πραγμάτων post ἔχουσι colloc. AM: post τινῶν a 6 τοῦτο G: τούτων a 7 τρόπων δύο colloc. FG 8 κατὰ θάτερον] καθ’ ἑκάτερον Α 9 λέγ. ἀποφ.] ἀποφαίνεσθαι ἀνάγκη M 11 ποιησάμενος Ma 12 δηλοῦντες A ἐστὶ colloc. G 13 γε om. FG τούτων F 14 ἡ om. M 16 ὁ] οὐ G2 19 ἢ] καὶ FG 21 ἀποκριναμένους AFMa 22 καίτοι—ψεῦδος (23) om. F τόδε M 23 ἢ ἀλ. ἡ G 24 ἀποκρινάμενοι FGMa 26 ἐλέγομεν] p. 54,31 sq. 27 τελείων M ἀπόφασιν Α ἐσήμανεν Ma 28 οὔτε (prius)] ἅτε G2 29 τοιαῦτα G προσενεχθείσης AGMa 30 οὑδὲ] οὐ G προσενεχθῆναι AG2Ma 31 ἔχοι G μάθωμεν Fa 32 ἡ . . ἐρώτησις (33) a 33 παραλαβεῖν a)
Ἀποδεδειγμένου δὴ τοῦ ὅτι ἡ φάσις ἕτερόν τί ἐστι τῆς ἀποφάνσεως, οὐκέτι προστέθεικεν ὁ Ἀριστοτέλης τὴν πρὸς τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἢ τὴν ἀντίφασιν αὐτῆς διαφορὰν ὡς προφανῆ λίαν οὖσαν· ὃ γὰρ μὴ ἔστιν ὅλως ἀπόφανσις, πῶς ἄν ποτε εἴη κατάφασις ἢ ἀπόφασις, ὧν ἑκάτερον ἀπόφανσίς ἐστι; καὶ ὃ μὴ ἔστι κατάφασις ἢ ἀπόφασις μηδὲ διαιρεῖται εἰς ταύτας, πῶς ἂν εἴη ἀντίφασις, ἥτις ὅλον τί ἐστιν ἐκ τῶν μερῶν τούτων τὴν σύνθεσιν ἔχον; τὸ μέντοι περὶ τῆς ἀποφάνσεως ὅτι ἕτερον τῆς νῦν καλουμένης φάσεως λόγου τινὸς δεόμενον εἰκότως ἐξήτασται ὑπὸ τοῦ φιλοσόφου, πρότερόν τε ἀπὸ τῆς οὐσιώδους ἐννοίας τῆς ἀποφάνσεως καὶ νῦν, ὡς ἐλέγομεν, ἀπὸ τῆς ἡμετέρας χρήσεως. δῆλον δὲ ὅτι τὸ ἔστω ἐν τῷ τὸ μὲν ὄνομα ἢ ῥῆμα φάσις ἔστω μόνον τοῦ Ἀριστοτέλους εἶναι σημαίνει τὴν θέσιν τοὐ ὀνόματος τῆς φάσεως ἐπὶ τῶν ἁπλῶν, ὅπερ ἐλέγομεν, ἐν ταῖς προτάσεσι φωνῶν, ἐπεὶ καὶ πρὸ τοῦ Αριστο|τέλους ὁ παρὰ [*](62v) Πλάτωνι Τίμαιος χρῆται τῷ ὀνόματι τῆς φάσεως, ἀλλ’ ἐπὶ μόνων τῶν ὁπωσοῦν κατηγορουμένων· τὰ γοῦν ἔνυλα εἴδη τὰ ἐν γενέσει καὶ φθορᾷ τὴν ὑπόστασιν ἔχοντα διὰ τὴν συνεχῆ ῥύσιν φεύγειν φησὶν οὐχ ὑπομένοντα τὴν 0 τοῦ τόδε καὶ τοῦτο καὶ πᾶσαν ὅση μόνιμα αὐτὰ ὡς ὄντα ἐνδείκνυται φάσις.
[*](p. 17a20)τούτων δέη μὲν ἁπλὴ ἐστιν ἀπόφανσις, οἷόν τι κατά τινος ἤ τι ἀπό τινος, ἡ δὲ ἐκ τούτων συγκειμένη, οἷον λόγος τις ἤδη σύνθετος. ἔστι δὲ ἡ μὲν ἁπλὴ ἀπόφανσις φωνὴ σημαντικὴ περὶ τοῦ <εἰ> ὑπάρχει τινὶ ἢ κατάφασις δέ ἐστιν ἀπόφανσίς τινος κατά τινος, ἀπόφασις δέ ἐστιν ἀπόφανσίς τινος ἀπό τινος.
Τούτων μὲν λέγει ὧν ἀποφαινόμενοι λέγομεν ἢ ἐρωτηθέντες ὑπό τινος ἢ αὐτοὶ προελόμενοι, περὶ ὧν ἦν αὐτῷ προσεχῶς ὁ λόγος. εἶναι δὲ [*](1 ὁμοίως—διῄρηνται (p. 81,2) om. FG: ὁμοίως—ἔχον (15) suppl. G2 2 ἀθάν. οὐκ ἔστιν colloc. Α 4 δὲ τούτων colloc. G 5 λούσωμαι Α 6 μόνον GMa ὅλως G 9 δὴ om. G τι om. AG 10 προσέθηκεν GM 12 ποτε om. G 13 ἐστι (prius) om, AG post ἀπόφ. iter, ὦν—ἀπόφασις G 14 τῶν om. AGM 15 κὰλ. νῦν colloc. AM 18 p. 76,13 19 μέν οὖν b εἶναι om. M 20. 21 ἐλέγομεν] p. 10,1 sq. 21 πρὸ] ὑπὸ M 22. 23 ὁ παρὰ Πλάτωνι Τίμαιος] p. 49E 22 καταφάσεως M 24 ῥεῦσιν Brand. 25 καὶ τοῦτο] πρὸς τοῦτο a πᾶσαν] πάλιν a 27 ἡ δὲ—τινος ἀπό τινος (31) om. M 28 μὲν om. b 29 εἰ addidi (cf. p. 80,18) ὑπάρχειν (utrobique) ab τινὶ] τι ab (cf. p. 80,19. 35) 30 κατάφασις—ἀπό τινος (31) om. a ἀπόφασις] ἀπόφανσις Α 33 αὐτῷ] αὐτοῦ M)
ἔστι δὲ δὴ καὶ ἐν αὐτοῖς τοῖς ἁπλοῖς λεγομένοις λόγοις ἄλλον τρόπον εὑρεῖν πολλήν τινα κατὰ τὸ ἁπλοῦν καὶ σύνθετον διαφοράν, οὐκέτι κατὰ τὸ μὴ συγκεῖσθαι ἢ συγκεῖσθαι ἐκ πλειόνων λόγων, ἀλλὰ κατὰ τὸ πλῆθος τῶν παραληφθεισῶν πρὸς τὴν σύστασιν αὐτοῦ λέξεων· ἁπλούστατος μὲν γὰρ ὄντως καὶ πρώτιστος ὁ ἐκ τῶν ἀναγκαιοτάτων μερῶν συγκείμενος, ὀνόματός τε 1 καὶ ῥήματος, οὐκέτι δὲ κατά γε τοῦτο κυρίως ἁπλοῦς οὐδὲ [*](63v) πρῶιος ὁ καθ’ ὁτιοῦν τούτου πλεονάσας, διόπερ τὴν κατάφασιν ἁπλῶς πρὸς τὴν ἀπόφασιν παραλαβὼν ὁ Ἀριστοτέλης προτέραν ἔχειν τάξιν τὴν κατάφασιν ἀπεφαίνετο, καίτοι κατὰ τὸ ἓν ὁμοίως ἐχόντων τῶν λόγων εἰ μὴ παραλαμβάνοιεν ὁμώνυμον ὅρον) καὶ κτὰ τὸ ἁπλοῦν, ὡς μὴ συγκειμένων ἐκ πλειόνων λόγων. καὶ ἐν αὐταῖς μέντοι ταῖς καταφάσεσι πολλὴν ἄν [*](1 ἀπόφασιν M 2 τὸν δὲ συνδέσμῳ Ma 7 πρὸς] κατὰ a 9 ἄλλα om. M 11. 12 ἀπηρτημένων A 13 γιγν. Α 14 ἄριστος Α 16 αὐτὸν Α 19 τρίβει τὸ σκέλος] διατρίβει, Μενέλαος a (cf. Plat. Phaed. p. 60 Β) ἥδεται] ἴδστε a 19. 20 ἐκ πλειόνων om. Α 23 μόνων A1 μόνον πλειόνων μόνον M 24 ὡς εἰ om. M 25 προφερόμενα M 28 τὸ συγκ. ἢ μὴ συγκ. a κατὰ om. M 31 post τε add. φημὶ a 32 διόπερ καὶ a 33 πὰρ] λαβὼν a 35 an παραλαμβάνομεν?)
Ταῦτα μὲν οὖν διὰ τὸ προφανὲς οὐ πολλῆς ἐπιστάσεως ἄξια· πῇ δὲ διοίσει τὰ διὰ τούτων λεγόμενα τῶν ὀλίγῳ πρότερον εἰρημένων ἔστι δὲ εἷς λόγος αποφαντικὸς ἢ ὁ ἓν δηλῶν ἢ ὁ συνδέσμῳ εἷς, πολλοὶ δέοι πολλὰ καὶ μὴ ἓν ἡ οἱ ἀσύνδετοι καὶ τῶν ἔτι πρὸ ἐκείνων ἔστι δὲ εἷς πρῶτος λόγος ἀποφαντικὸς κατάφασις, εἶτα ἀπόφασις, ἄξιον ἐπισκέψασθαι. ῥητέον οὖν ὅτι τῆς διαφοράς τῶν λόγων λαμβανομένης, ὡς καὶ πρότερον ἐλέγομεν, | ἢ ἀπὸ τῶν λέξεων ἢ ἀπὸ τῶν σημαινομένων, [*](64r) καὶ τῆς μὲν περὶ τῶν λέξεων διαφορᾶς ποιούσης τὸν μὲν ἐξ ἑνὸς κατὰ τὴν λέξιν ὑποκειμένου καὶ ἐξ ἑνὸς κατηγορουμένου θετικῶς ἢ ἀρνητικῶς συγκείμενον, εἴτε προσκατηγοροῖτο τὸ ἔστιν εἴτε καὶ μή, καὶ εἴτε προσκέοιτο τρόπος τις εἴτε μή, καὶ ἀπλῶς εἰπεῖν κατάφασιν μόνην ἢ ἀπόφάσιν μόνην, τὸν δὲ σύνθετον ἐκ δύο καταφάσεων ἢ ἀποφάσεων ἢ καταφάσεως καὶ ἀποφάσεως, ὃν συνδέσμῳ ἕνα κέκληκεν ὁ Ἀριστοτέλης, καὶ ἐν αὐτοῖς πάλιν τοῖς τε ἁπλοῖς λόγοις καὶ τοῖς συνδέσμῳ τὸ ἓν ἔχειν λεγομένοις θεωρουμένης τῆς κατὰ τὸ· καταφατικὸν καὶ τὸ ἀποφατικὸν διαφορᾶς, τῆς δέ γε ἀπὸ τῶν σημαινομένων διακρίσεως τῶν λόγων τῆς μὲν ποιούσης ἕνα τῆς δὲ πολλούς, τρεῖς ἔσονται τῶν λόγων ἀντιθέσεις, ἁπλοῦ πρὸς σύνθετον, πρώτου πρὸς ὕστερον, ἑνὸς πρὸς πολλούς. δι’ ὧν μὲν οὖν ἔλεγεν ἔστι δὲ εἷς πρῶτος λόγος ἀποφαντικός τὴν κατὰ τὸ πρῶτον καὶ ὕστερον τῆς καταφάσεως πρὸς τὴν ἀπόφασιν παρεδίδου διαφοράν, ἐνδεικνύμενος ὅτι μόνους τούτους ἁπλοῦς ὄντας λόγους κυρίως ἀξιοῦμεν τῆς τοῦ ἑνὸς προσηγορίας τῷ προστιθέναι οἱ δὲ ἄλλοι πάντες συνδέσμῳ εἷς, ὡς ἄν οὐ δυναμένων ἡμῶν ἁπλῶς ἕνα τῶν λόγων ἐκείνων τινὰ ὀνομάζειν, τὸ δὲ κοινὸν τῆς καταφάσεως πρὸς τὴν ἀπόφασιν, ὅτι ἄμφω εἰσὶν ἁπλαῖ ἀποφάνσεις, καθ’ ὃ καὶ διακρίνονται τῶν συνδέσμῳ τὸ ἓν ἐχόντων. ἐν ἐκείνοις οὖν προστιθεὶς δι’ ὧν ἔλεγεν ἔστι δὲ εἷς πρῶτος λόγος ἀποφαντικὸς ὁ ἓν δηλῶν, πολλοὶ δὲ οἱ πολλὰ καὶ μὴ ἕν, τὴν ἐπὶ τῶν σημαινομένων διαίρεσιν ἡμῖν παρεδίδου τοῦ τε ἑνὸς λόγου καὶ τῶν πολλῶν. [*](64v) ἐν δέ γε τοῖς νῦν προκειμένοις τὴν κατὰ τὸ ἁπλοῦν καὶ τὸ σύνθετον διαίτῶν] [*](6 τὸν Ma 7 τῶν] τὸν Aa 13 οἱ (ante ἀσύνδετοι) om. a 16 πρότερον ἐλέγομεν] p 72,15 17 περὶ] ἀπὸ a 19 τὸ τί ἐστιν M 23 λόγοις om. M 24 τὸ (ante ἀποφατ.) om. Ma 25 ἀπὸ] ὑπὸ Ma 26 αἱ ἀντιθέσεις a ἀπλοῦν M 27 πολλά a 30 τοὺς λόγους A 34 συνδέσμῳ Brand.: συνδέσμων libri 35 πρῶτος πρῶτος (cf. v. 12) 36 ἡ ὁ ὲν δηλῶν ἡ ὁ συνδέσμῳ εἷς ab (cf. v.)
οὐ δεῖ δὲ οἴεσθαι τὸν ὁρισμὸν τῆς ἁπλῆς ἀποφάνσεως ἤ, ὡς φαῖεν ἄν τινες, ὑπογραφὴν ἐκ τῆς καταφάσεως ἀποδίδοσθαι καὶ τῆς ἀποφάσεως διὰ τὸ λέγεσθαι ὑπὸ τοῦ Ἀριστοτέλους ἁπλῆ ἀπόφανσίς ἐστι οἷόν τι κατά τινος ἤ τι ἀπό τινος καὶ πάλιν φωνὴ σημαντικὴ περὶ τοῦ εἰ ὑπάρχει τι ἢ μὴ ὑπάρχει, ὧν τὰ μέν εἰσι δηλον|ότι καταφάσεις [*](65r) τὰ δὲ ἀποφάσεις· ὅπερ τινὲς ὑπολαβόντες οὐ γένος εἶναι τὴν ἀπόφανσιν ἐνόμισαν, ἀλλὰ φωνὴν ὁμωνύμως εἰς διάφορα σημαινόμενα διαιρουμένην τὰ ὑπ’ αὐτήν· ταῖς γὰρ ὁμωνύμοις φωναῖς προσήκουσιν αἱ ἀπὸ τῶν σὴ· μαινομένων ὑπ’ αὐτῶν διδασκαλίαι διὰ τὸ ταύτας μηδεμιᾶς κοινῆς φύσεως εἶναι δηλωτικάς, ἣν οἱ ὁρισμοὶ σημαίνουσι· τὸν μὲν γὰρ ὁρισμὸν τῆς ἀποφάνσεως ἔχομεν ἤδη διὰ τῶν ἔμπροσθεν παραδεδομένων, ὅτι ἐστὶ λόγος· ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει· ἐν δέ γε τούτοις προθέμενος δία· κρῖναι τὴν ἁπλῆν ἀπόφανσιν ἀπὸ τῆς συνθέτου καὶ εἰπεῖν τίνες αἱ ἁπλαῖ ἀποφάνσεις, ἐξ ὧν αἱ σύνθετοι ἔχουσι τὴν γένεσιν, ὅτι κατάφασις καῖ ἀπόφασις, καὶ τοὺς ὁρισμοὺς αὐτῶν ἀποδοῦναι, τὴν εἰς τὰ εἴδη διαίρεσιν αὐτῆς εἰκότως παραδίδωσιν, ἤτοι λόγον ἐννοηματικὸν ἀπὸ τῆς εἰς τὰ εἴδη διαιρέσεως εἰλημμένον. ὅτι δὲ γένος εἶναι βούλεται τὴν ἀπόφανσιν ὁ φιλόσοφος, σαφῶς ἐδήλωσεν ἐν τοῖς ὁρισμοῖς τῆς τε καταφάσεως καὶ τῆς ἀποφάσεως αὐτὴν παραλαβὼν καὶ ταύτῃ ὡς γένει τὰς διαφορὰς προστιθείς, ἐπὶ μὲν τῆς καταφάσεως τὸ τινὸς κατά τινος, ἐπὶ δὲ τῆς ἀποφάσεως τὸ τινὸς ἀπό τινος. ἐπεὶ δὲ τὸ εἰ ὑπάρχει τινὶ ἢ μὴ ὑπάρχει ὡς κατὰ μόνον τὸν ἐνεστῶτα προενήνεκται χρόνον, αἱ δὲ ἀποφάνσεις καὶ κατὰ 25 [*](3 ἀπόφασιν Α 6 ἔμπροσθεν] p. 17a8 7 ἦν om. M 9 τε om. a δέ om. a 13 ὁ (ante δὲ)] οἱ Aa 17 ἐστιν ἀπόφ. colloc. b ἀπόφασις A οἷον om. a 18. 19 περὶ τοῦ ὑπάρχειν τι ἡ μὴ ὑπάρχειν ab (cf. v. 35) 19 τι] an τί τινι? (cf. v. 35) ὑπάρχῃ (alt. 1.) Α 24 ἣν om. Α οἱ om. M 26 προσθέμενος AM 28 ἀποφάσεις a οἱ σύνθετοι A 29 εἴδη] ἤδη a 30 ἀποδίδωσιν M 31. 32 βούλεται post φιλ. colloc. a 33 γένη a προτιθείς Ma 35 τινὶ (cf. v. 19) ὑπάρχῃ (alt. 1.) Α 36 προσενήνεκτο AM χρόνον προεν. colloc. a ἀποφάσεις Α καὶ om. M)
ἐπεὶ δὲ ἔστι καὶ τὸ ὑπάρχον ἀποφαίνεσθαι ὡς μὴ [*](65v) ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ ὑπάρχον ὡς όὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς μὴ ὑπάρχον, καὶ περὶ τοὺς ἐκτὸς δὲ τοῦ νῦν χρόνους ὡσαύτως, ἅπαν ἂν ἐνδέχοιτο καὶὃ κατέφησέτις ἀποφῆσαι καὶ ὃ ἀπέφησε καταφῆσαι· ὥστε πάσῃ καταφάσει ἐστὶν ἀπόφασις ἀντικειμένη καὶ πάσῃ ἀποφάσει κατάφασις. καὶἔστω τοῦτο ἀντίφασις, κατάφασις καὶἀπόφασις 1Oαἱ ἀντικείμεναι. λέγω δὲ ἀντικεῖσθαι τὴν τοῦ αὐτοῦ κατατοῦ αὐτοῦ, μὴ ὁμωνύμωςδέ,καὶὅσαἄλλατῶντοιούτωνπροσδιοριζόμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις.
Βούλεται μὲν διὰ τούτων παραδοῦναι τὸν ὁρισμὸν τῆς ἀντιφάσεως καὶ εἰπεῖν ὅτι ἐστὶ μάχη καταφάσεως καὶ ἀπο?̔άσεως διαιρουσῶν ἀεὶ τό 16 τε ἀληθὲς καὶ τὸ ψεῦδος, ὥστε τῆς ἑτέρας αὐτῶν ψευδομένης ἀληθεύειν τὴν ἑτέραν καὶ ἔμπαλιν. πρὸ δέ γε τούτου προλαβεῖν ἐξ ἀνάγκης ἔδει ὅτι ἔστι μάχη ψευδοῦς τε ἀποφάσεως πρὸς ἀληθῆ κατάφασιν καὶ ψευδοῦς καταφάσεως πρὸς ἀληθῆ ἀπόφασιν. ἵνα οὖν τοῦτο οὕτως | ἔχον ἐπιδεί́ςῃ, [*](66r) λαμβάνει δύο ἀντιθέσεις, μίαν μὲν ἀπὸ τῶν πραγμάτων αὐτῶν, ἑτέραν δὲ ἀπὸ τῆς ἡμετέρας περὶ τῶν πραγμάτων ἐπικρίσεως· ἐπεὶ γὰρ περὶ καταφάσεως καὶ ἀποφάσεως ὁ λόγος, ἑκατέρα δὲ τούτων ἐν συμπλοκῇ θεωρεῖται κατηγορουμένου τινὸς πρὸς ὑποκείμενον, ἀπὸ μὲν τῶν πραγμάτων ἀντίθεσις· λαμβάνεται ἡ λέγουσα ὅτι τὸ κατ·Ο ἴ̀ορουuενον τῷ ὑποκειμένῳ ὑπάρχει ἢ οὐχ ὑπάρχει, ἀπὸ δὲ τῆς ἡμετέρας περὶ αὐτῶν ἐννοίας ἡ προφορὰ ἡ λέγουσα ὅτι τὸ ·κατη-ίορούμενον ἢ λέγομεν ἡμεῖς ὑπάρχειν τῷ ὑποκειμένῳ 10 ἢ λέγομεν μὴ ὑπάρχειν. τούτων οὖν τεττάρων ὄντων τμημάτων τῶν δύο ἀντιθέσεων, τοῦ ὑπάρχειν, τοῦ μὴ ὑπάρχειν, τοῦ λέγεσθαι ὑπάρχειν, τοῦ λέγεσθαι μὴ ὑπάρχειν, τέτταρες ἔσονται συμπλοκαί· ἢ γὰρ τὸ ὄντως ὑπάρχον καὶ ἡμεῖς λέγομεν ὑπάρχειν ἢ τὸ ὄντως ὑπάρχον ἡμεῖς λέγομεν μὴ [*](1 κατὰ om. a 3 ante ἐπεὶ add. titulo Περὶ καταφάσεως καὶ ἀποφάσεως anteposito Κατάφασις δέ ἐστιν ἀπόφανσίς τινος κατά τινος, ἀπόφασις δέ ἐστιν ἀπόφανσίς τινος ἀπό τινος. Πᾶσα κατάφασις ἢ ἀπόφασις τὸ ἀληθὲς καὶ τὸ ψεῦδος διαιρεῖ καὶ οὐ διαιρεῖ. διαιρεῖ μὲν ὡς ἐπὶ τῶν αὐτῶν ὅρων τοῦ τε κατηγορουμένου καὶ τοῦ ὑποκειμένου, οὐ διαιρεῖ δὲ ὁμωνύμως πρὸς ἄλλο καὶ ἄλλο κατ’ ἄλλο ἐν ἄλλῳ καὶ ἄλλῳ ἄλλως καὶ ἄλλως a μὴ- ἐνοχλήσεις (12) om. M 4 καὶ τὸ ὑπάρχον- ἐνοχλήσεις (12) om. a 5 καὶ περὶ — ἐνοχλήσεις (12) om. G 6 χρόνου Α 7 ἀπέφησέ τις b ὥστε δῆλον ὅτι b 9 ἀντίφ. τοῦτο b 12 σοφιστ.] φωνιστικὰς F’ 16 πρὸς δέ γε τοῦτο προσλαβεῖν AMa 20 περὶ τὰ πράγμα- πράγματά AMa περὶ (alt.) suppl. G^ 21 ὁ om. Α 22. 23 λαμβ. ἀντίθ. colloc. a 23 τῷ ὑποκ.— ·Lατrιγορούμενον (25) om. F 24 οὐχ] μὴ Ma ἡ προφορὰ] ἡ καὶ προφορᾶς AMa 25 ἡ λέγομεν om. a ἡμεῖς om. M 27 τοῦ ὑπάρχοντηος τοῦ μὴ ὑπάρχοντος AMa 28 μὴ ante λέγ. colloc. G^ ἡ] καὶ FG 28. 29 ὑπάρχον] ὑπάρχειν G 29 καὶ ἡμεῖς om. FG Comment, in Aiist. IV 5. Amnion, de Tnterpr. 6)
Ταύτην γὰρ τὴν μάχην τῆς καταφάσεως πρὸς τὴν ἀπόφασιν ἀντίφασιν ὀνομάζειν ὁ Ἀριστοτέλης ἀξιοῖ, ὡς ἂν τῶν μορίων αὐτῆς τάναντία φασκόντων ἀλλήλοις κατὰ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, αὐτὸς τοὔνομα αὐτῇ τοῦτο τιθέμενος, ὡς δηλοῖ λέγων καὶ ἔστω τοῦτο ἀντίφασις, καίτοι οὔτε ἐπὶ καταφάσεως οὔτε ἐπὶ ἀποφάσεως ἢ ἀποφάνσεως τοιοῦτον οὐδὲν εἰπών· ἔστι γὰρ τούτων τῶν ὀνομάτων ἕκαστον εὑρεῖν καὶ παρὰ τῷ θειοτάτῳ Πλάτωνι κείμενον, ὥσπερ καὶ τὰ πλεῖστα τῶν ἐν τούτοις παραδεδομένων περὶ τῶν ἀρχῶν τοῦ ἀποφαντικοῦ λόγου θεωρημάτων εὕροις ἄν πολλαχῇ τε παρ’ αὐτῷ διεσπαρμένα καὶ διαφερόντως ἐν τῷ Σοφιστῇ παραδεδομένα μετὰ τοὺς πολλοὺς καὶ θαυμαστοὺς λόγους τοὺς περὶ τοῦ συγκεκραμένου τῷ ὄντι μὴ ὄντος, δι’ ὧν δείκνυσιν ὅτι καὶ ἐν διανοίαις καὶ ἐν δόξαις καὶ ἐν τῷ προϊόντι μὲν ἀπὸ τούτων ἔξω δὲ ῥέοντι λόγῳ θεωρεῖται τὸ σύστοιχον αὐτοῖς μὴ ὄν, τοῦτ’ ἔστι τὸ ψεῦδος· ἐν ἐκείνοις γὰρ τὸν προσήκοντα τῷ πρώτῳ φιλοσόφῳ τρόπον αὔταρκες ὑπολαμβάνων τὸ καὶ τῆς λογικῆς πραγματείας μόνα θεωρῆσαι τά περὶ τὰς ἀρχάς, ὅσα προσῆκον ἦν περὶ τῶν ἀρχῶν τοῦ ἀποφαντικοῦ λόγου διείλεκται,. τοῖς προηγουμένως περὶ αὐτὴν ἐσπουδακόσι καταλιπὼν τὰς παντοδαπὰς διαφορὰς τῶν τε εἰδῶν τῶν προτάσεων καὶ τῶν ἀντιθέσεων καὶ τῶν ἀκολουθήσεων [*](67v) ἐξυφαίνειν. ἀλλὰ ταῦτα μὲν ἐκεῖθεν ἔξεστιν ἀναλέγεσθαι τοῖς φιλομαθέσιν. ἐπιστῆσαι δὲ χρὴ ὅτι ἐν τῇ τῶν προτάσεων ἀπαριθμήσει βουλόμενος ὁ Ἀριστοτέλης ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα προαγαγεῖν τὸν λόγον καὶ οἷον ἀπὸ στερήσεων ἐπὶ εἴδη, πρώτας μὲν παρέδωκε τὰς ψευδεῖς προτάσεις, ἐπὶ δὲ ταύταις τὰς ἀληθεῖς, καὶ ἐν ταῖς ψευδέσι προέταξε τὴν ψευδῆ ἀπόφασιν τῆς ψευδοῦς καταφάσεως, διότι καὶ ἡ ἀπόφασις αὐτὴ καθ’ αὑτὴν χείρων ἐστὶ τῆς καταφάσεως στερήσεως πρὸς αὐτὴν ἔχουσα λόγον, ἐν δέ γε τῇ καταριθμήσει τῶν ἀληθῶν προτέρας μὲν μνημονεῦσαι βουληθεὶς τῆς ἀντικειμένης τῇ προτέρᾳ παραληφθείσῃ τῶν ψευδῶν, ἵνα ἡ προτέρα καταριθμηθεῖσα τῶν ψευδῶν μάχηται τῇ προτέρᾳ τῶν ἀληθῶν, δευτέρας δὲ τῆς τῇ δευτέρᾳ τῶν ψευδῶν ἀντικειμένης, ἵνα πάλιν ἡ δευτέρα τῶν ψευδῶν μάχηται τῇ δευτέρᾳ τῶν ἀληθῶν, διὰ τοῦτο προέταξεν ἀναγκαίως τὴν ἀληθῆ κατάφασιν τῆς ἀληθοῦς ἀποφάσεως. ἔχεις οὖν ἐντεῦθεν ἀναφαινομένας δύο ἀντιφάσεις, μίν μὲν ψευδοῦς ἀποφάσεως πρὸς ἀληθῆ [*](1 ὡς ἀναγκαῖα] σὺν ἄμα a τὴν om. Ma κατάληψιν] κατάφασιν G1 4. 5 τἀναντ.] ἐναντ. M 6 θέμενος F ἀντιφ. τοῦτο colloc. ab 8 καὶ] δὲ G 9 post πλεῖστα add. περὶ M 9. 10 παραδιδομ. G 10 εὕρης Fa 11 τε] τὰ G ἐν τῷ Σοφ.] p. 261 C sq. 13 συγκεκραμμένου AFG τοῦ μὴ Α ὄντως a 15 αὐτοῖς] αὐτῆς G 16 πρώτω om. G τρόπω FM 17 τὸ] τε G1a 21 ταῦτα μὲν] ταῦτ’ ἄν G 22 ἐν τῆ om. F 23 παραγαγεῖν AM: προάγειν a 24 ἐπὶ εἴδη M: ἐπειδὴ AFGa παραδέδωκε AM: παρέδωκαν G1a 25 ἀληθὴς F 26 ante ψευδοῦς superscr. δὲ G2 διότι—καταφάσεως (27) om. F 27 αὐτὴν] ταύτην AM 30 τῶν ἀληθῶς F δευτέρα G 32 δευτέρᾳ] προτέρα G1 34 ἀντιθέσεις A 6*)
Ἵνα δὲ μὴ νομίσωμεν αὔταρκες εἶναι τὸ κατὰ μόνην τὴν λέξιν τὸν αὐτὸν εἶναι ὑποκείμενον ὅρον καὶ τὸν αὐτὸν κατηγορούμενον, τοὺς ἀκριβοῦντας 68v ταῦτα διορισμοὺς προχείρους ἡμᾶς ἔχειν βουλόμενος προσέθηκε μὴ ὁμωνύμως δέ, καὶ ὅσα ἄλλα τῶν τοιούτων προσδιοριζόμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις· οὐ γὰρ ἀντιφάσκει πρὸς τὸν είπόντα Αἴας ἐμονομάχησεν Ἕκτορι’ ὁ λέγων ‘Αἴας οὐκ ἐμονομάχησεν Ἕκτορι’· καὶ γὰρ ἀληθεύειν ἄμφω καὶ ψεύδεσθαι ὁμοίως δυνατόν, καίτοι δοκοῦσιν ἐκ τῶν αὐτῶν ὑπάρχειν ὅρων αἱ προτάσεις· ἀλλ’ ἡ ταὐτότης αὐταῖς κατὰ τὴν λέξιν μόνην, οὐ μὴν κατὰ τὸ σημαινόμενον, ὅταν συναληθευούσας αὐτὰς ἢ συμψευδομένας λάβωμεν. εἰ μέντοι διορισάμενοι περὶ ποτέρου τῶν Αἰάντων ὁ λόγος κατηγοροῖμεν αὐτοῦ τὸ μονομαχῆσαι ἢ ἄλλ’ ὁτιοῦν καταφατοῦτο] [*](2 Α 9 ἂν F: om. GMa: evan. A ὁ a: om. codd. (cf. v. 20) 10 ὁ om. AM 12 ante τὸν λἑγ. add. πρὸς Α 13 προτίθησι F 14 post ὅτι add. τε G 16 κατὰ τοῦ αὐτοῦ—τὴν τοῦ αὐτοῦ (17) om. F 18. 19 τοῦ παραληφθέντος AMa 19 ἐν om. Α ἡ ex εἰ corr. Α ἀντίθεσις] ἀντίφασις Ma 21 ὁ ἄνθρωπος δίπους— οὐκ ἡ λέγουσα (24) om. M 24 οὐχ] οὐχὶ Α 28 προστέθηκε (sic) F 29 δέ] τε FG τῶν τοιούτων om. M 34 post μόνην add. ἤτοι κατὰ τὴν ψιλὴν φωνήν Ma 34 μὴν om. FG αὐτὰς om. a 35 εἰ] οἱ a 36 κατηγοροῦμεν Α)
Περὶ τούτων οὖν ὁ Ἀριστοτέλης τελειότατα μὲν ἐν τῇ 〈Περὶ〉 τῶν σοφιστικῶν ἐλέγχων ἐπιγραφομένῃ πραγματείᾳ διείλεκται, τούς τε τρόπους ἅπαντας ἐκτιθέμενος τρισκαίδεκα ὄντας, καθ’ οὓς οἱ σοφισταὶ τοὺς ἀνεπιστάτως αὐτοῖς διαλεγομένους πειρῶνται παραλογίζεσθαι, τούς τε παρὰ τὴν λέξιν ἓξ καὶ τοὺς ἑπτὰ τοὺς παρὰ τὴν διάνοιαν ἤτοι ἔξωθεν | ἁπλῶς τῆς λέξεως ὑπ’ 69v αὐτῶν λαμβανομένους, καὶ τοὺς ἐλέγχους αὐτῶν παραδιδούς. ἐν δέ γε τούτοις ἑνὸς τρόπου τοῦ παρὰ τὴν ὁμωνυμίαν μνημονεύσας, ὅς ἐστιν εἷς τῶν παρὰ [*](1 ἄλλους γε Ma 5 τὸ (ante ἐρωτ.) om. Α λέγω Α 6 ante ἐγὼ οὐκ add. τὸ M: καὶ τὸ a 7 λαμβάνοιντο A σημαιν.] ὑποκειμένου G1 τε om. AM μηδέτερον] μηδέποτε a 8 ὁμωνύμως AM: ὁμωνύμων G1 10 λέγομεν G 11 ἀληθεύει Ma 12 μήτε] μηκέτι M 12. 13 ἄλλο τε καὶ ἄλλο Ma 13 ὑπάρχοντι καὶ μὴ ὑπάρχοντι Ma 15 τὸ αὐτὸ AMa (cf. v. 13) 18 συναληθ.] καὶ ἀληθ. a 19 χρ. εἰ τύχοι colloc. Ma 21 ἡ] τὸ μή F ἑκατέρας F 22 τῶν προτάσεων—ἑκατέραν om. FG δυνάμεις F 26 μὴ ἐπὶ τοῦ colloc. a 28 ante οὖν add. μὲν Α περὶ addidi 29 τε om. M 30 δυοκαίδεκα G1 31 περὶ τὴν λέξιν M post λέξιν add. τε Α: evan. M 32 ἤτοι ἔξωθεν ἀπλῶς om. FG 24 παρὰ] περὶ M)
ἐπεὶ δέ ἐστι τὰ μὲν καθόλου τῶν πραγμάτων τὰ δὲ καθ’ ἕκαστον λέγω δὲ καθόλου μὲν ὃ ἐπὶ πλειόνων πέφυκε κατηγορεῖσθαι, καθ’ ἕκαστον δὲ ὃ μή, οἷον ἄνθρωπος μὲν τῶν καθόλου, Καλλίας δὲ τῶν καθ’ ἕκαστον), ἀνάγκη δὲ ἀποφαίνεσθαι ὡς ὑπάρχει ἢ μὴ ὁτὲ μὲν τῶν καθόλου τινὶ ὁτὲ δὲ τῶν καθ’ ·ἕκαστον, ἐὰν μὲν | καθόλου ἀποφαίνηται ἐπὶ τοῦ [*](70r) καθόλου ὅτι ὑπάρχει τι ἢ μή, ἔσονται ἐναντίαι αἱ ἀποφάνσεις λέγω δὲ ἐπὶ τοῦ καθόλου ἀποφαίνεσθαι καθόλου οἷον ἶπάς ἄνθρωπος λευκός — οὐδεὶς ἄνθρωπος λευκός’), ὅταν δὲ ἐπὶ τῶν καθόλου μέν, μὴ καθόλου δέ, αὗται μὲν οὐκ εἰσὶν ἐναντίαι, τὰ μέντοι δηλούμενα ἔστιν εἶναί ποιὲ ἐναντία. λέγω δὲ τὸ μὴ καθόλου ἀποφαίνεσθαι ἐπὶ τῶν καθόλου οἷον ‘ἔστι λευκὸς ἄνθρωπος — οὐκ ἔστι λευκὸς ἄνθρωπος’· καθόλου γὰρ ὄντος τοῦ ἄνθρωπος οὐχ ὡς καθόλου κέχρηται ἀποφάνσει· τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνει, ἀλλ’ ὅτι καθόλου.
Ἄρχεται μὲν ἐντεῦθεν τὸ δεύτερον τοῦ βιβλίου κεφάλαιον, ὅπερ ἐλέγομεν εἶναι περὶ τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων ἢ ἀποφάνσεων· δεῖ δέ γε ἡμᾶς πρὸ τῆς ἐξηγήσεως τῶν διὰ τοῦ ῥητοῦ λεγομένων θεωρῆσαι τὰ πρὸς κατανόησιν τοῦ κεφαλαίου παντὸς ἀναγκαῖα· ταῦτα δέ ἐστι πρῶτον μὲν τίνα τρόπον ἐκ τῶν καταφάσεων τούτων ποιοῦδιορισμοὺς [*](1. 2 om. M 3 ὃν] ἄν M 5 εἰκότως] καλῶς Fa: om. G τὰς σοφ. τὰς Α 7 post παρεχούσας add. διότι ἐν τοῖς σοφιστικοῖς ἐλέγχοις ἐνοχλοῦσι τὸν ἀποδεικνύοντα καὶ οὐκ ἐῶσιν αὐτὸν ἢ τὸν ἀκούοντα τὴν ἀλήθειαν εὑρεῖν Ma 9 τούτοις δὴ Fa 11 ante lemma add. ἀρχὴ τοῦ δευτέρου τμήματος AF: τμῆμα δεύτερον G2: περὶ τοῦ δευτέρου τμήματος M: ’Λρχὴ τοῦ δευτέρου τμήματος. Περὶ τῶν ἐξ ὑποκειμένου καὶ kathgoroym;enoy προτάσεων a: om. G1 12 καθέκαστα a λέγω—καθόλου (25) om. Ma 14 καθἐκαστα G ἀνάγκη—καθόλου (25) om. G 16 μὲν οὖν b 17 αἱ om. A 18 ἀποφαίν.] ἀπόφανσιν F 20 αὗται μὲν om. F 21 μέντι A ἐναντ. ποτέ colloc. b 24 ἀποφάσει F 26 μὲν οὖν Ma 26. 27 ἐλύγομεν] p. 8,14 27 ἢ—ἐξηγήσεως τῶν (28) suppl. G2 28 ἀποφάσεων Α εξηγήσεως] ἐξετάσεως Α1Μ 30. p. 87,1 ποιούμεθα a)
Οτι μὲν οὖν ἡ κατάφασις τὸ ἀρνητικὸν προσλαβοῦσα μό|ριον ἀπόφασις [*](70v) γίνεται, φανερόν. ποῦ δὲ τῆς καταφάσεως αὐτὸ θετέον, ἵνα τὴν ἀπόφασιν ποιήσωμεν, καὶ διὰ τί τοῦτο, διορίσασθαι χρή. φημὶ τοίνυν ὡς οὐ τῷ ὑποκειμένῳ αὐτὸ συντακτέον, ἀλλὰ τῷ κατηγορουμένῳ, πρῶτον μὲν διότι κυριώτερόν ἐστι τὸ κατηγορούμενον, ὡς εἴρηται, καὶ πρότερον τοῦ ὑποκειμένου, ὅθεν καὶ ὅλος ὁ λόγος καλεῖται κατηγορικός βουλομένους οὖν ἡμᾶς ἀνελεῖν τὴν κατάφασιν καὶ ποιῆσαι ἀπόφασιν οὐ χρὴ τὸ ἀρνητικὸν μόριον τὸ τῆς ἀναιρέσεως αἴτιον τῷ ἀκυροτέρῳ τῶν μορίων ἐπιφέρειν ἀλλὰ τῷ κυριωτέρῳ, ἐπεὶ καὶ τῶν ζῴων μᾶλλον δὲ πάντων τῶν ἐμψύχων οὐ τὸ τυχὸν τῶν μορίων ἀναιρεθὲν ἔφθειρε τὸ ὅλον ἀλλά τι τῶν κυριω- τέρων), ἔπειτα ὅτι τὴν κατάφασιν κατὰ τὸ λέγειν τι ὑπάρχειν ἔφαμεν χαρα- κτηρίζεσθαι, τοῦτο δὲ ἔτι λέγει ἡ πρότασις ἡ συντάξασα τὸ ἀρνητικὸν μόριον τῷ ὑποκειμένῳ· ὁ γὰρ εἰπὼν ‘οὐ Σωκράτης περιπατεῖ’ οὐ τὸ περι- πατεῖν ἀνεῖλεν ἀπὸ τοῦ Σωκράτους, ὅπερ ἔδει ποιεῖν τὸν ἀπόφασιν εἰπεῖν προθέμενον, ἀλλ’ ἄλλον τινὰ παρὰ τὸν Σωκράτην φησὶ περιπατεῖν· πῶς οὖν ἄν εἴη ἀπόφασις τῆς ‘Σωκράτης περιπατεῖ’ ἡ μήτε περὶ τοῦ αὐτοῦ ὑποκειμένου διαλεγομένη καὶ ἄλλῳ τὸ περιπατεῖν λέγουσα ὑπάρχειν; ἀνάγκη ἄρα πρὸς τῷ κατηγορουμένῳ μόνως τιθεμένην τὴν ἄρνησιν ἀπόφασιν ποιεῖν, ὡς ἔχει ἡ λέγουσα πρότασις ‘Σωκράτης οὐ περιπατεῖ’. ἡ ἄρα ἰού Σωκράτης περιπατεῖ’ ἐπειδὴ δέδεικται μὴ οὖσα ἀπόφασις, πᾶσα δὲ πρότασις ἢ ἀπόφασίς ἐστιν ἢ κατάφασις, κατάφασις ἔσται ἀόριστον ἔχουσα τὸ ὑποκείμενον τὸ γὰρ ὄνομα τὸ ἀρνητικὸν μόριον προσλαβὸν [*](71r) ἀόριστον προσαγορεύομεν ὄνομα), καὶ ταύτης ἀπόφασιν κατὰ τὸν αὐτὸν λόγον εὑρήσομεν οὖσαν τὴν ‘οὐ Σωκράτης οὐ περιπατεῖ’, πρὸς τῷ κατηἀποφην. [*](2 F 4 πρότασις G: τὰς προτάσεις AFMa 10 διὰ τί om. F χρὴ] δεῖ F 12 διότι om. M ὡς εἴρηται] p. 70,4 sq. post εἴρηται add. ἔνθα ἔλεγεν· ἀνάγκη δὲ πάντα λόγον ἀποφαντικὸν ἐκ ῥήματος εἶναι ἡ πτώσεως ῥήματος. καὶ ὁ πορφύριος φησὶν ὡς ἐν τῶ κατηγορικῷ εἴδει τοῦ ἀποφανnκοῦ λόγου τὸ κῦρος ἔχει μάλιστα τὸ κατηγορούμενον ὡς τὴν ὕπαρξιν τῆς ἀποφάνσεως σημαῖνον G et in mrg. Α ὡς πρότερον G 13 ὅλος om. AM καλεῖται om. F 15 ἀναιρέσεως] ἀρνήσεως G ἀκυριωτἐρω Α: ἀκυρωτέρω FMa τῶν μορίων—κυριωτέρω (16)] προστιθέναι F: om. M 17 καιριωτέρων G 18 κατὰ] καὶ G τι] τὸ M ἔφαμεν] p. 17,2 20 οὐ (prius)] ὁ M 21 ἀπὸ om. AM τὸν] τὴν G1 22 ἄλλα Α1 σωκράτη utrobique Α 23 ἂν οὖν colloc. Ma περιπατεῖν F an <προτάσεως>? ἡ om. AGMa περὶ suppl. G2 24 ἄλλως G 29 μόριον om. G 30 ἀόριστον om. Α προσηγόρευεν G1: προσηγορεύομεν G2 αὐτὸν om. F 31 εὐρήσωμεν F οὐ (ante περιπ.) om. M τῷ] τὸ Α)
Τούτων οὖν οὕτως ἐχόντων ἑξῆς ἐπισκεψώμεθα τὰς διαιρέσεις, ἀφ’ ὧν οἷόν τε τὸν ἀριθμὸν τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων ἑλεῖν, καὶ πρότερον τὰς γινομένας ἐν αὐταῖς ἀντιφάσεις ἀριθμήσωμεν· φανερὸν γὰρ ὅτι αἱ προτάσεις διπλασίους ἔσονται τῶν ἀντιφάσεων. ἐπεὶ οὖν αἱ προτάσεις αὗται δύο τε μόνον ὅρους ἔχουσι, τὸν ὑποκείμενον καὶ τὸν κατηγορούμενον, καὶ ἔτι τὴν σχέσιν τοῦ κατηγορουμένου πρὸς τὸν ὑποκείμενον καὶ οὐδὲν ἄλλο παρὰ ταῦτα, πᾶσα ἀνάγκη καὶ τὰς διαιρέσεις αὐτῶν ἢ ἀπὸ μόνου γίνεσθαι τοῦ ὑποκειμένου ἢ ἀπὸ μόνου τοῦ κατηγορουμένου ἢ ἀπὸ τῆς σχέσεως τοῦ κατηγορουμένου πρὸς τὸν ὑποκειμένων. λέγω δὲ σχέσιν καθ’ ἣν ὁ κατηγορούμενος ἢ ἀεὶ ὑπάρχει τῷ ὑποκειμένῳ, ὡς ὅταν εἴπωμεν τὸν ἥλιον κινεῖσθαι ἢ τὸν ἄνθρωπον ζῷον εἶναι, ἢ οὐδέποτε ὑπάρχει, ὡς ὅταν εἴπωμεν τὸν ἥλιον ἑστάναι ἢ τὸν ἄνθρωπον πτερωτὸν εἶναι, ἢ ποτὲ μὲν ὑπάρχει ποτὲ δὲ οὐχ ὑπάρχει, ὡς ὅταν εἴπωμεν τὸν Σωκράτην βαδίζειν ἡ ἀναγινώσκειν. ταύτας δὲ τὰς σχέσεις καλοῦσιν, οἷς ἐμέλησε τῆς τούτων τεχνολογίας, τῶν προτάσεων ὕλας, καὶ εἶναι αὐτῶν φασι τὴν μὲν ἀναγκαίαν τὴν δὲ ἀδύνατον τὴν δὲ ἐνδεχομένην. | καὶ τούτων [*](71v) μὲν τῶν ὀνομάτων ἡ αἰτία προφανής, ὅλως δὲ καλέσαι τὰς σχέσεις ταύτας ὕλας ἠξίωσαν, ὅτι τοῖς ὑποκειμένοις ταῖς προτάσεσι πράγμασι συναναφαί- νονται καὶ οὐκ ἀπὸ τῆς ἡμετέρας οἰήσεως ἢ κατηγορίας ἀλλ’ ἀπ’ αὐτῆς τῆς τῶν πραγμάτων λαμβάνονται φύσεως· τὸ γὰρ οὕτως ἔχον ὡς ἀεὶ ὑπάρχειν φαμὲν τὴν ἀναγκαίαν ὕλην ποιεῖν, καὶ τὸ ἀεὶ μὴ ὑπάρχον τὴν ἀδύνατον, καὶ τὸ ἐπαμφοτερίζον κατὰ τὸ ὑπάρχειν ἢ μὴ ὑπάρχειν τὴν ἐνδεχομένην. ἐπεὶ οὖν τὰ πράγματα ταῖς προτάσεσιν ὑπόκεινται, τὸ δὲ ὑποκείμενον πανταχοῦ ἢ ὕλην εἶναί φαμεν ἢ ὕλης λόγον ἔχειν πρὸς ἐκεῖνο ὧ ὑπόκειται, διὰ τοῦτο ὕλας αὐτὰς προσαγορεύειν ἠξίωσαν.
‘Η μὲν οὖν ἀπὸ τοῦ ὑποκειμένου διαίρεσις τοῦτον γίνεται τὸν τρόπον· ὁ ὑποκείμενος ἐν τῇ προτάσει ἤτοι καθ’ ἕκαστά ἐστιν ἢ καθόλου. καὶ ἔστιν ἄμεσος ἡ διαίρεσις· μίαν μὲν γάρ, ὡς ἐλέγομεν, εἶναι χρὴ φύσιν τὴν ὑπὸ τοῦ ὑποκειμένου σημαινομένην, καθάπερ καὶ τὴν ὑπὸ τοῦ κατηγορουμένου, εἴπερ μέλλοι μία ὄντως εἶναι ἡ πρότασις. ταύτην δὲ τὴν μίαν φύσιν ἀναγκαῖον ἤτοι κατά τινων πλειόνων κατηγορεῖσθαι ἢ καθ’ ἑνὸς μόνου. καὶ εἰ μὲν εἴη τῶν καθ’ ἑνὸς μόνου κατηγορουμένων τὸ ὡς ὑπο- κείμενον παραληφθὲν οἷον Σωκράτης ἢ Πλάτων, δῆλον ὅτι καθ’ ἕκαστα [*](1. 2 τὸν αὑτὸν G 4 οὖν om. G 6 ἀριθ.] θεωρήσωμεν G1 8 αὗται om. F τε] γε Α: om. G μόνους G 11 γίγν. AMa 13 τῷ] τῶν Α 15. 16 ὑπάρχειν (ter) G 20 ταύτας] αὐτῶν Α: αὐτὰς M 21 ante ταῖς additum ἐν del. G2 24 ὑπάρχειν G2 27 ὅλην G1 ἔχον G 28 αὐτὰς F: αὐτὰ AGMa 29 τόν τρ. γίν. colloc. 31 30 ἐν τῆ iter. G 31 ἐλέγομεν] λέγομεν G (cf. p. 73,4 sq.) 32 prius ὑπὸ om. AM alterum τοῦ om. F 33 ὄντως om. F 34 τινων om. Α 35 post prius μόνου add. ὑποκειμένου AMa)
Εἰ μὲν οὖν μηδεὶς τῶν προσδιορισμ[νω προσκέοιτο τῷ ὑποκειμένῳ, λέγεται ἡ πρότασις ἀπροσδιόριστος, οἷον ‘ἄνθρωπος ὑγιαίνει,’ εἰ δὲ προσδιο- ρισμόν τινα ἔχει, λέγεται ἡ πρότασις προσδιωρισμένη. ἀλλ’ εἰ μὲν τῶν καθόλου εἴη ὁ προσδιορισμός, λέγεται καθόλου, εἰ δὲ τῶν μερικῶν, μερική. ἀναΦαίνονται οὖν ἡμῖν ἐκ τῆς διαιρέσεως τοῦ ὑποκειμένου τέτταρα εἴδη τῶν ἐν προτάσεσιν ἀντιθέσεων, τῶν καθ’ ἕκαστα, τῶν ἀπροσδιορίστων, τῶν καθόλου ἤτοι καθόλου ὡς καθόλου (καλοῦσι γὰρ αὐτὰς καὶ οὕτως νοντες τῶν ἄλλων τῶν ὁμοίως ταύταις ὑποκειμένῳ καθόλου χρωμένων τῷ ἐπὶ τούτων συντετάχθαι | τοὺς καθόλου προσδιορισμοὺς τοῖς καθόλου ὑποκειμένοις), [*](73r) καὶ ἐπὶ ταύταις τῶν μερικῶν ἤτοι καθόλου ὡς μερικῶν ἔχουσι γὰρ αὗται τοὺς μερικοὺς προσδιορισμοὺς συντεταγμένους τοῖς καθόλου ὑποκειμένοις, διὸ καὶ οὕτω προσαγορεύονται· διαφέρουσι δὲ τῶν καθ’ ἕκαστα αἱ μερικαὶ τῷ τὰς μὲν καθ’ ἕκαστα ἐπί τινος ἑνὸς ὡρισμένου ποιεῖσθαι τὴν ἀπόφανσιν, οἷον Σωκράτους, τὰς δὲ μερικάς, εἰ καὶ πρὸς ἕν τι βλέπουσαι ἀποφαίνοιντο, μηδὲν ὡρισμένον σημαίνειν ἀλλ’ ἐπί τινος τοῦ τυχόντος δύνασθαι ἀληθεύειν, ὡς ὅταν εἴπωμεν ‘τὶς ἄνθρωπος δίκαιός ἐστιν’· οὐδὲν γὰρ μᾶλλον Σωκράτους χάριν ἀληθεύει ἡ πρότασις ἢ Πλάτωνος ἢ Ἀρι- στείδου· διόπερ ὀρθῶς ὁ Θεόφραστος τὴν μὲν καθ’ ἕκαστα ὡρισμένην καλεῖ τὴν δὲ μερικὴν ἀόριστον), καὶ ἀντιδιαιρεῖται πρὸς μὲν τὴν ἀπλῶς καθόλου ἡ καθ’ ἕκαστα, πρὸς δὲ τὴν καθόλου ὡς καθόλου ἡ μερική.
Τοιαύτη μὲν οὖν ἡ ἀπὸ τοῦ ὑποκειμένου τῶν προτάσεων διαίρεσις· ἀπὸ δέ γε τοῦ κατηγουμένου ταῦτα πάντα τὰ τέτταρα εἴδη τριπλασιάζεσθαι ῥητέον· ἐπεὶ γὰρ ἀνάγκη τὸν κατηγορούμενον ῥῆμα εἶναι, τὸ δὲ ῥῆμα προσσημαίνειν ἐλέγομεν χρόνον, ὁ δὲ χρόνος λαμβάνεται τριχῶς, κατὰ τὸ παρεληλυθὸς τὸ ἐνεστὸς τὸ μέλλον, δῆλον ὅτι τῶν τεττάρων εἰδῶν τῶν προτάσεων ἕκαστον τριχῶς ποικίλλειν ἀπὸ τοῦ κατηγορουμένου δυνατόν, οἷον ἐπὶ τῶν καθ’ ἕκαστα λέγοντας ‘Σωκράτης ὑγίανε’ ‘Σωκράτης ὑγιαίνει’ ‘Σωκράτης υγιανεῖ’, ὥστε διὰ τοῦτο δώδεκα γίνεσθαι τὰ τῶν ἐν προτάσεσιν ἀντιθέσεων εἴδη· ὅτι γάρ ποτε καὶ παρὰ τοὺς χρόνους γίνεταί τις τῶν προτάσεων διαφορά, | διδάσκοντος ἀκουσόμεθα τοῦ Ἀριστοτέλους. ἐπεὶ [*](73v) δὲ ἑκάστην τῶν δώδεκα τούτων ἀντιθέσεων τριχῶς λαμβάνεσθαι δυνατὸν κατὰ τὰς τρεῖς ὕλας, ἓξ καὶ τριάκοντα γίνεσθαι συμβαίνει τὰς πάσας αὐτῶν ἀντιθέσεις ὡρισμένου ὄντος τοῦ ὑποκειμένου. ταύταις δὲ ἴσας ἀνάγκη γίνεσθαι τὰς ἐξ ἀορίστου τοῦ ὑποκειμένου (καθ᾿ ἑκάστην γὰρ τῶν [*](2. 4 λέγοιτο AM 7 post ὡς καθόλου add. καὶ τῶν καθόλου μὴ καθόλου a 8 ὑποκειμένων G 13 ἑνὸς om. F 14 ἀπόφασιν AG καὶ εἰ colloc. FG 1.0 ἀποφαίνοιτο F τυχόντων F 17 ἀληθεύσει G πλατῶν G1 ἀριστίδου Α 18 Θεόφραστος] fr. 57c (p. 428 ed. Wimmer) 18. 19 τὴν μὲν μερ. ἆόρ. καλεῖ τὴν δὲ καθ’ ἔκ. ὧρ. colloc. F 21 ἡ ante διαίρ. colloc. G post ἀπὸ τοῦ add. ὑπὸ τοῦ F 22 πάντα] γε Α: τε M: om. (sed post ῥητέον add. ἅπαντα) G 23 τὸ κὰτ. G 24 λέγομεν F (cf. p. 47,6) 25 ἐνεστὼς AF 27 λέγοντος M ante Σωκρ add. οἷον F 30 διδ. ἀκουσ. τοῦ Ἀρ.] p. 18a 28 ἀκουσώμεθα Α 32. 33 πάσας τῶν ἀντιθέσεων Α 33. 34 ταύταις—ὑποκειμένου om. FM 34 τοῦ om. Aa)
Ἀλλ’ ἐπεὶ τὸν ἀριθμὸν αὐτῶν παραδεδώκαμεν, ἀκόλουθόν ἐστιν ἐφεξῆς ἐπικέψασθαι τίνες ἐν ταῖς ἀπηριθμημέναις ἀντιθέσεσιν αἱ ἀντιφατι- κῶς ἀλλήλαις ἀντικείμεναι προτάσεις, τίνες δὲ οὕ, καὶ τίνες μὲν αἱ πρὸς ἀλλήλας σχέσεις τῶν μὴ ἀντικειμένων ἀντιφατικῶς, τίς δὲ ἡ πρὸς ἑκα- τέραν τῶν ἐν αὐταῖς προτάσεων ἀντιφατικῶς μαχομένη· προείληπται γὰρ ὡς πάσῃ καταφάσει ἐστὶν ἀπόφασις ἀντιφατικῶς ἀντικειμένη καὶ πάσῃ ἀποφάσει κατάφασις. ὅτι μὲν οὖν αἱ καθ’ ἕκαστα μάχονται ἀντιφατικῶς, παρὰ πᾶσιν ὡμολόγηται παρέχει δέ τινα ἀπορίαν ἡ κατὰ τὸν μέλλοντα χρόνον αὐτῶν λῆψις, ἣν ἐν τοῖς ἑξῆς καὶ ἐκθήσεται καὶ ἐπιλύσεται ὁ Ἀριστοτέλης), τὰ δὲ περὶ τῶν ἀπροσδιορίστων διαφωνεῖται μὲν παρὰ τῶν ἀποφηναμένων τι περὶ τούτου τοῦ θεωρήματος, ὅπῃ δὲ τὸ ἀληθὲς ἔχει μαθεῖν ἀμήχανον, πρὶν ὅπως ἔχει τὰ περὶ τῶν προσδιωρισμένων ἐπισκε- ψώμεθα, περὶ ὧν οὐδεμία ἢ γέγονεν ἢ γένοιτο ἂν ἀμφισβήτησις· ὥστε [*](74r) πρότερον περὶ τούτων ῥητέον.
Ἐπεὶ τοίνυν ὡριζόμεθα τὴν ἀντίφασιν μάχην καταφάσεως καὶ ἀπο- φάσεως ἀεὶ διαιρουσῶν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, δῆλον ὅτι ἃς ἂν εὕρωμεν προτάσεις ἢ συμψευδομένας ποτὲ ἢ συναληθευούσας, ταύτας οὐκ ἂν εἴποιμεν ἀντιφατικῶς ἀντικεῖσθαι πρὸς ἀλλήλας. αἱ μὲν οὖν καθόλου ὡς καθόλου λεγόμεναι ὡς συμψευδόμεναι κατὰ τὴν ἐνδεχομένην ὕλην οὐκ ἂν λέγοιντο ποιεῖν ἀντίφασιν. οὐ μὴν ἀλλ’ οὐδὲ τὰς μερικάς ἀντιφάσκειν ἐροῦμεν ὡς ἐπὶ τῆς αὐτῆς ὕλης συναληθευούσας. καίτοι καθ’ ἑκατέραν τῶν λοιπῶν ὑλῶν διαιροῦσιν ἄμφω τό τε ἀληθὲς καὶ τὸ ψεῦδος· ἐπὶ μὲν γὰρ τῆς ἀναγκαίας ὕλης αἱ μὲν καταφάσεις ἄμφω λέγουσαι εἶναι τὸ ἐξ ἀνάγκης ὑπάρχον ἀληθεῖς, αἱ δὲ ἀποφάσεις ἀναιρεῖν αὐτὸ πειρώμεναι ψευδεῖς, ἐπὶ δὲ τῆς ἀδυνάτου λεγομένης ἔμπαλιν εἰκότως ἔχουσιν· αἱ μὲν γὰρ ἀποφάσεις τὸ ἀδύνατον καὶ διὰ τοῦτο μηδέποτε ὑπάρχον λέγουσαι μὴ ὑπάρχειν ἀληθεῖς, αἱ δὲ καταφάσεις ὑπάρχειν αὐτὸ ἀποφαινόμεναι ψευδεῖς. ἐπὶ δὲ τῆς ἐνδεχομένης ἄμφω μὲν αἱ καθόλου ψευδεῖς, ἄμφω δὲ αἱ κατὰ μέρος ἀληθεῖς, διότι τὰ κατὰ ταύτην τὴν ὕλην κατηγορούμενα ποτὲ μὲν ὑπάρχειν τοῖς ὑποκειμένοις πεφύκασι ποτὲ δὲ μὴ ὑπάρχειν, καὶ τισὶ μὲν αὐτῶν ὑπάρχειν τισὶ δὲ μὴ ὑπάρχειν, οἷον ἶπάς ἄνθρωπος λευκός — οὐδεὶς ἄνθρωπος λευκός’ αὗται ψευδεῖς ἄμφω, ἡ μὲν κατάφασις διὰ τοὺς Αἰθίο- [*](1 prius τῶ om. FG 4 ἐστιν om. G 5 post ἀντιθέσεσιν add. εἰσὶν G 6 προ- τάσεσι G 7 ἄλληλα F 8 αὐτοῖς G προείληπται] p. 84,2 12 ἐκθήσεται καὶ ἐπιλ. ὁ Ἀρ.] p. 18a33 13 παρὰ] περὶ FG 14 ἔχειν Α 15 πρὶν] πλὴν G2a 15. 16 ἐπισκεψόμεθα FG 16 οὐδεμία] οὐ G prius ἢ om. GM 18 ὡριζ. scripsi: ὁριζ. libri (cf. p. 81,14) 19 διαιροῦσαν AMa 20 συμψευδ.] ψευδ. F 23 ἀλλ’ om. AF 24 συναληθ.] ἀληθ. G 25 ὑλῶν om. M γὰρ] οὖν Ma 26 μὲν om. F λέγουσιν A1G 32 ταύτην τὴν] αὐτὴν Α: αὐτὴν τὴν Ma 35 αὗται δέ F)
Τὰς μὲν οὖν καθόλου ὡς καθόλου δείξαντες μὴ ἀντιφασκούσας όνομάζουσιν ἐναντίας, ὅτι τῶν ἐναντίων εἰς ἄμεσα διαιρουμένων καὶ ἔμμεσα αἱ προτάσεις αὗται κατὰ μὲν τὴν ἀναγκαίαν καὶ τὴν ἀδύνατον ὕλην τοῖς ἀμέσοις ἐναντίοις ἐοίκασιν, ὧν τό τε ἕτερον ἐξ ἀνάγκης πάρεστι τῷ ὑποκειμένῳ μένω καὶ αὗται τὴν ἑτέραν τῶν προτάσεων ἔχουσιν ἀληθῆ καὶ διὰ τοῦτο τὴν τοῦ πράγματος ὕπαρξιν, ὥσπερ τὸ ψεῦδος εἰκών ἐστι τῆς ἀνυπαρξίας, κατὰ δὲ τὴν ἐνδεχομένην τοῖς ἐμμέσοις, ὧν δυνατὸν μηδέτερον παρεῖναι τῷ ὑποκειμένῳ. ἢ ἐπεὶ τὸ εἶναι ἄμεσά τινα τῶν ἐναντίων ἀμφι- σβητήσιμον, ὅπερ ὡς ὁμολογούμενον ἀξιοῦσι λαμβάνειν οἱ κατὰ τὸν προει- ρημένον τρόπον ἀποδιδόντες τὴν αἰτίαν τῆς ποσηγορίς τῶν ἐναντίων καλουμένων προτάσεων, μᾶλλον ῥητέον ὅτι τὰ ἐναντία συνυπάρχειν μὲν ἀλλήλοις κατ’ ἐνέογειαν ἐπὶ τοῦ αὐτοῦ ὑποκειμένου ἀδύνατον, ἅμα δὲ αὐτοῦ ἀπεῖναι δυνατόν. αἱ οὖν προτάσεις αὗται οὐδέποτε μὲν συναληθεύουσαι ποτὲ δὲ καὶ συμψευδόμεναι καὶ ταύτῃ τὰ ἐναντία μιμούμεναι λέγοιντο ἄν εἰκότως ἐναντίαι. δυνατὸν δὲ λέγειν ὅτι καὶ ὡς τὴν πλείστην ἀλλήλων ἀφεστῶσαι διάστασιν ἐναντίαι προσαγορεύονται· τὰ γὰρ ἐναντία πλεῖστον ἀλλήλων διέστηκε τῶν ὑπὸ τὸ αὐτὸ γένος· οὕτω δὲ καὶ αὗται πρὸς ἀλλήλας ἔχουσιν, εἴπερ ἡ μὲν ἅπασί φησι τοῖς ὑπὸ τὸ ὑποκείμενον ἀτόμοις τὸ κατηγορούμενον ὑπάρχειν, ἡ δὲ οὐδενί. τὰς δέ γε μερικὰς καλοῦσιν ὑπεναντίας, ὡς ὑπὸ ταῖς ἐναντίαις τεταγμένας | κἀκείναις ἀκολουθούσας· ὅταν γὰρ ἡ ἑτέρα [*](75r) τῶν καθόλου ἀληθεύῃ, τότε καὶ ἡ ὑπ’ αὐτὴν τεταγμένη μερικὴ πρότασις ἀληθεύσει, ὡς οἷον μέρος αὐτῆς οὖσα καὶ περιεχομένη ὑπ’ αὐτῆς· διὸ καὶ ὑπαλλήλους καλοῦσι τάς τε καταφάσεις, τὴν μερικὴν καὶ τὴν καθόλου, καὶ τὰς ἀποφάσεις ὁμοίως. αἱ μὲν οὖν κατὰ μέρος οὐδ’ ἄν ἀντικεῖσθαι πρὸς ἀλλήλας κυρίως λέγοιντο· ποῖον γὰρ αὐταῖς εἶδος ἁρμόσει τῶν ἀντι- κειμένων; εἰ δὲ τὰς ἀντιφατικῶς ταύταις ἀντικειμένας ζητοίης, εὑρήσεις ἀντιφασκούσας ταῖς καθόλου τὰς κατὰ μέρος μετὰ τῆς κατὰ τὸ ποιὸν ἀντιθέσεως, τοῦτ’ ἔστι τῇ μὲν καθόλου καταφάσει τὴν μερικὴν ἀπόφασιν, τῇ δὲ καθόλου ἀποφάσει τὴν μερικὴν κατάφασιν· ὥστε κατὰ τὸ ὑποκείμενον διάγραμμα τὰς διαγώνιον θέσιν πρὸς ἀλλήλας ἐχούσας τῶν προσδιωριεμένων προτάσεων ταύτας ἀντιφάσκειν ἀλλήλαις· ἀεὶ γὰρ αὗται διαιροῦσι τό τε ἀληθὲς καὶ τὸ ψεῦδος. καὶ τοῦτο εἰκότως· αἱ μὲν γὰρ ἐναντίαι καὶ ὑπεναντίαι κατὰ τὸ ποιὸν διαφέρουσαι τὸ ποσὸν τὸ αὐτὸ ἔχουσιν, [*](6 τε om. AGM παρέστη F 9. 10 μηδ. πὰρ. δὺν. colloc. G 10. 11 ἀμφισβητήσεων G1: ἀμφισβητήσιμα M 11 ὡς om. Α 14 alterum αὐτοῦ om. F 15 συναληθεύουσι ουσι M 18 πλείστων Ma 18. 19 διεστηκότα Α 19 τὸ γένος τὸ αὐτό Α: τὸ γένος αὐτό M 20 ἡ μὲν om. Α πᾶσι F 21 γε om. F 22 τεταγμέναις G κἀκείνας Α 26 ἄν om. AGMa 29 μετὰ om. G 30. 31 καθόλου καταφάσει—τῆ δὲ om. F 30 καθ. καταφ.] καθέκαστα φασὶ Α1 καταφάσει] καφατικῆ M 32 πρὸς ἀλλήλαις Α 33 ταύταις M 34 καὶ (post ἀληθὲς)] ἢ A)
Σωκράτης περιπατεῖ Σωκράτης οὐ περιπατεῖ
- καθ’ ἕκαστα
ἄνθρωπος περιπατεῖ ἄνθρωπος οὐ περιπατεῖ
- απροσοιοριστοι
πᾶς ἄνθρωπος περιπατεῖ οὐδεὶς ἄνθρωπος περιπατεῖ εναντιαι καταφατικὰ ὑπάλληλοι αποφατικαι ὑπάλληλοι τὶς ἄνθρωπος περιπατεῖ οὐ πᾶς ἄνθρωπος περιπατεῖ ὑπεναντίαι οὐ πᾶς ἄνθρωπος περιπατεῖ
- <προσθιωρισμέναι>
Ἐπεὶ δὲ θορυβεῖν εἴωθε τοὺς ἁπλουστέρους ἡ μερικὴ ἀπό|φασις ἐπὶ [*](76r) τῆς ἀδυνάτου ὕλης συμψεύδεσθαι δοκοῦσα τῇ καθόλου καταφάσει, ὡς ὅταν εἴπωμεν ‘οὐ πᾶς ἄνθρωπος πτερωτός’, διὰ τὸ δοκεῖν τῷ οὐ πᾶς συνεισά- γεσθαι τὸ ἀλλὰ τὶς μὲν τὶς δὲ οὔ, ὅπερ ἐστὶν ἐναργῶς ἐπὶ τῶν ἀδυνάτων ψεῦδος, ῥητέον τι καὶ περὶ τούτων. ἔξεστι μὲν οὖν ἐκ τῶν πρότερον εἰρη- μένων περὶ τοῦ οὐ πᾶς προσδιορισμοῦ προχείρως ἀποδοῦναι τῆς ἀπορίας τὴν λύσιν· ἐλέγομεν γὰρ ὅτι τὸ οὐ πᾶς αὐτὸ μόνον καθ’ αὑτὸ ληπτέον ὡς ἰδίαν ἔχον δύναμιν, καθ’ ἣν τὸν πᾶς προσδιορισμὸν ἀναιρεῖ, μηδὲν ἕτερον ἐπισυρόμενον. ἐφ’ ὧν οὖν πραγμάτων τὸ πᾶς φαίνεται ψευδόμενον, ἐπὶ τούτων τὸ οὐ πᾶς ἀληθές· ὥστε καὶ ἐπὶ τῶν προκειμένων ἐπειδὴ ὁ λέγων ‘πᾶς ἄνθρωπος πτερωτός’ ψεύδεται, ἀληθεύσει ὁ λέγων ‘οὐ πᾶς πτερωτός’· ἡ γὰρ πᾶς ἢ οὐ πᾶς, ἀλλὰ τὸ πᾶς ψεῦδος, τὸ ἄρα οὐ πᾶς ἀληθές. ἵνα δὲ μᾶλλον αὐτῶν τὴν ἀπορίαν ἀποπληρώσωμεν, ῥητέον ὅτι [*](1 αἱ δὲ—ἔχουσιν om. M 3 καὶ om. FGMa ἡ (prius) om. Α 5 εἰρ. πρ. colloc. G1 9 post αὗται add. ἅμα Ma 10 figuram recepi ex G, nisi προσδιωρισμέναι προσ- et ἐναντίαι om. et ἀντιφατικαί pro καταφατικαί habet. προσδιωρισμέναι addidi, reliqua ex ceteris libris correxi, quorum F paululum differt, Ma plus distant, figuram om. A 21 τῶ δοκεῖν τὸ δοκεῖν (sic) Α τὸ οὐ πᾶς συνεισάγειν συνάγειν M) AMa 23 τι] Tea 25 λέγομεν AMa (cf. 89,15) post πᾶς add. κἀθόλου ὡς μερικόν F 26 27 μηδέτερον M 27 ἐπισυρ.] ἐπιφερ. F φαίνεσθαι Α 29 λέγων ὡς F 31 ἀποπληρ.] ἀποκλείσωρεν F: ἀποπλήσωμεν G)
Ἀπορήσειε γὰρ ἄν τις πῶς | ἐκ τῶν προσδιωρισμένων καταφάσεων [*](77r) τὰς ἀποφάσεις ποιοῦντες οὐ τοῖς κατηγορουμένοις, ὥσπερ ἔμπροσθεν ἠξιοῦμεν, συντάττομεν τὰς ἀρνήσεις ἀλλ’ αὐτοῖς τοῖς προσδιορισμοὶ οἳ γίνονται μέρη τῶν ὑποκειμένων, οὐ τῶν καθ’ αὑτοὺς λεγομένων ἀλλὰ τῶν ὥσπερ εἰδοποιηθέντων ὑπ’ αὐτῶν, κατηγοροῦνται δὲ οὐδαμῶς, εἴ γε ὑποκείμενον μέν ἐστι περὶ οὗ ὁ λόγος, κατηγορούμενον δὲ τὸ περὶ ἐκείνου λεγόμενον· [*](1 ἡ μερικῆ—δύναμιν om. F 1. 2 κατὰ τοῦτό γε AM 5 στέρησιν F 8 ἀληθευούσης] ἀληθοῦς οὔσης FMa κατάφ.] ἀπόφασιν F μὲν om. AFMa ἀληθεύουσαν—ὑλῶν (20) in mrg. suppl. F 9. 10 οὐ μὴν—ἐνδεχομένης iter. A 11 ὑπάρχει (pr. l.) A τῶ ὐποκ.] ὑποκειμένων F 12 πρὸς] ἀπὸ F 13 οὐκ ἔστι a 14 οὐ suppl. G2 17 ὡς—ψευδής (18) om. M 18 οὐδὲ] οὐ F αὕτη] αὐτὴ AFMa 19 ἀληθ.] ἀληθινῆς οὔσης G 21 ἐστιν F ἀληθὲς A 23 ἁδὺν. ὕλης a συνέσται a 2.5 πλεῖον G 20 ἀποφαντικῶν (sed v induct.) G ὅσω G 28 δυναίμεθα G 29 ἀπορήσῃ F προσδιορ. M 80 ἔμπροσθεν] p. 87,10 31 γίγνονται Α· λέγονται a)
Τὸ μὲν οὖν οὐ πᾶς ὅτι σύνθετον ἔκ τε τοῦ πᾶς καὶ τοὺ ἀναιροῦντος αὐτὸ μορίου, φανερόν· τὸ δέ γε οὐδείς πόθεν ἐροῦμεν ἐσχηκέναι τὴν γένεσιν; ἐχρῆν γὰρ ‘οὐχὶ τίς’ εἶναι τὴν προτιθεῖσαν τοῦ τίς προσδιορισμοῦ τὸ ἀρνητικὸν μόριον ἀπόφασιν. ἢ ῥητέον ὅτι οὐδὲν ὡρισμένον κατὰ τὸ ποσὸν ἐσήμηνεν ἄν οὕτως λεγομένη, καὶ γὰρ μηδενὸς περιπατοῦντος καὶ πλειόνων περιπατούντων ἀληθὲς τὸ ‘οὐχὶ τὶς περιπατεῖ’. καὶ ἔτι σαφέστερον ταῦτα [*](1 γὰρ scripsi: δὲ libri περὶ] παρὰ M 1. 2 ante ἄνθρ. add. ὁ F: πᾶς a 2 γοῦν] γὰρ F an ἀδύνατον <ὂν>? δ’ ὕστερον a 3 τοῦ τὶς ἄνθρωπος ἐστιν om. FG 4 τὸ om. F οὔ om. G 5 an ἄνθρ. περιπ. <προτάσεως>? οὐ περιπ. add. ἄνθρωπος a 6 τῆς] τὴν G2 τὴν τις—οὐδεὶς περιπατεῖ suppl. G2 7 τὸ οὐδεὶς] οὐδεὶς Α: οὖν F 8 πρότερον παραδ.] p. 87,14 10 οὖν] αὖ Α 13 ἀποφαντικὸν AFM 15 ὄν. ἡ πρότ. colloc. M καὶ γὰρ εἰ καὶ a 16 ὡς εἴρηται] p. 94,31 18 ἐπειδὴ G: ἐπεὶ δὲ AFMa 19 περιορίσασθαι M 20 μόριον συντ. colloc. AM 21 ἀντίκειται G 22 αὐτὸν F 24 τῶ] τὸ Α 27 ἑκάτερον] ἕτερον AF τῶν τρόπων M τὸ μὲν οὖν—εί͂ς (p. 96,14) eicias (cf. p. 96,15 sq.) 28 τε om. G 30 προστιθεῖσαν FMa 32 ἐσήμανεν FM)
καὶ ἀποκρινομένῳ τὸ παράπαν οὐδὲ γρῦ, τὸ δὲ οὐθείς ἀπὸ τοῦ τέ κατὰ συναλοιφὴν τοῦ οὔ τε εἷς.
- μηδ’ ὅντινα γαστέρι μήτηρ
Ἀλλὰ πῶς τῆς καταφάσεως τίς εἰπούσης ἐν τῇ ἀναιρούσῃ αὐτὴν ἀποφάσει τὸ οὐδείς λέγομεν; ἢ φήσομεν ὅτι τὸ εἷς ἁπλῶς μὲν θεωρούμενον τοῦ τίς ἐπὶ πλέον λαμβάνεται· τοῦ γὰρ τίς ἀεὶ βουλομένου συμπλέκεσθαι τῷ ὑποκειμένῳ, καθάπερ καὶ τῶν ἄλλων προσδιορισμῶν ἑκάστου διὰ τὸ σημαίνειν αὐτοὺς ὅπως ἔχουσι τὰ ὑπὸ τὸ ὑποκείμενον πρὸς τὸ μετέχειν ἢ μὴ τοῦ κατηγορουμένου, τὸ εἷς λαμβάνεται μὲν καὶ τοῦτον τὸν τρόπον ἐν τῶ
καὶ τῶ
- εἷς δέ τις ἀρχὸς ἀνὴρ
λαμβάνεται δὲ καὶ ὡς κατηγορούμενον οὐ μόνον ἐπὶ τῶν μοναδικῶς λεγομένων, οἷον ὅταν λέγωμεν ‘ἥλιος εἷς ἐστι’ ἢ ‘κόσμος εἷς ἐστιν’, ὅτε καὶ τὸ μόνος ἢ κατ’ ἐνέργειαν ἢ πάντως κατὰ δύναμιν αὐτῷ προστίθεμεν, ἀλλὰ καὶ ἁπλῶς ἐπὶ ἑκάστου τῶν ὁπωσοῦν ὄντων, | ἵνα καὶ τὸ πλῆθος [*](78v) αὐτῶν ὑπόστασιν ἔχῃ, τῶν προσδιορισμῶν οὔτε καθ’ ἑαυτοὺς κατηγορεῖσθαι δυναμένων οὔτε ἄλλοις κατηγορουμένοις εὐλόγως συνδυαζομένων, ὡς διὰ τῶν ἑξῆς ὁ λόγος ἡμῖν ἐπιδείξει· διὰ ταῦτα μὲν οὖν τὸ εἷς, ὅπερ ἐλέγομεν, τοὐ τίς ἐπὶ πλέον λαμβάνεται, συντρέχοντα δὲ ἀλλήλοις ἐν τῷ συμπλέτὶς] [*](1 εἷς FG τὸ (alt.)] τὴν G 1.2 γιν. συναλ. colloc. F 2 οὐχ εἷς] corrigas οὔτις 3 ὑποκειμένω Ma 4 τὸ (ante κατηγ.) suppl. G2 an σύνθετον <ὂν>? τῶν τριῶν G τοῦ om. FG 5 οὐ om. FG 6 μηδὲ (prius)] μηδὲν G ὄντας M 7 καὶ (ante ἐπὶ) om. M 9 τριῶν om. FG οὐδεμίαν F 10 καὶ οὐδὲν περιπατεῖ Om. F 11. 14 συναλιφὴν F τὴν] τῶν Ma τῶ] τὸ G 12 μηδ’ ὅντινα..] Horn. Z 58 13 ἀποκρινομένου Ma γρῦ ex χρὴ corr. F 15 τῆς καταφ. τῆς a ante εἰπούσης add. καὶ μὴ εἷς M 16 ante τὸ οὐδεὶς add. μὴ τὸ οὐ τὶς ἀλλὰ Ma 17 τοῦ βουλ. G 20 τοῦ om. M εἶς ex τις corr. Α μὲν om. Α καὶ τοῦτον] κατὰ G1 22 εἴς δέ τις..] Hom. Α 144 23 τῶ] τὸ AF 24 εἷς κοίρ. ἔστω] Horn. Β 204 25 μοναδικῶν AFGM ἢ] καὶ FG 27 πάντων G1 30 ἀλόγως G διὰ] δὴ M 31 ὅπερ] ἅπερ G1: καθάπερ G2 32 λαμβάνομεν A1Fa)
- εἷς κοίρανος ἔστω,
καὶ
- οὔτις ἐμεῦ ζῶντος
ἀλλὰ τοῦτο μὲν τῇ ποιητικῇ τὸ δὲ οὐδείς τῇ κοινῇ χρήσει μᾶλλον σύνηθες.[*](1 καθἐκαστα μὲν G2: κατηγορουμένοις G1 5 κἄν] οὐκ ἄν M εἴποις GM 6 ὑποδέχεται F πως] τι M 7 ἐπὶ τῶν μόνως Fa 7. 8 ἓν—δυνατὸν καὶ om. F 7 ἕν τι φάναι] ἀντιφάναι a 8 ταύτηνΙ ταύτῃ a: om. F ὡς ἐπὶ τῶν μερ. καθάπερ καὶ F 10 post prius ζῶον add. καὶ AMa τὸ γὰρ] καὶ τὸ AFM 16 αὐτὸ G: αὐτοῦ AFMa 21 ὅδε 6] ὁ δὲ F 22 τὸ (post ὑποκειμ.)] τῶ Α2 post ἀναιρ. add. ἤτοι Ma 23 τὸ οὐδεὶς ἢ τὸ τὶς F: τὸ τὶς ἡ οὐδεὶς G 25. 26 οὐ εἷς] οὐδεὶς Α 26 καὶ om. M οὐθείς ἡ οὐδείς. G 27 τὸ (ante τίς) suppl. G2 οὔτις] οὕτως M 29 ἐπὶ τὸ οὔ F 30 οὔτις ἐμεῦ ζ.] Hom. Α 88 32 μήτις νῦν ἐν.] Horn. Z 68 ἐνάρων] ἐράνων F)
- μήτις νῦν ἐνάρων.
Τοσαῦτα μὲν περὶ τῶν προσδιωρισμένων προτάσεων εἴχομεν λέγειν· αἱ δὲ ἀπροσδιόριστοι πῶς ἔχουσι πρὸς τὸ ἀντιφάσκειν ἢ μή, τοῦτο δέ ἐστιν εἴ τισι τῶν προσδιωρισμένων τὸ αὐτὸ δύνανται, διὰ τῶν ἑξῆς τῷ Ἀριστοτέλει συνοδεύοντες ζητήσωμεν.
Ἐπὶ τούτοις οὖν τὴν ῥῆσιν αὐτὴν ἐπισκεψώμεθα, δι’ ἧς παραδιδοὺς ἡμῖν τὴν εἰρημένην ἀπὸ τοῦ ὑποκειμένου τῶν προτάσεων διαίρεσιν καὶ διακρίνας τὰ καθ’ ἕκαστα τῶν καθόλου τοῦτό φησιν εἶναι καθόλου ὃ ἐπὶ πλειόνων πέφυκε κατηγορεῖσθαι, τῶν ὁμωνύμως κατὰ | πλειόνων [*](79v) κατηγορουμένων τὰ καθόλου διακρίνων τῷ πεφυκέναι κατὰ πολλῶν κατηγορεῖσθαι, τοῦτο δέ ἐστι μὴ νόμῳ τινὶ καὶ θέσει, καθάπερ τὸ Αἴας καὶ τὸ Ἀλέξανδρος, ἀλλὰ τῷ φύσιν μίαν δηλοῦν, ἥτις ἑκάστῳ τῶν πλειόνων ὑπάρχουσα ποιεῖ καὶ τὸ σημαῖνον αὐτὴν ὄνομα κατ’ αὐτῶν κατηγορεῖσθαι. ὅλως δὲ περὶ φωνῶν διαλεγόμενος τῶν πραγμάτων ποιεῖται τὴν διαίρεσιν, διότι περὶ φωνῶν τοῖς φιλοσόφοις ὁ λόγος οὐ προηγουμένως, καθάπερ ῥήτορσί τε καὶ γραμματικοῖς, ὡς καὶ πρότερον ἐλέγομεν, ἀλλὰ τῆς τῶν πραγμάτων καταλύψεως ἕνεκεν. διελόμενος οὖν τὰ εἴδη τῶν προτάσεων εἴς τε τὰς καθόλου καὶ τὰς καθ’ ἕκαστα, προστίθησι τὴν τῶν καθόλου διαίρεσιν εἴς τε τὰς καθόλου ὡς καθόλου λεγομένας καὶ τὰς ἀπροσδιορίστους· τῶν γὰρ μερικῶν ἐφεξῆς ποιήσεται μνείαν. ἐν δέ γε τούτοις τὰς μὲν καθόλου ἐπὶ τῶν καθόλου ἀποφάνσεις ἐναντίας εἶναί φησι, δι’ ἃς ἐλέ- γομεν αἰτίας, τὰς δὲ ἐπὶ τῶν καθόλου μὴ καθόλου δέ, τοῦτ’ ἔστι τὰς ἀπροσδιορίστους, αὐτὰς μὲν μὴ εἶναι ἐναντίας, τὰ μέντοι δηλούμενα ὑπ’ αὐτῶν δύνασθαί ποτε εἶναι ἐναντία. ὅτι μὲν οὖν καθόλου μὴ καθόλου τὰς ἀπροσδιορίστους καλεῖ, καὶ τὰ παρατιθέμενα παρ’ αὐτοῦ παραδείγματα σαφῶς σημαίνουσιν, ‘ἄνθρωπος λευκός ἐστι’ καὶ ‘ἄνθρωπος λευκὸς οὐκ ἔστι’. καλεῖ δὲ αὐτὰς οὕτως διὰ τὸ μὴ προσκεῖσθαι ἐπ’ αὐτῶν τῷ καθόλου ὑποκειμένῳ τοὺς καθόλου προσδιορισμούς, ὅπερ εἰ καὶ ἐπὶ τῶν μερικῶν ἁρμόζειν δυνατόν, ἀλλ’ ἔχουσί τι ἴδιον ἐκεῖναι, τοὺς μερικοὺς προσδιορισμούς, ὅθεν καὶ | ὀνομάζονται. πῶς δὲ λέγονται μὴ εἶναι μὲν ἐναντίαι, σημαίνειν [*](80r) δέ ποτε ἐναντία, τοῦτο ἤδη πολλὰ τοῖς ἐξηγηταῖς πράγματα παρέσχε· μύποτε δὲ ταῖς ῥήσεσιν αὐταῖς προσφυὲς ᾖ τὸ λέγειν ὅτι βούλεται μὲν ὁ Ἀριστοτέλης τὰς ἀπροσδιορίστους προτάσεις συναληθεύειν ἀλλήλαις, ὡς ἔσται διὰ τῶν ἑξῆς φανερόν, καὶ διὰ τοῦτο εἰκότως ἀποφαίνεται μὴ εἶναι αὐτὰς ἐναντίας· οὐ γὰρ ἐναντίων τὸ συνυπάρχειν ἀλλήλαις.
Ἀλλ’ ἐπεὶ δυνατόν ποτε τὴν ἀπόφασιν ἐπὶ τῆς τοῦ ἐναντίου καταφάσεως ἀληθεύουσαν παρασχεῖν τισιν ὑποψίαν, ὅτι ἐναντίας χρὴ τότε καλεῖν ταύτας τὰς προτάσεις, ἅτε ἐναντία τινὰ σημαινούσας, διὰ τοῦτο προστίθησι τὸ αἴτιον τοῦ παραλογισμοῦ τοῖς οὕτως ὑπολαμβάνουσι, τὰ αὐτὰ λέγων [*](1 ἔχομεν M 3 εἴ τισι] τίσι F ἐφεξῆς A 4 ζητήσομεν FG 10 τινι om. F 11 τὸ φύσιν F ἑκάστη AM 13. 14 διαλεγ.—φωνῶν om. F 15 πρότερον ἐλέγομεν] p. 66, 7 19 τούτοις om. M 20. 21 ἐλέγομεν] p. 92,4 23 ἐναντ. εἶναί colloc. G 20 περικεῖσθαι Ma 32 τὰς om. Α 34 ἐναντίον (alt. Ι.) a ἀλλήλοις F 35 ἐπὶ] ἀπὸ Α 36 τότε om. M)
Τὸ δὲ αἴτιον εἰπὼν τοῦ καθόλου μὴ καθόλου λέγεσθαι τὰς ἀδιορίστους. ὅτι πεοὶ τῶν καθόλου ὑποκειμένων οὐ καθόλου ἀποφαίνονται, μὴ συντάττουσαι αὐτοῖς τοὺς καθόλου προσδιορισμούς, οἳ ποιοῦσι καθόλου ἡμᾶς ἀποφαίνεσθαι περὶ τῶν καθόλου, αὐτοῦ τούτου πάλιν τὸ αἴτιον ἀποδίδωσι τοῦ τοιούτων ἀποφάνσεων αἰτίους γίνεσθαι τοὺς καθόλου προσδιορισμοὺς ὡς [*](1 οὐσῶν] ὄντων M 2 ἐπεσημάνατο F μόνον Gr 4 καταφάσεις καὶ om. F γιγνομένας in mrg. suppl. Α 6 καὶ ἀποφατικῶς om. F 9 μόνον G1 10 ὡς] ὥστε AFM 13 ante ὅτι add. καὶ G2 14 τὸ] τῶν F 15 αἱ suppl. G2 16 τῶν ἄλλων ἀπροσδ. G μήτε] μὴ G οὕτως FG 20 τὸ] τῶ AMa 21 ἐν τοῖς ἐξῆς] p. 17b29 23 τὸ om. Fa 24 τινος ἐνδεχομένης G: τῆς ἐνδεχομένης M: τινος τῆς ἐνδ. a οἰηθ.] πεισθείη F ἀντιφάσκει F 25 ἀλλ’ ὡς] ἄλλος A2FG 27 μὴ om. Α post δίκαιον add. μόνον del. G αὐτὰς καλᾶν colloc. M καὶ εἰ] κἄν AMa 30 τοῦ] τῶν a τὰς] τοὺς a 31 μὴ om. A μὴ οὑν M 31. 32 συντάττουσαι δὲ G 32 ἑαυτοῖς G ἡμᾶς καθ. colloc. F 33 τοῦ] τῶν AM 34 τοσούτων G ἀποφάσεων GMa γενέσθαι Ma)
Ἐπὶ δὲ τοῦ κατηγορουμένου καθόλου τὸ καθόλου κατηγορεῖν οὐκ ἔστιν ἀληθές· οὐδεμία γὰρ κατάφασις ἔσται, ἐν ᾗ τοῦ κατηγορουμένου καθόλου κατηγορεῖται τὸ καθόλου, οἷον ὅτι ἐστὶ πᾶς ἄνθρωπος πᾶν ζῷον.
Ζητεῖ μὲν διὰ τούτων ὁ Ἀριστοτέλης εἰ ὥσπερ τῷ ὑποκειμένῳ προστεθεὶς ὁ καταφατικὸς προσδιορισμὸς ἕτερον εἶδος ἀπειργάσατο προτάσεων, οὕτω καὶ τῷ κατηγορουμένῳ δύναται προστεθεὶς ἑτέραν ἀπεργάσασθαι πρότασιν. ἀποφαίνεται δὲ μηδὲ τὴν ἀρχὴν ὑφίστασθαι τοιαύτην κατάφασιν, οἷον τὴν λέγουσαν ‘πᾶς ἄνθρωπος πᾶν ζῷόν ἐστι’, διότι ὁ τοῦτο λέγων ἕκαστον τῶν κατὰ μέρος ἀνθρώπων ἅπαν εἶναι ζῷόν φησι, καὶ ἵππον καὶ βοῦν καὶ τὰ ἄλλα πάντα· ὥστε ἀδύνατον ἀληθεύειν τὸν οὕτως ἀποφηνάμενον· εἰκότως οὖν φησι μηδὲ γενέσθαι ἄν τοιαύτην κατάφασιν, κατ’ ἔλλειψιν τοῦτο λέγων τοῦ ἀληθῆ· οὐδεμία γὰρ κατάφασις ἀληθὴς ἔσται, ἐν ᾗ τοῦ κατηγορουμένου καθόλου κατηγορεῖται τὸ καθόλου, τοῦτ’ ἔστιν ἐν ᾗ συντάττεσθαι δυνατὸν τῷ καθόλου κατηγορουμένῳ τὸν καθόλου προσδιορισμὸν καὶ λέγειν ὅτι ἄνθρωπος, καθ’ οὗ παντός, ὅ φησι καθόλου, κατηγορεῖται τὸ ζῷον, οὐχ ἁπλῶς ἐστι ζῷον, ἀλλὰ πᾶν ζῷον. διὰ ταῦτα μὲν οὖν ἀποφαίνεται μηδὲ ὑφίστασθαι τοιαύτην κατάφασιν ὡς οὐδέποτε τυγχάνουσαν ἀληθείας, ἐπεὶ καὶ αὕτη κατάφασίς ἐστιν, ἀλλ’ ἀεὶ ψευδὴς καὶ διὰ τοῦτο κίβδηλος καὶ παντάπασιν ἄχρηστος πρὸς τὴν συλλογιστικὴν μέθοδον, εἴπερ ἀεὶ παρὰ φύσιν ἔχει καὶ πρὸς εὕρεσιν ἀληθείας οὐκ ἄν | γένοιτο χρήσιμος, ὅπερ ἐστὶ τέλος τῆς λογικῆς [*](82v) [*](2 τι] τίς M τοῦτο Α 4 οὐκ] οὐ κατ’ AG1 6 τῶν ἀνθρώπων ἤγουν τῶν ἤγουν τῶν in mrg.) ἀτόμων Α: ἀνθρώπων ἡ τῶν ἀτόμων M 7. 8 ἀλλ’ ὅτι καθόλου iter. G1 8 τῶν om. M 9 ἀποφαινόμεθα om. F 10 κὰτ. τὸ καθ. colloc. b 11 οὐδεμία—ζῷον (13) om. M post κατάφασις add. ἀληθὴς Aab: post ἔσται superscr. F2 (cf. V. 22) 12 τὸ καθ. κὰτ. colloc. ab ὅτι om. ab 17 τὴν τοιαύτην τοι superscr. m2)F 20 ἵππων G1 21 ἄν om. AM 23. 24 τὸ καθ. κὰτ. ab 24 ἐν] μὲν G 24. 25 κατηγορουμένου F 25 ὅτι] ὁ AM 26 παντός— καθόλου om. G καθόλου om. F ἐστὶ om. AM 27 ἅπαν G 28 ἐπεὶ— ἀληθείας (31) suppl. G2 αὕτη] αὐτὴ FGM 30 ἥπερ G παρὰ] κατὰ Α: om. G 31 τὸ τέλος G)
Ὅτι μὲν οὖν εἰκότως ταύτης μόνης ὡς ἀρχήστου πανταχοῦ καταψηφίζεται, μάθοιμεν ἄν ἐννοήναντες ὅτι τεττάρων οὐσῶν, ὡς ἑξῆς ἐπιδείξομεν, τῶν ἀεὶ ψευδομένων προτάσεων, δύο μὲν καταφάσεων δύο δὲ ἀποφά|σεων, [*](83r) τῶν μὲν καθόλου τῶν δὲ κατὰ μέρος, διὰ μιᾶς τῆς κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιὸν τῶν ἄλλων σεμνοτέρας καὶ ταῖς λοιπαῖς τρισὶ τὴν πρόφασιν τοῦ ἀεὶ ψεύδεσθαι, ὡς εἰσόμεθα, παρεχούσης ἠβουλήθη καὶ τὰς ἄλλας τὰς ταύτῃ ὁμοίως ἡμαρτημένας τοῦ καταλόγου τῶν ὑγιῶς προφερομένων προτάσεων διαγράψαι· εἰ γὰρ δεῖ καὶ τὴν περὶ τούτων τεχνολογίαν ἀκριβῶς διερευνήσασθαι καὶ τὸ φαινόμενον περὶ αὐτῶν λέγειν, ἓξ καὶ δέκα γινομένας εὑρήσομεν προτάσεις ἐκ τῆς διανομῆς τῶν προσδιορισμῶν καθ’ ἑκάτερον τῶν τῆς προτάσεως ὅρων, εἴπερ τεττάρων αὐτῶν ὄντων, ἑνὸς δὲ αὐτῶν ὁποιουοῦν συντεταγμένου τῷ ὑποκειμένῳ τὸν κατηγορούμενον ἑκάστῳ τῶν τεττάρων προσδιορισμῶν συμπλεκόμενον τέτταρα προτάσεων συμβαίνει ποιεῖν εἴδη, ὥστε διὰ τούτων τετράκις τέτταρας — δέκα καὶ ἓξ γίνεσθαι τὰς πάσας προτάσεις. ἔστω οὖν πρῶτον ὁ πᾶς προσδιορισμὸς συντεταγμένος τῷ ὑποκειμένῳ· εἰ οὖν ἐθέλοιμεν καὶ τῷ κατηγορουμένῳ [*](1 γίνεσθαι Fa 5 ἐν τῷ πρ. βιβλ. τῶν Ἀναλ.] p. 43b17 10 προτεινόμενος G 12 δικαιοσύνη F ἅπαν ἀγαθόν Arist. ἐν τῷ πρ. μ. τῶν Ἀποδεικτ.] Anal. post. p. 77 b 30 13 εἴπομεν A1G 14 μεῖζον καὶ ἄκρον G 16 τῶν συλλογισμῶν G 19 οὖν post εἰκότως colloc. F 20 δ’ ἄν F 22 καὶ τῶν μὲν F 22. 23 κατὰ τὸ ποιὸν καὶ κατὰ τὸ ποσὸν colloc. G 23 post λοιπαῖς add. προτάσεσι del. G 24 ἐβουλ. G 25 καταλ.] λόγου M 25. 26 προσφερ. Α 28 γενομ. Brand. εὑρήσωμεν F 29 καὶ καθ’ F 30 καὶ τῶν κατηγορουμένων F 31 συμπλεκομένων F τεσσάρων G 31. 32 συμβ. ποιεῖν πρ. colloc. F 32 τετράκις τεσσαρεσκαίδεκα καὶ ἓξ a καὶ om. AM 33 πρῶτος a)
Ἀλλ’ ὅπερ ἐξ ἀρχῆς ἐπισκέψασθαι προεθέμεθα, διὰ τίνα αἰτίαν πλειόνων οὐσῶν τῶν ἀεὶ ψευδομένων προτάσεων μόνην ἀπεδοκίμασεν | ὁ Ἀριστοτέλης [*](85r) τὴν ἑκατέρῳ τῶν ὅρων τὸν καθόλου καταφατικὸν προσδιορισμὸν συμπλέκουσαν; ἢ ἐπὶ τῶν λοιπῶν τὴν μὲν μερικὴν κατάφασιν, οἷον τὴν λέγουσαν ‘τὶς ἄνθρωπος πᾶν ζῷον’, ἐναργῶς ἑώρα διὰ τὸ περιέχεσθαι ὑπὸ τῆς καθόλου ἀεὶ ψευδομένην, τὰς δέ γε ἀποφάσεις συντρεχούσας ταῖς καταφάσεσιν, ἅτε ἀναιρούσας τὸν συντεταγμένον τῷ κατηγορουμένῳ μερικὸν ἀποφατικὸν προσδιορισμὸν διὰ τῶν σὺν τῷ ὑποκειμένῳ λεγομένων ἀποφατικῶν καὶ αὐτῶν ὄντων· συμβαίνει γὰρ οὕτως ἑκατέρας τῶν ἀρνήσεων ἀναιρουμένης ὑπὸ τῆς ἑτέρας περιίστασθαι πάλιν τὴν πρότασιν εἰς τὴν ἐξ ἀρχῆς κατάφασιν· τί γὰρ διαφέρει τὸ εἰπεῖν ἶπάς ἄνθρωπος πᾶν ζῷόν ἐστι’ τοῦ εἰπεῖν ἰού πᾶς ἄνθρωπος οὐ πᾶν ζῷόν ἐστι’; δυνάμει γὰρ δῆλον ὅτι λέγομεν ‘πᾶς ἄνθρωπος οὐχὶ οὐ πᾶν ζῷόν ἐστιν’ ἤτοι ‘οὐχὶ πᾶς ἄνθρωπος οὐ πᾶν ζῷόν ἐστιν’ καὶ καθ’ ἑκατέραν εἰσφέρομεν τὴν ἐξ ἀρχῆς τὴν ‘πᾶς ἄνθρωπος πᾶν ζῷόν ἐστιν’. ἢ πάλιν τί διαφέρει τὸ εἰπεῖν ‘τὶς ἄνθρωπος πᾶν ζῷόν ἐστι’ τοῦ εἰπεῖν ‘οὐδεὶς ἄνθρωπος οὐ πᾶν ζῷόν ἐστι’; δυνάμει γὰρ πάλιν λέγομεν ὅτι ‘ἄνθρωπος οὐχὶ οὐ πᾶν ζῷόν ἐστιν’ ἤτοι ‘οὐχὶ οὐδεὶς ἄνθρωπος πᾶν ζῷόν ἐστι’ καὶ εἰσφέρομεν τὴν ‘τὶς ἄνθρωπος πᾶν ζῷόν ἐστι’. διὸ καὶ θεωρεῖν ἔξεστι τὰς εἰρημένας ἀποφάσεις μαχομένας πρὸς ταύτας τὰς προτάσεις τῶν ἀεὶ ἀληθῶν, πρὸς ἃς ἐμάχοντο καὶ αἱ ἀεὶ ψευδόμεναι καταφάσεις· πρὸς μὲν γὰρ τὴν ‘πᾶς ἄνθρωπος οὐ πᾶν ζῷον ἀεὶ ἀληθῆ κατάφασιν μάχονται ἥ τε ‘πᾶς ἄνθρωπος πᾶν ζῷον’ ἀεὶ ψευδὴς κατάφασις | διὰ τὸν κατηγορούμενον καὶ ἡ ‘οὐ πᾶς ἄνθρωπος οὐ πᾶν ζῷον’ [*](85v) διὰ τὸν ὑποκείμενον ὥστε συντρέχουσιν ἀλλήλαις). πρὸς δὲ τὴν λέγουσαν ‘τὶς ἄνθρωπος οὐ πᾶν ζ̔͂ͅῷον’ μάχονται ὁμοίως ἥ τε ‘τις ἄνθρωπος πᾶν ζῷον’ διὰ τὸν κατηγορούμενον καὶ ἡ οὐδεὶς ἄνθρωπος οὐ πᾶν ζῷον’ διὰ τὸν ὑποκείμενον, ὥστε καὶ αὗται συντρέχουσιν. εἰ τοίνυν αἱ εἰρημέναι ἀποφάσεις τὴν αὐτὴν ἔχουσι δύναμιν ταῖς καταφάσεσιν ὁ τὴν ἀεὶ ψευδομένην καθόλου κατάφασιν καὶ σὺν αὐτῇ τὴν ἀεὶ ἑπομένην αὐτῇ μερικὴν κατάφασιν ἀποκρίνας τοῦ καταλόγου τῶν προτάσεων διὰ τούτων ἄν εἴη καὶ τὰς λοιπάς, τοῦτ’ ἔστι τὰς δύο ἀποφάσεις τὰς διὰ τὸ συνᾴδειν ταῖς εἰρημέναις καταφάσεσιν ἀεὶ καὶ αὐτὰς ψευδομένας, ἀποδοκιμάσας· χρὴ γὰρ ἐφιστάνειν ὅτι ταῖς τε ἀεὶ ψευδομέναις τὴν αἰτίαν τοὐ ἀεὶ ψεύδεσθαι μόνη [*](1 προεθἐμ. ἐπισκ. (corr. num. superscr.) G (cf. p. 102,19) 2 μόνη G 4 συμπλέκουσα G μὲν om. F 6 ψευδομένης Ma 8 προσδ.] διορισμὸν libri τῶν] τὴν F 9 συμβαίνει] σημαίνει Α 11 πᾶν om. M 12 οὐ πᾶς] οὐδεὶς F 13 οὐ (prius) om. Aa: ante πᾶς ἄνθρ. colloc. G οὐ (alt.) ante πᾶς ἄνθρ. (alt.) collocaveris 13. 14 post οὐ πᾶν ζῶόν ἐστι add. ἀλλὰ πᾶς ἄνθρωπος πᾶν ζῶον δηλονότι G: ἀλλὰ πᾶς ἄνθρωπος πᾶν ζῶόν ἐστι a 14 ἑκατέραν] ἑτέραν G1 εἰσεκφερομένην Aa: εἰσφερομένην M post ἀρχῆς add. πᾶς ἄνθρωπος M τὴν (alt.)] τῆ G: τῆς Ma 17 ὅτι] ὅτι πᾶς G: οὐχὶ M; scribas τὶς οὐ om. F 18. 19 καὶ εἰσφ.—ζῶόν ἐστι suppl. G2 22 ἀεὶ—ζῶον (23) om. F 23 οὐ (alt.) om. G post ζῶον add. ἀπόφασις M 28 ἀποφάσεις om. G 29 ἀεὶ ἑπομένην αὐτὴ om. F 31 τὸ] τοῦ AMa 33 τε om. M)
Ἀλλὰ πῶς, φασίν, οὐκ ἐπ’ αὐτῶν τῶν πραγμάτων ὁ τοῦ Ἀριστοτέλους ἐλέγχεται λόγος, εἴπερ λέγοντες ‘πᾶς ἄνθρωπος πάσης ἐπιστήμης ἐστὶ δεκτικός’ καὶ τῷ καθόλου κατηγορουμένῳ τὸν καθόλου προσδιορισμὸν συντάττοντες ἀληθεύομεν; πρὸς ὃ ῥητέον ὅτι τὸ πάσης οὐ τῷ κατηγορουμένῳ κατὰ ἀλήθειαν συμπλέκομεν· κατηγορεῖται μὲν γὰρ τὸ περὶ τοῦ ὑποκειμένου λεγόμενον, λέγεται δὲ περὶ τοῦ ἀνθρώπου οὐχ ὅτι ἐστὶν ἐπιστήμη, ἀλλ’ ὅτι δεκτικός ἐστιν ἐπιστήμης. εἰ μὲν οὖν τῷ δεκτικῷ συνταττομένου τοῦ πᾶς δύναται τότε ἀληθεύειν ἡ πρότασις, οἷον λεγόντων ἡμῶν ‘πᾶς ἄνθρωπος πᾶν δεκτικὸν ἐπιστήμης ἐστίν’, ἐλέγχοιτο ἄν τοῦ Ἀριστοτέλους ὁ λόγος· νῦν δὲ ἀδύνατον αὐτὴν ἀληθεύειν· ὁ γὰρ τοῦτο λέγων οὐδὲν ἄλλο φησὶν ἢ ὅτι τῶν ἀνθρώπων ἕκαστος πᾶς ἄνθρωπός ἐστιν, οἷον ὁ Σωκράτης οὐ μόνον ἐστὶ Σωκράτης ἀλλὰ καὶ Πλατῶν καὶ Ἀλκιβιάδης καὶ τῶν ἄλλων ἕκαστος· | εἰ γάρ ἐστι πᾶς ἄνθρωπος πᾶν δεκτικὸν ἐπιστήμης, εἷς δὲ τῶν [*](87r) πάντων καὶ Σωκράτης, καὶ οὗτος ἄρα πᾶν δεκτικὸν ἐπιστήμης ἐστίν, ὥστε καὶ Πλατῶν ἔσται καὶ Ἀλκιβιάδης ὁ Σωκράτης, ἐπειδὴ καὶ οὗτοι δεκτικοί εἰσιν ἐπιστήμης· εἰ γὰρ μὴ εἴη ὁ Σωκράτης καὶ Πλατῶν ἅμα καὶ Ἀλκιβιάσης, οὐκέτι ἔσται πᾶν δεκτικὸν ἐπιστήμης. τὸ οὖν πάσης οὐκ ἔστιν ἐνταῦθα τοῦ κατηγορουμένου προσδιορισμός, ἀλλὰ μέρος· αὐτὸ γὰρ τοῦτο λέγεται περὶ τοῦ ἀνθρώπου, ὅτι δεκτικός ἐστι πάσης ἐπιστήμης. ὅτι δὲ οὐκ ἔστι τὸ πάσης προσδιορισμὸς τοῦ κατηγορουμένου, δῆλον ἐκ τοῦ συμπλέκοντας ἡμᾶς ταύτῃ τῇ προτάσει ἑτέραν μείζονα πρότασιν καὶ τὸ ἐν ταύτῃ κατηγορούμενον, αὐτὸ λέγω τὸ δεκτικὸν πάσης ἐπιστήμης, ὑποκείμενον ἑτέρῳ τινὶ καθόλου κατ’ αὐτοῦ κατηγουμένῳ ποιοῦντας, ἵνα συμπέρασμά τι ἐξ αὐτῶν συναγάγωμεν, προστιθέναι αὐτῷ τότε τὸν καθόλου προσδιορισμὸν ἅτε μὴ ἔχοντι, οἷον εἰ λέγοιμεν ‘πᾶς ἄνθρωπος πάσης ἐπιστήμης ἐστὶ δεκτικός, πᾶν τὸ πάσης ἐπιστήμης δεκτικὸν λογικόν, πᾶς ἄρα ἄνθρωπος λογικός’, καίτοι εἰ τὸ πάσης προσδιορισμὸς ἦν, τί ἡμῖν ἔδει καὶ [*](1 τῶ superscr. Α 2 ὁ Ἀριστοτέλης] De an. B 1 p. 412a27b5, ubi τίς desideratur, sed 414 a 13 legitur λόγος τις ἂν εἴη καὶ εἶδος ἐνδελέχειαν G ὀνομάζῃ] λέγη F Πλατῶν] Gorg. p. 462 3 παραληφθῆναι G 4 τὸν κατηγ. AMa 7 φησιν G2 οὐκ] οὐδ’ M 8. 9 ἐστι δεκτ.] ἐπιδεκτ. Α 10 οὐ τὼ] αὐτῶ M 11 συμπλέκεται A1G 12 ἐστὶν om. F 14 τότε om. F 16 ἁδύν.] οὐ δυνατὸν G 17 ἢ om. F 20 πᾶν om. G δεκτικὸς G 21 post Σωκρ. add. καὶ πλατῶν ἄμα καὶ ἀλκιβιάσης ὁ σωκράτης G 22 εἰ γὰρ—ἐπιστήμης (23) om. M εἴη] ἦν Α: ἦ G 23 πάσης G: πᾶς AFMa 24 ἐνταῦθα AMa: ἐν αὐτὴ F: ἐν ταύτῃ G 29 κατηγορουμένου G 30 τι om. M τότε τὸν] τὸν G: τόν τε a 32 ἐστι om. F δεκτικόν (pr. l.) AGMa ἄρα om. Α 33 καίτοι] καὶ τὸ M post πάσης superscr. ἐπιστήμης G2)
Οτι μὲν οὖν οὐ χρὴ τῷ κατηγορουμένῳ προστιθέναι τὸν καθόλου προσδιορισμὸν τὸν καταφατικόν, εἴτε κοινότερον εἴη τοῦ ὑποκειμένου τὸ κατηγορούμενον ὡς ἐπὶ τῆς ‘πᾶς ἄνθρωπος πᾶν ζῷον’, εἴτε καὶ ἐξισάζον πρὸς αὐτὸ ὡς ἐπὶ τῆς ‘πᾶς ἄνθρωπος πᾶν γελαστικόν’, φανερὸν ἐκ τῶν εἰρημένων· καὶ γὰρ καὶ ἐπὶ τῶν ἐξισαζόντων ὅρων παραπλήσιον τὸ ἄτοπον, διότι ὁ πάντα ἄνθρωπον ἅπαν γελαστικὸν εἶναι ἀποφηνάμενος ἕκαστον τῶν κατὰ μέρος ἀνθρώπων ἅπασιν εἶναι τὸν αὐτὸν ἀποφαίνεται, οἷον τὸν Σωκτάτην, διότι ἐστὶν ἄνθρωπος, ἅπαν εἶναι γελαστικόν, τοῦτο δέ ἐστι τὸν Σωκράτην πάντα ἄνθρωπον εἶναι. τοῦτο μὲν οὖν καὶ διὰ τῶν πρότερον εἰρημένων δῆλον, ἐν οἷς ἐδείκνυμεν ὡς οὐ δυνατὸν λέγειν ὅτι πᾶς ἄνθρωπος πᾶν δεκτικὸν ἐπιστήμης ἐστί· καὶ γὰρ τὸ δεκτικὸν ἐπιστήμης ἐξισάζει πρὸς τὸν ἄνθρωπον. ἀλλὰ τί τὸ αἴτιον τοῦ μὴ πεφυκέναι τὸ κατηγορούμενον ἀνέχεσθαι τῆς προσθήκης τοῦ πᾶς προσδιορισμοῦ, καίτοι τῷ οὐδεὶς συμφύεσθαι δοκοῦν; ἢ ὅτι τὸ καταφατικῶς κατηγορούμενον εἰ καθόλου κατηγοροῖτο τοῦ ὑποκειμένου, ἀεὶ περιλαμβάνειν ἐθέλει τὸ ὑποκείμενον, ἢ ὡς ἐξισάζον καὶ οἷον ἐφαρμόζον αὐτῷ ἢ καὶ ὡς ὑπερτεῖνον, καὶ ἔτι τὸ πλῆθος ἅπαν τῶν ὑπὸ τὸ ὑποκείμενον ἀτόμων τῇ ἑαυτοῦ μεθέξει συνδεῖν αὐτὸ πρὸς ἑαυτὸ καὶ ἑνοῦν πέφυκεν· ὅπερ γὰρ ἔλεγεν ἐν τοῖς προλαβοῦσιν ὁ Ἀριστοτέλης, τὸ πᾶς οὐ τὸ καθόλου σημαίνει, ἀλλ’ ὅτι καθόλου. εἰ τοίνυν τὸ μὲν καταφατικῶς κατηγορούμενον συνάγειν ἐπείγεται καὶ τὰ φύσει διῃ|ρημένα, ὡς ἄν αὐτῶν πολλῶν πρότερον κατὰ τὴν ἁπλότητα τὴν αὐτοῦ [*](88r) θεωρουμένων, τὸ δὲ πᾶς οὐχ ἑνός τινος ἀλλὰ πλήθους ἐστὶν ἐμφαντικόν, φανερὸν ὡς συμπλέκεσθαι αὐτὰ πρὸς ἄλληλα τῶν ἀδυνάτων. ὅταν δὲ παωτελῶς ᾖ κεχωρισμένον τὸ ἀποφατικῶς κατηγορούμενον τοῦ ὑποκειμένου, τότε καὶ ἕκαστον τῶν ὑπὸ τὸ κατηγορούμενον ἀποφάσκειν δυνάμεθα τοῦ ὑποκειμένου, οἷον λέγοντες ‘πᾶς ἄνθρωπος οὐδεὶς λίθος ἐστί, πλὴν ἐστοιβασμένην ποιήσομεν τὴν πρότασιν, ἐξὸν ἁπλούστερον λέγειν τὸ ἶπάς ἄνθρωπος λίθος οὐκ ἔστι’ καὶ τούτου ἔτι ἁπλούστερον τὸ ‘οὐδεὶς ἄνθρωπος λίθος ἐστίν᾿, ἵνα μὴ ἐπὶ ἀναιρέσεως τὸν καταφατικὸν προσδιορισμὸν παρα- λαμβάνωμεν.
[*](2 προσδιορισμὸς AFMa 3 δύναται M 5 τῶν] τὸν M τῶ om. AG 11 καὶ (post γὰρ) om. FG 12 διότι] διὸ G ὁ om. G 15. 16 διὰ τῶν πρότ. εἰρ.] p. 107,13 sq. 18. 19 τὸν κὰτ. Aa 19 τῶ] τὸ AMa 20 δοκοῦν evan. Α ἡ ὅτι] καίτοι Α: ἢ διότι M 23 ἅπαν om. Α 24. 25 ἐν τοῖς προλαβ. ὁ Ἀρ.] p. 17b 11 27 αὐτῶν scripsi: αὐτὸ AFMa: αὐτῶ G πολλῶν G1: πολλῶ AFG2Ma αὐτοῦ] ἑαυτοῦ a 28 θεωρουμένων scripsi: θεωρούμενον libri 30 ἀποφαντικῶς AF τοῦ ὑποκ.—κατηγορούμενον (31) in mrg. suppl. Α 31 τότε—ὑποκειμένου (32) suppl. G2 32. 33 ἐστειβασμἐνην Α 33 ποιήσωμεν Ma 35 διαιρέσεως F)Ἀντικεῖσθαι μὲν οὖν κατάφασιν ἀποφάσει λέγω ἀντιφατικῶς τὴν τὸ καθόλου σημαίνουσαν τῷ αὐτῷ ὅτι οὐ καθόλου, οἷον πᾶς ἄνθρωπος λευκός—οὐ πᾶς ἄνθρωπος λευκός, οὐδεὶς ἄνθρωπος λευκός— ἔστι τις ἄνθρωπος λευκός· ἐναντίως δὲ τῆν τοῦ καθόλου κατάφασιν καὶ τὴν τοῦ καθόλου ἀπόφασιν, οἷον πᾶς ἄνθρωπος δίκαιος — οὐδεὶς ἄνθρωπος δίκαιος. διὸ ταύτας μὲν οὐχ οἷόν τε ἅμα ἀληθεῖς εἶναι, τὰς δὲ ἀντικειμένας αὐταῖς ἐνδέχεταί ποτε ἐπὶ τοῦ αὐτοῦ ἀληθεύειν, οἷον οὐ πᾶς ἄνθρωπος λευκός καὶ ἔστι τις ἄνθρωπος λευκός.
Τὰς ἀντιθέσεις ἁπάσας τῶν προσδιωρισμένων προτάσεων ἐν τούτοις παραδίδωσιν ἡμῖν ὁ Ἀριστοτέλης, τάς τε τῶν διαγώνιον θέσιν ἐχουσῶν ἐν τῷ ἐκτε|θέντι πρότερον διαγράμματι καὶ τὴν τῶν καθόλου ὡς καθόλου [*](88v) καὶ ἔτι τὴν τῶν καθόλου ὡς μερικῶν λεγομένων. καὶ τὰς μὲν διαγωνίους φησὶν ἀντιφατικῶς ἀντικεῖσθαι πρὸς ἀλλήλας, τοῦτ’ ἔστιν ἀεὶ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, τήν τε καθόλου κατάφασιν μετὰ τῆς μερικῆς ἀποφάσεως καὶ τὴν καθόλου ἀπόφασιν μετὰ τῆς μερικῆς καταφάσεως, αὐτὰς δὲ τὰς καθόλου ὡς καθόλου προτάσεις μηκέτι ἀντιφατικῶς ἀλλ’ ἐναντίως ἀντικεῖσθαι πρὸς ἀλλήλας διὰ τὸ συμψεύδεσθαι ἀλλήλαις ἐπὶ τῆς ἐνδεχομένης ὕλης, ἐφ’ ἧς τὰς μερικὰς καὶ ὑπεναντίας λεγομένας συναληθεύειν ἀλλήλαις ἀνάγκη διὰ τὸ ἑκατέραν αὐτῶν ἀληθῆ εἶναι, ὅταν ἡ ἀντιφατικῶς αὐτῇ μαχομένη καθόλου πρότασις ψεύδηται, ὥστε κατὰ μηδένα τρόπον μάχεσθαι ταύτας ἀλλήλαις. δῆλα δὲ ταῦτα διά τε τῶν ὑπὸ τοῦ φιλοσόφου παρατεθέντων παραδειγμάτων καὶ ἐξ ὧν ἡμεῖς πρότερον περὶ αὐτῶν διεληλύθαμεν. εἰδέναι μέντοι χρὴ ὅτι γράφεται ἀντὶ τοῦ ἀντιφατικῶς καὶ ἀποφαντικῶς, σημαίνοντος, ὥς φησιν ὁ φιλόσοφος Πορφύριος, τοῦ Ἀριστοτέλους διὰ τούτου ποίας καταφάσεως πρὸς ποίαν ἀπόφασιν ἀξιοῖ τὴν ἀντίθεσιν λαμβάνειν, ὅτι τῆς ὡς ἀποφάνσεως, ἐπείπερ, ὥς φησιν, εἰώθασι καὶ τὰ ὡρισμένα ῥήματα καλεῖν καταφάσεις τὰ δὲ ἀόριστα ἀποφάσεις, καὶ ὑπώπτευσεν ἄν τις, εἰ μὴ προσέθηκε τὸ ἀποφαντικῶς, περὶ τῆς ἀντιθέσεως τῶν τοιούτων φωνῶν γίνεσθαι τὸν λόγον. δῆλον δὲ ὅτι τὰ ἐπαγό|μενα [*](89r) συνᾴδουσι μᾶλλον τῇ προτέρᾳ γραφῇ· ἀποφαντικῶς γὰρ λέγοιντο ἄν ἀντι- [*](1 ἀντιφατ.—λευκός (9) om. M 2 οὐ—οὐ πᾶς ἄνθρ. λευκός (3) om. G 3 οἷον—λευκός (9) om. a 4 ἐναντίως—λευκός (9) om. G 6 post οἷον add. πᾶς ἄνθρωπος λευκός, οὐδεὶς ἄνθρωπος λευκός b 7 ἄμα suppl. F2 8 αὐταῖς] ταύταις F ποτε om. F ἀληθεύειν] ἄμα ἀληθεῖς εἶναι b 10 προσδιωρ.] διωρ. F 10. 11 παραδ. ἡμῖν διὰ τούτων ἐν τούτοις om.) F 11 ὁ ἀριστοτἐλης om. F διαγώνων θέσεις Ma 12 προτέρω M διαγρ.] p. 93,10 13 τὴν G: om. AFMa post διαγωνίους add. ἃς καθόλου ὡς καθόλου ἐκάλεσεν ὡς ἐχούσας τὴν ἑτέραν τῶν προτάσεων καθόλου AMa: ἅς καθόλου (ὡς καθόλου suppl. m2) G (cf. p. 110,17) 17 ὡς καθόλου AM 19 ὕλης om. F 23 πρότερον] p. 91,4sq. 24 ἀντιφατ.] ἀποφατικῶς G 25 ἀποφαντ.] ἀποφατικῶς AMa 27 ὡς suppl. G2 28 καλεῖν om. F 29 ὑπόπτευσεν F 30 γενέσθαι M τοὺς λόγους G 31 ἄν λέγοιτο G ἂν om. Α)
Ὅσαι μὲν οὖν ἀντιφάσεις τῶν καθόλου εἰσὶ καθόλου, ἀνάγκη τὴν ἑτέραν ἀληθῆ εἶναι ἢ ψευδῆ, καὶ ὅσαι ἐπὶ τῶν καθ’ ἕκαστα, οἷον ἔστι Σωκράτης λευκός — ούκ ἔστι Σωκράτης λευκός· ὅσαι ἐπὶ τῶν καθόλου μὲν μὴ καθόλου δέ, οὐκ ἀεὶ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής· ἅμα γὰρ ἀληθές ἐστιν εἰπεῖν ὅτι ἔστιν ἄνθρωπος λευκὸς καὶ ὅτι οὐκ ἔστιν ἄνθρωπος λευκὸς καὶ ὅτι ἔστιν ἄνθρωπος καλὸς καὶ οὐκ ἔστιν ἄνθρωπος καλός· εἰ γὰρ αἰκρός, καὶ οὐ καλός, καὶ εἱ γίνεταί τι, καὶ οὐκ ἔστι. δόξειε δ’ ἄν ἐξαίφνης ἄτοπον εἶναι διὰ τὸ φαίνεσθαι σημαίνειν τὸ οὐκ ἔστιν ἄνθρωπος λευκός ἅμα καὶ ὅτι οὐδείς ἐστιν ἄνθρωπος λευκός· τὸ δὲ οὔτε ταὐτὸν σημαίνει οὔθ’ ἅμα ἐξ ἀνάγκης.
Τῶν ἐκ τῆς διαιρέσεως τοῦ ὑποκειμένου γινομένων ὀκτὼ προτάσεων τίνες μέν εἰσιν αἱ ἀντιφατικῶς ἀντικείμεναι πρὸς ἀλλήλας τίνες δὲ αἱ δοκοῦσαι μὲν ἀντιφάσκειν, οὐ μέντοι ἀντιφάσκουσαι, παραδίδωσιν ἡμῖν ὁ φιλόσοφος διὰ τούτων, τὰς μὲν διαγωνίους, ἃς καθόλου ὡς καθόλου προσαγορεύει διὰ τὸ ἔχειν τὴν ἑτέραν τῶν προτάσεων καθόλου ὡς καθόλου, μάχεσθαι πρὸς ἀλλήλας ἀντιφατικῶς ἀποφαινόμενος, τὴν πᾶς κατάφασιν τῇ οὐ πᾶς ἀποφάσει καὶ τὴν οὐδείς ἀπόφασιν τῇ τίς καταφάσει, καὶ ἔτι τὰς καθ’ ἕκαστα, τὴν ‘Σωκράτης λευκός ἐστι’ τῇ ‘Σωκράτης Σωκράτης λευκὸς οὐκ ἔστι’· τὰς δέ γε ἀπροσδιορίστους, ἃς καὶ ἐν τούτοις καθόλου | μὴ καθόλου [*](89v) προσηγόρευσεν, οὐ φάσκων ἀντιφάσκειν ἀλλήλαις· οὐδὲ γὰρ ἀεὶ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἀλλὰ ταῖς μερικαῖς τὴν αὐτὴν ἐχούσας δύναμιν συναληθεύειν ἐπὶ τῆς ἐνδεχομένης ὕλης, ἐφ’ ἧς καὶ ἐκεῖναι συναληθεύουσαι κατελαμβάνοντο· ἀληθεύειν γὰρ ἅμα τήν τε ‘ἔστιν ἄνθρωπος λευκός’ ἀπροσδιόριστον κατάφασιν ἐπί τινος φέρε τῶν Σκυθῶν λαμβανομένην καὶ τὴν ‘οὐκ ἔστιν ἄνθρωπος λευκός’ ἀπροσδιόριστον ἀπόφασιν ἐπί τινος τῶν Αἰθιόπων, καὶ τὴν ‘ἔστιν ἄνθρωπος καλός’ ἐπὶ τοῦ Ἀχιλλέως ἢ Νιρέως καὶ τὴν ‘οὐκ ἔστιν ἄνθρωπος καλός’ ἐπὶ τοῦ Θερσίτου. ταῦτα τοίνυν οὕτως τοῦ Ἀριστοτέλους ἀποφαινομένου καὶ ἀντιφθεγγομένων πρὸς αὐτὸν κλεινῶν τε καὶ ἐμοὶ σεβασμίων ἀνδρῶν, προσῆκον ἄν εἴη φιλτέραν ἅμα καὶ αἰδοιοἕτερον] [*](1 ἑκάτερον AF 1. 2 πρὸ αὐτῶν] προτάσεων G1 2 ἀντικειμένων F: κειμένας G1 4 ἀνάγκη—ἀνάγκης (13) om. M ἀναγκαῖον Α καὶ ὅσαι—ἀνάγκης (13) om. a 7 μὲν AG2: om. FG1 8 ὅτι (ante οὐκ) superscr. Α ante λευκός (alt.) add. οὐ del. G 8. 9 καὶ ὅτι ἔστιν ἄνθρ. καλὸς—καλός om. G 8 ὅτι (ante ἔστιν) om. b 9 καὶ ὅτι οὐκ Α 10 καλῶς Α δόξει G1 11 σημαίνειν om. (in mrg. ταὐτὸν σημαίνειν) Α 12 ἐστιν (post οὐδείς) om. b 14 ὀκτὼ γιν. Α 16 ἀντιφάσκουσαι] ἀντιφάσκουσιν F 17. 18 νῦν προσαγορεύει G 23 φάσκων] λέγων a 24 ἐχούσαις a 28 post τινος add. φέρε G 29 νηρἐως Α: τοῦ νιρἐως Ma (cf. Hom. Β 673) 31 ἀποφηναμένου GM κλεινῶν] cf. Plat. Soph. p. 243 Α 32 σεβασμένων G1 φιλτέραν κτλ.] cf. Plat. Phaedo. p. 91 C Arist. Eth. Nic. p. 1096 a 16)
Ὁ μὲν οὖν Ἀριστοτέλη ὅπερ καὶ πρότερον ἐλέγομεν, ἀξιοῖ τὰς ἀπροσδιορίστους ταῖς μερικαῖς τὸ αὐτὸ φθέγγεσθαι, | τὴν μὲν κατάφασιν τῇ [*](90r) καταφάσει τὴν δὲ ἀπόφασιν τῇ ἀποφάσει· ταὐτὸν γὰρ σημαίνειν τὸν λέγοντα ‘ἔστιν ἄνθρωπος λευκός’ τῷ λέγοντι ‘τὶς ἄνθρωπος λευκός ἐστι’ καὶ τὸν λέγοντα ‘οὐκ ἔστιν ἄνθρωπος λευκός’ τῷ λέγοντι ‘τὶς ἄνθρωπος λευκὸς οὐκ ἔστιν’ ἢ ἰού πᾶς ἄνθρωπος λευκός ἐστὶ · διὸ ἐφ’ ἧς ὕλης αἱ μερικαὶ συναληθεύουσι (συναληθεύουσι δὲ ἐπὶ τῆς ἐνδεχομένης), ἐπὶ ταύτης καὶ ἀπροσδιορίστους συντρέχειν ἀλλήλαις. εἰ δέ γε ὄντως ταύτην ἔχουσι τὴν δύναμιν αἱ προκείμεναι προτάσεις, ἐπισκεψώμεθα τὴν ἀρχὴν τῆς ἐτικρίσεως ἀπό τινος κοινῆς περὶ αὐτῶν ἐννοίας ποιούμενοι τῆσδε· τὰς ἀπροσδιορίστους ἅπαντες ὁμολογοῦμεν ὕλης ἔχειν λόγον πρὸς τὰς προσδιωρισμένας προτάσεις, ἐπείπερ προσλαμβάνουσαι τοὺς προσδιορισμοὺς εἴδεσιν ἀναλογοῦντας ἀποτελοῦσι τὰς προσδιωρισμένας οἷον συναμφότερόν τι. ἐπεὶ οὖν ἡ ὕλη ἅτε ἀνείδεος οὖσα πάντων μὲν ὑφεῖται τῶν εἰδοπεποιημένων, πλησιάζει δὲ μᾶλλον τοῖς χείροσιν αὐτῶν καὶ τοῖς μήπω διηρθρωμένον ἔχουσι τὸ εἶδος ἅτε ἀμυδροτέραν ἔχουσι δύναμιν καὶ οὐ πολὺ αὐτῆς κατ’ οὐσίαν ὑπερέχουσι, δῆλον ὅτι καὶ τὰς ἀπροσδιορίστους προτάσεις ταῖς χείροσι τῶν προσδιωρισμένων ἰσοδυναμεῖν ἀναγκαῖον. οὐκοῦν ἐπισκεψώμεθα τῶν προσδιωρισμένων προτάσεων τίνας εἶναι χείρονας ῥητέον, καὶ ταύταις ἐροῦμεν τὰς ἀπροσδιορίστου τὸ αὐτὸ φθέγγεσθαι. τῶν μὲν οὖν καταφάσεων τῶν προσδιωρισμένων ἀναμφισβητήτως ἡ μερικὴ τῆς καθόλου χείρων, διόπερ ἀνάγκη τὴν ἀπροσδιόριστον κατάφασιν ἰσοδυναμεῖν | τῇ μερικῇ [*](90v) καταφάσει. περὶ δὲ τῶν ἀποφάσεων ἀμφισβητοῦσιν οἱ ἐξηγηταὶ πρὸς ἀλλήλους καὶ οἱ μὲν ἑπόμενοι τῷ Ἀριστοτέλει τὴν μερικὴν χείρονα εἶναί φασι τῆς καθόλου σεμνότερον γὰρ ἐν τῇ κατὰ τὸ ποσὸν τῶν προτάσεων ἀντιθέσει τὸ καθόλου τοῦ κατὰ μέρος, ὥσπερ ἐν τῇ κατὰ τὸ ποιὸν τὸ καταφατικὸν τοῦ ἀποφατικοῦ), οἱ δὲ τὴν καθόλου χείρονα εἶναι τῆς μερικῆς ἀποφαίνοντι, διότι οὐ μόνον τὸ ποσὸν ἐν ταῖς προτάσεσι ταύταις λαμβάἁπάντων] [*](1 αὐτῶν F 2 διελθεῖν (superscr. πὰρ) Α 3 τε om. F 8 ante ἐπικρ. add. τὴν del. G 10 πρότερον ἐλέγομεν] p. 110,24 12 σημαίνει G 14 τὶς ἀνθρ. λευκὸς οὐκ ἔστιν ἡ om. F 15 αἱ μερικαὶ om. F 20. 21 προσδιωρ.] προσδιορ. F: διωρ. GMa 21 προδιορ. F 25 αὐτῶν F 28 τίνα Α 30 ἀναμφισβήτως F 32 ἀποφ.] καταφάσεων G1 34 φασι om. G1 (post καθόλου suppl. G2) 35 τοῦ] τῆς F 36 τῆς μερ.] τῆ κατὰ μέρος F)
Εἰ δὲ λέγοι τις ἐπὶ τῶν κακῶν αἱρετωτέραν εἶναι τὴν καθόλου ἀπόφασιν τῆς μερικῆς ἀποφάσεως, πρῶτον μὲν ἀγνοεῖ ὅτι ἐν τῇ λογικῇ πραγματείᾳ οὐ τὰς τῶν πραγμάτων ἐπισκεπτόμεθα φύσεις ἀλλὰ τῶν φωνῶν αὐτῶν καθ’ αὑτὰς τὴν δύναμιν, ἔπειτα οὐδὲ οὕτως δεῖξαι δυνήσεται συμφθεγγομένας ἀλλήλαις τὰς ἀπροσδιορίστους προτάσεις· δῆλον γὰρ ὅτι κατὰ τὴν αὐτὴν διάνοιαν αἱρετωτέραν ἐπὶ τῶν κακῶν φήσει εἶναι τὴν μερικὴν κατάφασιν τῆς καθόλου καταφάσεως· ὥσπερ γὰρ βέλτιον τὸ παντελῶς μὴ εἶναι τὰ κακὰ τοῦ ἐπὶ μέρους μὴ εἶναι, οὕτως καὶ τὸ ἐπὶ μέρους εἶναι τοῦ παντελῶς εἶναι. συμβήσεται οὖν ἐπὶ τούτων τὴν ἀπροσδιόριστον κατάφασιν τῇ καθόλου καταφάσει ὡς χείρονι τῆς μερικῆς συναληθεύειν. ἀλλὰ μὴν τὴν ἀπόφα|σιν ἐπὶ τούτων ἠξίου τῇ μερικὴ ἀποφάσει διὰ τὴν αὐτὴν [*](92r) αἰτίαν συναληθεύειν· ἀντικείσονται ἄρα καὶ ἐπὶ τῶν κακῶν αἱ ἀπροσδιόριστοι τοῦτον τὸν τρόπον, ὃν ἡ μερικὴ ἀπόφασις πρὸς τὴν καθόλου κατάφασιν. ταύτας δὲ συντρέχειν πρὸς ἀλλήλας ἀδύνατον· ὥστε καὶ οὕτως διαιρήσουσιν ἀεὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος αἱ ἀπροσδιόριστοι προτάσεις. εἰ δέ τις ἀξιοίη τὴν ἀπροσδιόριστον ἀπόφασιν ποτὲ μὲν τῇ μερικῇ ἀποφάσει συντρέχειν ποτὲ δὲ τῇ καθόλου παροξυτόνως μὲν γὰρ λαμβανομένου τοὐ ἔστιν ἐν τῷ ‘ἄνθρωπος δίκαιος οὐκ ἔστι’ ταὐτὸν φθέγγεσθαι τῷ ‘οὐδεὶς ἄνθρωπος δίκαιός ἐστιν’, ὀξυτύνως δὲ τῷ ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι’), πρῶτον μὲν οὗ πείθειν ἀλλὰ νομοθετεῖν ἡμῖν λέγοιτο ἄν, ἔπειτα ῥητέον πρὸς αὐτὸν ὡς οὐκ οἶδεν ἡ ‘Ελληνικὴ χρῆσις ἐπὶ τέλους τὸ ἔστιν ὀξυτονούμενον ἢ καὶ ἐν οἵᾳ δήποτε χώρᾳ τῇ ἀρνήσει ὑποτεταγμένον. εἰ οὖν ὁμολογεῖ καὶ αὐτὸς βαρυνομένου τοῦ ἔστι τὴν ἀπροσδιόριστον ἀπόφασιν τῇ καθόλου τὸ αὐτὸ φθέγγεσθαι, ἀεὶ δὲ βαρυτονεῖσθαι αὐτὸ ἀναγκαῖον ἐν ταῖς [*](1 ἐν utrobique om. M παρὰ—καταφάσει om. F καὶ om. M 3 προτάσεις om. FM λάβοιμεν F: προσλάβοιμεν a 4 ποιοῦμεν AG: ποιῶμεν M 5 αὐτὰς καθ’ αὑτὰς ἀτε- λεῖς οὔσας F αὐτοτελέσιν G 9 τύχοι FG 12 εἶναι om. M 13 διότι F 17 φήσει] φύσει F: φασιν a 19 τὰ κακὰ] κακὰ Α: κατὰ Ma 21 τῆ καταφ. τῆ καθ. G 24 αἱ μερικαὶ ἀποφάσεις FG 27 ἀξιοῖ G 28 γὰρ om. G 29. 34 τοῦ ἐστιν] τουτέστιν F 29. 30 ταὐτὸν—δίκαιός ἐστιν om. F 29 τῷ (ante οὐδεὶς)] τὸ A 30 τῷ] τὸ AM: τοῦ F πᾶς ex τὶς corr. A 31 ὄν om. M 33 ἡ] εἰ FGa δήποτε] ποτε AGM post χώρᾳ add. in mrg. προτάσεως Α ἐν] ἐπὶ F)
Ταῦτα μὲν οὖν ὁ τῶν ἀντιφθεγγομένων τῷ Ἀριστοτέλει λόγος. μήποτε δὲ δυνατὸν πρὸς ἕκαστον τῶν ἐπιχειρηθέντων ἀπαντᾶν λέγοντας ὡς οὔτε εὔλογον τὴν καθόλου ἀπόφασιν χείρονα λέγειν τῆς κατὰ μέρος, εἴπερ κατὰ μὲν τὸ ποιὸν οὐ διαφέρουσι, κατὰ δὲ τὸ ποσὸν μόνον παραβάλλοντες τὰς προτάσεις πρὸς ἀλλήλας ὁμολογοῦμεν κρείττονα εἶναι τὴν | καθόλου [*](92v) τῆς κατὰ μέρος ὡς ὅλην μέρους, οὐ προσποιούμενοι τὰ πράγματα, περὶ ὧν ποιοῦνται τοὺς ἀφορισμούς οὕτω γὰρ οὐκέτι φυλάξομεν τὴν ὑπόθεσιν, λέγω δὲ τὸ περὶ μόνης τῆς κατὰ τὸ ποσὸν διαφορᾶς τῶν προτάσεων ποιἠσασθαι τὴν ἐπίκρισιν), οὔτε τὴν κατὰ μέρος ἀπόφασιν ὕπαρξίν τινα καθ’ αὑτήν εἰσάγειν ἐροῦμεν, ἀλλ’ ἀναιρεῖν μόνον τὴν καθόλου κατάφασιν, καὶ οὐδὲν ἧττον ἀποφάσκειν τῆς καθόλου, ἀλλ’ ἐλαττόνων ἐνίοτε μόνον διὸ καὶ ὑφίεσθαι αὐτῆς λέγεται κατὰ τὸ ποσόν, ὥσπερ καὶ ἡ κατάφασις ἡ κτὰ μέρος ἔχει πρὸς τὴν καθόλου κατάφασιν), οὔτε εἰ φαίνοιτο χρώμενος ὁ Ἀριστοτέλης τῇ ἀπροσδιορίστῳ ἀποφάσει ἀντὶ τῆς καθόλου. θαυμαστὸν οὐδέν· συμφθέγγεται γὰρ αὐτῇ κατὰ τὴν ἀδύνατον ὕλην, ὥσπερ καὶ ἡ κατὰ μέρος. δῆλον δὲ ὅτι κατὰ ταύτην προήγαγεν ὁ φιλόσοφος τὰς εἰρημένας ἀποφάσεις· οὐ γὰρ ἐνδέχεσθαι ἀξιοῖ μηδεμίαν εἶναι κίνησιν παρὰ τὰ κινούμενα πράγματα ἢ μηδεμίαν αἴσθησιν παρὰ τὰς πέντε, ἀλλ’ ἀδύνατον εἶναι. καὶ εἰ φαίνοιντο τῶν παλαιῶν τινες ἐπὶ τῆς ἐνδεχομένης ὕλης οὕτως αὐτῇ καταχρησάμενοι, ὡς ταὐτὸν δυναμένῃ τῇ καθόλου καὶ ἀληθευούσῃ ἐφ’ ὧνπερ ἐκείνη (τοῦτο γάρ ἐστι τὸ ταὐτὸν δύνασθαι), φανερὸν ὅτι οὐκ ἀπαραλλάκτως, ἐπεὶ αὐτόθεν ἀδύνατον αὐτὴν ἀν·τὶ ἐνδεχομένης εἶναι ὁμολογήσομεν (κατὰ μόνην γάρ τὴν ἀδύνατον ὕλην ἡ καθόλου ἀποφατικὴ πρότασις ἀληθής, κατὰ δὲ τὴν ἀναγκαίαν καὶ τὴν ἐνδεχομένην, ὅπερ ἔμπροσθεν ἐλέγομεν, ψευδής), ἀλλὰ τῷ τε χρόνῳ ὁριζομένην, οἷον ὅτι νῦν οὐκ ἔστιν ἄνθρωπος δίκαιος | ἢ σοφός, καὶ ὡς πρὸς τοὺς συνεγνωσμένους ἡμῖν ἢ ἐκ [*](93r) συνουσίας ἢ καὶ ἐξ ἀκοῆς· οὐ γὰρ δὴ περὶ ὧν μηδεμίαν ἔχομεν ἢ ἐκ πείρας ἢ ἐκ μαρτυρίας γνῶσιν, εἰ μὴ τοῦ Κνήμωνος καὶ τοῦ Τίμωνος εἴημεν μισανθρωπότεροι, τολμήσομεν ἀποφαίνεσθαι, ὡς οὐδαμῶς μετεχόντων οὗ πέφυκεν ἡ φύσις ἡ ἀνθρωπεία μετέχειν, ἅτε ὄντος ἐνδεχομένου κατὰ τὴν ὑπόθεσιν. τοῦτο δὲ οὐκ ἔστι ταὐτὸν τῇ καθόλου ἀποφάσει· τὸ γὰρ ὁρίζειν ἢ κατ’ ἐνέργειαν ἢ κατ’ ἐπίνοιαν τὰ ἄτομα, ὧν τὸ κατηγορούτὴν [*](2 ἀντίφ. G 3 οὖν om. F 5 οὐδὲ AG1M: οὐδὲν G2 λέγειν] εἶναι G κατὰ μέρος] μερικῆς G 6 τὸ (ante ποσὸν) om. FG 8 malim ὅλον 10 prius τὸ om. G 14 ὑφεῖσθαι Fa 16. 17 μηδὲν θαυμαστόν G1 18 παρήγαγεν F: προσήγαγεν M 19. 20 κινούμ.] καλούμ. M 21 φαίνοιτο G 23 ὧνπερ] ὧν Ma 24 αὐτόθεν om. F εἶναι ante αὐτὴν colloc. G 25 ἀποφαντικὴ M 26 τὴν ἀναγκαίαν καὶ om. F 26. 27 ἔμπροσθεν ἐλέγομεν] p. 91,25 sq. 27 scribas ὁριζομένῃ post ὁριζ. add. τῶ νῦν G ὅτι om. G οὐκ ἔστιν νῦν G 28 ὡς πρὸς] ὥσπερ a τὰς συνεγνωσμένας F 29 καὶ om. G 30 Κνήμωνος] alioquin ignotus 31 τολμήσωμεν Ma ἀποαποφαίν. F 33 τὸ] τῶ Ma)
καὶ
- οὐκ ἔστιν οἰκεῖν οἰκίαν ἄνευ κακοῦ
κατὰ ποίαν ὕλην ἐροῦμεν χρήσασθαι τῇ ἀποφάσει; εἰ μὲν γὰρ κατὰ τὴν ἀδύνατον, οὐδὲν πρὸς τὸν λόγον· εἰ δὲ κατὰ τὴν ἐνδεχομένην δεῖ γὰρ καὶ κατὰ ταύτην, εἴπερ ἀεὶ τὸ αὐτὸ δύνανται), πρῶτον μὲν συμβήσεται μηκέτι ψεύδεσθαι τὰς καθόλου κατὰ τὴν ἐνδεχομένην, καίτοι διὰ τοῦτο προσαγορεύομεν αὐτὰς ἐναντίας, ἔπειτα σαφῶς ὁμολογήσομεν αὐτοὺς ἐκείνους κρα- τύνειν τὸ παρὰ τοῦ Ἀριστοτέλους λεγόμενον, ὅτι αἱ ἀδιόριστοι κατὰ τὴν ἐνδεχομένην ὕλην συναληθεύουσιν· εἰ γὰρ τῇ ἀποφάσει χρῶνται ὡς ἀληθεῖ, περὶ δὲ τῆς καταφάσεως οὔτε γέγονεν οὔτε γένοιτ’ ἄν ἀμφισβήτησίς τις ὡς οὐ πάντως ἀληθευούσης ἐπὶ τῶν ἐνδεχομένων, ὥσπερ οὐδὲ τῆς κατὰ μέρος, δῆλον ὅτι συναληθεύειν ἀλλήλαις ἀνάγκη τὰς ἀπροσδιορίστους προτάσεις. | εἰ δέ τις φαίη κατὰ μόνην τὴν ἀδύνατον ὕλην ἀληθεύειν [*](93v) τὴν ἀδιόριστον ἀπόφασιν παραπλησίως τῇ καθόλου, πρῶτον μὲν αὐτὸ αἰτή- σεται τὸ ἐξ ἀρχῆς, ἔπειτα πῶς οὐκ ἀποκληρωτικὸν τὸ ἐπὶ μὲν τῆς καταφάσεως τῆς ἀπροσδιορίστου ὁμολογεῖν ὅτι ὁ ὑποκείμενος ταὐτὸν σημαίνων τῷ λεγομένῳ μετὰ τοῦ τίς προσδιορισμοῦ, καὶ μηδενὸς τῶν καθ’ ἕκαστα ἐνεργείᾳ λαμβανομένου, τελείαν τε ποιεῖ τὴν πρότασιν καὶ ἀληθεύουσαν κατὰ τὴν ἐνδεχομένην ὕλην, ἐπὶ δὲ τῆς ἀποφάσεως μηδέτερον τούτων συγχωρεῖν; διὰ τί γὰρ ἡ μὲν ‘ἄνθρωπος λευκός ἐστι᾿ ταὐτὸν δύναται τῇ ‘τὶς ἄν·θρωπος λευκός ἐστιν᾿, ἡ δὲ ‘ἄνθρωπος λευκὸς οὐκ ἔστιν’ οὐ δυνή- σεται ταὐτὸν τῇ ‘τὶς ἄνθρωπος λευκὸς οὐκ ἔστι’ σημαινούσῃ ὅτι ἔστιν ἄνθρωπος οὐ λευκός; ὡρισμένα γὰρ ἄτομα προσυπακούειν ταῖς ἀπροσδιορίστοις, ἵνα συναληθεύσωσιν, οὐδαμῶς ἀναγκαῖον, εἰ μὴ καὶ ταῖς κατὰ μέρος. εἰ δὲ λέγοιμεν τὴν μὲν ‘ἔστιν ἄνθρωπος καλός’ ἀληθεύειν διὰ τὸν Νιρέα, τὴν δὲ ‘οὐκ ἔστιν ἄνθρωπος καλός’ διὰ τὸν Θερσίτην, οὔτε ἀτελεῖς διὰ τοῦτο ποιοῦμεν τὰς προτάσεις οὔτε διαφόρους τοὺς ὑποκειμένους, εἰ μὴ μέλλοιμεν τὰ αὐτὰ καὶ ἐπὶ τῶν κατὰ μέρος ἀπορεῖν, ἃς ὁμολογοῦμεν καὶ τελείας εἶναι καὶ συναληθεύειν ἀλλήλαις. διὰ μέντοι τὰ διάφορα μέρη τοῦ ὑποαὐτῶ [*](1 GM 2 τοὺς om. G1: τοὺς τὴν suppl. G2 4 οὐκ έστιν οἰκεῖν ..] Σουσαρίωνος in mrg. Α (cf. Com. Att. fr. ed. Kock I p. 3) 6 οὐκ ἀγαθὸν ..] Horn. Β 204 7 ἐροῦμεν om. Α χρῆσθαι G γὰρ om. F 8 εἰ δὲ καὶ κατά M 9 δύναται F 10 ψεύδεσθαι τὰς] συμβήσεται Α κατὰ] διὰ G1 ἐνδεχ. ὕλην G 13 συναληθεύουσαι Α 15 περὶ τῆς Ma 16 ἀδιορ. Α 18 τῆς καθόλου G 19 οὐκ om. F 22 λαμβανομένων Α τε om. F ποιεῖν AGMa 23 ἀποφάνσεως Α 24 γὰρ ἡ μὲν γὰρ Α ταὐτὸν—οὐκ ἔστιν (25) om. F 25. 26 δυνήσεται] δύναται a 26 σημαινούσῃ τῆ Aa 26. 27 οὐκ ἐστιν τὶς ἄνθρ. λευκός F: ἔστι τὶς ἄνθρ. οὐ λ. G 27 ἀδιορίστ. AFMa 29 λέγομεν F καλός] λευκός a καλός] Α 32 ἀπορεῖν] ἀπομεριεῖν F 33 τὰ om. AFMa)
- οὐκ ἀγαθὸν πολυκοιρανίη,
Ταῦτά τε οὖν ὑπὲρ τοῦ Ἀριστοτέλους μᾶλλον δὲ ὑπὲρ τῆς φαινομένης ἡμῖν ἀληθείας ἀπολογούμενοι λέγομεν καὶ ὅπερ ἐξ ἀρχῆς προεθέμεθα προσεξευπορῦντες πρὸς ἐπίκρισιν τοῦ θεωρήματος, ὅσα ἐπὶ νοῦν ἦλθε δίχα τῶν ἐφ’ ἑκάτερα καταβεβλημένων περὶ αὐτοῦ λόγων, ἐφιστάνειν ἀξιοῦμεν πρῶτον μὲν ὅτι τὴν κατὰ μέρος κατάφασιν, ἣν ὁμολογοῦμεν τὴν αὐτὴν ἔχειν δύναμιν τῇ ἀδιορίστῳ, ἀναιρεῖν μὲν ἐπιχειροῦμεν τὸ ἀρνητικὸν μόριον αὐτῇ συμπλέκοντες, τοῦτο δὲ ποιοῦμεν κατὰ δύο τρόπους· ἢ γὰρ τῷ ἔστιν ἢ τῷ προσδιορισμῷ τοῦτο συνείροντες. ἀλλ’ ὅταν μὲν προτάξωμεν αὐτὸ τοῦ προσδιορισμοῦ, τότε ὡς προσδιωρισμένην ἀναιροῦμεν τὴν πρότασιν, ὅταν δὲ τοῦ ἔστιν, ὡς τὸ αὐτὸ δυναμένην τῇ ἀπροσδιορίστῳ, ἐπεὶ καὶ κατὰ μόνον τὸν προσδιορισμὸν ἐπλεόνασεν αὐτῆς ἡ προσδιωρι- σμένη, τῆς δὲ ἀπροσδιορίστου τὴν ἀπόφασιν κατὰ μόνον τὸ ἔστι γίνεσθαι ἀνάγκη. ἀλλὰ μὴν εἰ ἡ τῷ ἔστι συμπλέκουσα τὴν ἄρνησιν ἀπόφασις κατὰ μέρος ἐστὶν ὥσπερ ἡ πρὸ τοῦ διορισμοῦ αὐτὴν τιθεῖσα καθόλου, καὶ τῆς ἀπροσδιορίστου ἄρα καταφάσεως ἡ ἀπόφασις τὸ αὐτὸ τῇ κατὰ μέρος δυνή- σεται. πρὸς δέ γε τούτῳ τὰς ἐν τῷ πρώτῳ σχήματι γινομένας συλλογιστικὰς συμπλοκὰς ἐννοεῖν ἄξιον· εἰ γὰρ ὁμολογοῦμεν τὴν ἀπροσδιόριστον κατάφασιν ταὐτὸν δύνασθαι τῇ κατὰ μέρος καὶ διὰ τοῦτο χείρονα εἶναι κατὰ τὸ ποσὸν ἑκατέρας τῶν κα|θόλου καὶ τὸ συμπέρασμα δεῖν ἐοικέναι τῇ [*](94v) ἑτέρᾳ τῶν εἰλημμένων ἐν τῷ συλλογισμῷ προτάσεων καὶ ἕπεσθαι πάντως τῇ χείρονι κατά τε τὸ ποσὸν καὶ κατὰ τὸ ποιόν, καὶ ἔτι πρὸς τούτοις τῶν προτάσεων ἀληθῶν οὐσῶν καὶ τῆς συμπλοκῆς αὐτῶν ἀμέμπτως ἐχούσης τὸ συμπέρασμα ἐξ ἀνάγκης ἀληθεύειν, ποῖον ἐροῦμεν συμπέρασμα συνάγεσθαι ἐξ ἀδιορίστου καταφατικῆς τῆς ἐλάττονος καὶ καθόλου ἀποφατικῆς τῆς μείζονος; ἀνάγκη μὲν γὰρ διὰ τὰ προειλημμένα ὁμολογεῖν ὅτι τε ἀπροσδιόριστον ἀποφατικὸν καὶ ἀληθῶν οὐσῶν ἐκείνων ἀληθές· πῶς δὲ δυνατὸν ἀληθεύειν αὐτὸ καθ’ αὑτὸ κατὰ τὴν ἐνδεχομένην ὕλην, εἴπερ τὸ αὐτὸ φθέγγοιτο τῇ καθόλου ἀποφάσει, οἷον ‘ἄθρωπος δίκαιός ἐστιν, οὐδὲν δίκαιον ἄδικόν ἐστιν, ἄνθρωπος ἄρα ἄδικος οὐκ ἔστιν’; ἆρα τοῦτο τῇ [*](1. 2 τὶς ἄνθρ. δίκαιος οὐκ έστιν om. M 2. 3 ἐπιφέροιεν G 4 περὶ] ὐπ’ M 7 ὑπὲρ] ἀπὸ (utrobique) G 8 ἡμῖν om. Α ἐξ ἀρχῆς] p. 111,5 10 αὐτοῦ τῶν G ἐφιστάνειν δὲ G 11 μέρος iter. F 14 μὲν suppl. G2 16 τοῦ ἔστιν] τουτέστιν F ἀδιορίστῳ AFGa 18 τῆ δὲ ἀπροσδιορίστῳ F 19 τῶ] τὸ AM 20 an προσδιορισμοῦ? 21 ἀδιορίστου F τῶ αὐτῶ Α 22 τῶ] αὐτῶ a γενομ. Aa 24 χεῖρον G1 25 ἑκατέραν Α; locus non sanus δεῖ Α 27 τε om. FM 28 αὐτῶν om. M 30. 31 τῆς (utrobique) om. G 31 προειρημένα G 32 ἀδιόριστον AFM: ἀόρι- στον a ἀποφαντικόν Α 33 καθ’ αὐτὸ om. F 35 ἄρα om. Ma)
Ὅτι δὲ ταῦτα ἀληθῶς λέγομεν, μάθοιμεν ἄν ἐκ τοῦ ἰσοσθενεῖν μὲν ὁμολογουμένως τὰς καταφάσεις ἀλλήλαις, τήν τε ἀδιόριστον καὶ τὴν μερι- κήν, διὰ δὲ τοῦτο καὶ τὰς προτάσεις τὰς προτιθείσας τοῦ ἔστι τοῦ ἐνεργείᾳ ἢ δυνάμει ληφθέντος ἐν αὐταῖς τὸ ἀρνητικὸν μόριον, ἐπὶ δὲ τῆς κατὰ μέρος τὴν οὕτω γινομένην τῇ μὲν φωνῇ δοκοῦσάν πως εἶναι κατάφασιν διὰ τὸ μὴ συμπεπλέχθαι τὴν ἄρνησιν τῷ προσδιορισμῷ, δύναμιν δὲ ἔχουσαν ἀποφάσεως, ὅπερ ἐν τοῖς ἐξῆς σαφέστερον ἐπιδείξομεν, ποτὲ μὲν τῇ καθόλου ποτὲ δὲ τῇ κατὰ μέρος τὸ αὐτὸ δύνασθαι διὰ τὸ τὴν ἄρνησιν ἐνδέχεσθαι καὶ πρὸς τὸ τίς ἐξακούεσθαι καὶ πρὸς τὸ κατηγορούμενον, καὶ πρὸς μὲν τὸ τίς ἐξακουομένην ταὐτὸν σημαίνειν τῷ οὔτις καὶ οὐδείς, πρὸς δὲ τὸ ·κατηγορούμενον τῷ οὐ πᾶς· τὸ γὰρ ‘τὶς ἄνθρωπος ἀθάνατος οὐκ ἔστιν’ ἀκούσαντες εἰ τὸ οὐκ ἔστι πρὸς τὸ τίς ἐξακούσαιμεν, τῷ οὐδεὶς ταὐτὸν οἰόμεθα σημαίνειν, ὅπερ σαφέστερον φαίνεται τοῦ οὐκ ἔστι πρὸ τοῦ τίς τιθεμένου ἐν τῷ
‘οὐκ ἔστι τις ἄνθρωπος ἀθάνατος᾿ τοῦ τίς τῷ ἔστι συκγκλινομένου καὶ τόνον ἴδιον μὴ δέχεσθαι δυναμένου, τὸ δὲ ‘τὶς ἄνθρωπος ἐν γήρᾳ οὐ πολιοῦται᾿ ἡ ‘πενταδάκτυλος οὐκ ἔστιν’ ἀκούσαντες | εἰ τὸ οὐκ ἔστι πρὸς τὸ [*](95v) ἐν γήρᾳ μὴ πολιοῦσθαι ἢ μὴ εἶναι πενταδάκτυλον ἐξακούσαιμεν, ὅπερ [*](1 ἐρ. συναλ. colloc. F τῆ suppl. G2 2 καταψηφιζόμεθα AMa 3 τοὺς τὸ ὕστερον G: τοὺς τὸ ἕτερον M 4 διαιτήσεις G1 5 ἀδιόριστος AFG: ἀόριστος a μόνη F 7 ὡς οὐ Α 8 καὶ οm. G πρὸς τὰς προσδ. a 9 κατὰ] καὶ G1 10 δύνανται Α 11 καὶ ἄλλην, ὡς εἴρηται om. F (cf. p. 112,2) 12 ἔχουσα AMa 13 δοξαζόντων F 15 μάθω. μεν F 16 τὰς καταφ. ὁμολ. (num. corr.) G τὴν (alt.) om. G 17 τοῦ ἔστι] τουτέστι FGa 20 συμπλέκεσθαι G 21 ἐπιδείξωμεν Ma 23 ἐνδέχεσθαι om. M 24 μὲν om. M τῶ (post μὲν) G 27 τοῦ (prius)] τὸ Ma πρὸ] πρὸς G: om. M τοῦ (alt.)] τῶ G 29 οὐκ ἔστι θνητῶν ..] Eurip. Hec. 864 30 τῶ] τοῦ G συγκλιν. M 31 τόνον] τὸν G 33 ἑξαδάκτυλον G ἀκούσομεν G)
- οὐκ ἔστι θνητῶν ὅστις ἐστ’ ἐλεύθερος,¨
τοῦτο γὰρ οὐδὲν διαφέρει τοῦ εἰπεῖν ‘τὶ τῶν εἰρημένων ῥηθῆναι οὐκ ἔδει’. καὶ τὸ μὲν πρότερον κατὰ τὴν ἀδύνατον ὕλην ἀληθῆ ποιεῖν τὴν πρότασιν ἀξιοῦμεν, τὸ δὲ δεύτερον κατὰ μὲν τὴν ἐνδεχομένην καθ’ αὑτὴν ἀληθῆ, κατὰ δὲ τὴν ἀδύνατον διὰ τὴν καθόλου. εἰ δὲ κατὰ μὲν τὴν προτέραν τὸ οὐκ ἔστι πρὸς τὸ ἀθάνατον ἐξακούσαιμεν, κατὰ δὲ τὴν δευτέραν πρὸς τὸ τίς, ἐκείνην μὲν κατὰ μέρος οἰησόμεθα εἶναι καὶ ἀληθῆ διὰ τὴν καθόλου, ἅτε τῆς ὕλης ἀδυνάτου οὔσης, ταύτην δὲ καθόλου καὶ κατὰ τὴν ἐνδεχομένην μένην ὕλην πάντως ψευδῆ. ὥστε καὶ ἐπὶ τῆς ἀποφάσεως τῆς ἀδιορίστου σημαίνεσθαι μὲν ἄμφω ῥητέον τό τε καθόλου καὶ τὸ κατὰ μέρος κατὰ τὰς ἐννοίας. ὡς πλεονάκις εἴρηται, τῶν ἀποφαινομένων, τῆς ἀρνήσεως πάλιν συνταττομένης ἤτοι ὡς πρὸς τὸ τίς τὸ δυνάμει περιεχόμενον ἐν τῇ ἀδιο- ρίστῳ καταφάσει ἢ ὡς πρὸς τὸ κατηγορούμενον, μᾶλλον μέντοι ἀποκλίνειν καὶ ταύτην πρὸς τὸ καθόλου, ὅταν ἀπὸ τῆς ἀρνήσεως ποιώμεθα τὴν ἀρχὴν τῆς ἀποφάσεως, ‘οὐκ ἔστιν ἄνθρωπος πτερωτὸς ἢ δίκαιος’ λέγοντες καὶ ἤτοι ἀληθεύοντες ἢ ψευδόμενοι. διὸ καὶ πάντες ἴσως οἱ τὴν ἀδιόριστον ἀπόφασιν ἀντὶ τῆς καθόλου εἰπόντες τοῦτον τὸν τρόπον αὐτῇ χρησάμενοι φαίνονται, “οὐκ ἔστι | κίνησις παρὰ τὰ πράγματα’’ λέγοντες καὶ “οὐκ [*](96r) ἔστιν αἴσθησις παρὰ τὰς πέντε’’ καὶ
- καί τι ἔπος προέηκεν, ὅπερ τ’ ἄρρητον ἄμεινον·
καὶ
- οὐκ ἔστιν οἰκεῖν οἰκίαν ἄνευ κακοῦ
καὶ
- οὐκ ἀγαθὸν πολυκοιρανίη
- οὐκ ἔστι θνητῶν ὅστις ἔστ’ ἐλεύθερος.
Εἰ δὲ δεῖ κατὰ τὴν αὐτὴν μέθοδον καὶ τὰ περὶ τὴν καθόλου κατάφασιν συμβαίνοντα σκοπεῖν, ἐπειδὴ καὶ μνημονεύσει τοιούτων προτάσεων ἐν τοῖς ἑξῆς ὁ Ἀριστοτέλης, ῥητέον δηλονότι καὶ ἐν ταύτῃ πρὸ τοῦ ἔστι τῆς ἀρνήσεως τιθεμένης καὶ δυναμένης ἢ πρὸς τὸ πᾶς ἐξακούεσθαι ἢ πρὸς τὸ κατηγορούμενον συμβαίνειν τὴν πρότασιν ὡς μὲν ἀναιροῦσαν τὸ πᾶς ταὐτὸν δύνασθαι τῇ κατὰ μέρος ἀποφάσει, ὅπερ σαφέστερον πάλιν φαίνεται [*](1 ἐπιστιζ. G1 2 τῶ] τὸ F 4 καί τι ἔπος ..] Ηοm. ξ 466 προσεήκεν Α 7 μὲν om. AFMa 7. 8 ἀληθῆ, κατὰ δὲ τὴν om. F 9 πρὸς] καὶ M 10 ἐκεί- νῃ F 13 μὲν suppl. G2 14 πολλάκις G εἴρηται] p. 117,10 15 τὸ (post τὶς) om. F 16 ἀποφάσει Ma 17 πρὸς] καὶ M τὴν καθόλου G 18 ἀποφάνσεως M 19 ἡ καὶ a 21 οὐκ ἔστι κίνησις] v. p. 112,15 21.22 οὐκ ἔστιν αἴσθ.] V. p. 112,19 23 οὐκ ἔστιν οἰκεῖν] v. p. 115,4 24 καὶ om. Α 25 οὐκ ἀγαθ.] v. p. 115,6 26 27 καὶ οὐκ ἔστι θν—ἐλεύθερος om. F 27 ὐκ ἔστι. θν.] ν. p. 117,29 ὅστις—ἐλεύθερος om. AM 29 συμβ.] συμπεραίνοντα G1 σκοπεῖν συμβ. colloc. M 30 ἐν τοῖς ἑξῆς] p. 18a4 δηλονότι] ὅτι F 32 συμβαίνει AFG post πᾶς add. ἄνθρωπος λευκὸς οὐκ ἔστι a)
Ὁ μὲν οὖν λόγος ἡμῖν ἐπιτρέπει παραλαμβάνειν τὴν ἀπροσδιόριστον ἀπόφασιν ἀνθ’ ἑκατέρας τῶν διωρισμένων· οὐ μέντοι φαίνεταί τις τῶν παλαιῶν ἀντὶ τῆς μερικῆς αὐτῇ χρησάμενος, ὡς ἀσαφέστερον ἴσως τοῦτο σημαινούσῃ, καθ’ ὃν καὶ διωρίσαμεν τρόπον, ἐπεὶ καὶ τῶν προσδιωρισμένων ἀποφάσεων αἱ τοῦ ἔστι προτιθεῖσαι τὴν ἄρνησιν τῶν συμπλεκουσῶν αὐτὴν τοῖς προσδιορισμοῖς σπανιώτεραι διὰ τοῦτο παρὰ τοῖς παλαιοῖς. εἰ δὲ τὸ ἐξ ἀδιορίστου καταφατικῆς τῆς ἐλάττονος καὶ καθόλου ἀποφατικῆς τῆς μείζονος συναγόμενον ἀδιόριστον ἀποφατικὸν συμπέρασμα φαίνεται ἀεὶ τῇ κατὰ μέρος, ἀλλ’ οὐ τῇ καθόλου συνᾷδον, οὐ θαυμαστόν· ἀνάγκη γὰρ ἐν τοῖς κατὰ τὸ πρῶτον σχῆμα συμπεράσμασι τὸ κατηγορούμενον κατηγορεῖσθαι κατὰ τοῦ ἐν τῇ ἐλάττονι προτάσει ληφθέντος ὑποκειμένου μὴ μόνον τῷ ὀνόματι καὶ τῷ σημαινομένῳ τοῦ αὐτοῦ μένοντος, ἀλλὰ καὶ τῷ ποσῷ, διότι συμβαίνει καὶ κατὰ τοῦτο τὸ σχῆμα τῷ ποσῷ τῆς ἐλάττονος ἕπεσθαι 25 τὸ ποσὸν τοῦ συμπεράσματος· ὥστε εἰ ἐν ἐκείνῃ δυνάμει εἴληπται τὸ κατη- γορούμενον ὡς τινὶ τῶν ὑποκειμένων ὑπάρχον, καὶ ἐν τῷ συμπεράσματι τινὶ αὐτὸ μὴ ὑπάρ|χειν ῥηθήσεται, ὅπερ φαίνεται σαφέστερον ἐν ταῖς ἐκ μερικῆς [*](97r) καταφατικῆς τῆς ἐλάττονος καὶ καθόλου ἀποφατικῆς τῆς μείζονος συζυγίαις [*](4 ἃ—δύναται om. F ἇι] ἐν M a προσκατηγορουμένων G ἐπὶ] περὶ G (5 τῆς om. AFMa 7 ἣ—ἄνθρ. οὐ γεωμετρεῖ om. P ἡ] καὶ AM 9 ἔτι] ὡς G πρὸς τὸν κατηγ. Α: τὸν προσκατηγ. Ga: πρὸς τὸ κατηγ. M 11 συνταττομ. F 14 ἅπερ καὶ ἐπὶ M 15 μὴ om. G 16 οὐδέτερον Α 18 ἀδιόριστον AFGa 20 σαφέστ. ΑG1a ἴσως suppl. G2 21 σημαινούσης AGMa καὶ (prius) om. FG προσδιωρ.] διωρισμένον F 24 καταφατικοῦ G τῆς ἐλ—ἀποφατικῆς in mrg. suppl. Α ἀποφ.] ἐκφαντικῆς (sic) Α 29 σημαιν.] ὑπο- κειμένου (sic) G1 μαίνοντος F 30 καὶ om. F 31 εἰ suppl. G2 ἐν om. A 32 τῶ ὑποκειμένω F 33 αὐτῶ AFMa σαφ. φαίν. (num. corr.) G 34 συζυγίας Aa)
Tούτων οὖν διωρισμένων ἑξῆς ἐπισκεψώμεθα τὰς ἐπιχειρήσεις τοῦ Ἀριστοτέλους, δι’ ὧν ἀξιοῖ κατασκευάζειν ὡς συντρέχουσιν ἀλλήλαις ἐπὶ τῆς ἐνδεχομένης ὕλης αἱ ἀπροσδιόριστοι προτάσεις. δύο μὲν οὖν οὐσῶν τῶν ἐπιχειρήσεων ἡ μὲν ἀπὸ τῶν ἐναντίων ποιεῖται τὴν ἔφοδον τῆς κατασκευῆς, ἡ δὲ ἀπὸ τῶν μὴ ἐναντίων. λαμβάνει δὲ τῶν μὲν ἐναντίων παρα- δείγματα τό τε καλὸν καὶ τὸ αἰσχρόν, τῶν δὲ μὴ ἐναντίων τὸ γινόμενον καὶ τὸ ὄν· ταῦτα δὲ οὐκ ἐναντία, εἴπερ | ὁδὸς ἐπὶ τὸ εἶναι ἡ γένεσις. [*](97v) καὶ τὸ μὲν ἀπὸ τῶν ἐναντίων ἐπιχείρημα προάγεται τόνδε τὸν τρόπον· δύο λαμβάνει καταφάσεις ἀπροσδιορίστους συναληθευούσας ἀλλήλαις κατηγορουμένοις ἐναντίοις χρωμένας τήν τε ‘ἔστιν ἄνθρωπος καλός’ καὶ τὴν ἔστιν ἄνθρωπος αἰσχρός,᾿ ὧν ἡ μὲν ἀληθὴς διὰ τὸν Νιρέα τυχόν, ἡ δὲ διὰ τὸν Θερσίτην· ἐλέγομεν γὰρ τὰς ἀπροσδιορίστους καταφάσεις ταῖς μερικαῖς καταφάσεσι τὴν αὐτὴν ἀναμφισβητήτως δύναμιν ἔχειν. εἰ οὖν ἅμα ἀληθεῖς ἥ τε ‘τὶς ἄνθρωπος καλός’ καὶ ἡ ‘τὶς ἄνθρωπος αἰσχρός,’ δῆλον ὅτι καὶ αἱ ἀπροσδιορίστως λεγόμεναι συναληθεύουσι. τὴν οὖν ἑτέραν τῶν οὕτως εἰλημμένων καταφάσεων δεικνὺς ταὐτὸν φθεγγομένην τῇ τῆς ἑτέρας ἀποφάσει συνάγει ὅτι ἐπὶ τῶν τοιούτων προτάσεων τὴν κατάφασιν συμβαίνει συντρέχειν τῇ ἑαυτῆς ἀποφάσει· τῇ γὰρ ‘ἔστιν ἄνθρωπος αἰσχρός’ συναληθεύει, φησίν, ἡ ‘ἔστιν ἄνθρωπος οὐ καλός’ (ὁ γὰρ ὢν αἰσχρὸς δῆλον ὡς εἴη ἄν οὐ καλός), ἡ δὲ ‘ἔστιν ἄνθρωπος οὐ καλός’ ἡ αὐτή ἐστι τῇ οὐκ ἔστιν ἄνθρωπος καλός᾿ (ὁ γὰρ ὢν οὐ καλὸς δῆλον ὡς οὐκ ἄν εἴη καλός)· ὥστε τῇ ‘ἔστιν ἄνθρωπος καλός’ καταφάσει ἅμα ἀληθεύσει ἡ ‘οὐκ [*](1 συμπεράσματι G 2 οὐκ om. M 3 ὧ] ὡς Α τὸ] τῶ F 6 φυλάττειν AMa 8 κατὰ τὸ μέρος colloc. AM ἀντιτεθ.] κατατεθ. F: ἀντιτιθ. G 9 prius ἡ om. F 13 διορισμ. Α ἑξῆς οm. M 15 οὖν om. G 16 τῶν (prius) iter. F τί ποιεῖ· τᾶι G1 ποιεῖ F 21. 22 κατηγόροις Α 22 ἐναντίας G 23 νηρἐα Α1 24 ἐλέγομεν] p. 111,31 25 ἀμφισβήτως Α ἔχειν δύν. colloc. M 26 ἀληθὴς FM 27 αἱ om. F ἀπροσδιορίστους M 32 ἡ δὲ—ἡ αὐτή ἐστι τῇ] τῇ δὲ ἔστιν ἄνθρ. καλὸς ἡ a ἡ δὲ] τῆ δὲ AM τῆ] ἡ M 33 ἄνθρ. καλὸς οὐκ ἔστιν colloc. F 33 ἄν εἴη] ἐστιν F 34 ἔστιν om. AGM συναληθεύσει G1: ἀληθεύει M)
Ἀπορήσειε δ’ ἄν τις πῶς ὅλως ἠξίωσεν ὁ Ἀριστοτέλης τὴν τῶν προτάσεων τάσεων τούτων ἀντίθεσιν προσαγορεύειν ἀντίφασιν, καίτοι συναληθεύειν αὐτὰς οἰόμενος τὴν δὲ ἀντίφασιν ὁριζόμενος ἐν τοῖς Ἀναλυτικοῖς “ἀντίθεσιν ἧς οὐδὲν μεταξὺ καθ’ αὑτήν’’, καὶ ἐν Κατηγορίαις μέντοι, ἐν οἷς διέκρινε τὰ εἴδη τῶν ἀντικειμένων, εἰπὼν ὅτι ὅσα ὡς κατάφασις καὶ ἀπόφασις ἀντίκειται, διαφέρει τῶν κατὰ τὰς ἄλλας ἀντιθέσεις ἀντικειμένων τῷ ἐπὶ μόνων τούτων ἐξ ἀνάγκης τὸ μὲν ἀληθὲς εἶναι τὸ δὲ ψεῦδος· πῶς οὖν ὁ ταῦτα πανταχοῦ διοριζόμενος ἐν τούτοις ἠξίωσε τὴν ἀντίθεσιν τῶν συναληθευουσῶν, ὡς αὐτός φησιν, ἀλλήλαις προτάσεων, τῶν ἀπροσδιο- ρίστων λέγω, καλεῖν ἀντίφασιν; προειπὼν γοῦν ὅσαι μὲν οὖν ἀντιφάσεις τῶν καθόου | εἰσὶ ἐπήγαγεν ὅσαι δὲ ἐπὶ τῶν καθόλου [*](98v) μὲν μὴ καθόλου δέ, ὡς ἄν καὶ τῆς τούτων ἀντιθέσεως ἀντιφά- σεως καλουμένης. ῥητέον οὖν πρὸς τὴν ζήτησιν ὡς τὸ ὄνομα τῆς ἀντιφάσεως ποτὲ μὲν παραλαμβάνει ἐπὶ μάχης καταφάσεως καὶ ἀποφάσεως διαιρουσῶν ἀεὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὡς δηλοῖ τά τε ἐν Κατηγορίαις ῥηθέντα καὶ ὁ ἐν τοῖς Ἀναλυτικοῖς ἀποδιδόμενος τῆς ἀντιφάσεως ὅρος, ποτὲ δὲ κοινότερον πᾶσαν ἀπλῶς ἀντίθεσιν καταφάσεως καὶ ἀποφάσεως τῷ αὐτῷ ὑποκειμένῳ καὶ τῷ αὐτῷ κατηγορουμένῳ χρωμένων. δηλοῖ δὲ [*](1. 2 ἔμπροσθεν ἐλέγομεν] p. 118,16 2. 3 ἀρχ. ἀδιόριστος iter. F 4 ὁ] ὡς Α 5 οὕτως] οὐ Α ὡς om. ΑGM ἴσον—κατὰ om. F 8 προιὸν suppl. G2 11 κυούμενον A 13 ἄνθρωπος (post γινόμ.) om. G 16 ἡμῖν om. F 17. 18 τὴν τῶν προτάσεων iter. Α 19 ἐν ταῖς Ἀναλυτ] Anal. post. Α 2 p. 72a 12 20 οὐδὲν] οὐκ ἔστι Arist. ἐν Κατηγορίαις] p. 13a37 21 ὅσα om. M 21. 22 καὶ ἀπόφασις iter. Α 22 ἀντίκεινται AFG ante ἀντικ. add. τῶν F τῶ] τὸ F 23 ψευδές Ga (cf. v. 31) 24 ὁ om. M 28 μὲν om. F 31 ταῖς κατηγ. Ma 34 χρωμ. ante καὶ τῶ αὐτῶ colloc. G post χρωμ. addas καλεῖ ἀντίφασιν)
Φανερὸν δὲ ὅτι καὶ μία ἀπόφασις μιᾶς καταφάσεως· τὸ γὰρ αὐτὸ δεῖ ἀποφῆσαι τὴν ἀπόφασιν, ὅπερ κατέφησεν ἡ κατάφασις, καὶ ἀπὸ τοῦ αὐτοῦ, ἢ τῶν καθ’ ἕκαστά τινος ἡ ἀπὸ τῶν καθόλου τινὸς ἡ ὡς καθόλου ἢ ὡς μὴ καθόλου, λέγω δὲ οἷον ἔστι Σωκράτης λευκός — οὐκ ἔστι Σωκράτης λευκός. ἐὰν δὲ ἄλλο τι ἢ ἀπ’ ἄλλου τὸ αὐτό, οὐχ ἡ ἀντικειμένη, ἀλλ’ ἔσται ἐκείνης ἑτέρα τῇ δὲ πᾶς ἄνθρωπος λευκός ἡ οὐ πᾶς | ἄνθρωπος λευκός, τῇ δὲ τὶς ἄνθρωπος λευκός ἡ οὐδεὶς ἄνθρωπος [*](99v) λευκός, τῇ δὲ ἔστιν ἄνθρωπος λευκός ἡ οὐκ ἔστιν ἄνθρωπος λευκός. ὅτι μὲν οὖν μιᾷ ἀποφάσει μία κατάφασις ἀντίκειται ἀντιφατικῶς καὶ τίνες εἰσὶν αὗται, εἴρηται, καὶ ὅτι αἱ ἐναντίαι ἄλλαι καὶ τίνες εἰσὶν αὗται, καὶ ὅτι οὐ πᾶσα ἀληθὴς ἢ ψευδὴς ἀντίφασις καὶ διὰ τί καὶ πότε ἀληθὴς ἢ ψευδής. Πάσαις ἐπεξελθὼν ταῖς ἀντιθέσεσι τῶν προτάσεων ὁ Ἀριστοτέλης ὥσπερ πόρισμά τι συνάγει καὶ παραδίδωσιν ἡμῖν διὰ τούτων ὅτι τῇ μιᾷ καταφάσει μίαν μόνην ἀπόφασιν μάχεσθαι δυνατόν, πλείους δὲ μιᾷ ἀδύ- νατον. πῶς οὖν διὰ τῶν προειρημένων τοῦτο συνάγεσθαι φήσομεν; ἢ ὅτι τῇ καθόλου ὡς καθόλου καταφάσει δύο μάχεσθαι ἀποφάσεις ἐδόκουν, ἥ τε καθόλου ὡς καθόλου καὶ ἡ κατὰ μέρος, ὧν ἡ μὲν κατὰ μέρος ὡς ἄντιφάσκουσα τῷ ὄντι πρὸς αὐτήν, ἡ δὲ καθόλου συμψευδομένη αὐτῇ κατὰ τὴν ἐνδε- χομένην ὕλην ἐφωρᾶτο. τὸν αὐτὸν δὲ τρόπον καὶ τῇ μερικῇ καταφάσει δύο μὲν ἐδόκουν μάχεσθαι ἀποφάσεις αἱ προειρημέναι, τούτων δὲ ἡ μὲν καθόλου ὄντως ἐμάχετο πρὸς αὐτὴν ὡς ἀεὶ διαιροῦσα μετ’ αὐτῆς τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, ἡ δὲ μερικὴ συντρέχουσα πρὸς αὐτὴν ἐπὶ τῆς ἐνδεχομένης ὕλης κατελαμβάνετο. τοῦτο. οὖν παραδιδοὺς ἡμῖν ὅτι μία ἀπόφασις τῆς μιᾶς καταφάσεως καὶ τὴν αἰτίαν ἐπάγων τοῦ συμβαίνοντος τὸ γὰρ αὐτό φησιν ἀποφῆσαι δεῖ τὴν ἀπόφασιν, ὅπερ κατέφησεν ἡ κατάφασις, καὶ ἀπὸ τοῦ αὐτοῦ. λέγει δὲ τὸ αὐτὸ μὲν τὸ κατηγορούμενον, ἀπὸ δὲ τοῦ αὐτοῦ τοῦ | ὑποκειμένου· προείρηται γὰρ πολλάκις ὅτι καὶ [*](100r) ὑποκειμένῳ τῷ αὐτῷ καὶ κατηγορουμένῳ χρῆσθαι ἀνάγκη τὰς ἀντιφατικῶς ἀντικειμένας ἀλλήλαις προτάσεις. εἶτα ὥσπερ ἀναμιμνήσκων ἡμᾶς τῆς γενομένης ἀπὸ τοῦ ὑποκειμένου διαιρέσεως τῶν προτάσεων ἢ τῶν καθ’ [*](1 δὲ suppl. G2 καὶ om. F post καταφάσεως add. ἐστι FG2Mab 2 τὸ—ψευδής (14) om. M ἀπόφασιν—ψευδής (14) om. a 4 τινὸς om. F ὡς (prius) om. G ἡ (alt.) om. G 6 ἐὰν—ψευδής (14) οm. G 10 μιᾷ καταφάσει μία ἀπόφασις b (cf. p. 124,31) 12 post αὗται add. εἴρηται b (cf. p. 125,4) 15 ἐξελθὼν AMa: ἐπελθὼν Brand. 16 ἡμῖν om. G 17 μιᾷ.] μιᾶς AFMa 18 φήσωμεν Ma 19 τῇ] τὸ F ἀποφ.] ἀντιφάσεις AMa 22 τῇ om. M 24 τε om. F 26 τῆς om. AMa 28 δεῖ ἀποφ. coll. b (cf. ν. 2) ἀπόφασιν] ἀλήθειαν ’ ὅπερ] ὥσπερ Α 29 ἀπὸ (prius)] ἐκ G μὲν suppl. G2 τὸ (ante κὰτ.) om. F 30 τοῦ (ante 30 τοῦ om. F 31 χρήσασθαι F 33 ἀπὸ] ἡμᾶς (sic) G)
Μία δέ ἐστι κατάφασις καὶ ἀπόφασις ἡ ἓν καθ’ ἑνὸς σημαίνουσα ἢ καθόλου ὄντος καθόλου ἢ μὴ ὁμοίως, οἷον ἔστι πᾶς ἄνθρωπος λευκός — οὐκ ἔστι πᾶς ἄνθρωπος λευκός, ἔστιν ἄνθρωπος λευκός — οὐκ ἔστιν ἄνθρωπος λευκός, οὐδεὶς ἄνθρωπος λευκός — ἔστι τις ἄνθρωπος λευκός, εἰ τὸ λευκὸν ἓν σημαίνει. εἰ δὲ δυοῖν ἓν ὄνομα κῖται, κεῖται, ἐξ ὧν μή ἐστιν ἕν, οὐ μία κατάφασις οὐδὲ ἀπόφασις μία· οἷον εἴ τις θεῖτο ὄνομα ἱμάτιον ἵππῳ καὶ ἀνθρώπῳ, τὸ ἔστιν ἱμάτιον λευκόν, αὕτη οὐ μία κατάφασις οὐδὲ ἀπόφασις μία οὐδὲν γὰρ διαφέρει τοῦτο εἰπεῖν ἢ ἔστιν ἵππος καὶ ἄνθρωπος λευκός. τοῦτο δὲ οὐδὲν διαφέρει τοῦ εἰπεῖν ἔστιν ἵππος λευκὸς καὶ ἔστιν ἄνθρωπος λευκός. εἰ οὖν αὗται πολλὰ σημαίνουσι καὶ εἰσὶ πολλαί, δῆλον ὅτι καὶ ἡ πρώτη ἢ πολλὰ ἢ οὐδὲν σημαίνει· οὐ γάρ ἐστί τις ἄνθρωπος ἵππος. ὥστε οὐδὲ ἐν ταύταις ἀνάγκη τὴν μὲν [*](101v) ἀληθῆ τὴν δὲ ψευδῆ εἶναι ἀντίφασιν.
Προειπὼν ὅτι τῇ μιᾷ καταφάσει μία μάχεται ἀπόφασις, τίς ποτέ ἐστιν ἡ μία κατάφασις καὶ ἡ μία ἀπόφασις προστίθησι διὰ τούτων, ἤδη μὲν [*](1 καὶ om. M 2 ὅτι καὶ G 3 ἄλλας G 4 ἐπὶ] περὶ G ἑξῆς F 5. 6 ἀντίφ. φησι AGM: φησὶν ἀντίφ. Fa; φησι eieci 6 αὐτὸ AMa φθάσαντες εἴπομεν] p. 121,29 8 ὅρων F 9 διαιρεῖ G 11 συμφθεγ.] συμψεύδεσθαι G1: συντίθεσθαι G2 αὐτὰς] αὐταῖς M ὅπερ] ὅπως G 12 αὐτῷ] αὐτὸ G καὶ τὸ (pr. 1.) colloc. G ἢ ἀληθ. ἤ τό τε ἀλ. Μ 16 ἡ ἕν—ἀντίφασιν (30) om. M 17 καθ. ὄντος ὡς καθ. a μὴ οm. Α οἶον—ἀντίφασιν (30) om. a οἷον iter. G 17. 18 πᾶς ἄνθρ. λ. ἐστι colloc. b 18. 19 ἔστιν ἄνθρ.— ἀντίφασιν (30) om. G 22 οὑδὲ ἀπόφασις μία om. Α τις] τι Α θεῖτο ὄνομα] ὄνομα θεῖον F 24 μία (alt.) om. F 25 ἡ b: ὅτι F: om. Α τοῦτο δὲ—ἔστιν (26) om. Α 28 ἡ (prius)] ἤτοι b ὁ τὶς b 30 ἀντίφ. εἶναι colloc. F 31 προειπὼν— ἀπόφασις suppl. G2 τῆ om. GM μία om. M τίς] τί M)
Τὸ δὲ οὐ γάρ ἐστί τις ἄνθρωπος ἵππος εἰρῆσθαί μοι δοκεῖ διὰ τὸ δύνασθαί ποτε καὶ τὰς οὕτω λαμβανομένας προτάσεις μὴ πολλὰ σημαίνειν ἀλλὰ ἕν, ὅταν τοῖς ἔν | τινι ὁρισμῷ παραλαμβανομένοις πλείοσι πράγμασι, [*](102v) τῷ τε γένει φημὶ καὶ ταῖς διαφοραῖς, ἕν τις ὄνομα θῇ τὸ τυχόν· κείσθω γὰρ τῷ ζῴῳ τῷ λογικῷ τῷ θνητῷ τῷ νοῦ καὶ ἐπιστήμης δεκτικῷ κοινὸν ὄνομα, ὡς παρέλαβεν ὁ Ἀριστοτέλης, ἱμάτιον· ἆρ’ οὖν ὅταν εἴπωμεν ‘ἔστιν ἱμάτιον λευκόν’, οὐ μίαν ἀλλὰ πολλὰς φήσομεν εἶναι ταύτην τὴν πρότασιν; οὐδαμῶς, ἐπειδὴ ἐκ πάντων, οἷς κεῖται τὸ ἱμάτιον ὄνομα, μία τις φύσις ἡ τοῦ ἀνθρώπου συμπληροῦται καὶ ταὐτόν ἐστι τὸ εἰπεῖν ‘ἔστιν ἱμάτιον λευκόν’ καὶ ‘ἔστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν λευκόν’, τοῦτο δὲ ταὐτὸν τῷ ‘ἔστιν ἄνθρωπος λευκός’. ὥστε οὐκ ἂν λέγοι πλείους προτάσεις ὁ ἕν τι κατηγορῶν τοῦ τιθεμένου ὀνόματος κοινῶς ἅπασι τοῖς συμπληροῦσι τὸν αὐτὸν ὁρισμόν. τίς οὖν ὁ διορισμὸς τῶν πραγμάτων, ἐφ’ ὧν οὐκ ἐνδέχεται τὸ τεθὲν αὐτοῖς ὄνομα μίν ἐργά- σασθαι πρότασιν καὶ ἐφ’ ὧν δυνατόν; ὅτι ἐφ’ ὧν μὲν οὐκ ἐνδέχεται μίαν γενέσθαι τὴν πρότασιν, ταῦτα διακεκρίσθαι ἀλλήλων ἀνάγκη, ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου καὶ τοῦ ἵππου ἐλέγομεν, ἐφ’ ὧν δὲ δυνατὸν μίαν εἶναι τὴν πρότασιν, ταῦτα ἐνίοτε μὲν καὶ καθόλου πάντως δὲ κατὰ μέρος κατα- φάσκεσθαι ἀλλήλων ἀνάγκη, οἷον ὡς ἐλέγομεν ἐπὶ τοῦ ζῴου καὶ λογικοῦ καὶ θνητοῦ καὶ πάντων ἀπλῶς τῶν πρὸς συμπλήρωσιν ἑνός τινος ὁρισμοῦ παραλαμβανομένων· τούτων γὰρ ἕκαστον τοῦ τε ὁριστοῦ πράγματος καθόλου κατηγορούμενον καὶ καθ’ ἑκάστου τῶν τὸν αὐτὸν ὁρισμὸν αὐτῷ συμπλη- ρούντων κατὰ μέρος καταφάσκεσθαι ἀνάγκη· ἐπεὶ γὰρ τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου κατηγο|ρεῖται καὶ τὸ λογικόν ὡσαύτως, δῆλον ὅτι ἀνάγκη ἑκάτερον [*](103r) αὐτῶν τοῦ ἑτέρου κατηγορεῖσθαι κατὰ μέρος· καὶ γὰρ τὶ λογικὸν ζῷον καὶ τὶ ζῷον λογικόν. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ ζῴου καὶ θνητοῦ καὶ γὰρ τὶ θνητὸν ζῷον καὶ τὶ ζῷον θνητόν) καὶ λογικοῦ καὶ θνητοῦ καὶ γὰρ τὶ λογικὸν θνητὸν καὶ τὶ θνητὸν λογικόν), εἰ καί τινα τούτων ἀληθῆ εἶναι διὰ τὰ καθόλου συμβαίνει. ταῦτα οὖν αὐτὸς συντόμως ἐνεμόνος [*](1 F μίαν F 2 δοκεῖ G 5 ὁ τὶς b δοκῶ G 6 καὶ om. G 7 τισιν Α 8 ὄνομα θῆ] ὀνομασθῆ Α θῆ τὸ] θεῖτο F 10 ὡς παρέλαβεν] ὥσπερ ἔλαβεν AGMa 11 φείσομεν F 13 συμπληρ.] πληρ. F ταὐτά F 15 post λευκόν iter, καὶ ἔστι—λευκόν G1 16 λέγη Α πλείονας M 17 ἐν ἅπασι Aa: ἐν πᾶσι M αὐτοῦ F 18 πραγμ.] προτάσεων Ma αὐτῆς Α 18. 19 εἰργάσθαι AF 22 καὶ om. G 23 οὐκ ἀνάγκη M ὡς ἄνθρωπος ἐλέγ. a 24 καὶ (ante θνητοῦ) suppl. G2 24. 25 παραλ. ὁρ. colloc. G1 25 ἕκαστον] ἑκάτερον G ὁριστικοῦ GMa 26 ἕκαστα G 26. 27 αὐτῶ συμπλ.] ἀποσυμπλ. a 28 ἀνάγκη om. F 29 κατηγορηθήσεται F 30 τοῦ ζώου καὶ τοῦ θνητοῦ a 31 λογικὸν καὶ θνητὸν G 32 καὶ (post εἰ) om. G 33 τὸ καθ. G ὁ αὐτὸς G 33. p. 128,1 ἀνεδείξ. F)
Ἐπὶ μὲν οὖν τῶν ὄντων καὶ γενομένων ἀνάγκη τὴν κα- τάφασιν ἡ τὴν ἀπόφασιν ἀληθῆ ἢ ψευδῆ εἶναι, καὶ ἐπὶ | μὲν [*](103v) τῶν καθόλου ὡς καθόλου ἀεὶ τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ, καὶ ἐπὶ τῶν καθ’ ἕκαστα ὥσπερ εἴρηται, ἐπὶ δὲ τῶν καθόλου λεχ- θέντων μὴ καθόλου οὐκ ἀνάγκη· εἴρηται δὲ καὶ περὶ τούτων. ἐπὶ δὲ τῶν καθ’ ἕκαστα καὶ μελλόντων οὐχ ὁμοίως.
Παραδοὺς ἡμῖν διὰ τῶν προλαβόντων ὁ Ἀριστοτέλης τὴν ἀπὸ τοῦ ὑποκειμένου τῶν προτάσεων διαίρεσιν καὶ διακρίνας τάς τε συναληθεύειν ἢ συμψεύδεσθαί ποτε δυναμένας προτάσεις καὶ τὰς ἀεὶ διαιρούσας τό τε ἀληθὲς θὲς καὶ τὸ ψεῦδος, διὰ τούτων προστίθησι τὴν ἀπὸ τοῦ κατηγορουμένου γινομένην ἐν αὐταῖς διαφορὰν πρὸς τὸ διαιρεῖν πάλιν ἢ μὴ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· ἐπεὶ γὰρ τὸ κατηγορούμενον ἐν ταῖς προτάσεσι ῥῆμα εἶναι ἀναγκαῖον τὸ δὲ ῥῆμα χρόνον ἐλέγομεν προσσημαίνειν τὸν δὲ χρόνον τριχῇ διαιροῦμεν εἴς τε τὸ παρεληλυθὸς καὶ τὸ ἐνεστὸς καὶ τὸ μέλλον, ἀνάγκη τῶν προτάσεων ἑκάστην καθ’ ἕνα τῶν τριῶν λαμβάνεσθαι χρόνων. τεττάρων οὖν οὐσῶν ἐν ταῖς προτάσεσιν ἀντιθέσεων κατὰ τὴν ἀπὸ τοῦ ὑποκειμένου διαίρεσιν, δύο μὲν τῶν διαγωνίων, τῆς πᾶς πρὸς τὴν οὐ πᾶς καὶ τῆς τίς πρὸς τὴν οὐδείς, τρίτης δὲ τῆς τῶν ἀπροσδιορίστων, καὶ ἐπὶ [*](1 ὁ τὶς b 3 τὸ οὐδὲ Α 4 ἀντίφ. εἶναι colloc. Fa τῶ] τὸ Α 5 τοιαύτ.] ταύταις G1 9 ἐλέγομεν] p. 73,11 11 καὶ om. F 13 τε om. F τε τὸ G post προτ. add. μὴ ὄντος δὲ F 14 καὶ] ἡ F 15 γινομ. G 16 τὴν (ante ἀπόφ.) om. FM ἀληθῆ — ὁμοίως (20) om. M καὶ ἐπὶ—ὁμοίως (20) om. a καὶ om. Α μὲν—καὶ ἐπὶ (17.18) om. G μὲν om. F 17 τῶν] τοῦ F ψευδῆ εἶναι b 18. 19 μὴ καθ. λεχθ. colloc. b 19 καὶ μὴ καθ. G 24 προτίθ F 27 ἀνάγκη G ἐλέγομεν] p. 48,3 28 τε om. AFM ἐνεστὼς AM καὶ (alt.) om. G 30 οὖν] τοίνυν Fa τὴν τοῦ ἀπὸ τοῦ M 31 ante τῶν διαγ. Ill litt. eras. Α 32 τῆς (ante τίς)] τὴν AG2)
Γινέσθω δὲ ἡμῖν ὁ λόγος ἐπὶ μιᾶς τῶν εἰρημένων τριῶν ἀντιθέσεων, [*](104r) ἵνα καὶ ὅπῃ διαφέρουσιν αὐτῶν κατὰ τὸν εἰρημένον τρόπον αἱ καθ’ ἕκαστα προτάσεις γένηται φανερόν, τῶν αὐτῶν ἁρμόσαι ἡμῖν δηλονότι δυναμένων πρὸς τὴν διάκρισιν τῶν καθ’ ἕκαστα προτάσεων ἀπὸ τῶν λοιπῶν δύο ἀντιθέσεων. εἰλήφθωσαν οὖν ἥ τε μερικὴ κατάφασις καὶ ἡ καθόλου ἀπόφασις. ταῦτα τοίνυν εἰ μὲν κατὰ τὴν ἀναγκαίαν ὕλην λαμβάνοις, ἀεὶ τὴν μὲν κατάφασιν ἀληθεύουσαν εὑρήσεις τὴν δὲ ἀπόφασιν ψευδομένην, εἰ δὲ κατὰ τὴν ἀδύνατον, τὴν μὲν κατάφασιν ψευδομένην τὴν δὲ ἀπόφασιν ἀληθεύουσαν· ἐπὶ δὲ τῆς ἐνδεχομένης τὴν μὲν κατάφασιν ἅτε ἐπὶ μέρους εἶναι τὸ ἐνδεχόμενον λέγουσαν, ὥσπερ καὶ πέφυκεν ὑπάρχειν, ἀληθεύουσαν πάλιν πάλιν εὑρήσεις, τὴν δὲ ἀπόφασιν παντελῶς ἀναιροῦσαν τὸ ἐνδεχόμενον τὸ τισὶ μὲν πεφυκὸς ὑπάρχειν τισὶ δὲ μὴ ὑπάρχειν ἐξ ἀνάγκης ψευδομένην· ὥσπερ γὰρ κατὰ τὸν ἐνεστῶτα χρόνον τὸ μὲν ‘τὶς ἄνθρωπος λευκός ἐστιν) ἀληθὲς τὸ δὲ ‘οὐδεὶς ἄνθρωπος λευκός ἐστι’ ψεῦδος, οὕτω καὶ ἐπὶ τοῦ παρεληλυθότος τὸ μὲν ‘τὶς ἄνθρωπος λευκὸς ἦν’ ἀληθὲς τὸ δὲ ‘οὐδεὶς ἄνθρωπος λευκὸς ἦν᾿ ψεῦδος, καὶ ἐπὶ τοῦ μέλλοντος ὡσαύτως τὸ μὲν ‘τὶς ἄνθρωπος λευκὸς ἔσται’ ἀληθὲς τὸ δὲ ‘οὐδεὶς ἄνθρωπος λευκὸς ἔδται᾿ ψεῦδος. ὁ δὲ αὐτὸς δηλονότι λόγος ἁρμόσει καὶ ἐπὶ τῆς ἑτέρας τῶν δία. γωνίων ἀντιθέσεων, τῆς πᾶς καὶ οὐ πᾶς· καὶ γὰρ ἐκείνης τὰ μόρια καθ’ οἵαν ἄν ὕλην ληφθῶσι, παραπλησίως ἔχοντα κατὰ πάντα χρόνον πρὸς τὸ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καταλαμβάνονται καὶ τὰς | ἀπροσδιορίστους [*](104v) μέντοι λεγομένας προτάσεις εἰ μὲν ἐπὶ τῆς ἀναγκαίας ἢ τῆς ἀδυνάτου ὕλης θεωροίης, ὄψει κατὰ πάντα χρόνον ὁμοίως διαιρούσας τό τε ἀληθὲς καὶ τὸ ψεῦδος· ἐπὶ δὲ τῆς ἐνδεχομένης εἴτε συναληθεύοιεν, ὡς ἐλέγετο πρότερον, κατὰ πάντα χρόνον ὑπάρξει αὐταῖς τὸ συναληθεύειν, καὶ οὐ κατὰ μὲν τὸν ἐνεστῶτα, εἰ τύχοι, συναληθεύουσι κατὰ δὲ τὸν παρεληλυθότα ἢ τὸν μέλλοντα οὐχ οὕτως ἕξουσιν, εἴτε διαιροῖεν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, τῆς ἀδιορίστου ἀποφάσεως οὐ τῇ μερικῇ ἀποφάσει ταὐτὸν φθεγγομένης ἀλλὰ τῇ καθόλου, κατὰ πάντα πάλιν χρόνον ἕξουσι τὸ ἀντιφάσκειν πρὸς ἀλλήλας παραπλησίως τῇ τῆς μερικῆς καταφάσεως πρὸς τὴν καθόλου ἀπόφασιν ἀντιθέσει.
[*](3 καὶ τὸ ψεῦδος om. F δὴ] δὲ G 6 καὶ om. F διαφέρωσιν Α 8 τὴν om. G 9. 10 μερικὴ ἀπόφασις καὶ ἡ καθ. κατάφασις M 13 τὴν μενεὑρήσεις (15) om. F post κατάφασιν add. παντελῶς G 15 ὡς παντ. F 20 καὶ ἐπὶ—ψεῦδος (22) om. F 22 δηλονότι om. G 23 ἀντιθέσεως Ma τῆς] τὴν G1 ἐκεῖνα F 24 ἄν om. AG κατὰ—χρόνον χρόνον om. G 27 θεωροῦν- τες G τε om. F 29 ἐλέγετο πρότερον] p. 111,15 30 συναληθεύσουσι G 31 οὐχ οὕτως] ἐναντίως (superscr. οὐχ ὁμοίως) G 34 τῆ τῆς] τῆς τε G καταφάσεως] ἀποφάσεως Ma)Τῶν οὗν εἰρημένων τριῶν ἀντιθέσεων κατὰ πάντα χρόνον ὁμοίως ἐχουσῶν κατὰ τὸ ποιεῖν ἀντίφασιν ἢ μὴ ποιεῖν, τὰς καθ’ ἕκαστα προτάσεις φησὶν ὁ ‘Ἀριστοτέλης ἐπὶ μὲν τῆς ἀναγκαίας ὕλης καὶ τῆς ἀδυνάτου διαιρεῖν ὁμοίως ταῖς ἄλλαις κατὰ πάντα χρόνον ὡρισμένως τὸ ἀληθὲς καὶ τὸ ψεῦδος κατὰ μὲν γὰρ τὴν ἀναγκαίαν ὕλην τὴν μὲν κατάφασιν ἀληθεύειν ἀνάγκη τὸ ἀναγκαίως ὑπάρχον ὑπάρχειν λέγουσαν, τὴν δὲ ἀπόφασιν ψεύ- δεσθαι ἅτε ἀναιροῦσαν τὸ ἀναγκαίως ὑπάρχον, κατὰ δὲ τὴν ἀδύνατον τὴν μὲν κατάφασιν ψεύδεσθαι τὸ ἀδύνατον ὑπάρχειν λέγουσαν, τὴν δὲ ἀπόφασιν ἅτε ἀναιροῦσαν αὐτὸ ἀληθεύειν), κατὰ δέ γε τὴν ἐνδεχομένην ὕλην οὐκέτι φησὶν ὁμοίως αὐτὰς ἔχειν κατὰ πάντα χρόνον λαμβανομένας πρὸς τὴν διάκρισιν τοῦ τε ἀληθοῦς καὶ τοῦ ψεύδους· ἐπὶ μὲν | γὰρ τοὐ παρεληλθθότος [*](105r) καὶ τοῦ ἐνεστῶτος, ἅτε δὴ τοῦ πράγματος ἐκβεβηκότος περὶ οὗ ὁ λόγος, φανερὰν εἶναι τῶν καθ’ ἕκαστα προτάσεων τήν τε ἀληθεύουσαν καὶ τὴν ψευδομένην· εἰ γὰρ τύχοι λουόμενος ἢ λουσάμενος χθὲς ὁ Σωκράτης, ἡ μὲν κατάφασις ἀληθεύσει ἡ λέγουσα ‘Σωκράτης λούεται᾿ ‘Σωκράτης χθὲς ἐλούσατο᾿, ἡ δὲ ἀπόφασις ἀναιρεῖν πειρωμένη τὸ ὑπάρχον ἢ ὑπάρξαν δῆλον ὅτι ψευδὴς ἔσται, καὶ εἰ τύχοι μὴ λουόμενος ἢ μὴ λελουμένος τῇ προτεραίᾳ, δῆλον ὅτι τὴν μὲν ἀπόφασιν κατὰ τὸν ἐνεστῶτα χρόνον καὶ τὸν παρεληλυθότα λαμβανομένην ἀληθεύειν ἀνάγκη, τὴν δὲ κατάφασιν ὑπάρχειν ἢ ὑπάρξαι λέγουσαν τὸ μὴ ἐκβεβηκὸς ψεύδεσθαι. κατὰ δέ γε τὸν μέλλοντα χρόνον διαιρεῖν μὲν καὶ οὕτως φησὶ τὰς καθ’ ἕκαστα προτάσεις τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, οὐκέτι μέντοι ὁμοίως ταῖς κατὰ τὸν ἐνεστῶτα χρόνον ἢ τὸν παρεληλυθότα λαμβανομέναις· οὐ γὰρ ἔτι ὡρισμένως ἔστιν εἰπεῖν ποτέρα μὲν αὐτῶν ἀληθεύσει ποτέρα δὲ ψεύσεται, μήπω τοῦ πράγματος ἐκβεβηκότος δυναμένου δὲ καὶ ἐκβῆναι καὶ μὴ ἐκβῆναι.
Τοῦτο μέντοι τὸ θεώρημα τὸ νῦν ὑπὸ τοῦ Ἀριστοτέλους κινούμενον δοκεῖ μὲν εἶναι λογικόν, κατὰ ἀλήθειαν δὲ πρὸς πάντα τὰ μόρια τῆς φιλο- σοφίας ἐστὶν ἀναγκαῖον· κατά τε γὰρ τὴν ἠθικὴν φιλοσοφίαν πᾶσαν ἀνάγκη προσλαμβάνειν ὡς οὐ πάντα ἔστι καὶ γίνεται ἐξ ἀνάγκης, ἀλλ’ ἔστι τινὰ καὶ ἐφ’ ἡμῖν, ἐπείπερ κύριοι πράξεων τινων ὄντες καὶ ἐφ’ ἡμῖν ὂν ἑλέσθαι ἢ μὴ ἑλέσθαι τάδε τινὰ καὶ πρᾶξαι ἢ μή, τὰς μὲν ἐπαινετὰς τὰς δὲ ψεκτὰς εἶναι τῶν τε | προαιρέσεων καὶ τῶν πράξεων λέγομεν, καὶ προτρέπειν [*](105v) μὲν τοὺς πέλας ἀξιοῦμεν ἐπὶ τὰς καλὰς καὶ ἀγαθὰς πράξεις ἀποτρέπειν δὲ ἐκ τῶν ἐναντίων. καὶ μέντοι καὶ πρὸς φυσιολογίαν φαίνεται χρήσιμον τὸ θεώρημα· ζητήσει γὰρ καὶ ὁ φυσιολόγος εἴτε πάντα ἐξ ἀνάγκης [*](4 ὡρισμένον G1 9 γε om. FG 10 οὐκέτι] οὐκ ἐστι F αὐτὰς ὁμοίως colloc. GM 11 ψευδοῦς ’Ma 12 δὴ] ἤδη F 13 φανερὸν AGM 15 ἀληθεύει Ma alt. ἡ om. F 16 ἡ om. G 20 γε om. F 22 τε om. G μέντοι om. Α 23 ἢ τὸν ex εἴ τοι corr. Α παρελ.] παρωχηκότα Fa 24 ἐστιν om. G ἀληθεύει .. ψεύδεται G 25 οὔπω Fa ἐκβεβηκότως Α δὲ] μέντοι Fa 27 τοῦ om. G 28 δὲ] μέντοι F 30 ἔστι τε καὶ Fa 31 ὡς κύριοι F 33 ψεκτὰς] φευκτὰς F εἶναι om. G 34 τοὺς πέλας ἀξιοῦμεν οm. G 35. 36 χρ. φαίν. colloc. a 36 ζητήσοι F)
τοὺς δὲ ὡς ὄντων τινῶν καὶ ἐφ’ ἡμῖν ἀπομαχομένους μὲν τοῖς πάντα ἀναγκάζουσιν ἀξιοῦντας δὲ ἡμᾶς ὡς αὐτο|κινήτους παιδείας τε καὶ ἀρετῆς [*](106r) ἐπιμέλειαν ποιεῖσθαι.
- ἐγὼ δ’ οὐκ αἴτιός εἰμι,
- ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐριννύς,
τοσαύτην οὖν δύναμιν ἔχοντος τοῦ θεωρήματος πρὸς πάντα ἡμῶν τὸν βίον ἀναγκαῖον ἡγοῦμαι τῶν πάντα ἀναγκάζειν πειρωμένων λόγων τοὺς δοκοῦντας παρέχειν τινὰ τοῖς ἀκούουσιν ἀπορίαν ἐκθέσθαι τε καὶ διαλῦσαι. δύο δὲ τούτων ὄντων, τοῦ μὲν λογικωτέρου τοῦ δὲ πραγματειωδεστέρου, ὁ μὲν λογικώτερος προάγεται ὡς ἐπί τινος ἡμῶν ἐνεργείας, οἷον τῆς κατὰ τὸ θερίζειν, τὸν τρόπον τοῦτον· εἰ θεριεῖς, φησίν, οὐχὶ τάχα μὲν θεριεῖς τάχα δὲ οὐ θεριεῖς, ἀλλὰ πάντως θεριεῖς, καὶ εἰ μὴ θεριεῖς, ὡσαύτως οὐχὶ τάχα μὲν θεριεῖς τάχα δὲ οὐ θεριεῖς. ἀλλὰ πάντως οὐ θεριεῖς· ἀλλὰ μὴν ἐξ ἀνάγκης ἤτοι, θεριεῖς ἢ οὐ θεριεῖς· ἀνῄρηται ἄρα τὸ τάχα, εἴπερ μήτε κτὰ τὴν ἀντίθεσιν τοῦ θεριεῖν πρὸς τὸ μὴ θεριεῖν ἔχει χώραν, ἐξ ἀνάγκης τοῦ ἑτέρου τούτων ἐκβαίνοντος, μήτε κατὰ τὸ ἑπόμενον ὁποτερᾳοῦν τῶν ὑποθέσεων· τὸ δὲ τάχα ἦν τὸ εἰσφέρον τὸ ἐνδεχόμενον· οἴχεται ἄρα τὸ ἐνδεχόμενον. πρὸς τοῦτον οὖν τὸν λόγον ῥᾴδιον ἀπαντᾶν λέγοντας ὡς ὅταν φάσκητε τὸ ἱεῖ θεριεῖς, οὐχὶ τάχα μὲν θεριεῖς τάχα δὲ οὐ θεριεῖς, ἀλλὰ πάντως θεριεῖς’, πῶς ἀξιοῦτε ὑποτίθεσθαι τὸ θεριεῖν ὡς ἀναγκαῖον [*](1 γίνονται G εἴτε] ἡ F τινὰ καὶ ἀπὸ FG ἐκ] ἀπὸ G 2 ζητοῦμεν Α 4 καὶ (post τις) om. G ἀδιορίστως G δὲ suppl. G2 7 γίνονται G 8 τὰ] καὶ G: om. M ἡ] εἰ Α ἐνδεχομένως F: ἐπὶ ἐνδεχομένων AMa: ἐπὶ τῶν ἐνδεχομένων G ἐκβαίνοντος F ὧν] τῶν Α 9 μερικῆς M καὶ ἄλλοτε iter. Α καὶ om. F 10 τοὺς] τὰς FG ἰδιωτικὰς G1 διακειμένας G 14 παρ’ ‘Oμήρῳ] T 86. 87 15 οὐκ] οὐκέτι Α: οὐκ ἄν G: οὐκέτι ἄν M 21 ante τῶν πάντα add. τὸν πάντα Α 23 πραγματιωδ. Α 26 καὶ] ὡς AM καὶ—ὡσαύτως] ὡσαύτως εἰ οὐ θεριεῖς F 27 τάχα (prius)] ταῦτα F: τἄ M 28 ἤτοι] εἴ τι Α εἴπερ οὖν F 31 εἰσφερόμενον G1 οἴχεται—ἐνδεχόμενον (32) om. G 33 φάσκηται ΑΜ οὐχὶ] οὐ M 34 ἀξιοῦται Α: ἀξιοῖτε Ma)
Ὁ δέ γε ἕτερος τῶν λόγων οὕτως ὢν πραγματειώδης καὶ δυσαντίβλε- πτος, ὥστε καὶ πολλοὺς τῶν ἐπιστατικωτέρων εἶναι δοκούντων ἀπάγεσθαι πρὸς τὴν ἀναιροῦσαν τὸ ἐνδεχόμενον δόξαν, πρόεισιν ἐκ διαιρέσεως τοιαύτης· οἱ θεοί, φασίν, ἤτοι ὡρισμένως ἴσασι τὴν ἔκβασιν τῶν ἐνδεχομένων ἢ παν- τάπασιν οὐδεμίαν αὐτῶν ἔχουσιν ἔννοιαν ἢ καθάπερ ἡμεῖς ἀόριστον αὐτῶν ἔχουσι τὴν γνῶσιν. ἀλλ’ ἀγνοεῖν μὲν οὐδὲν τῶν ὄντων αὐτοὺς ἐνδέχεται τὰ πάντα παράγοντάς τε καὶ διακοσμοῦντας νοῦς τε παντελῶς ἀμιγεῖς πρὸς ὕλην ὄντας, μᾶλλον δέ εἰ χρὴ τὸ ἀκριβέστερον φάναι) καὶ ὑπὲρ τὴν νοερὰν αὐτὴν ἰδιότητα τὴν ὄντως ἑαυτῶν ὕπαρξιν ἱδρυμένους· οὔτε γὰρ αὐτόματον ἐροῦμεν εἶναι τῶν ὄντων τὴν φύσιν τε καὶ τάξιν, οὔτε τοὺς θεοὺς εὔλογον ἢ ἀγνοεῖν ἅπερ παράγουσιν ἡ ὥ. τινας ἀφερεπόνους κατολιγωρεῖν τῆς τε γνώσεως αὐτῶν καὶ τῆς διακοσμήσεως· τὸ γὰρ ὑπολαμβάνειν ὡς ἐργώδη τε καὶ ἄσχολον ποιοῦμεν τὸν τῶν θεῶν βίον καὶ ἄμοιρον τῆς τοῖς θεοῖς προσηκούσης ἔμφρονος ῥᾳστώνης, ἐπιμελεῖσθαι τῶν κατὰ μέρος αὐτοὺς ἀποφαινόμενοι, μὴ συνεωρακότων ἐστὶ τὴν ὑπεροχὴν τῆς τῶν θεῶν γνώσεως τε καὶ δυνάμεως πρὸς τὴν ἡμετέραν καὶ διὰ τὴν ἄγνοιαν ταύτην ἀξιούντων ἐκ τῶν περὶ ἡμᾶς τὰ κατὰ τοὺς θεοὺς σταθμᾶσθαι καὶ τὴν ἡμετέραν ἀσθένειαν ἐπ’ ἐκείνους μεταφέρειν, ὡς τοῦ μὲν βασιλέως ἡλίου ἅπαντα ἅμα τὰ ἐν τῷ κόσμῳ καταλάμπειν δυναμένου, πλὴν εἰ | μή τισιν ἀντιφράττοι ποτέ τινα τῶν μὴ διαφανῶν ἀλλὰ στερεῶν [*](107r) σωμάτων, τῆς δὲ ἀσωμάτου καὶ παντάπασιν ἀύλου τῶν θεῶν δυνάμεως οὐ δυναμένης ἀπαραποδίστως τε καὶ ἀθρόως ἅπασιν ἅμα παρεῖναι τοῖς οὖσιν, οὐδενὸς ἀντιφράττειν αὐτῇ δυναμένου πλὴν τῆς ἡμετέρας ἀνεπιτη- δειότητος, οὐδὲ τότε κατὰ ἀλήθειαν τῆς προνοίας τῶν θεῶν παραποδιζομένης ἢ πρὸς τὴν γνῶσιν τῶν καθ’ ἡμᾶς ἢ πρὸς τὴν ἐπιμέλειαν, ἀλλ’ ἡμῶν αὐτῶν παραπλήσια πασχόντων τοῖς ὑπὸ τὸ φῶς τὸ ἡλιακὸν καθεύγὰρ [*](1 om. FM 2 αἰτεῖσθαι Α 4 ἤτοι] εἴ τι Α: εἴτε a 5. 6 δηλονότι om. F 6 ἀδ. ὄντος] ἀδυνατοῦντος F ἔσται] ἐστὶν AGMa 7 αὕτη] αὐτὴ G 8 οὕτως] ὄντως ΑG1 ὢν iter. G πραγματιώδ. Α 8. 9 δυσαντίβλ.] scribas δυσαντίλεκτος 9 εἶναι om. G δοκοῦντας F ἐπάγεσθαι G 11 φησίν Α 12. 13 ἔχουσιν αὐτῶν G 14 παραγαγόντας a νοῦς] νόας F ἀμιγῆ Α 16 ἱδρυσαμένους AM 17 τὴν τῶν ὄντ. φύσιν M φύσιν τε καὶ] φυσικὴν F 18 τινες Α ἀφεροπόν. G1 18. 19 κατολιγορεῖν F 19. 20 ὑπολαμβάνειν] αἰνίττεται τὸ ἔπος μενάνδρειον τοσαύτην τοὺς θεοὺς ἄγειν σχολήν καὶ ἑξῆς in mrg. Α: αἷν. τὸ μενάνδρειον ἔπος in mrg. G2 (cf. fr. 174 Com. Att. fr. ed. Kock III p. 51) 20 ἀργώδη F1 21 τῆς om. AG τοῖς om. F μὴ προσηκ. Ma ἔκφρονος Ma 24 τοὺς om. M 27 ἀντιφράττοιτο Ma 29 ἀπαρεμποδ. G 33 παραπλήσιον G)
Τούτων οὖν κατά τε τὰς κοινὰς καὶ ἀδιαστρόφους τῶν ψυχῶν ἐννοίας ὁμολογουμένων ὄντων καὶ ἐν τῷ δεκάτῳ τῶν Νόμων ἐναργῶς ἀποδεδειγμένων οὔτε ἀγνοεῖν τὰ ἡμέτερα | τοὺς θεοὺς δυνατὸν οὔτε ἀόριστον αὐτῶν [*](107v) γνῶσιν ἔχειν, ὥσπερ εἰκάζοντας περὶ τῶν ἐκβησομένων· πρῶτον μὲν γάρ, ὡς ὁ Τίμαιος ἡμᾶς ἐδίδαξε καὶ αὐτὸς ὁ Ἀριστοτέλης θεολογῶν ἀποφαίνεται καὶ πρὸ τούτων ὁ Παρμενίδης οὐχ ὁ παρὰ Πλάτωνι μόνον ἀλλὰ καὶ ὁ ἐν τοῖς οἰκείοις ἔπεσιν, οὐδέν ἐστι παρὰ τοῖς θεοῖς οὔτε παρεληλυθὸς οὔτε μέλλον, εἴ γε τούτων μὲν ἑκάτερον οὐκ ὄν τὸ μὲν οὐκέτι τὸ δὲ οὔπω καὶ τὸ μὲν μεταβεβληκὸς τὸ δὲ πεφυκὸς μεταβάλλειν, τὰ δὲ τοιαῦτα τοῖς ὄντως οὖσι καὶ μεταβολὴν οὐδὲ κατ’ ἐπίνοιαν ἐπιδεχομένοις προσαρμόττειν ἀμήχανον· προηγεῖσθαι γὰρ ἀνάγκη τὸ παντελῶς τοῦ ὁπωσοῦν μεταβάλλοντος, ἵνα καὶ μένῃ μεταβάλλον. ὥστε ἐπὶ θεῶν ἀρχῆς ἐχόντων πρὸς τὰ ὄντα λόγον τὸ παρεληλυθὸς ἢ τὸ μέλλον θεωρεῖσθαι ἀδύνατον, ἀλλὰ πάντα παρ’ αὐτοῖς ἐν ἑνὶ τῷ νῦν ἐστι τῷ αἰωνίῳ ἱδρυμένα, τῶν χρονικῶν μέτρων ἅμα τῇ ὑποστάσει τοῦ παντὸς ἀναφαινομένων καὶ μόνα μετρούντων τὰ κατὰ χρόνον ἔχοντα ἢ τὴν ὑπόστασιν ἢ τὴν ἐνέργειαν. ὥστε καὶ τὴν εἰκαστικὴν γνῶσιν πόρρω που τῶν θεῶν καὶ ἐν τῇ ἀποπερατώσει τῆς λογικῆς ζωῆς ἀπερρῖφθαι ἀναγκαῖον. ἔπειτα πῶς ἄν δόξαιμεν κατὰ βραχὺ γοῦν σωφροσύνης μετέχειν, τῇ γνώσει τῶν θεῶν μηδὲν πλέον ἀξιοῦντες τῆς ἡμετέρας ἀπονέμειν, ἀλλὰ τολμῶντες ἀμφίβολον αὐτὴν καὶ ἀόριστον ὁμολογεῖν; τῆς γὰρ αὐτῆς ἔσται [*](1 καὶ om. F τῆς (post θερμ.) om. F 2 παρεχομένοις A1Ga 3 αἵρεσιν] ἀσθένειαν F 4 ἀνατέλλ. M 5 πρωνοίας F πίπτειν] πιστεύειν FG1 6 εἰσιν suppl. G2 6. 7 ὁ Ἀθηναῖος ξένος] cf. Plat. Leg. X 12 p. 905 Α 7 οὕτως μικρὸς μικρῶς G) AG βάθος] μέγεθος F 8 οὔτε F 10 δυναμένων GMa 14 ὡμολογουμ. Α ἐν τῷ δεκ. τῶν Νόμων] c. 10 p. 899 D sq. 14. 15 παραδεδειγμ. G1 17 ὁ τίμιος] Plat. Tim. c. 5 p. 27 sq. ὁ Ἀριστοτέλης] Metaph. Λ 7 p. 1072 a 25 sq. 18 ὁ Παρμενίδης] fr. v. 61 (Mullach I p. 120), Plat. Parm. c. 9 p. 137 Α sq. 20 μέλλων G1 εἴ γε] οὕτε AGMa 22 ἐπιδεχ.] δεχ. G 25 ἢ τὸ] ἤτοι G1 26 ἐστι om. F 27 αἰῶνι Ma μέτρων] μερῶν G1 τοῦ παντὸς om. M 28. 29 ἢ τὴν ὑπόστασιν iter. F 29 πόρω Α 31 κατὰ] κὰν G)
Κατ’ οὐδετέραν γὰρ τούτων τῶν ὑποθέσεων ἐπιμελεῖσθαι τοὺς θεοὺς τῶν περὶ ἡμᾶς δυνατὸν κατὰ τὸν τοῖς θεοῖς προσήκοντα τρόπον τῆς προ- νοίας, τοῦτο δέ ἐστιν ἀπ’ ὐτἡς τῆς οὐσίας τῶν προνοουμένων ποιουμένους αὐτῶν τὴν ἐπιμέλειαν καὶ ὥσπερ ἐκ πρύμνης αὐτὰ διακοσμοῦντας, οὐ τῷ βουλεύεσθαι περὶ αὐτῶν, ὡς οἱ ποιηταὶ λέγουσιν (ἔνδεια γὰρ ἡ βουλὴ φρονήσεως) οὐδὲ τῷ ἄλλοτε ἄλλα βουλεύεσθαι καὶ ποιεῖν (ἀλλότριον γὰρ τοῦτο τῆς μιᾶς καὶ ἁπλῆς καὶ ἀτρέπτου παντάπασιν αὐτῶν ἐνεργείας καὶ μόνοις προσῆκον τοῖς ὑπὸ χρόνου μετρουμένοις καὶ μετὰ προαιρέσεως τὰς ἐνεργείας ποιουμένοις), ἀλλ’ αὐτῷ φασι τῷ εἶναι, καθάπερ ὁ ἥλιος οὐ βου- λευόμενος οὐδὲ κινούμενος ἀλλὰ τῷ εἶναι, καὶ εἰ μένων ἐπινοηθείη, πληροῖ τὰ μετέχειν δυνάμενα τοῦ οἰκείου φωτός· οὔτε οὖν τὴν πρόνοιαν αὐτῶν οὕτω γίνεσθαι δυνατὸν οὔτε τὸ εὔχεσθαι καὶ ἱκετεύειν αὐτοὺς ὑπὲρ ὑετοῦ τυχὸν ἢ σωτηρίας καρπῶν ἢ νίκης, ὧν τὴν ἔκβασιν ἀγνοοῦσι, πόρρω ἄν ἐμπληξίας εἴη. εἰ δὲ ταῦτα καὶ ἀδύνατα καὶ οὔτε λέγειν οὔτε διανοεῖσθαι ὅσια καὶ ὑπ’ αὐτῆς ἐλεγχόμενα τῆς πείρας, ὡς αἱ πολύστιχοι τῶν θείων ἐνεργειῶν πραγματεῖαι καὶ τὰ καθ’ ἑκάστην ὡς εἰπεῖν ἡμέραν γινόμενα τοῖς ἐφιστάνειν αὐτοῖς δυναμένοις ι σημαίνουσι, δῆλον ὅτι καὶ διατάττεσθαι [*](108v) ὑπὸ τῶν θεῶν τὰ ἐνδεχόμενα ῥητέον καὶ ὡρισμένως γινώσκεσθαι αὐτῶν τὴν ἔκβασιν· μᾶλλον γὰρ ἦν εἰκὸς τὰ ἀίδια τῶν πραγμάτων περιορᾶσθαι ὑπ’ αὐτῶν ἔρημα τῆς ἐπιβαλλούσης αὐτοῖς προνοίας ἢ τὰ ῥευστὴν ἔχοντα φύσιν, εἴπερ ἐκεῖνα μὲν ἀπὸ τῆς ἑαυτῶν φύσεως τὸ ὡρισμένον ἔχει καὶ ἄτρεπτον τοιαύτην θεόθεν τὴν ὑπόστασιν εἰληχότα, τὰ δὲ ἐν γενέσει διὰ τὸ ῥευστὸν τῆς οἰκείας ὕλης ἐν παντοδαπῇ μεταβολῇ φέρεσθαι πεφυκότα οὔτε εἶναι οὕτε συνέχεσθαι καὶ διακοσμεῖσθαι δυνατὸν μὴ πολλῆς τυγχάνοντα τῆς τῶν ἀεὶ ὡσαύτως ἐχόντων δημιουργικῆς τε καὶ προνοητικῆς αἰτίας, οὐ μόνον τῆς ὁλικωτέρας καὶ ἐξῃρημένης ἀλλὰ καί τινος μερικωτέρας καὶ προσεχεστέρας· ὥσπερ καὶ τῶν ἀνθρώπων τοὺς παῖδας ὁρῶμεν πλείονος δεομένους ἐπιμελείας ἢ τοὺς ἄνδρας, καὶ τοὺς ἀνοήτους ἤπερ τοὺς ἔμφρο- [*](1 ἀλόγ.] ἄλλων F 3 τῶν (prius) cm. M 4 προσιτίους Ma ἢ (alterum) om. FM 5 γενημ. FM 8 γὰρ] δὲ a 9 τοῖς oin. Alia 11 οὐ tw] οὕτω GM 12 λέγ.] μυθολογοῦσι GM ἔνδειαν F 13 xui] τὸ Α 15 μόνης Α χρόνον AF 16 αὑτὸ AGM 16. 17 βουλόμενος AGM 17 xdj] τὸ M εἰ] ἀεὶ a 20 οὐκ ἀγνοοῦσι a 21 ἐκπληξίας G 22 καὶ ὐπ’ αὐτῆς—σημαι- νοῦσι (24) ora. F πολὐστοιχοι Ma 25 τῶν om. AFG αὐτὴν Α 26 εἰκότως FGM i’Sia AG 27 ἐπιβαλούσης G ἡ τὰ] εἶτα Α 29 ἐν suppl. G- 31 τυχόντα GMa 33 τινὸς καὶ colloc. F 34 καὶ suppl. G2)
Πρὸς τοῦτον οὖν τὸν λόγον δυσαντίβλεπτον, ὅπερ ἐλέγομεν, ὄντα καὶ ὑπ’ αὐτῆς δοκοῦντα τῆς ἐναργείας κρατύνεσθαι, ὡς αἱ τῶν μαντειῶν προρρήσεις δηλοῦσιν, ἀπαντῶντες ἡμεῖς κατὰ τὴν τοῦ θείου Ἰαμβλίχου ὑφήγησιν, τὰ διάφορα μέτρα τῶν γνώσεων διαιρεῖν ἀξιώσομεν λέγοντες ὡς ἡ γνῶσις μέση οὖσα τοῦ τε γινώσκοντος καὶ τοῦ γινωσκομένου, εἴπερ ἐστὶν ἐνέργεια τοὐ γινώσκοντος περὶ τὸ γινωσκόμενον οἷον τῆς ὄψεως περὶ τὸ λευκόν, ποτὲ μὲν κρειττόνως γινώσκει τὸ γινωσκόμενον, τῆς αὐτοῦ τοῦ γνώστου φύσεως ποτὲ δὲ χειρόνως ποτε δὲ συστοίχως· οταν μεν γὰρ τὸν νοῦν τὸν ἡμέτερον τὰς πολιτικὰς τῶν πράξεων προχειριζόμενον λέγωμεν γινώσκειν τὰ καθ’ ἕκαστα τῶν πραγμάτων, ἀναφέροντα ταῦτα ἐπὶ τὰ καθόλου καὶ δι’ ἐκείνων ὡς οἰκείων γινώσκειν αὐτὰ πειρώμενον, δῆλον ὅτι κρείτ- τονα ἐνταῦθα ἐροῦμεν εἶναι τοῦ γινωσκομένου τὴν γνῶσιν, εἴπερ μεριστὸν μὲν καὶ ἐν μεταβολῇ τὸ καθ’ ἕκαστον, ὁ δὲ λόγος, καθ’ ὃν ταῦτα ὁ νοῦς ὁ πρακτικὸς γινώσκει, ἀδιαίρετός τε καὶ ἀμετάβλητος. ὅταν δὲ αὐτὸς πρὸς ἑαυτὸν ἐπιστρεφόμενος καὶ κατὰ τὰς καθαρτικὰς ἐνεργῶν ἀρετὰς τὴν οὐσίαν τὴν ἑαυτοῦ θεωρῇ, σύστοιχον εἶναι ἀνάγκη τῷ τὴν γνῶσιν. ὅταν δέ γε ἀνελθὼν ἐπὶ τὸ ἀκρότατον τῆς ἑαυτοῦ τελειότητος καὶ τὰς θεωρητικὰς τῶν ἀρετῶν προχειριζόμενος θεωρῇ τὰ περὶ τῶν θείων διακοσμήσεων καὶ ὅπως ἐκ τῆς μιᾶς τῶν πάντων ἀρχῆς αὗται παράγονται | καὶ τίς ἑκάστης ἡ ἰδιότης, χείρονα εἶναι ἀνάγκη τοῦ [*](109v) γινωσκομένου τὴν γνῶσιν.
[*](1. 2 οἱ θεοὶ—γινώσκουσιν om. F 2 ὅπερ ἐλέγομεν] p. 133,15 134,7 3 τὸ ξύλινον τεῖχος] cf. Herod. VII 141 4 ἡ θεία Σαλαμὶς] cf. Herod. VII 141 4. 5 ὁ Κροῖσος] cf. Herod. I 53 Diod. exc. VII 28 5 καὶ ὁ Λάϊος—οἰκίαν (6) om. F (unde haec Αmmon. hauserit, nescio; cf. Soph. Oed. R. arg. et v. 711sq. Eur. Phoen. arg. et v. 17—20) 7 οὑν om. G 8 καὶ ὡς om. G 8. 9 γινώσκεσθαι .. προλέγεσθαι AGMa 8 τε om. FG 10 τῶν om. FG 12 δυσαντιβλ.] scribas δυσαντίλεκτον (cf. p. 132,8) ὅπερ] ὥσπερ F ὄντα ὅπερ ἐλέγ. M 13 ματειῶν F 14 ἀπατῶντες G1 17 οἷον—γινωσκόμενον (18) om. et ante ποτὲ δὲ (19) add. ποτὲ μὲν κρείττων F 18 τοῦ suppl. G2 19 χείρων F σύστοιχος F 21 τὰ καθ’ ἕκαστα—γινώσκειν (22) om. F 22 οἰκεῖον Α: οἰκεῖα M 22. 23 ἐντ. κρ. (num. corr.) colloc. G 25 πρακτ.] παρεκτικὸς G 27 θεωρεῖ G 29 θεωρεῖ F: θεωρεῖν G 31 παραγίνονται F: προάγονται G τίς] τῆς F)Τούτων οὖν οὕτως ἐχόντων ῥητέον τοὺς θεοὺς γινώσκειν μὲν πάντα τὰ γεγονότα καὶ τὰ ὄντα καὶ τὰ ἐσόμενα ἢ μέλλοντα τὸν θεοῖς προσή- κοντα τρόπον, τοῦτο δέ ἐστι μιᾷ καὶ ὡρισμένῃ καὶ ἀμεταβλήτῳ γνώσει, διόπερ καὶ τῶν ἐνδεχομένων περιειληφέναι τὴν εἴδησιν, ἅτε καὶ πάντα τὰ ἐν τῷ κόσμῳ παράγοντας καὶ τῶν μὲν ἀιδίων οὐσιῶν αἰτίους ὄντας τῶν δὲ γεννητῶν προαιτίους κατὰ τὰς οἰκείας ἑκάστοις αὐτῶν ἐνεργείας καὶ οἷον ὁρῶντας οὐκ αὐτὰς μόνον τὰς οὐσίας ἀλλὰ καὶ τὰς δυνάμεις αὐτῶν καὶ τὰς ἐνεργείας τάς τε κατὰ φύσιν καὶ τὰς παρὰ φύσιν, ὅπερ παρὰ φύσιν συνεισῆλθε τῇ ἀναγκαίᾳ τῆς ὑποβάσεως τῶν ὄντων ὑφέσει τοῖς καὶ τού· του μετέχειν ποτὲ πεφυκόσιν, οὐ προηγουμένως ἀλλὰ κατὰ τὸν λεγόμενον τῆς παρυποστάσεως τρόπον· γινώσκειν μέντοι τὰ ἐνδεχόμενα κρειττόνως τῆς αὐτῶν ἐκείνων φύσεως, διόπερ ταῦτα μὲν ἀόριστον ἔχειν τὴν φύσιν δύνασθαί τε καὶ ἐκβαίνειν καὶ μὴ ἐκβαίνειν, ἐκείνους δὲ ἅτε κρειττόνως τῆς φύσεως αὐτῶν τὴν γνῶσιν αὐτῶν προειληφότας ὡρισμένως καὶ ταῦτα εἰδέναι· καὶ γὰρ τὰ μεριστὰ τῶν πραγμάτων ἀμερίστως καὶ ἀδιαστάτως γινώσκειν αὐτοὺς ἀναγκαῖον, καὶ τὰ πεπληθυσμένα ἑνοειδῶς καὶ τὰ ἔγχρονα αἰωνίως καὶ τὰ γεννητὰ ἀγεννήτως· οὐ γὰρ δὴ συμπαραθέειν τῇ ῥύσει τῶν πραγμάτων τὴν τῶν θεῶν γνῶσιν ἀνεξόμεθα λέγειν, οὐδὲ εἶναί τι ἐπ’ ἐκείνων ἢ παρεληλυθὸς ἢ μέλλον οὐδὲ λέγεσθαι ἐπ’ αὐτῶν, ὡς ἐν Τιμαίῳ παρειλήφαμεν, τὸ ἦν ἢ τὸ ἔσται μεταβολῆς τινος ὄντα σημαντικά, μόνον [*](110r) δὲ τὸ ἔστι, καὶ τοῦτο οὐ τὸ συναριθμούμενον τῷ τε ἦν καὶ τῷ ἔσται καὶ ἀντιδιαιρούμενον αὐτοῖς, ἀλλὰ τὸ πρὸ πάσης χρονικῆς ἐμφάσεως ἐπινοούμενον καὶ τὸ ἄτρεπτον αὐτῶν καὶ ἀμετάβλητον σημαῖνον, ὅπερ καὶ ὁ μέγας Παρμενίδης παντὶ τῷ νοητῷ ὑπάρχειν ἀποφαίνεται· ‘οὐ γὰρ ἔην οὐδ’ ἔσται,’ φησίν, ‘ὁμοῦ πᾶν, ἔστι δὲ μοῦνον’. καὶ οὐ χρὴ νομίζειν ὅτι ἀναγκαίαν ἕξει τὴν ἔκβασιν ἃ λέγομεν ἐνδεχόμενα διὰ τὸ ὑπὸ θεῶν γινώ- σκεσθαι ὡρισμένως· οὐ γὰρ διότι γινώσκουσιν αὐτὰ οἱ θεοί, διὰ τοῦτο ἀναγκαίως ἐκβήσεται, ἀλλ’ ἐπειδὴ φύσιν ἔχοντα ἐνδεχομένην καὶ ἀμφίβολον πέρας ἕξει πάντως ἢ τοῖον ἢ τοῖον, διὰ τοῦτο τοὺς θεοὺς εἰδέναι ἀναγκαῖον ὅπως ἐκβήσεται. καὶ ἔστι τὸ αὐτὸ τῇ μὲν φύσει τῇ ἑαυτοῦ ἐνδεχότὰ [*](1. 2 πάντα τὰ M 2 τὸν] τοῖς a 3 ἀμεταβάτῳ AGMa 4 τὰ] τοὺς F G γενητῶν AFMa προσαιτίους a 8 ὅπερ παρὰ φύσει AM; hoc παρὰ φύσιν fort. eicias 9 συνῆλθε GM ὑποβάσ.] ὑποστάσεως Α ὑφέσει mrg. suppl. Α 9. 10 τοῦτο F 10 ποτὲ μετέχειν colloc. M 12 ἔχει AG: ἔχοντα Ma 13 δύναται G καὶ (post τε) om. M ἐκεῖνα G2 14 τῆς φύσεως—προειληφότας suppl. G2 αὐτῶν (post γνῶσιν) supra scr. M 16 ἐγχρόνια G 17 γενητὰ AFMa ἀγενήτως FMa συμπαραθεῖν FMa (cf. συνδέειν p. 126,18) ῥεύσει Brand. 18 ἀνεξώμεθα Α 19 ὡς] καὶ G1: ὡς καὶ G2 ἐν Τιμαίῳ] c. 10 p. 37 E 20 τὸ (ante ἦν) om. M σημ. ὄντα (num. corr.) G 21 τὸ (post οὐ) om. M τῶ (ante ἔσται) om. M 23 ὅπερ—μοῦνον (25) om. F ὥσπερ M 24 Παρμενίδης] fr. v. 61 (Mullach Ι p. 120) 25 οὐδ’] οὐκ G μόνον M 26 ἔχει G1 27 ὡρισμένως om. F 27. 28 ἀναγκαῖον G2 29 πάντως superscr M ἣ (prius) om. FG ἡ τοῖον (alt.) om. F 30. p. 137, 1 post ἐνδεχ. add. καὶ ἀόριστον F)
Ἐπεὶ δέ τινες θρασύτερον ἀναστρεφόμενοι περὶ τὴν ζήτησιν τοῦ προ- κειμένου θεωρήματος οἴονται δεικνύναι μηδὲ τοῖς θεοῖς ὡρισμένην ὑπάρ- χουσαν γνῶσιν τῶν ἐνδεχομένων χρησμοὺς παράγοντες ἡμῖν περὶ τῶν μελλόντων ἀμφιβόλως ἀποφηναμένους, ῥητέον πρὸς αὐτούς, ἅπερ ὁ μέγας φησὶ Συριανός, ὅτι πρῶτον μὲν ἐφιστάνειν ἐχρῆν ὡς ἄλλη μέν ἐστιν ἡ τῶν θεῶν γνῶσις καὶ νόησις ἑτέρα δὲ ἡ τῆς προφήτιδος ἐνέργεια, κινηθείσης μὲν ἐκ θεοῦ τεκούσης δὲ ἐν αὐτῇ καὶ λόγον μεριστὸν καὶ μέτρα καὶ γνῶσιν ἀμφίβολον· οὐ γὰρ δὴ τὸ ἐλλαμπόμενον τοιοῦτόν ἐστιν οἷον τὸ ἐλλάμπον. ἔπειτα δὲ ὅτι καὶ τοῦ συμφέροντος ἕνεκεν τῶν ἀκουόντων πολλάκις ἀμφίβολοι δίδονται χρησμοὶ τὴν διάνοιαν αὐτῶν γυμνάζοντες· χρῶνται γὰρ ἡμῖν ὡς αὐτοκινήτοις οἱ θεοὶ καὶ τοῦτον τὸν τρόπον τὰ περὶ ἡμᾶς κυβερνῶσι καὶ πάντα ἡμῖν κατὰ τὴν ἡμῶν αὐτῶν ἀξίαν ἀπονέμουσιν. ἀλλὰ ταῦτα μὲν ἴσως καὶ τολμηρὰ καὶ τῶν προκειμένων εἰς ἐξέτασιν μακρὰν ἀποπλανώμενα· ὅλως δὲ ὁ πάντα ἀναγκάζων λόγος πότερον καὶ αὐτὸ τοῦτο ἐξ ἀνάγκης συμβαίνειν τοῖς ἀνθρώποις φησί, τὸ λέγειν ὅτι πάντα ἠνάγκασται, ἢ ἐφ’ ἡμῖν κεῖσθαι τὰς περὶ τοῦ τρόπου τῆς γενέσεως τῶν πραγμάτων δόξας; εἰ μὲν γὰρ τὸ δεύτερον ἀληθές, οὐκ ἄρα πάντα ἐξ ἀνάγκης· εἰ δὲ τὸ πρότερον, πῶς δοξάζουσί τινες τὸ ἀντικείμενον, ὅτι πολλά ἐστιν ἐφ’ ἡμῖν; τὸ γὰρ ὑπὸ τῆς φύσεως τῆς πάντα ἀναγκαζούσης, ὡς ὁ ἐκείνων λόγος, κινεῖσθαι παρὰ φύσιν ἡμᾶς ἐπὶ τὸ καταψηφίζεσθαι τῶν ὑπ’ αὐτῆς γινο|μένων παντελῶς ἄλογον καὶ παραπλήσιον ὡς εἴ τις [*](111r) ἰατρικὴν τέχνην διδάσκων δι’ αὐτοῦ τούτου παρεσκεύαζε τοὺς διδασκοοὐκέτι [*](1 ex οὐκ ἔστι corr. F 2 ἡμετ.] ἑτέρα F 3 ὅτε—ἐνδεχόμενον οm. AGM (in mrg. suppl. AG2) 4 προηγουμένοις F τῆς] τοῖς Α 5 τὴν om. M 5. 6 τοῦ ἐπιπ.] τοῦ ἐπ’ ἐλπίδι G1: ἐπὶ τοῦ ἐπιπ. M 6 τε om. M 7 κινεῖσθαι F 8 ὁτὲ] ὅτι M θαροῦντας F 9 ὑγιαίνουσιν FM 9. 10 ἀμφ. ὄντ. colloc. G 10 ποτὲ] ὁτὲ a ἀνενδυάστως Α 11 τι om. FG ὑπάρξαντος G1 13 τῶ θεῶ F 14 τὴν γνῶσιν FG προάγ. F 15 ἀμφιβόλους A ἀμοφαινομ. G 17 τοῦ θεοῦ F καὶ νόησις om. F 20 ὅτι] εἴ τι M 21 δίδ.] δηλοῦντι F 23 ἡμῶν om. F αὐτῶν om. G 24 ἀλλὰ—ἀποπλανώμενα (25) suppl. G2 26 ὅτι om. F 27 πάντα ἡ a ἠναγκάσθαι Aa κεῖται Α 29 ἐξ om. F 31 ὁ superscr. A: om. M 33 τέχνην om. F)
Ἐπανάγοντες δὲ τὸν λόγον ἐπὶ τὴν ἐξήγησιν τῶν ὑπὸ τοῦ Ἀριστοτέλους ἐν τούτοις λεγομένων πρῶτον μὲν ἀκόλουθα εἶναι φήσομεν τὰ διὰ τούτων παραδιδόμενα τοῖς ὀλίγῳ πρότερον εἰρημένοις· ἐλέγετο γὰρ προσεχῶς χῶς περὶ ἀντιθέσεως καταφάσεως τε καὶ ἀποφάσεως οὐκ ἀεὶ διαιρουσῶν τό τε ἀληθὲς καὶ τὸ ψεῦδος· τούτοις οὖν ἀκολούθως προστίθησι ποί κατάφασις πρὸς ποίαν ἀπόφασιν ἀντίκειται οὕτως ὥστε διαιρεῖν μὲν αὐτὰς ἀεὶ τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, οὐ μέντοι ἀφωρισμένως ἀλλ’ ἀορίστως. παραδίδωσι δὲ πρῶτον μὲν τὰ κοινῶς ὑπάρχοντα ταῖς τε διαγωνίοις ἀντιφάσεσι καὶ τῇ τῶν καθ’ ἕκαστα, λέγων ὅτι πάσαις αὐταῖς ὑπάρχει τὸ ἀφωρισμένως ταῦτα | μερίζειν κατὰ τὸν ἐνεστῶτα χρόνον καὶ τὸν παρῳζηκότα [*](111v) τοῦτο γάρ ἐστι τὸ ἐπὶ τῶν ὄντων καὶ γενομένων τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ ἡ ψευδῆ εἶναι), πρότερον μὲν ὅτι ταῖς διαγωνίοις τοῦτο ὑπάρχει διδάσκων, ἃς καθόλου ὡς καθόλου προσηγόρευσεν, ὡς ἐχούσας τὴν ἑτέραν τῶν προτάσεων καθόλου, ἔπειτα προστιθεὶς ὅτι καὶ ἐπὶ τῶν καθ’ ἕκαστα προτάσεων τὸ αὐτὸ συμβαίνει, ὅπερ καὶ ἐπὶ τῶν διαγωνίων· τοῦτο γὰρ βούλεται τὸ ὥσπερ εἴρηται. ἐπισημαι- νόμενος δὲ ὅτι τῶν ἀπροσδιορίστων προτάσεων κατὰ τὴν ἐνδεχομένην ὕλην λαμβανομένων οὐκ ἀνάγκη τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ εἶναι, ἔπειτα ἐπάγων τὴν κατὰ τὸν μέλλοντα χρόνον διαφορὰν τῶν καθ’ ἕκαστα προτάσεων πρὸς τὰ λοιπὰ τῶν ἀντιφάσεων εἴδη διὰ τοῦ λέγειν ἐπὶ δὲ τῶν καθ’ ἕκαστα καὶ μελλόντων οὐχ ὁμοίως, καὶ ἐνδεικνύμενος ἡμῖν διὰ τούτων ὡς αἱ μὲν ἄλλαι προτάσεις, αἵ τε διαγώνιοι καὶ αἱ ἀπροσδιόριστοι, οὕτως ἔχουσι κατὰ τὸν μέλλοντα χρόνον, ὥσπερ εἶχον κατά τε τὸν ἐνεστῶτα χρόνον καὶ τὸν παρεληλυθότα, αἱ δὲ καθ’ ἕκαστα οὐκέτι (πάνυ δὲ ἀκριβῶς τὸ ἴδιον τῶν προτάσεων, περὶ ὧν ὁ λόγος, ἀφοριζόμενος ἐπὶ τῶν [*](1 τὴν ἀρχὴν G ἧς μετήεσαν om. F μετίεσαν A 2 τὴν iter, G 3 φθόρον a 4 αὐτῆς M 5 ἐναντ. G 6 ποιεῖν τέλει colloc. G οὐδ’] δ’ Α περάτων AMa οὕτω δὴ G 8 ἀποδ. ῥάδ. colloc. M 10 εἶναι om. M 12 πρῶτα G 15 τε om. M τὸ (ante ψεῦδ.) om. F 17 τε om. F 18 τε om. Α διαγωνίαις G 21 τῶν γενομ. Ma 21. 22 τὴν μὲν κατάφ. M: ἀνάγκη τὴν κατάφ. b 22 πρῶτον 31 23 ὡς καθρλου—καθόλου καθόλου (24) om. M 24 προηγόρ. Aa 25 προτιθεὶς F 30 διὰ τοῦτο λέγει F 33 τε om. FM 34 χρόνον om. M)
Εἰ γὰρ πάσα καταφασις ἢ ἀπόφασις ἀληθὴς ἢ καὶ ἅπαν ἀνάγκη ὑπάρχειν ἢ μὴ ὑπάρχειν· εἰ δὴ ὁ μὲν φήσει ἔσεσθαί τι ὁ δὲ μὴ φήσει τὸαὐτο τοῦτο, δῆλον ὅτι ἀνάγκη ἀληθεύειν τὸν ἕτερον αὐτῶν, εἰ πᾶσακατάφασις ἢ ἀπόφασις ἀλληθὴς ἢ ψευδής· ἄμφω γὰρ οὐχ ὑπάρξει ἅμα ἐπὶ τοῖς τοιούτοις.
Βούλεται μὲν διὰ τούτων παραστῆναι τῇ δόξῃ τῇ ἀναιρούσῃ τὸ ἐνδε- χόμενον, ἵνα ὡς οἷόν τέ ἐστι κρατυν|θεῖσαν αὐτὴν διελέγξῃ, τοὺς δὲ προισταμένους ταύτης τῆς δόξης διὰ τούτων ὑποκρινόμενος ὥσπερ λημμάτιόν τι πρῶτον λαμβάνει, ὅτι τῇ μὲν ἀληθείᾳ τῶν λόγων ἕπεσθαι ἀνάγκη τὴν ὕπαρξιν τῶν πραγμάτων, τῷ δὲ ψεύδει τὴν ἀνυπαρξίαν, ὅπερ αὐτῷ βούλεται τᾶι τὸ εἰ γὰρ πᾶσα κατάφασις ἢ ἀπόφασις ἀληθὴς ἢ ψευδής, καὶ ἅπαν ἀνάγκη ὑπάρχειν ἢ μὴ ὑπάρχειν. ἔπειτα ὁρμᾶται μὲν [*](1 τοῦ suppl. G2: τῶν F 2 λαμβανομένων G 2. 3 ἐν τοῖς Περὶ γεν. καὶ φθ.] Β 11 p. 337b3 2 ἐν] οὖν M 5 καὶ (prius) ante τὸ colloc. Α: om. Ma 7 ὕλας om. G 10 καίτοι] καί τι F: καίτοι καὶ M 13 οὐκέτι] οὐχ G 17 δὲ] διὰ G ἐστὶ F 18 διαγνῶναι G εἴπερ] εἶπεν M 20 οὖν] δὲ M1 βραχέος F 21 ἢ ἀπόφασις] καὶ ἀπόφασις F2Gb: om. F1 (cf. v. 31) ἢ ἀληθὴς AGM (cf. v. 31) 22 καὶ ἅπαν—τοιούτοις (25) om. M εἰ δὴ—τοιούτοις (25) om. a εἰ δὴ AG: εἰ δὲ F: ὥστε εἰ b 24 ἡ ἀπόφ.] καὶ ἀπόφ. b 26 προστῆναι F: παραστῆσαι G2a τῆς δόξης τῆς ἀναιρούσης F 27 ἐστι om. M 30 αὐτὸ AF 31 ἡ ἀπόφασις om. F: καὶ ἀποφ. b)
Εἰ γὰρ ἀληθὲς εἰπεῖν ὅτι λευκὸν ἢ οὐ λευκόν ἐστιν, ἀνάγκη εἶναι λευκὸν ἢ οὐ λευκόν, καὶ εἰ ἔστι λευκὸν ἢ οὐ λευκόν λευκαὶ ἀληθὲς ἦν φάναι ἢ ἀποφάναι· καίει μὴ ὑπάρχει, ψεύδεται, καὶ εἰ ψεύδεται, οὐχ ὑπάρχει· ὥστε ἀνάγκη τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ εἶναι ἢ ψευδῆ. οὐδὲν ἄρα οὔτε ἔστιν οὔτε γίνεται οὔτε ἀπὸ τύχης οὔτε ὁπότερ’ ἔτυχεν, οὐδὲ ἔσται ἡ οὐκ ἔσται, ἀλλ’ ἐξ ἀνάγκης ἅπαντα καὶ οὐχ ὁπότερ’ ἔτυχεν· ἢ γὰρ ὁ φὰς ἀληθεύσει ἢ ὁ ἀποφάς· ὁμοίως γὰρ ἄν ἐγίνετο ἢ οὐκ ἐγίνετο· τὸ γὰρ ὁπότερ’ ἔτυχεν οὐδὲν μᾶλλον οὕτως ἢ μὴ οὕτως ἔχει ἢ ἕξει.
Τὸ προειρημένον λημμάτιον κρατῦναι βουλόμενος ὁ Ἀριστοτέλης, ὅτι τῇ ἀληθείᾳ τῶν λόγων ἕπεται ἡ ὕπαρξις τῶν πραγμάτων καὶ τῷ ψεύδει ἡ ἀνυπαρξία, διὰ παραδειγμάτων ἐπιδείκνυσι τοῦτο οὕτως ἔχον, ἐπείπερ [*](1 ἀπὸ] ἐπὶ F 3. 4 ἀμφ. ἀλ. colloc. Α 8 ἐκείναις G1 9 αὐτῶ] λόγω M ὑπάρχει (utrobique) G: compend. F 10 τὸ ἑξῆς G 11 ἐν] ἐπὶ G προσθείσει F 12 διὰ τούτων F 13 ἐπιδείξωμεν Ma 14 περί] παρά G 15 ὅτι (prius) om. Α 16 ἀλ. αὐτ. colloc. AGa 17 αὐτ. ὑγ. colloc. AGM ὑγιαίνειν AG 21 ἔχει Α2 22 ἢ ὅτι οὐ ab ἐστιν—ἕξει (31) om. M 23 καὶ εἰ—ἕξει (31) om. Ga 25 ἀνάγκη ἣ b (recte, cf. p. 141,19. 24) 25. 26 ἡ τὴν ἀπόφασιν suppl. F2 27 οὐδὲ ὁπότερον Α 32 τὸ γὰρ προειρ. M)
Τούτων οὖν οὕτως ἐχόντων ἐκ τῶν προειρημένων λαβὼν ὅτι ἀνάγκη τὴν ἑτέραν τῶν ἀντιφασκουσῶν ἀλλήλαις κατὰ τὸν μέλλοντα χρόνον καθ’ ἕκαστα καὶ ἐνδεχομένων προτάσεων ὡρισμένως τὴν μὲν ἑτέραν ἀληθεύειν τὴν δὲ ἑτέραν ψεύδεσθαι, ὡς αὐτόθεν ἑπομένου τοῦ ἀναιρεῖσθαι διὰ τὰ προειλημμένα τὸ ἐνδεχόμενόν φησιν οὐδὲν ἄρα οὔτε ἔστιν οὔτε γίνεται τᾶι οὔτε ἀπὸ τύχης οὔτε ὁπότερ’ ἔτυχε, διὰ τοῦ ἄρα σημαίνων ὡς ἐκ τῆς ἀνάγκης τῶν προειλημμένων ἀναιρεῖσθαι συμβαίνει τὸ ἐνδεχόπροσθέσεως [*](3 scripsi: προθέσεως libri 5 περί] παρά G οἷον τοῦδε τοῦ om. G ἐστιν θὼ. G 6 ὅτι εἰ G: ὅτι εἰ om.) F μὴ εἶναι λ. colloc. F 14 ὡς ἔχει om. G 19 ἀνάγκη ἢ b (cf. v. 24) 21 ἢ (prius) om. M 22 ἀληθὲς A 24 ἢ (prius) om. FG 25 post ψευδῆ add. χρήσιμον αὐτῶ ἐσόμενον πρὸς ἀναίρεσιν τοῦ ἐνδεχομένου (cf. V. 16) G 28 ἀντιστρέφει a 29 εἰ (prius) om. F ὑπάρχη Α 32 τὴν ἑτέραν om. G 33 ἑτέραν om. AGMa 35 οὔτε ἔστιν suppl. G2 36 ὁπότερον GMa διὰ τὸ A1: διὰ τούτων G 37 ὡς—προειλημμένων om. F συμβ.] ἐμμένει Α)
Ἔτι εἰ ἔστι λευκὸν νῦν, ἀληθὲς ἦν εἰπεῖν πρότερον ὅτι ἔσται λευκόν· ὥστε ἀεὶ ἀληθὲς ἦν εἰπεῖν ὁτιοῦν τῶν γινομένων ὅτι ἔστιν ἢ ἔσται. εἰ δὲ ἀεὶ ἀληθὲς ἦν εἰπεῖν ὅτι ἔστιν ἢ ἔσται, οὐχ οἶόν τε τοῦτο μὴεἶναι οὐδὲ μὴ ἔσεσθαι ὅ δὲ μὴ οἶόν τε μὴ γενέσθαι, ἀδύνατον μὴ γενέσθαι· ὃ δὲ ἀδύνατον μὴ γενέσθαι, ἀνάγκη γενέσθαι· ἅπαντα οὖν τὰ ἐσόμενα ἀναγκαῖον γενέσθαι· οὐδὲν ἄρα ὁπότερ’ ἔτυχεν οὐδὲ ἀπὸ τύχης ἔσται· εἰ γὰρ ἀπὸ τύχης, οὐκ ἐξ ἀνάγκης.
Τὰ διὰ τῶν προλαβάντων ἀσυμφανῶς εἰρημένα πρὸς κατασκευὴν τοῦ καὶ εἰς τὸν μέλλοντα χρόνον λαμβανομένας τὰς προτάσεις, περὶ ὧν ὁ λόγος, ἀφωρισμένως διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ᾧ αὐτόθεν εἵπετο μηδε- μίαν ἐν τοῖς οὖσι χώραν ἔχειν τὸ ἐνδεχόμενον, βούλεται διὰ τούτων σαφέστερον ἡμῖν παραδοῦναι μετὰ πλείονος ἐπεξεργασίας προάγων τὸν λόγον. διὸ ὥσπερ ἀπ’ ἄλλης ἀρχῆς ποιούμενος τὴν ἐπιχείρησίν φησιν· ἔτι εἰ ἔστι λευκόν τι νῦν, οἶον παιδίον ἄρτι τεχθέν, ἀληθὲς ἦν εἰπεῖν τῇ προτεραίᾳ ὅτι τεχθήσεται τῇ ἑξῆς | λευκὸν παιδίον, καὶ οὐ τῇ προτεραίᾳ [*](116r) μᾶλλον ἢ πρὸ οἵου δήποτε χρόνου· τίς γὰρ ἡ ἀποπλήρωσις; ὃ δὲ ἀεὶ προλέγοντες ὅτι ἔσται ἀληθεύομεν, οὐχ οἷόν τε τοῦτο μὴ ἔσεσθαι, ὥσπερ οὐδὲ ὃ εἶναι λέγοντες ἀληθεύομεν, οἷόν τε τοῦτο μὴ εἶναι· ἀδύνατον τὸν ἄρα ἦν μὴ γενέσθαι λευκὸν παιδίον, διότι ἡ περὶ αὐτοῦ ἐν τῷ ἀπείρῳ καὶ προλαβόντι χρόνῳ γεγονυῖα πρόρρησις ἀληθής· ὃ γὰρ μὴ οἷόν τε, φησί, μὴ γενέσθαι, ἀδύνατον μὴ γενέσθαι, ὅ δὲ ἀδύνατον μὴ γενέσθαι, ἀνάγκη γενέσθαι, προάγων τὸν λόγον εἰς τὸ πάντα ἀναγκάζειν, ὅπερ ἦν αὐτῷ προκείμενον, ἐκ τῶν σαφεστέρων μὲν καὶ μᾶλλον συγχωρουμένων προτάσεων, ἴσον δὲ δυναμένων ταῖς εἰς ἃς μεταλαμβάνον· ται· τό τε γὰρ οὐχ οἷόν τε τὸ ἀδύνατον σημαίνει καὶ τὸ οὐχ οἷόν τε γενέσθαι τῷ ἀδύνατον μὴ γενέσθαι εἰς ταὐτὸν ἔρχεται, τὸ δὲ ἀδύνατον μὴ γενέσθαι τῷ ἀναγκαῖον γενέσθαι, ὥσπερ καὶ τὸ ἀδύνατον γενέσθαι τῷ [*](2 ὅτι—ἀνάγκης (8) om. M ὥστε—ἀναγκης (8) οm. a ἀεὶ om. G 2. 3 ὁτιοῦν τῶν γινομένων suppl. G2 γενομ. b 3 ἔστιν ἡ om. AF εἰ— ἔσται (4) suppl. ὢ ἀεὶ οm. F ἦν om. G 5. 6 ἁδύν. μὴ γεν. ὃ δὲ ἁδύν. μὴ γενέσθαι suppl. G2 6 ἅπαντα—γενέσθαι (7) om. G 7 οὐδὲν] οὐδέ Α 8 εἰ—τύχης, οὐκ] ἀλλ’ F 10 καὶ cm. Ma παραλαμβ. G 11 ὧ] οἶς F an εἵπετο <τὸ>? 12 ἔχειν χώραν colloc. Α: ante ἐν Fa 14 τὴν ἐπιχ. ποιοὐμ. colloc. G 15 ἔτι] ὅτι M τι om. Mab ἦν om. G 16. 17 τεχθ.—προτεραίᾳ om. F 16 ἡ (ante ἑξῆς)] καὶ τὰ G καὶ οὐ] εἰ δὲ τῆ προτεραία, τί M 17 πρὸ] πρὸς ΑFG1 οἴου] ὅσου M ἀποκλήρωσις FGMa ὃ] εἰ AFM 18 ante ἔσεσθαι add. εἶναι ἀδύνατον ἄρα ἦν μὴ γενέσθαι λευκὸν παιδίον (sed del.) G (cf. v. 19. 20) 19 οὐχ οἷον G εἶναι (alt.)] ἡ F 21 καὶ] τῶ F 22 ἀδύνατον—ἀνάγκη γενέσθαι (23) om. G 23 τὸν λόγον iter. G 23. 24 ἀναγκάζειν] ἐξ ἀνάγκης Ma 25 εἰς ἃ F: ἴσαις G 25. 26 μεταλαμβανομέναις G 26 τὸ ἀδύν—οἶόν τε om. G1a 28 ἀναγκ. μὴ ᾧ (sed μὴ del.) G γενέσθαι ὥσπερ—ἀναγκαῖον (p. 145,1) om. M)
‘Pητέον δὲ πρὸς ταύτην τὴν ἐπιχείρησιν ὅτι τὸ ἐκβεβηκὸς νῦν καὶ ἤδη γεγονὸς οὐκ ἀληθὲς πρὸ τῆς ἐκβάσεως λέγειν ὅτι ἔσται πάντως λευκόν· οὐ γὰρ | ἐπειδὴ ὁ χρόνος εἰς τὸ εἶναι αὐτὸ ἀποκατέστησε, διὰ τοῦτο [*](116v) οἴεσθαι χρὴ ἐξ ἀναγκαίας αὐτὸ προκαταβολῆς γεγονέναι. ὥστε τῶν προλεγόντων περὶ αὐτοῦ οὐχ ὁ λέγων ὅτι ἐξ ἀνάγκης ἔσται λευκὸν ἀληθεύσει, ἀλλ’ ὁ τὸ ὅλον τοῦτο ἐνδεχομένως αὐτὸ ἐκβήσεσθαι λέγων· εἰ δὲ τοῦτο, δῆλον ὅτι δυνατὸν ἦν αὐτὸ καὶ μὴ ἐκβῆναι· οὐ γὰρ ἄν ἄλλως ἠλήθευε τὸ ἐνδεχομένως αὐτὸ ἐκβήσεσθαι. μὴ τοίνυν ἀπὸ τοῦ ἤδη ἐκβάντος τὸ ἔτι μέλλον κρινέτωσαν οἱ ταῦτα λέγοντος, ἀλλὰ φυλάττοντες αὐτὸ μήπω ἐκβεβηκὸς ζητείτωσαν εἰ ἐξ ἀνάγκης ἐκβήσεται· οὐ γὰρ ἕξουσι τοῦτο ἐπιδεῖξαι, ὡς αὐτὸς ἡμᾶς σαφῶς ἐν τοῖς ἑξῆς ὁ Ἀριστοτέλης διδάξει.
[*](p. 18b16)Ἀλλὰ μὴν οὐδ’ ὡς οὐδέτερόν γε ἀληθὲς ἐνδέχεται λέγειν, οἷον ὅτι οὔτε ἔσται οὔτε οὐκ ἔσται· πρῶτον γὰρ οὔσης τῆς καταφάσεως ψευδοῦς ἡ ἀπόφασις οὐκ ἀληθής, καὶ ταύτης ψευδοῦς οὔσης τὴν κατάφασιν συμβαίνει μὴ ἀληθῆ εἶναι. καὶ πρὸς τούτοις εἰ ἀληθὲς εἰπεῖν ὅτι λευκὸν καὶ μέγα, δεῖ ἄμφω ὑπάρχειν εἰ δὲ ὑπάρξει εἰς αὔριον, ὑπάρξειν εἰς αὔριον. εἰ μήτε ἔσται ἔσται μήτε μὴ ἔσται αὔριον, οὐκ ἄν εἴη τὀ ὁπότερ᾿ ἔτυχεν, οἷον ναυμαχία· δέοι γὰρ ἄν μήτε γενέσθαι ναυμαχίαν αὔριον μήτε μὴ γενέσθαι.
Ἐπειδὴ προείληπται μὲν πρὸς ἀναίρεσιν τοὐ ἐνδεχομένου τὸ τὰς προτάσεις, περὶ ὧν ὁ λόγος, ἀφωρισμένως διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος δὸς, ἔλαβε δὲ τοῦτο διὰ τὸ μὴ δύνασθαι αὐτὰς συναληθεύειν ἀλλήλαις, [*](1 prius μὴ superscr. M ἀδυνάτου AMa 3 τὸν om. AG 4 βούλ.] μέλλοι G 5 μᾶλλον ante πρὸς (4) colloc. G 7 γίνεσθαι F 8 ἐνδεχ.] ἀντικειμένου F 10 ἤδη om. F τῆς ἐκβάσεως om. F 11 διὰ om. M 12 αὑτῶ Α 13 ante ἔσται add. ὅτι G 15 γὰρ om. G ἄλλως] ὅλως F 17 μέλλον] μᾶλλον Ga ζητήτ. εἰ οm. M M εἰ οὐδ᾿ α αὐτὸ Μ σαφ. ἡμᾶς colloc. G ἐν τοῖς ἐξ. post ἡμᾶς colloc. M: post Ἀρ. a ὁ Ἀριστοτέλης fort, eicias 21 οἷον—γενέσθαι (28) om. M ὅτι—γενέσθαι (28) om. a 22. 23 καὶ ταύτης—γενέσθαι (28) om. G 24 λευκὸν ἅμα F 25 ὑπάρξειν] ὑπάρξει Fb 26 μήτε (prius)] μὴ F εἰς αὕριον F (cf. p. 146,26) 26. 27 ὁπότερον F 29 ἐπειδὴ] ἔπειτα δὴ M τὴν ἀναίρ. G)
Τὰ μὲν δὴ συμβαίνοντα ἄτοπα ταῦτα καὶ τοιαῦτα ἕτερα, εἴπερ πάσης καταφάσεως καὶ ἀποφάσεως ἢ ἐπὶ τῶν καθόλου λεγομένων ὡς καθόλου ἡ ἐπὶ τῶν καθ’ ἕκαστα ἀνάγκη τῶν ἀντικειμένων εἶναι τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ, μηδὲν δὲ ὁπότερ’ ἔτυχεν εἶναι ἐν τοῖς γινομένοις, ἀλλὰ πάντα εἶναι καὶ γίνεσθαι ἐξ ἀνάγκης· ὥστε οὔτε βουλεύεσθαι δέοι ἄν πραγματεύεσθαι, ὡς ἐὰν μὲν τοδὶ ποιήσωμεν, ἔσται τοδί, ἐὰν δὲ μὴ τοδί, οὐκ ἔσται τοδί· οὐδὲν γὰρ κωλύει καὶ εἰς μυριοστὸν ἔτος τὸν μὲν φάναι τοῦτο ἔσεσθαι τὸν δὲ μὴ φάναι, ὥστε ἐξ ἀνάγκης ἔσται ὁπότερον ἦν αὐτῶν ἀληθὲς εἰπεῖν τότε. ἀλλὰ μὴν οὐδὲ τοῦτο διαφέρει, εἴ τινες εἶπον τὴν ἀντίφασιν ἢ μὴ εἶπον· δῆλον γὰρ ὅτι οὕτως ἔχει τὰ πράγματα, κἄν μὴ ὁ μὲν καταφήσῃ τιὸ δὲ ἀποφήσῃ· οὐ γὰρ διὰ τὸ καταφάναι ἢ ἀποφάναι ἔσται ἢ οὐκ ἔσται, οὐδ’ εἰς μυριοστὸν ἔτος μᾶλλον ἢ ἐν ὁποσῳοῦν χρόνῳ. ὥστε εἰ ἐν ἅπαντι χρόνῳ οὕτως εἶχεν, ὥστε τὸ ἕτερον ἀληθεύεσθαι, ἀναγκαῖον ἦν τοῦτο γενέσθαι, καὶ ἕκαστον τῶν γενομένων ἀεὶ οὕτως εἶχεν, ὥστε ἐξ ἀνάγκης γενέσθαι· ὅ τε γὰρ ἀληθῶς εἶπέ τις ὅτι ἔσται, οὐχ οἷόν τε μὴ γενέσθαι, καὶ τὸ γινόμενον ἀλη|θὲς ἦν εἰπεῖν ὅτι ἔσται.
[*](118r)Προέκειτο μὲν ἐξ ἀρχῆς σκοπεῖν εἰ πάσης ἀντιφάσεως εἰς τὸν μέλλοντα χρόνον λαμβανομένης αἱ προτάσεις ὡρισμένως διαιροῦσι τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, δέδεικται δὲ διὰ πλειόνων ὡς ἕπεται τούτῳ τὸ ἐκποδὼν γίνεσθαι τοῦ ἐνδεχομένου τὴν φύσιν, τῶν μὲν ἐξ ἀνάγκης ἐκβαινόντων τῶν δὲ τὴν ἔκβασιν ἀδύνατον ἐχόντων, καὶ ἐφ’ ἡμῖν εἶναι μηδέν, ἅπερ δεῖ λοιπὸν ἐπιδεῖξαι ἄτοπα καὶ τῇ ἐναργείᾳ μαχόμενα. σφίγγων οὖν ἐν τούτοις τὸν πάντα λόγον ὁ Ἀριστοτέλης τοῦ τε προτεθέντος ἐξ ἀρχῆς προβλήματος ἀναμιμνήσκει καί τινα τὰ ἕπεσθαι αὐτῷ δεδειγμένα προστίθησι, καὶ ἄτοπα ταῦτα καλεῖ, καίτοι μηδέπω δείξας ὅτι ἐστὶν ἄτοπα, ταῖς τε αὐτοφυέσιν ἐννοίαις τῶν ψυχῶν ἀποχρώμενος καὶ ὡς εὐθὺς ἐπάξων τὴν κατασκευὴν τοῦ ἄτοπον εἶναι τὸν ἀναιρεῖν πειρώμενον τὸ ἐνδεχόμενον λόγον (ὃν ἐλέγχει διχόθεν, νῦν μὲν ἐπιδεικνὺς ὅσα ἕπεται αὐτῷ ἀδύνατα, ὀλίγον δὲ ὕστερον καὶ τὰ ψευδῶς εἰλημμένα ἐν αὐτῷ διαβάλλων)· ἔδει γὰρ αὐτό τε καθ’ αὑτὸ [*](1 τὰ τοιαῦτα G 2 εἴπερ—ἔσται (19) 0111. a καταφ—ἔσται (19) om. M 3 ἕκαστον. b 4 μηδὲν—ἔσται (19) om. G 5 ὁπότερον F 5. 6 καὶ εἶναι καὶ F 6 οὐδὲ (pr. 1) F βούλεσθαι Α1F1 9 prius τὸν] τὸ F 10 ἔσται] ἔσεσθαι b ὁποτερονοῦν b αὐτῶν ἀλ. ἦν b 13 τι om. F οὐ] οὐδὲ b καταφ.] φάναι F: καταφαθῆναι b 14 ἀποφαθῆναι b οὐδ᾿—ἔτος om. F1 πράγματα οὐδ’ εἰς μ. ἔτος F2) 15 τῶ χρ. (alt. 1.) b 17 καὶ ἕκαστον—γενέσθαι (18) suppl. F2 18 εἰ ὅ τε γὰρ Α 19 γενόμ. F εἰπεῖν ἀεὶ b 20 προσέκειτο G1 ἐξ ἀρχῆς om. F 21 ὡρισμένως suppl. G2 τε om. G 25 ἐναργείᾳ. scripsi: ἐνεργεία libri (cf. p. 148,3) 30 τὸ] τὸν Α 32 ἐν αὐτῶ F: ἑαυτῶ AGMa)
Εἰ τοίνυν πάντα ἐξ ἀνάγκης, οὔτε βουλεύεσθαι δέοι ἄν, φησίν, οὔτε πραγματεύεσθαι, τοῦτ’ ἔστι ταῖς ἀρχαῖς τῶν πράξεων ἐγχειρεῖν· [*](2 αὐτὰ a 3 ἐνέργεια Α2 3. 4 ἐπιδ. σαθρὸν colloc. Aa 6 ἀξιοῖ G 8. 9 ὡς καθόλου οm. M 9 εἴωθεν ὁ ἀριστοτέλης F 11 ὧ] αἷς G ἀκολου- θεῖ F 12 τὴν φύσιν G1 γάρ ἐστι M 14. 15 βουλομένοις FMa 15 ἄν om. AGMa ἀνατείλοι (utrobique) libri 16 ἡμᾶς superscr. G2 παντελῶς om. F εὔλογον F αὐτό τε—τοῦτο (17) om. F τε] καὶ Α 17 ἀποδέδ. γὰρ F φησιν Ma 18 ἐναργοῦς M πάσης] μᾶλλον G 19 μᾶλλον] πλέον F ὡμολόγηται Α: ὁμολογεῖσθαι G 21 ὡρισμ. ante ὡς colloc. G 22 καὶ om. F 23 καταλείπειν G βουλευτικὰς F 24 τινα] τι Ma λέγει Ma 25 πράξ. | πραγμάτων FG 26 ὁρᾶν G1 26. 27 κατέπειγεν M 27 ὄντως] οὕτως AGMa ὑπὸ] ἀπὸ AGM 28 ἀνενδυάστ. Aa καὶ om. M 29 βουλόμεθα AG εἴπερ] εἰπεῖν G1 31 μιμησαμένῳ FM 33 πράξ.] πραγμάτων F)
Εἰ δὴ ταῦτα ἀδύνατα· ὁρῶμεν γὰρ ὅτι ἀρχή ἐστι τῶν ἐσομένων καὶ ἀπὸ τοῦ βουλεύεσθαι καὶ ἀπὸ τοῦ πρᾶξαί τι, καὶ ὅλως ὅτι ἔστιν ἐν τοῖς μὴ ἀεὶ ἐνεργοῦσι τὸ δυνατὸν εἰνὶ καὶ μὴ ὁμοίως· ἐν οἷς ἄμφω ἐνδέχεται καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι, ὥστε καὶ τὸ γενέσθαι | καὶ τὸ μὴ γενέσθαι. καὶ πολλὰ [*](120r) ἡμῖν δῆλά ἐστιν οὕτως ἔχοντα, οἷον ὅτι τοῦτο τὸ ἱμάτιον δυνατόν ἐστι διατμηθῆναι, καὶ οὐ διατμηθήσεται ἀλλ’ ἔμπροσθεν κατατριβήσεται. ὁμοίως δὲ καὶ τὸ μὴ διατμηθῆναι δυνατόν· οὐ γὰρ ἄν ὑπῆρχε τὸ ἔμπροσθεν αὐτὸ κατατριβῆναι, εἴγε μὴ δυνατὸν ἦν τὸ μὴ διατμηθῆναι. ὥστε καὶ ἐπὶ τῶν ἄλλων γενέσεων, ὅσαι κατὰ δύναμιν λέγονται τὴν τοιαύτην. φανερὸν οὖν ὅτι οὐχ ἅπαντα ἐξανάγκης οὔτε ἔστιν οὔτε γίνεται, οὔτε γίνεται, ἀλλὰ τὰ μὲν ὁπότερ’ ἔτυχε, καὶ οὐδὲν μᾶλλον ἡ κατάφασις ἢ ἡ ἀπόφασις ἀληθής, τὰ δὲ μᾶλλον μὲν καὶ ὡς ἐπὶ τὸ πολὺ θάτερον, οὐ μὴν ἀλλ’ ἐνδέχεται γενέσθαι καὶ θάτερον, θάτερον δὲ μή.
Παραδοὺς ἡμῖν διὰ τῶν προλαβόντων ὅσα ἕπεται ἀδύνατα τοῖς ἀναιροῦσι τὸ ἐνδεχόμενον, ὅτι τὸ μάτην βουλεύεσθαι μάτην ἐγχειρεῖν ὅλως ταῖς πράξεσι καὶ ὅσα τούτοις ἐστὶν ἀκόλουθα, οἷον τὸ μάτην αἰτιᾶσθαί τινας ὡς συμπράττοντας ἡμῖν ἢ ἀντιπράττοντας, μάτην ἐπαινεῖν τινας ὡς ἀγαθοὺς ἢ ψέγειν ὡς κακούς, καὶ ὀνόματα κενὰ εἷναι τὰ πολυθρύλλητα ταῦτα, τὴν ἀρετὴν καὶ τὴν κακίαν ποῦ γὰρ οἷόν τε ταῦτα χώραν ἔχειν, μηδενὸς ὄντος ἐφ’ ἡμῖν ἀλλ’ ἐξ ἀνάγκης ἡμῶν, ὡς ὁ ἐκείνων λόγος, ἐπὶ τὸ τάδε τινὰ πράττειν ἀγομένων; ἅπερ δηλονότι καὶ ἐναργῶς ἄλογα καὶ τὸν ὅλον τῶν ἀνθρώπων ἄρδην ἀνατρέπει βίον), προτίθεται διὰ τούτων καὶ ἐπ’ εὐθείας ἐξ αὐτῆς τῆς ἐναργείας τῶν πραγμάτων ἐπιδεῖξαι ὅτι τε ἔστιν ἐν τοῖς οὖσι τὸ ἐνδεχόμενον καὶ ἐν τίσιν ἐστίν, ὅτι οὐκ ἐν τοῖς ἀιδίοις ἀλλ’ ἐν μόνοις τοῖς ἐν γενέσει καὶ φθορᾷ τὸ εἶναι ἔχουσιν. ὅτι [*](120v) μὲν οὖν τό τε βουλεύεσθαι μεγάλην ἔχει πρὸς τὰς πράξεις δύναμιν καὶ πολλά ἐστιν ἐφ’ ἡμῖν τῶν ὄντων, ἃ οὐκ ἄν ἐπράχθη μὴ βουλευσαμένων ἡμῶν καὶ ταῖς ὁδοῖς τῆς ἐκβάσεως αὐτῶν ἐγκεχειρηκότων, δείκνυσιν ἀπὸ τοῦ κατὰ τὸ ἱμάτιον παραδείγματος, ὃ ἐφ’ ἡμῖν ἐστιν ἢ διατεμεῖν ἢ σῶον ἐᾶσαι καὶ ἀδιάτμητον, ἄχρις ἄν ἢ ἐν χρήσει ὂν καὶ φορούμενον κατατριβῇ ἢ καὶ ἄνευ χρήσεως κείμενον ὑπὸ τοῦ χρόνου κατασαπῇ. δῆλον δὲ ὅτι [*](1 δὴ] δὲ F ἔστιν ἀρχὴ colloc. Mab 2 ἐσομ.] εἰρημένων G καὶ ἀπὸ τοῦ βουλ.—μή (15) cm. M βούλεσθαι Α 3 καὶ ὅλως ὅτι—μὴ (15) om. Ga ὅτι ὅλως colloc. b 6 ὅτι om. F τουτὶ b 9 κατατρ. αὐτό colloc. F εἴ γε—διατμηθῆναι (10) suppl. F2 10 τὸ om. F διατμηθ. αὐτό A 11 οὖν] ἄρα b 14 τὸ om. F 16 παραδοὺς ἡμῖν om. M ἡμῖν om. F τὰ ἁδύν. G 17 τὸ suppl. G2 19 ἡμῖν om. G 21 χώραν ταῦτα colloc. Α 23 ἅπερ] ἅ F 24 ἄρδην om. M 25 καὶ ἐξ αὐτῆς M ἐνεργ. Ma 30 ἐγγειρηκότων FG 31 ἐστιν suppl. G2 32. 33 κατατριβείη et κατασαπείη a)
’Ev τίσι δὲ τῶν ὄντων ἔχει τὴν ὑπόστασιν τὸ ἐνδεχόμενον, συντόμως ἐδίδαξεν εἰπὼν ὅτι ἐν τοῖς μὴ ἀεὶ ἐνεργοῦσι, ταὐτὸν δ’ εἰπεῖν τοῖς ποτὲ μὲν οὖσι ποτὲ δὲ μὴ οὖσι· ταῦτα γὰρ μεταξὺ ὄντα τῶν τε ἀεὶ ὄντων καὶ τῶν ἀεὶ μὴ ὄντων ὡς μὲν ἐνεργοῦντα ὅλως διαφέροι ἂν τῶν ἀεὶ μὴ ὄντων, ὡς δὲ μὴ ἀεὶ ἐνεργοῦντα διαφέροι ἄν τῶν ἀεὶ ὄντων τε καὶ ἐνεργούντων. ποῖα δέ ἐστι τὰ μὴ ἀεὶ ἐνεργοῦντα, πάλιν συντόμως ἐδίαξεν εἰπὼν ἐν οἶς ἄμφω ἐνδέχεται καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι, τοῦτ’ ἔστι τοῖς ἐν γενέσει | καὶ φθορᾷ· οὔτε γὰρ τῶν ἀεὶ μὴ ὄντων τι [*](121r) δύναταί ποτε ἐνεργεῖν πῶς γὰρ ὃ μηδὲ τὴν ἀρχὴν τοῦ εἶναι πέφυκε μετέχειν;) οὕτε τῶν ἀεὶ ὄντων τι δύναταί ποτε μὴ ἐνεργεῖν εἰ γάρ ἐστιν ἀεὶ ὄν, δῆλον ὡς ἀεὶ τέλειόν ἐστι καὶ τὴν οὐσίαν τὴν ἑαυτοῦ κατὰ φύσιν ἔχον οὐ γὰρ ἄν ἄλλως ἠδύνατο εἶναι ἀίδιον), τοιοῦτον δὲ ὂν ἕξει τινὰ πάντως οὐσιώδη ἐνέργειαν, καθ’ ἣν ἀεὶ ἐνεργεῖν αὐτὸ ἀναγκαῖον, ἵνα μὴ καὶ ὁντιναοῦν χρόνον ἀνενέργητον μένον ματαίαν δεικνύῃ τὴν ἑαυτοῦ φύσιν καὶ αὐτὸ τηνάλλως ἐγκαταλέγηται τοῖς οὖσιν. ὥστε εἰκότως τὰ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα τῶν ὄντων ἐχαρακτήρισεν ἀπὸ τοῦ μὴ ἀεὶ ἐνεργεῖν. πᾶσι μὲν οὖν τοῖς ἐνδεχομένοις τοῦτο ὑπάρχει τὸ δύνασθαι καὶ εἶναι καὶ μὴ εἶναι· ὥστε καὶ πρὸ τῆς ἐκβάσεως αὐτῶν ὑπάρξει αὐτοῖς τὸ δύνασθαι καὶ γενέσθαι καὶ μὴ γενέσθαι. ἀλλὰ τὰ μὲν αὐτῶν ὁμοίως ἔχει πρός τε τὸ εἷναι καὶ πρὸς τὸ μὴ εἶναι, διὸ καὶ πρὸς τὸ γενέσθαι καὶ τὸ μὴ γενέσθαι, ὅσα ἐπὶ τῇ προαιρέσει κεῖται τῇ ἡμετέρᾳ καὶ καλεῖται ὁπότερ’ ἔτυχε, τὰ δὲ ἀποκλίνει μᾶλλον ἢ πρὸς τὸ εἶναι καὶ γενέσθαι καὶ λέγεται ὡς ἐπὶ τὸ πολύ, ἢ πρὸς τὸ μὴ εἶναι μηδὲ γενέσθαι καὶ λέγεται ὡς ἐπ’ ἔλαττον, ἅπερ ἀμφότερα κοινῶς σημῆναι βουληθεὶς εἶπε τὰ δὲ μᾶλλον μὲν καὶ ὡς ἐπὶ τὸ πολὺ θάτερον, οὐ μὴν ἀλλ’ ἐνδέχεται γενέσθαι καὶ θάτερον, θάτερον δὲ μή· ἔχει γὰρ τὸ μὲν οὕτως λεγόμενον ὡς ἐπὶ τὸ πολὺ τὴν [*](1 οἱ αὐτοὶ — γινομένων (2) in mrg. suppl. Α 4 βουλεύσασθαι F 4. 5 τῶν ἐσο- μένων F 5 δὲ καὶ ἐκβῆναι F 6 κωλύσει a 10 ὅτι μὴ (sed μὴ del.) F 12 μὲν ἀεὶ ἐνεργ. a διαφέρει G1 13 μὴ ὄντων—τῶν ἀεὶ om. F τε om. M 16 τι post ποτε (17) colloc. G 17 δύνασθαι G ἐνεργεῖν — ποτε (18) om. M 18 μετ.] μὴ ἔχειν G δύναταί τι G ποτε om. F 19 τὴν (post οὐσίαν) om. Α 20 ἀεὶ ὃν a 21 αὐτὸ ἐνεργ. colloc. F 22 ante ματ. add. καὶ G1 δείκνυσι G 23 τηνάλλως] τοῖς ἄλλοτε ἄλλως ἔχουσι G τὰ om. M 27 τὰ] τὸ Α 28 πρὸς τὸ suppl. G2 καὶ τὸ μὴ γενέσθαι om. M καὶ πρὸς τὸ μὴ Α 30 γίνεσθαι F 31 γίνεσθαι AFa: λέγεσθαι M 32 καὶ om. Α 32. 33. 34 ἐπὶ πολὺ F)
Τὸ μὲν οὖν εἶναι τὸ ὃν ὅταν ᾖ, καὶ τὸ μὴ ὂν ὅταν μὴ ᾖ, ἀνάγκη· οὐ μέντοι οὔτε τὸ ὂν ἅπαν ἀνάγκη εἶναι οὔτε τὸ μὴ ὂν ἀνάγκη μὴ εἶναι· οὐ γὰρ ταὐτόν ἐστιν τὸ ὂν ἅπαν εἴναι ἐξ ἀνάγκης ὅτε ἐστί, καὶ τὸ ἀπλῶς εἶναι ἐξ ἀνάγκης. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μὴ ὄντος. καὶ ἐπὶ τῆς ἀντιφάσεως ὁ αὐτὸς λόγος· εἶναι μὲν ἢ μὴ εἶναι ἅπαν ἀνάγκη, καὶ ἔσεσθαί γε ἢ μή· οὐ μέντοι διελόντα γε εἰπεῖν θάτερον ἀναγκαῖον. λέγω δὲ οἷον ἀνάγκη μὲν ἔσεσθαι ναυμαχίαν αὔριον ἢ μὴ ἔσεσθαι, οὐ μέντοι γενέσθαι ναυμαχίαν αὔριον ἀναγκαῖον οὐδὲ μὴ γενέσθαι, γενέσθαι μέντοι ἢ μὴ γενέσθαι ἀναγκαῖον. ὥστε ἐπεὶ ὁμοίως οἱ λόγοι ἀληθεῖς ὥσπερ τὰ πράγματα, δῆλον ὅτι ὅσα οὕτως ἔχει ὥστε ὁπότερ᾿ ἔτυχεν εἶναι καὶ τὰ τὰ ἐναντία ἐνδέχεσθαι, ἀνάγκη ὁμοίως ἔχειν καὶ τὴν ἀντίφασιν. ὅπερ συμβαίνει ἐπὶ τιῖς μὴ ἀεὶ οὖσιν ἢ μὴ ἀεὶ μὴ οὖσι· τούτων γὰρ ἀνάγκη μὲν θάτερον μόριον τῆς ἀντιφάσεως ἀληθὲς εἶναι ἢ ψεῦδος, οὐ μέντοι | τόδε ἢ τόδε ἀλλ’ ὁπότερ’ ἔτυχε, καὶ μᾶλλον μὲν [*](122r) ἀληθῆ τὴν ἑτέραν, οὐ μέντοι ἤδη ἀληθῆ ἢ ψευδῆ. ὥστε δῆλον ὅτι οὐκ ἀνάγκη πάσης καταφάσεως καὶ ἀποφάσεως τῶν ἀντικειμένων τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ εἶναι· οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ὄντων, οὕτως ἔχει καὶ ἐπὶ τῶ·ν μὴ ὄντων μὲν δυνατῶν δὲ εἶναι, ἀλλ’ ὥσπερ εἴρηται.
Πρόκειται μὲν ἐν τούτοις αὐτὸν λοιπὸν τὸν λόγον τὸν ἀναιρεῖν δοκοῦντα τὸ ἐνδεχόμενον σαθρὸν ἐπιδεῖξαι καὶ μηδὲν ἀναγκαῖον συνάγοντα, [*](2 ἐκβαίνειν (pr. 1.) M εἰ] ἡ Α ἐκβῆναι (alt.) — σπανιώτερον τοῦ (4) om. M ἐπ’ om. F 3 ὡς—μὴ ἐκβαίνειν (4) om. F 4. 9 ἐπὶ πολὺ F 5 τούτων AG 6 ἐπ’ ἔλ.] ἐπίδηλον G1 αὐτὸς GMa 7 ἐθέλοιμεν AMa πρὸς τὸ μὴ εἶναι καὶ τὸ εἶναι AFa: πρὸς τὸ εἶναι καὶ μὴ εἶναι M 12 μὴ ὄν—εἴρηται (32) om. M 13 οὐ—εἴρηται (32) om. G μέντοι] μὴν b 14 ἀνάγκη om. b οὐ γὰρ— εἴρηται (32) om. a 16 ἀντιφ. δὲ F 18 γε (post διελ.) om. F 20 μέντοι ἔσεσθαί γε αὔριον ναυμ. b 23 εἶναι om. b 31 μὲν suppl. F2 om. AF1 δυνατὸν Α 33 μὲν οὑν G τὸν (post λόγον) om. F 34 ἀναγκ.] ἐναντίον G)
Ταῦτα διελόμενος ὁ Ἀριστοτέλης παραπλησίως τοῖς ἐπὶ τῶν ὄντων εἰρημένοις ἔχειν φησὶ τὸ ἀναγκαῖον τὴν ἐν τοῖς λόγοις ἀλήθειαν τοὺς μὲν γὰρ αὐτῶν ἐξ ἀνάγκης ἀληθεύειν κατὰ τὸ ἁπλῶς λεγόμενον ἀναγκαῖον ἐφ’ οἵων ἂν λέγωνται πραγμάτων, εἴτε ἀιδίων εἴτε φθαρτῶν εἴτε ὄντων εἴτε μὴ ὄντων, ὡς τοὺς κατὰ τὴν ὅλην ἀντίφασιν προφερομένους, οἷον ὅτι Σωκράτης ἢ βαδίζει ἢ οὐ βαδίζει τὸ γὰρ ὅλον τοῦτο ἀνάγκη εἶναι ἀληθὲς οὐ μόνον ὄντος ἀλλὰ καὶ μὴ ὄντος Σωκράτους) καὶ ὅτι τὸ πῦρ ἢ θερμὸν ἢ. οὐ θερμόν, εἰ καὶ συμβαίνει ἐπὶ τῶν τοιούτων διὰ τὴν τοῦ πράγματος φύσιν θάτερον μόριον τῆς ἀντιφάσεως ἀφωρισμένως ἀληθεύειν, καὶ οὐ τὴν ὅλην ἀντίφασιν μόνον. τοὺς μὲν οὖν τῶν λόγων οὕτως ἔχειν φησὶ τὸ ἐξ ἀνάγκης ἀληθεύειν κατὰ τὸ ἀπλῶς ἀναγκαῖον, τοὺς δὲ κατὰ τὸν ἕτερον τρόπον, ἕως ἂν ὑπάρχῃ ἢ μὴ ὑπάρχῃ τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, ὡς τὸ ἐξ ἀνάγκης βαδίζειν ἢ ἐξ ἀνάγκης μὴ βαδίζειν τὸν Σωκράτην· οὕτως γὰρ ἀνάγκη τὸ ἀληθὲς ἔχειν τοὺς λόγους, ὅπερ φησὶν ὁ Ἀριστοτέλης, ὡς ἔχει φύσεως τὰ ὑπ’ αὐτῶν σημαινόμενα πράγματα, ἐπεὶ καὶ εἰσὶν ἐξηγηταὶ τῶν πραγμάτων οἱ λόγοι καὶ διὰ τοῦτο μιμοῦνται αὐτῶν τὴν φύσιν, ὡς πρὸ τοῦ Ἀριστοτέλους ὁ Πλατῶν ἡμᾶς ἐδίδαξεν.
Ἀλλὰ τί ταῦτα φαίης ἄν πρὸς τὸ προκείμενον καὶ πῶς διὰ τούτων σαλεύεται ὁ ἀναιρεῖν δοκῶν τὸ ἐνδεχόμενον λόγος; ὅτι, φήσω, εἰ μὲν πᾶς λόγος εἶχε τὸ ἐξ ἀνάγκης ἀληθεύειν κατὰ τὸ ἀπλῶς ἀναγκαῖον, | εἰκότως [*](123v) ἐλάμβανον οἱ ἀναιροῦντες τὸ ἐνδεχόμενον ἐκ τοὐ ὁρᾶν ἐξ ἀνάγκης ἀληθεύοντας τοὺς λόγους τοὺς οἰκείους τῇ ἐκβάσει τῶν πραγμάτων περὶ τῶν ἤδη ἐκβεβηκότων ἀποφαινομένους ὅτι καὶ οἱ πρὸ τῆς ἐκβάσεως αὐτῶν διαβεβαιούμενοι ἐκβήσεσθαι αὐτὰ τὸ ἀληθὲς ἐξ ἀνάγκης ἔχουσι, καὶ οὕτως τῷ ὄντι συνέβαινεν ἀναιρεῖσθαι τὸ ἐνδεχόμενον. ἐπεὶ δὲ τοῦτο τῇ μὲν ὅλῃ ἀντιφάσει, ὥσπερ ἐλέγομεν, ὑπάρχει, τοῖς δὲ μέρεσιν αὐτῆς, ἐφ’ ὧν τὸ κατηγορούμενον ποτὲ μὲν ὑπάρχει τῷ ὑποκειμένῳ ποτὲ δὲ οὐχ ὑπάρχει, οὐκέτι, δῆλον ὅτι οὐ συνάγουσιν ὅπερ προτίθενται· οἷον, ὅπερ αὐτός φησιν, ἀνάγκη πάντως αὔριον ἢ γενέσθαι ἢ μὴ γενέσθαι ναυμαχίαν, οὐ μέντοι διελόντες καὶ τὸ ἕτερον μόνον μόριον τῆς ἀντιφάσεως εἰπόντες ἀσφαλῶς ἀποφανούμεθα ὅτι ἔσται πάντως ἢ οὐκ ἔσται πάντως. δῆλον ἄρα ὅτι ἀνάγκη τοὺς περὶ τῶν ἐνδεχομένων ἀποφαινομένους λόγους ὅπερ ἐσήμηνε τῇ ἀναιρέσει τῶν ἄκρων, τοῦ ἀναγκαίου λέγω καὶ τοῦ ἀδυνάτου, ὧν τὸ μὲν ἐκάλεσεν ἀεὶ ὂν τὸ δὲ ἀεὶ μὴ ὄν) μὴ πάντως ἔχειν τὸ ἕτερον [*](1 τῶ ὑποκειμένῳ om. F 6 λέγονται G 10 ἡ θερμόν ἐστιν Fa συμβαίνοι Ma 11 μόριον] μόνον Α 12 μόνως a 13 ἔχει GMa 16 τῶ σωκράτει σωκράτη Α ἔχεις F 18 post λόγοι add. δῆλον F: διὸ G 19 post ὡς add. καὶ G2 ὁ Πλατῶν] Cratyl. c. 3 p. 385 Β sq. 27 τὸ ἀλ. ἔχ. ἐξ ἂν. colloc. M: ἐξ ἂν. τὸ ἀλ. ἔχ. a 29 ἐλέγομεν] v. 7 αὐτοῖς F 31 οὐκέτι οm. Α ὅτι ὡς AMa 32 ἡ γενέσθαι αὔρ. colloc. Α 33 μόνον om. AG 36 p. 155,6 ἐσήμανε M)
ἐπεὶ δέ ἐστί τι κατά τινος ἡ κατάφασις σημαίνουσα, τοῦτο δέ ἐστιν ἢ ὄνομα ἢ τὸ ἀνώνυμον, ἓν δὲ δεῖ εἶναι καὶ καθ’ ἑνὸς τὸ ἐν τῇ καταφάσει τὸ δὲ ὄνομα εἴρηται καὶ τὸ ἀνώνυμον πρότερον· τὸ γὰρ οὐκ ἄνθρωπος ὄνομα μὲν οὐ λέγω, ἀλλ’ ἀόριστον ὄνομα· ἓν γάρ πως σημαίνει τὸ ἀόριστον ὄνομα, ὥσπερ καὶ τὸ οὐχ ὑγιαίνει οὐ ῥῆμα λέγω, ἀλλ’ ἀόριστον), ἔσται πᾶσα κατάφασις ἡ ἐξ ὀνόματος καὶ ῥήματος ἢ ἐξ ἀορίστου ὀνόματος καὶ ῥήματος· ἄνευ δὲ βήματος οὐδεμία κατάφασις οὐδὲ ἀπόφασις τὸ γὰρ ἔστιν ἢ ἦν ἢ γίνεται ἢ ὅσα ἄλλα τοιαῦτα ῥήματα ἐκ τῶν κειμένων ἐστί· προσσημαίνει γὰρ χρόνον. ὥστε πρώτη κατάφασις καὶ ἀπόφασις τὸ ἔστιν ἄνθρωπος — οὐκ ἔστιν ἄνθρωπος, εἶτα ἔστιν οὐκ ἄνθρωπος — οὐκ ἔστιν οὐκ ἄνθρωπος, πάλιν ἔστι πᾶς ἄνθρωπος — οὐκ ἔστι πᾶς ἄνθρωπος, ἔστι πᾶς οὐκ ἄνθρωπος — οὐκ ἔστι πᾶς οὐκ ἄνθρωπος. καὶ ἐπὶ τῶν ἐκτὸς δὲ χρόνων ὁ αὐτὸς λόγος.
Παντοδαπῶς λεπτουργήσας τὴν διδασκαλίαν τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων ὡς ὡρισμένου ὄντος τοῦ ὑποκειμένου, προστί- θησι διὰ τούτων ὅτι ὅσαι εἰσὶν ἐκεῖναι τὸν ἀριθμόν, τοσαύτας ἑτέρας ἀνάγκη γίνεσθαι προστάσεις ἐξ ὑποκειμένου πάλιν καὶ κατηγορουμένου, ἀλλ’ οὐκέτι ὡρισμένου ὄντος τοῦ ὑποκειμένου ἀλλ’ ἀορίστου. ὁ μὲν οὖν ὑπο- κείμενος ἢ ὡρισμένος ἢ ἀόριστος λαμβανόμενος τοῦ αὐτοῦ κατηγορουμένου ὄντος διάφορα ποιήσει καταφάσεων τε | καὶ ἀποφάσεων εἴδη, ὁ δέ γε [*](124v) κατηγορούμενος ποτὲ μὲν ὡρισμένος ποτὲ δὲ ἀόριστος ληφθεὶς τοῦ αὐτοῦ ὑποκειμένου μένοντος οὔτε καταφάσεις διαφόρους οὔτε ἀποφάσεις ποιήσει· [*](1 ἀρχῆς] ἀνάγκης F 4 ἕτερον μᾶλλον iteratum del. Α ἀληθ. μᾶλλον colloc. M 5 οὕτε (prius)] οὐ M ἀεὶ ψευδόμενον om. M 6 ὅτι ὡς M 8 ὡς om. M 9 ἀπόφασις G 10 τοῦτο—λόγος (23) om. M 11 post ἑνὸς superscr. καὶ G2 τὸ δὲ—λόγος (23) om. a 13 ἕν—λόγος (23) om. G σημαίνει καὶ b (recte, cf. 156,21) ὄνομα om. b (cf. 156,21) 14 λέγω om. b ἀλλ’ ἆόρ. βῆμα b 15 κατάφ. καὶ ἀπόφασις Ab (cf. p. 157,4) 17 οὔτε F ἔστιν ἡ ἔστι b 19 πρώτη ἔσται b 24 τῶν] τὴν G 26. 27 ἂν. ἑτέρας (num. corr.) G 27 μὲν πάλιν F 29 ἡ ὡρισμένος om. F λαμβανόμενος om. F 30 καταφάσεως .. ἀποφάσεως F 31 ἀορίστως Α)
Λέγεται δὲ τοῦτο δηλονότι περὶ τῆς ἁπλουστάτης καταφάσεως | τῆς [*](125ν) ἐξ ὑποκειμένου μόνον καὶ κατηγορουμένου, περὶ ἧς καὶ πρόκειται αὐτῷ νῦν διδάσκειν· ὥστε οὐ χρὴ ζητεῖν πῶς ἂν ἐφαρμόσειε τοῦτο ἢ ταῖς ἐκ τρίτου προσκατηγορουμένου καταφάσεσιν ἢ ταῖς μετὰ τρόπου. ἀλλὰ πῶς ἑξῆς τούτοις ἐπιφέρει τὸ ἄνευ ῥήματος μηδεμίαν εἶναι οὐ μόνον κατάφασιν ἀλλὰ καὶ ἀπόφασιν, εἴπερ τὰς ἀποφάσεις ἐκ τῶν ἀορίστων συμβαίνει γίνε- σθαι ῥημάτων; ἢ ῥητέον, ὅπερ Ἀλέξανδρός φησιν, ὅτι τὸ ἀόριστον ῥῆμα καὶ τὸ τοῦ ὑποκειμένου ἀποφασκόμενον καὶ τὴν ἀπόφασιν ποιοῦν τῷ μὲν ὑποκειμένῳ τὰ αὐτὰ ὄντα τυγχάνουσι, τῇ μέντοι σχέσει διαφέρουσί πως ἀλλήλων· τὸ γοῦν ἰού βαδίζει᾿ καθ’ ἑαυτὸ μὲν λεγόμενον ἀόριστον εἴη ἂν ῥῆμα ὡς ἕν τι θεωρούμενον καὶ οὐδὲν μέρος καθ’ ἑαυτὸ σημαντικὸν ἔχον, καθάπερ εἴρηται πρότερον, ἐν μέντοι τῇ ἀποφάσει τῇ λεγούσῃ ‘Σωκράτης οὐ βαδίζει’ οὐκ ἂν εἴποιμεν ἀκριβολογεῖσθαι βουλόμενοι τὸ ‘οὐ βαδίζει’ ῥῆμα εἶναι ἀόριστον, ἀλλὰ μᾶλλον ῥῆμα καθ’ ἑαυτὸ μὲν ὡρισμένον τοῦ δὲ ὑποκειμένου ἀποφατικῶς κατηγορούμενον καὶ διὰ τοῦ ἀρνητικοῦ μορίου διακρινόμενον ἀπ’ αὐτοῦ, ὡς ἐνταῦθα μηκέτι μὲν ὡς ἓν ἀλλ’ ὡς δύο λαμ- βάνεσθαι τὸ οὐχ ὑγιαίνει], τοῦ ἀρνητικοῦ μορίου τὸ διακεκρίσθαι τὸ κατη- γορούμενον ἀπὸ τοῦ ὑποκειμένου ἐμφαίνοντος. μήποτε δὲ δυνατὸν ᾖ λέγειν καὶ ὅτι ἐν τῷ ἄνευ δὲ ῥήματος οὐδεμία κατάφασις οὐδὲ ἀπόφασις τὸ τοῦ ῥήματος ὄνομα κοινότερον εἴληπται κατά τε τοῦ ὡρισμένου καὶ τοῦ ἀορίστου, διδάσκοντος μὲν τοῦ Ἀριστοτέλους, ὅπερ εἴρηται καὶ πρότερον, ὅτι πρὸς τὸ γενέσθαι ἀπο | φαντικὸν λόγον δεῖ πάντως ῥήματος, [*](126r) ἐξεπίτηδες δὲ νῦν πάλιν τοῦτο προσθέντος ἐν τῇ θεωρίᾳ τῶν ἐξ ἀορίστου τοῦ ὑποκειμένου προτάσεων, ἵνα μή τις ὑπολάβῃ τὰ ἀόριστα ὀνόματα, περὶ ὧν ἦν προσεχῶς ὁ λόγος, ἀρκεῖν καὶ καθ’ ἑαυτὰ λεγόμενα πρὸς γένεσιν ἀποφάσεως, ἐπεὶ καὶ φαντασίαν ἀποτελοῦσι τοῦ παραπλησίαν δύνα. μιν ἔχειν ταῖς ἀποφάσεσιν, ὅπερ ἐν τοῖς ἑξῆς σαφέστερον παραδώσει. κρατύνων δὲ τὸ εἰρημένον ὅτι πρὸς πᾶσαν κατάφασίν τε καὶ ἀπόφασιν δεῖ [*](1 παρεμβάλλων (oν F 2 ὑποκειμένου om. M ἠναγκάσθαι Α 3 οὗτος G1 4 κατάφ. καὶ ἀπόφασις b 10 τοῦ τρόπου a 11 τὸ om. Fa 12. 13 γίν. συμβ. ῥημ. (num. corr.) G 14 καὶ τὸ Α: καὶ τὸ κατὰ F: καὶ GM: κατὰ a 16 μὲν suppl. G2 ἄν εἴη colloc. AM 18 εἴρηται πρότερον] p. 47,18 51,25 19 βαδίζειν (alt. 1.) Α 20 ἆόρ. εἶναι colloc. G 21 καταφατ. ἄπο superscr.) G 22 μὲν] μένον G: om. F (fort, recte) 23 τὸ οὐχ—διακεκρίσθαι om. F τὸ οὐχ ὑγιαίνει inclusi: ποιεῖ G post μορίου iter. διακριν. (22)—ἀρνητικοῦ G 24 ἐμφαί- νοντες AF 27 καὶ ὅπερ Ma 27. 28 εἴρηται καὶ πρότ.] p. 17a10 28 ἀποφατ. M 29 δὲ suppl. G2 προθέντος F τῶν] τοῦ M 30 προσάσεως M ἀπολάβῃ F: ὑπολάβοι G 31 ἦν] νῦν Ma 32 τοῦ om. M 33 ἐπιδώσει G1)
Ἐπὶ τούτοις τὴν τάξιν ἡμῖν παραδίδωσι τῆς εἰρημένης τῶν προτάσεων διαφορᾶς καί φησι προηγεῖσθαι τὰς ὡρισμένῳ ὑποκειμένῳ χρωμένας τῶν ἀόριστον αὐτὸν ἐχουσῶν, ἅτε ἁπλουστέρας αὐτῶν οὔσας, παραβάλλων πρὸς ἀλλήλας, τὰς δὲ κατὰ τὸ αὐτὸ εἶδος λεγομένας πρώτας μὲν ὡς ἁπλουστάτας τὰς ἄνευ προσδιορισμοῦ πρὸς τὰς μετὰ προσδιορισμοῦ, δευτέρας δὲ ὡς ἐκείνων συνθετωτέρας τὰς πλεονασάσας αὐτῶν κατὰ τοὺς προσδιορισμούς. λαμβάνει δὲ τῶν μὲν ἄνευ προσδιορισμοῦ οὐ τὰς καθ’ | ἕκαστα ἀλλὰ τὰς ἀπροσδιορίστους, τῶν δὲ μετὰ προσδιορισμοῦ οὐ τὴν [*](126v) κατὰ μέρος κατάφασιν ἀλλὰ τὴν καθόλου, ὡς τοῦ αὐτοῦ δηλονότι λόγου καὶ ἐπὶ τῶν παραλελειμμένων προτάσεων ἐφαρμόζοντος. τῆς μέντοι καθόλου καταφάσεως τῆς τε ὡρισμένον ἐχούσης τὸν ὑποκείμενον καὶ τῆς ἀόριστον οὐκ ἔλαβε τὴν κυρίως ἀπόφασιν τὴν ἀντιφατικῶς ἀεὶ πρὸς αὐτὴν ἀντικειμένην, ἀλλ’ ὥσπερ ἐλέγομεν πρότερον, τὴν δοκοῦσαν μὲν ἐπαμφοτερίζειν καὶ συνᾴδειν τῇ τε ἀντιφασκούσῃ καὶ τῇ ἐναντίᾳ, μᾶλλον μέντοι τῇ ἀντιφασκούσῃ ταὐτὸν δυναμένην· τοιαῦται γὰρ ἥ τε ‘οὐκ· ἔστι πᾶς ἄνθρωπος᾿ καὶ ἡ ‘οὐκ ἔστι πᾶς οὐκ ἄνθρωπος’, ἡ μὲν τῇ ἰού πᾶς ἄνθρωπός ἐστιν’ ἡ δὲ τῇ ἰού πᾶς οὐκ ἄνθρωπός ἐστι’ ταὐτὸν φθεγγομένη. τοῦτο δέ, διότι οὐκ ἦν προκείμενον παραδιδόναι νῦν πάλιν τὴν ἀντιφατικὴν τῶν προτάσεων ἀντίθεσιν, ἀλλ’ ἐπισημήνασθαι μόνον ὅτι προηγοῦνται αἱ ἐξ ὡρισμένου τοῦ ὑποκειμένου προτάσεις τῶν ἐξ ἀορίστου. ἅμα δὲ ἴσως καὶ διδάξαι ἡμᾶς ὁ φιλόσοφος ἠβουλήθη ὅτι καὶ αἱ τοιαῦται προτάσεις συντάττοιντο ἄν ταῖς ἀποφάσεσι. δεῖ δὲ ἐφιστάνειν ὅτι ἀκριβῆ ἐν τούτοις ὁ Ἀριστοτέλης παραδείγματα παρέθετο τῶν ἐξ ὑποκειμένου καὶ κατηγόρου. μένου προτάσεων ἔστιν ἄνθρωπος εἰπὼν καὶ ἔστι πᾶς ἄνθρωπος, ἀλλ’ οὐ καθάπερ πρότερον ἔλεγεν ‘ἔστιν ἄνθρωπος λευκός’’ καὶ “ἔστιν ἄνθρωπος καλός’’, αἳ ἦσαν ἐκ τρίτου προσκατηγορουμένου προτάσεις. τοῦτο δέ, διότι ἐν ἐκείνοις μὲν οὔπω τελέως παρεδέδοτο ἡ θεωρία τῶν προκειἔστιν [*](1 ἡ ἔσται b γίν.] ἔσται M 4 τοῦ] τὸ F καὶ] ἡ G 5 προσδέεται F: προσδέδεκται Ma ante πρὸς add. ἁ AMa 7 προσσημ. χρ. (τινὰ om.) G 8 προτ.] πράξεων Α1 9 ὡρισμένως G1 11 παραβάλλων πρὸς ἀλλήλας post λεγομένας transponas πρῶτον F 12 τὰς (prius) om. AMa πρὸς τὰς ἄνευ μετὰ A: καὶ τὰς μετὰ F: πρὸς τὰ μετὰ M 18. 19 ἀορίστου F 20 ὑποκειμένην G1 ἐλέγομεν πρότ.] p. 120,7 22 δυναμένη F 23 ἡ μὲν] τῆ μὲν F 24 φθεγγ.] φυλαττομένη G1 25 πάλαι Α 26 ἐπισημείν. F 27 ὑποκ. προτ. ὧρ. τοῦ om. et ὧρ. προτ. corr.) G 29 ἀκριβῶς G 29. 30 παραδ. ὁ ἂρ. colloc. M 31 ἐστι πᾶς ἄνθρ. εἰπὼν καὶ ἔστι πᾶς οὐκ ἄνθρ. G ἄνθρωπος (post πᾶς) iter. del. M 32 πρότ. ἔλεγεν] p. 17b31.32 34 ὅτι F μὲν om. F παρεδίδοτο F: παραδέδοτο G)
Ὅταν δὲ τὸ ἔστι τρίτον προσκατηγορῆται, ἤδη διχῶς λέγονται αἱ ἀντιθέσεις, λέγω δὲ οἷον ἔστι δίκαιος | ἄνθρωπος [*](127v) τὸ ἔστι τρίτον φημὶ συγκεῖσθαι ὄνομα ἢ ῥῆμα ἐν τῇ καταφάσει. ὥστε διὰ τοῦτο τέτταρα ταῦτα ἔσται, ὧν τὰ μὲν δύο πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν ἕξει κατὰ τὸ στοιχοῦν ὡς αἱ στερήσεις, τὰ δὲ δύο οὗ. λέγω δὲ ὅτι τὸ ἔστιν ἢ τῷ δικαίῳ προσκείσεται ἢ τῷ οὐ δικαίῳ, ὥστε καὶ ἡ ἀπόφασις· τέτταρα οὖν ἔσται. νοοῦμεν δὲ τὸ λεγόμενον ἐκ τῶν ὑπο- γεγραμμένων· ἔστι δίκαιος ἄνθρωπος — ἀπόφασις τούτου —οὐκ ἔστι δίκαιος ἄνθρωπος, ἔστιν οὐ δίκαιος ἄνθρωπος — ἀπόφασις τούτου—οὐκ ἔστιν οὐ δίκαιος ἄνθρωπος τὸ γὰρ ἔστιν ἐνταῦθα καὶ τὸ οὐκ ἔστι τῷ δικαίῳ προσκείσεται καὶ τῷ οὐ δικαίῳ. ταῦτα μὲν οὖν, ὥσπερ ἐν τοῖς Ἀναλυτικοῖς λέγεται, οὐτῶ τέτακται.
Ἄρχεται μὲν οὖν ἐντεῦθεν τὸ τρίτον τοῦ βιβλίου κεφάλαιον, ὅπερ ἐλέγομεν εἶναι περὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων. δεῖ δὲ καὶ ἐν τούτοις πρὶν διασαφῆσαι τὰ ὑπὸ τοὐ Ἀριστοτέλους λεγόμενα πρῶτον ἡμᾶς ἐπισκέψασθαι τίνα τε τρόπον ἐπὶ τούτων τῶν προτάσεων ἐκ τῶν καταφάσεων ποιοῦμεν τὰς ἀποφάσεις καὶ πῶς ἄν λαβόντες αὐτὰς μετὰ τῆς προσηκούσης ἀκριβείας συνέλοιμεν αὐτῶν τὸν πάντα ἀριθμόν. ὅτι μὲν οὖν οὐ τῷ ὑποκειμένῳ τῷ ἐν τῇ καταφάσει συνταχθὲν τὸ ἀρνητικὸν μόριον ἐξεργάζεται τὴν ἀπόφασιν, φανερόν, εἴπερ μηδὲ ἐπὶ τῶν ἐξ ὑποκει- μένου καὶ κατηγορουμένου τοῦτον ἐγίνοντο τὸν τρόπον αἱ ἀποφάσεις, ἀλλ’ [*](1 ἀδιαφορώτερα G 2 ἀκριβῶς αὐτὴν om. G 4 καὶ ὅτι] ὡς G 4. 5 ὄνομα —ἀδιόριστον om. M 5 διορισμ. F 6 προκείμ. M 7 τὴν θεωρίαν τὴν τῶν a 9 λέγομεν AMa 10 ante lemma add. τμῆμα τρίτον ΑG2: ἀρχὴ τοῦ τρίτου τμήματος F: περὶ τοῦ τρίτου τμήματος M: ἀρχὴ τοῦ τρίτου τμήματος. Περὶ τῶν ἐκ τρίτου προσκατη- γορουμένου προτάσεων a: om. G1 ἤδη—τέτακται (23) om. M 11 λέγω—τέτακται (23) om. a 13 ἔσται ταῦτα colloc. b 15 λέγω—τέτακται (22) om. G 17 νοῶμεν F 19. 20 ἔστιν οὐ δίκ. ἄνθρ—ἄνθρωπος suppl. in mrg. Α τούτου ἀπόφ. colloc. b 21 προσκείσ. post οὐ δικ. colloc. F 23 τετ.] γέγραπται Α1 24 μὲν om. M οὖν om. FG 25 ἐλέγομεν] p. 8,17 27 τε om. GM 29 συνέλοιμεν scripsi: συνέλωμεν libri 30 οὗν om. M 31 ἐργάζ. AGM 32 ἐγίνετο G)
Τούτων προληφθέντων ἐπισκεψώμεθα ἑξῆς τὰ διὰ τῆς ἐκτεθείσης [*](1 τὸ ὑποκ. FG δύο λεξ. post λοιπῶν colloc. F 3 ποτέρῳ δὴ χρὴ αὐτῶν G συνάπτειν AG 5 ἄνθρωπος suppl. G2 5. 6 ὑπάρχ. φησὶν ἄνθρ. τινὰ μὴ δ. colloc. F: ὑπάρχ. τινὰ φησὶν ἄνθρ. μὴ δ. G 7 ἀποφαίν. μὲν Α 8 ἀποφατ. M ἔμπροσθεν ἐδιδ.] p. 16a25 sq. 16 δίδοσι Α γὰρ] γοῦν AFM 17 ἀναιρεῖν Ma 18 τὴν ὅλην FG 19 δίκαιος—ἄνθρωπος suppl. G2 ἄνθρωπος (alt.) om. M 20 πάση καταφάσει G 21 τὴν (ante ταύτης) om. F 21. 22 λέγουσιν F1 22 οὐκ (ante ἔστιν) om. M 23 ὑποκειμένου ex ὡρισμένου corr. G2 24 ἁπλῶν] ἄλλων F ἐγένετο AGa μόνη om. G 24. 25 ληφθ. μ. τ. ἀρ. (num. corr.) G 25 ἀπόφανσιν Α 28 ὡρισμένων F1 τὸ ὑποκ. F τὸν ἆόρ. Α 29 ἐξ om. F ante ὑποκ. add. ὕλης del. Α 30 ἐδείκνυμεν] p. 91,2 33 τούτων ουν a)
Ἀλλ’ οὕτως μὲν χρῆσθαι ἀναγκαζόμεθα τῷ τὰς ἀπροσδιορίστους ἀντιφάσκειν ἀλλήλαις, εἴπερ ἀξιοῦμεν ἐπὶ ἑκάστου τῶν ὄντων τὴν ἑτέραν αὐτῶν ἀληθεύειν. ἄμεινον δὲ ἴσως καὶ ταῖς ἐννοίαις τοῦ Ἀριστοτέλους ἀκολουθότερον ἀπὸ τῶν πραγμάτων πιστοῦσθαι τὸ ἐπ’ ἔλαττον εἶναι τὴν ἄνευ προσδιορισμοῦ λεγομένην ἀόριστον κατάφασιν τῆς ἁπλῆς ἀποφάσεως· εἴ τις μὲν γάρ ἐστιν οὐ δίκαιος ἄνθρωπος, οὗτος δίκαιος ἄνθρωπος οὐκ ἔστιν, οὐ μὴν εἴ τις οὐκ ἔστι δίκαιος ἄνθρωπος, ἤδη καὶ ἔστιν οὐ δίκαιος ἄνθρωπος. ἐπὶ γοῦν τοῦ ὅλως μὴ ὄντος ἀνθρώπου ἀληθεύει μὲν ἡ ἁπλῆ ἀπόφασις, ψεύδεται δὲ ἡ ἀόριστος κατάφασις. ἡ δέ γε προτέρα ἐπιχείρησις, ᾗ καὶ αὐτὸς ὁ Ἀριστοτέλης πρὸς τῷ πέρατι τοῦ πρώτου τῶν Ἀναλυτικῶν φαίνεται χρώμενος, ἐπὶ μὲν τῶν ἀντιφασκουσῶν ἀλλήλαις προτάσεων, τάσεων, ὅπερ ἐν ἐκείνοις ὑπέθετο, εὐοδώσει, ἐπὶ δὲ τῶν συναληθεύειν ποτὲ δυναμένων οὐ προχωρήσει. ὅλως δὲ χρὴ ἐφιστάνειν ὅτι τὰς ἀπροσδιορίστους ἐπὶ διαφόρων μὲν τοῦ ὑποκειμένου μερῶν ἅμα δυναμένας ἀληθεύειν καταλαμβάνομεν ὁμοίως ταῖς κατὰ μέρος, ὡς ἔμπροσθεν διωρίσαμεν, καθ’ ἑνὸς μέντοι καὶ τοῦ αὐτοῦ κατηγοροῦντες αὐτὰς ἢ κατ’ ἐνέργειαν ἢ κατ’ ἐπίνοιαν ἀεὶ διαιρεῖν εἰκότως μετ’ ἐκείνου φαμὲν τό τε ἀληθὲς καὶ τὸ ψεῦδος· ἀνάγκη γὰρ τῶν τε ὄντων καὶ τῶν μὴ ὄντων ἕκαστον ἢ εἶναι τυχὸν ἄνθρωπον δίκαιον ἢ μὴ εἶναι. δῆλον δὲ ὅτι κατὰ ταύτην τὴν [*](1 δηλονότι post δίκαιος transp. G1 οὔτε] οὐδὲ FG2M: μηδὲ G1 λέγοιτο om. G 3 ἄν εἴη colloc. GM 5 ἢ om. a 6 κατάφ.] ἀπόφασις F 7 ἀπόφ.] κατάφασις F 8 εἴπερ G 8. 9 ἡ ἄρα—ἀπόφασις om. F 9 ὄντως M 9. 10 ὑποκείσθω G 12 ἐπὶ πλείονα ἀληθεύουσα G 13 τῶν ἑξακ. Ma ἐπὶ τῶν λοιπ. AM 14 ἑξακ.] φησὶν G1: φ΄ G2 ἀληθεύει G 15 τετρακοσίων om. FG οἰκείαν] ἀπλῆν a ἀπόφασιν εἶναι FG 16 τῆς iter. Α ἀποφάσεως] καταφάσεως Ma 17 τῶ] τὸ F 26 ὁ ἂρ. αὐτὸς colloc. G 26. 27 Ἀναλυτ.] c. 46 p. 51b32 29.80 ἀδιοριστ. FGM 30 δυναμένων F1G1 31 ἔμπροσθεν διωρ.] p. 110,22 sq. 32 κατηγοροῦντος G1 ἡ] οὐχὶ G2 33 ἐκείνας G 35 κατ’ αὐτὴν G)
Λοιπὸν οὗν ἐπισκεψώμεθα εἰ ὥσπερ ἔχουσιν αἱ ἁπλαῖ προτάσεις | πρὸς τἀς ἐκ μεταθέσεως, οὕτως ἔχουσι καὶ αἰ στερητικαὶ πρὸς αὐτὰς [*](131v) πάλιν τὰς ἐκ μεταθέσεως, τοῦτ’ ἔστιν εἰ ὥσπερ ἡ ἁπλῆ κατάφασις ἐπ’ ἔλαττόν ἐστι τῆς ἀόριστον ἐχούσης τὸν κατηγορούμενον ἀποφάσεως, οὕτω καὶ ἡ στερητικὴ ἀπόφασις ἐπ’ ἔλαττόν ἐστιν αὐτῆς, καὶ ὥσπερ ἡ ἁπλῆ ἀπόφασις ἐπὶ πλέον ἐστὶ τῆς ὑπ’ αὐτὴν τεταγμένης ἀορίστου καταφάσεως, οὕτω καὶ ἡ στηρητικὴ κατάφασις. ἔστι δὲ τούτου πᾶν τοὐναντίον ἀληθές· οὕτε γὰρ ἡ ἀπόφασις ἡ στερητικὴ τῆς ἀορίστου ἐπ’ ἔλαττον ἀλλ’ ἐπὶ πλέον, οὔτε ἡ κατάφασις τῆς καταφάσεως ἐπὶ πλέον ἀλλ’ ἐπ’ ἔλαττον. ὅτι δὲ τοῦτο οὕτως ἔχει, ῥᾳδίως δείξομεν τὴν ἀρχὴν τῆς ἐφόδου λαμβάνοντες ἀπὸ τῶν καταφάσεων, ἐπεὶ καὶ γνωριμώτεραι ὡς μᾶλλον ὡρισμέναι τῶν ἀποφάσεων αἱ καταφάσεις. φανερὸν δὴ ὅτι ἐπ’ ἔλαττον ἡ κατάφασις ἡ στερητικὴ τῆς ἐκ μεταθέσεως· εἴ τις μὲν γάρ ἐστιν ἄδικος ἄνθρωπος, οὗτος δηλονότι καὶ οὐ δίκαιος, οὐ μέντοι εἴ τις οὐ δίκαιος, ἤδη καὶ ἄδικος, διά τε τὴν μέσην ἕξιν καὶ τὴν μηδετέρου πεφυκυῖάν πω μετέχειν, ὡς ἐπὶ τῶν παίδων. ὥστε ἡ ἀπόφασις ἡ στερητικὴ ἐπὶ πλέον τῆς ἐκ μεταθέσεως ἀποφάσεως ἀληθεύσει· καὶ γὰρ ἐπὶ τῶν προειρημένων ἕξεων, τῆς τε μέσης καὶ τῆς τῶν παίὸων , ἡ μὲν στερητικὴ ἀπόφασις ἀληθής, ἐπεὶ μή εἰσιν ἄνθρωποι ἄδικοι, ἡ μέντοι ἐκ μεταθέσεως ψευδής, ἐπεὶ ἡ κατάφασις αὐτῆς τῆς ἀληθής· εἰσὶ γὰρ οὐ δίκαιοι ἄνθρωποι. διὰ ταῦτα οὖν περιγράψομεν τῇ μὲν ἁπλῇ καταφάσει ἐπ’ ἔλαττον ἀμφοῖν, τῶν ὑπ’ αὐτὴν δηλονότι ἀποφάσεων, τῇ δὲ ἀποφάσει αὐτῆς ἐπὶ πλέον ἀμφοῖν, καὶ τῇ μὲν ἐκ [*](132r) μεταθέσεως ἀποφάσει ἐπὶ πλέον τῆς ἁπλῆς μόνης γὰρ ἐκείνης εὕρηται οὖσα ἐπὶ πλέον), καὶ τῇ καταφάσει αὐτῆς κατὰ τὸ ἀκόλουθον ἐπ’ ἔλαττον τῆς ἁπλῆς. καὶ πάλιν τῇ μὲν στερητικῇ ἀποφάσει ἐπὶ πλέον καὶ τῆς μετ’ 5 αὐτήν, ἐπεὶ ἀμφοτέρων τῶν ἑκατέρωθεν ἑαυτῆς κατείληπται οὖσα ἐπὶ πλέον, τῇ δὲ καταφάσει δηλονότι ἐπ’ ἔλαττον καὶ τῆς μετ’ αὐτήν. ὥστε [*](1 πρότ. εἰρ.] p. 162,4 κατάφ.] ἀπόφασις F 1. 2 ἐπ’ ἔλαττον—στερητικὴ om. F 3 καὶ ἆόρ. Α αὐτὸν] ἁπλὸν F 6 ἐκείνας M 7 εἰ suppl. G2 8 ἑαυτὰς M 11 ἐπ’ ἔλαττόν ἐστιν αὐτῆς om. F ἁπλῆ om. F 13 τοῦτο AMa ante ἀλ. add. τὸ G1 16 δείξ.] διδάξομεν G 20 prius καὶ om. a οὗτος ἤδη καὶ ἄδ. Ma 21 πω] ποτε F: πως G ἔχειν 22 ἡ (alt.) suppl. G2 23 ἀποφάσεως om. F ἀληθεύει G τε om. M 25 ἄδ. ἄνθρ. colloc. G 25. 26 αὐτῆς om. G 26 παραγράψ. AM 27 αὐτῆ Α: αὐτῆς M 28 post ἀμφοῖν add. ταῖς ὐπ’ ‘αὐτήν a 28. 29 ἐκ μεταθ.] ἀορίστῳ F 29 ἁπλῆς καταφάσεως Ma 30 κατὰ suppl. G2 31 ἁπλῆς ἀποφάσεως a 32 ἑαυτῆς] αὐτῆς G 32. 33 ἐπὶ πλ. οὖσα colloc. G1a 33 τῆ δὲ] καὶ τῆ G 33 δηλονότι om. G ante ἐπ’ ἔλ. add. αὐτῆς G: τῆς a ἐπ᾿ om. F)
Λείπεται οὖν ἐπελθεῖν τῇ ῥήσει τοῦ Ἀριστοτέλους καὶ | ἐπιδεῖξαι [*](132v) ὡς οὐδὲν τῶν προειρημένον μάτην ἐρραψῳδήσαμεν. ὅταν οὖν, φησί, τὸ ἔστι τρίτον προσκατηγορῆται, οὐχ ὡς τρία μὲν ἀξιῶν εἶναι τὰ ἐν τῇ προτάσει κατηγορούμενα τρίτην δὲ ἔχειν τάξιν ἐν αὐτοῖς τὸ ἔστιν, ἀλλὰ τρίτον μὲν ἐν τῇ προτάσει πρὸς τοῖς δύο ὅροι.. τῷ τε ὑποκειμένῳ καὶ τῷ κατηγορουμένῳ, κατὰ δευτέραν μέντοι τάξιν καὶ αὐτὸ ἔχον τὸ κατηγορεῖσθαι καὶ ὥσπερ ἐπικατηγορεῖσθαι· ὅταν γοῦν εἴπωμεν ῾ ἄνθρωπος δίκαιός ἐστι᾿ , τοῦ ὑποκειμένου τοῦ ἀνθρώπου προηγουμένως μὲν τὸ δίκαιον κατηγορήσαμεν, ἐπειδὴ τοῦτο προεθέμεθα περὶ αὐτοῦ ἀποφήνασθαι, διότι δὲ οὐκ ἦν αὔταρκες τοῦτο τῷ ὑποκειμένῳ συμπλακὲν πρὸς τὸ ποιῆσαι ἀπόφανσιν, τὸ ἔστιν αὐτοῖς προστέθειται συνδέον τε αὐτά, ὡς εἴρηται πρότερον, καὶ ἐπικατηγορούμενον τοῦ ὑποκειμένου· τὸ ὅλον γοῦν τοῦτο λέγομεν ἀρὶ αὐτοῦ ὅτι ἐστὶ δίκαιος. οὐ πάντως μέντοι, ὅτε ἐστὶ τρίτον ἐν τῇ προτάσει τὸ ἔστιν, ἤδη καὶ προσκατηγορεῖται· ἐν γοῦν τῇ λεγούσῃ ῾ Σωκράτης ὁ φιλόσοφος ἔστι᾿ κατηγορεῖται μόνον ἀλλ’ οὐ προσκατηγορεῖται τὸ ἔστι, διότι τὸ ὅλον τοῦτο τὸ ῾ Σωκράτης ὁ φιλόσοφος᾿ ὡς ἓν λαμβάνεται καὶ ὑποκείμενον γίνεται διὰ τὴν τοῦ ἄρθρου προσθήκην, ὅπερ οὐκ ἐθέλει συν- τάττεσθαι τοῖς κατηγορουμένοις ἀλλὰ μόνοις τοῖς ὑποκειμένοις. λέγεται δὲ περὶ αὐτοῦ ὅτι ἔστι καὶ οὔπω τέθνηκεν. ἀλλ’ οὐδ’ ὅταν εἴπωμεν ῾ ὁ ἥλιος ἐξ ἀνάγκης ἐστίν', οὐδὲ τότε προσκατηγορεῖται τὸ ἔστι, καίτοι ἁπλοῦν ἐστιν ἐνταῦθα τὸ ὑποκείμενον, ἀλλὰ τὸ ᾿ ἐξ ἀνάγκης᾿ οὐκ ἦν κατηγορούμενον ἀλλὰ τρόπος. περὶ δὲ τῶν μετὰ τρόπου προ|τάσεων [*](133r) ἄλλο εἶδος ἐχουσῶν παρὰ τὰς νῦν ἡμῖν προκειμένας ἐν τοῖς ἑξῆς διδάξει ἡμᾶς ὁ Ἀριστοτέλης. οὐχ ἁπλῶς δὲ εἶπεν ῾ ὅταν ῥῆμά τι προσκατηγορῆται ἐν ταῖς προτάσεστν᾿ , ἀλλὰ διώρισεν ἀκριβῶς τί ἐστι τὸ προσκατηγορεῖσθαι πεφυκός, ὅτι μόνον τὸ ἔστιν, ὅπερ ὅτι οὕτως ἔχει, διὰ τῶν ἑξῆς κατὰ καιρὸν ἐπιδείξομεν.
Όταν οὖν, φησί, τὸ ἔστι τρίτον ὃν ἐν τῇ προτάσει προσκατηγορῆται, διχῶς λοιπὸν λέγονται τῶν προτάσεων αἱ ἀντιθέσεις αἰ ἐπὶ τῶν πρότερον παραδεδομένων προτάσεων μοναχῶς λεγόμεναι. εἶτα πρὶν διδάξαι πῶς [*](3 ὧν F 4 ante λείπεται add. ἄνθρωπος δίκαιός ἐστιν. ἄνθρωπος δίκαιος οὐκ ἔστιν. ἄνθρωπος ἄδικος οὐκ ἔστιν. ἄνθρωπος ἄδικός ἐστιν. ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν. ἄνθρωπος οὐ δίκαιός ἐστιν. ἔστιν δίκαιος οὐκ ἄνθρωπος. οὐκ ἔστι δίκαιος οὐκ ἄνθρωπος. οὐκ ἔστιν ἄδικος οὐκ ἄνθρωπος. ἔστιν ἄδικος οὐκ ἄνθρωπος. οὐκ έστιν οὐ δίκαιος οὐκ ἄνθρωπος. ἔστιν οὐ δίκαιος οὐκ ἄνθρωπος bipertito collocata a: priora sex enuntiata (in FG sive inter versus sivein marginibus notis ἁπλαῖ, στερητικαί, ἐκ μεταθέσεως, ἐπ’ ἔλαττον ἀμφοῖν, aliis instructa) exhibent etiam FGM: om. Α 5 οὐδενὶ M μάτην om. F ἐραψ. AMa φησι om. G 13. 14 ἀπόφασιν AGMa 14 προστίθεται AMa εἴρηται πρότερον] p. 160,13 ὅτε] ὅτι a 17 τὸ om. G 19 alt. τὸ om. AG 21 μόνον Α λέγει Α1 24 post ἐξ ἀνάγκης add. ἐστιν a 26 ἐν τοῖς ἑξῆς] c. 12 p. 21a34 29 ὅτι ὅπερ colloc. Α τῶν] τὸν Fa 30 κατά om. a 32 λοιπὸν om. G ἐπὶ] περὶ Ma 33 πρὶν διδάξαι] περὶ τοῦ καὶ M)
Επεὶ δὲ μεταξὺ τοῦ τε εἰπεῖν τὸ ἀκόλουθον, ὡς ἐλέγομεν, τῷ συμπεράσματι τὸ ὥστε διὰ τοῦτο τέτταρα ταῦτα ἔσται καὶ τῆς κάτα· σκευῆς τοῦ δύο εἶναι ἀντιθέσεις καὶ τέτταρα αὐτῶν τὰ μόριά φησιν ὧν τὰ μὲν δύο πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν ἕξει κατὰ τὸ στοιχοῦν ὡς αἱ στερήσεις, τὰ δὲ δύο οὔ, Σφιγγὸς μὲν κελαινῆς κατὰ τὸν Λυκόφρονα γῆρυν ἐκμιμούμενος πολλὰ δὲ πράγματα τοῖς ἐξηγη- ταῖς παρασχών, τί ποτε ἐννοεῖν τοῦτο τὸ ῥησείδιον ἐροῦμεν; φημὶ δὴ ὅτι τὴν διὰ πλειόνων ἐπιδεδειγμένην ἡμῖν τῶν προτάσεων ἀκολουθίαν αἰνίττεται διὰ τούτων ὁ φιλόσοφος, κατάφασιν μὲν καὶ ἀπόφασιν κλῶν τὰς ἁπλᾶς προτάσεις ὡς ἀρχετύπους, ἐπειδὴ αὗται προσλαβοῦσαι κατὰ τοὺς κατηγορουμένους τὰς ἀρνήσεις ποιοῦσι τὰς ἐκ μεταθέσεως, λέγων δὲ ὅτι τῶν εἰρημένων τεττάρων μορίων τῶν δύο ἀντιθέσεων (προείρηται γὰρ τὸ ὥστε διὰ τοῦτο τέτταρα ταῦτα ἔσται), τούτων οὖν τὰ μὲν δύο, δηλονότι μόρια (λέγει δὲ τὰς ἐκ μεταθέσεως προτάσεις), πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν, τοῦτ’ ἔστι τὰς ἁπλάς, | ἕξει κατὰ τὸ [*](134r) [*](3 καὶ ὄνομα αὑτὸ colloc. Ma 4 ἐλέγομεν] p. 45,15 5. 6 post λἐγ. iter, καὶ ὸὐδὲ—λέγεσθαι F 6 δῆλον F 9 τὸ] tw AM 9. 10. 23. 34 ἔσται ταῦτα b 10 τοῦ μορίου FMa 15 προσκ. — οὐ δικαίῳ om. F 16 ἐκτεθ. διαγρ] cf. p. 161,24.25 18 τὸ (ante ὥστε utrobique) om. G αὐτὸ AMa 22 τοῦ τε εἰπεῖν] τούτων εἶπε F 23. 24 τὴν κατασκευὴν F: τῆς μὲν κατασκευῆς Ma 25 post ἀπόφασιν add. τῶν ἁπλῶν a 26 ὥσπερ M μὲν οὐ κελ. F 27 κατὰ τὴν Λυκόφρονος a (Alexandrae v. 7) 28 νοεῖν F τοῦτο om. G δὴ] δὲ AM 30 δὲ διὰ Α 31 προλαβ. Α 32 λέγω AFMa 34 δύο om. F 36 κατὰ τἀς ἁπλᾶς (sed κατὰ del.) G ἕξει om. G)
᾿Αλλὰ πρὸς τί, φαίης ἄν, συμβαλεῖται ἡμῖν τὸ εἰδέναι τὴν εἰρημένην τῶν προτάσεων ἀκολου| θίαν; φημὶ δὴ ὅτι πρὸς τὴν γινομένην πολλάκις [*](135r) ἐν τοῖς συλλογισμοῖς τῶν προτάσεων μετάληψιν· συγχωρήσαντος γάρ τινος δίκαιον εἶναι τὸν Σωκράτην, εἰκότως ἐροῦμεν ῾ οὐκοῦν ἄδικος οὐκ ἔστι᾿ καὶ ᾿ οὐκοῦν οὐ δίκαιος οὐκ ἔστιν᾿ . εἰ μέντοι συγχωρηθέντος τοῦ μὴ εἷναι αὐτὸν ἄδικον ἀξιώσομεν λαμβάνειν ὅτι ᾿ οὐκοῦν δίκαιός ἐστι καὶ οὐ δίκαιος οὐκ εὐήθης εὐήθης ἡ μετάληψις. ἐν δὲ τούτοις οὐκ ἐνδέχεται κατορθοῦν τὸν μὴ προδιελόμενον ποῖαι προτάσεις ποίων ἐπὶ πλέον. ἐπεὶ δὲ οἴονταί τινες μηδαμῶς τελείας ἔτι μένειν ταύτας τὰς προτάσεις ἀλλὰ κατηγορεῖσθαι μόνον, ἐπειδὰν λέγωμεν, φέρε ἐπὶ ξύλου, τὰς μὲν ἀποφάσεις, τήν τε στερητικὴν καὶ τὴν ἐκ μεταθέσεως, ἀληθεύειν τὴν δὲ κατάφασιν τὴν ἀπλῆν ψεύδεσθαι, ῥητέον πρὸς αὐτοὺς ὡς ὅταν μὲν ἐνεργείᾳ λάβωμεν τὸ ξύλον ἐν τῇ προτάσει λέγοντες ῾ τὸ ξύλον ἄνθρωπος δίκαιός ἐστι᾿ , τῷ ὄντι κατηγορούμενον ποιοῦμεν τὸ ὅλον τοῦτο τὸ ῾ ἄνθρωπος δίκαιός ἐστιν᾿ · ἀλλ’ οὐκ- έτι μένει ἡ πρότασις ἀπροσδιόριστος, ἀλλ’ ὡς μὲν ἐπὶ τοῦ ἁπλῶς ξύλου ἔσται καθόλου δηλοῖ δὲ τὸ ἄρθρον τὴν δύναμιν ἔχον τοὐ καθόλου προσδιορισμοῦ), ὡς δὲ ἐπὶ τοῦδε τοῦ ξύλου ἔσται καθ’ ἕκαστα. εἰ μέντοι φυλάττοιμεν τῆς προτάσεως τὸ εἶδος μηδὲν κατ’ ἐνέργειαν αὐτῇ προστιθέντες, οὐδὲν κωλύει καὶ ξύλον καὶ ἵππον καὶ ἄλλα μυρία περιέχεσθαι κατὰ δύναμιν ὑπ’ αὐτῆς, ἐφ’ ὧν λέγεται ἢ ψεύδεσθαι ἢ ἀληθεύειν· τὴν μὲν γὰρ κατάφασιν, οἷον τὴν λέγουσαν ῾ ἄνθρωπος δίκαιός ἐστιν', ἅτε εἶναί τι τοιόνδε ὂν ἀποφαινομένην, ἐπὶ μόνων ἀνθρώπων ἀληθεύειν δυνατόν, καὶ τούτων δικαίων, | ψεύδεσθαι δὲ ἀναγκαῖον ἐφ’ ὧν ἢ ὁ ὑποκείμενος μὴ [*](135ν) ἁρμόττει ἢ ὁ κατηγορούμενος, τὴν δὲ ἀπόφασιν ἅτε μαχομένην τῇ καταφάσει ψεύδεσθαι μὲν ἐφ’ ὧν ἐκείνη ἀληθής, ἀληθεύειν δὲ ἐφ’ ὧν ἐκείνη ψευδής. οὕτω δὲ καὶ ὁ Ἀριστοτέλης ἐν τοῖς ἑξῆς δείξει τῆς ῾ ἔστι λευκὸς ἄνθρωπος᾿ μὴ οὖσαν ἀπόφασιν τὴν ῾ ἔστιν οὐ λευκὸς ἄνθρωπος᾿ , ὅτι συμ- βήσεται αὐτὴν ἐπὶ τοῦ ξύλου ἀληθεύειν, διότι ψευδὴς ἐπ’ αὐτοῦ ἡ κατάτῶν [*](4 ᾿ Αναλ.] ν. p. 161,3 not. 5 ταύτας G 7 φαίης ἄν] καταφαίησαν F ἄν, συμβαλεῖται suppl. G2 συμβάλλεται F 11 καὶ om. Α οὐ (ante δίκ.) om, Α 12 ἀξιώσωμεν A: ἀξιωθέντος F ὅτι om. G 13 κατορθοῦντα G 14 τὸν om. G πλέων Α 15 ταύτας om. F 19 ἐν] καὶ G1 19. 20 xui ὄντι — δίκαιός ἐστιν in mrg. suppl. Α xdj ὄντι κὰτ.] τὸ ἀντικατ. G 20 ἐστιν om. M 21 μαίνει F 22 ἔχον om. Α 23 τοῦδε om. F 24 μηδέ ’ 27 μὲν om. F 28 τοιόνδε τι colloc. M ὃν om. AJIa 29 ψεύδ. δὲ ἀναγκαῖον om. F ὧν δὲ F μὴ om. G 30 ἀρμόπη Α post κατηγ. add. ψεύδεσθαι F 32 καὶ om. Ma ὁ om. AG ἐν τοῖς ἑξῆς] p. 20 b 4 τῆς ἔστι] τουτέστι F 33 οὐ om. Α)
Ζητήσειε δ’ ἄν τις περὶ τῶν σύνθετον ἐχουσῶν τὸ κατηγορούμενον ἁπλῶν καταφάσεων, πῶς ἐπὶ τούτων τὴν ἀόριστον ἤτοι ἐκ μεταθέσεως λεγομένην κατάφασιν ποιήσομεν , ἆρα καθ’ ἕκαστον τῶν συντιθέντων τὸ κατηγορούμενον ὀνομάτων τὴν ἄρνησιν τͅαραλαμβάνοντες ἢ ἕν τι ἐξ αὐτῶν, καὶ ποῖον τοῦτο, ὥστε μὴ δοκεῖν ἀποκληρβτικὸν εἶναι τὸν λόγον. φημὶ τοίνυν ὡς εἴτε πάντα τὰ σύνθετα κατ’ οὐσίαν κατηγοροῖντο τοῦ ὑποκειμένου, καθάπερ ἐπὶ τῶν ὡρισμένων, εἴτε καὶ ἕν τι ἐξ αὐτῶν κατὰ συμβεβηκός, ὡς ὅταν εἴπωμεν ῾ ὁ Σωκράτης ἄνθρωπος λευκός ἐστι᾿ , παντὸς χρὴ τοῦ κατηγορουμένου προτίθεσθαι τὴν ἄρνησιν, ἵνα τὴν ζητουμένην ποιήσωμεν κατάφασιν πρὸς ἅπαν ὡς ἓν τὸ κατηγορούμενον αὐτὴν ἐξακούοντες, καὶ οὐ μόνον πρὸς τὸ μόριον ᾧ τυγχάνει συντεταγμένη· ὁ γὰρ λέγων τὸν ἄνθρωπον ζῷον οὐκ ἄλογον εἶναι ἢ τὸν Αἰθίοπα ἄνθρωπον οὐ [*](1 νηρεὺς Α (ubique) 3 τότε om. G τὸν om. a 5 ἀορίστ. G1 9 τὰ (alt.) om. F 10 ἀνωτάτων M 11 ἀντιθέσεως F 15 ἄλογον] ὅλον F ἐπί] ἐπεί F 16 ὡς om. F 21 κάθηται— λευκόν ἐστι om. F 22 δὲ καὶ G 23 ἓν M ποιοῦσι προτ. colloc. M 25 τὸν κὰτ. AMa 27 συνθέντων F 27. 28 ὀνομ. τὸ κὰτ. colloc. Aa 30 σύνθετα] συντεθέντα Ga κατηγορεῖν τὸ τοῦ G 31 ὁρισμένων Α: ὡρισμῶν F 32 πάντως AFMa 33 προστίθ. Ma 36 ἢ τὸν iter. Α)
Έπεὶ δὲ γεγράφθαι φασὶν ἐν πολλοῖς τῶν ἀντιγράφων ὅτι τὸ ἔστιν ἢ τῷ ἀνθρώπῳ προσκείσεται ἢ τῷ οὐκ ἀνθρώπῳ, εἰδέναι χρὴ ὅτι κἄν οὕτως ἡ γραφὴ ἔχῃ, τὸ ἄνθρωπος, ὅπερ φησὶν ὁ φιλόσοφος Πορφύριος, οὐχ ὡς ὑποκείμενον ἀλλ’ ὡς κατηγορούμενον ἀντὶ τοῦ δίκαιος ἢ λευκὸς εἰλῆφθαι φήσομεν, ὡς ἐπὶ προτάσεως τῆς λεγούσης Καλλίας ἄνθρωπός ἐστιν᾿ .
[*](p. 19b31)῾Ομοίως δὲ ἕξει, κἀν καθόλου τοῦ ὀνόματος ᾖ ἡ κατάφασις, οἷον πᾶς ἐστιν ἄνθρωπος δίκαιος — ἀπόφασις τούτου — οὐ πᾶς ἐστιν ἄνθρωπος δίκαιος, πᾶς ἐστιν ἄνθρωπος οὐ δίκαιος — οὐ πᾶς ἐστιν ἄνθρωπος οὐ δίκαιος. πλὴν οὐχ | ὁμοίως τὰς κατὰ διάμετρον ἐνδέχεται συναληθεύειν, ἐνδέχεται [*](137v) δὲ ποτε.
Τὴν εἰρημένην ἐπὶ τῶν ἀπροσδιορίστων προτάσεων ἀκολουθίαν ἀξιοῖ θεωρεῖν ἡμᾶς καὶ ἐπὶ μιᾶς τῶν διαγωνίων ἀντιφάσεων, τῆς πᾶς καὶ οὐ πᾶς, ὡς καὶ ἐπὶ ταύτης λαμβανομένων τῶν τε ἁπλῶν προτάσεων καὶ τῶν ἐκ μεταθέσεως καὶ ἔτι τῶν στερητικῶν. συμβαίνει δὲ τὰς μὲν ἐκ μετα- θέσεως τοῦτον ἔχειν τὸν λόγον πρὸς τὰς ἁπλᾶς ὃν αἱ στερητικαί, τὰς μέντοι ἁπλᾶς μηκέτι τοῦτον ἔχειν τὸν λόγον πρὸς τὰς ἐκ μεταθέσεως ὃν αἱ στερητικαί· τετάξονται μὲν γὰρ καὶ ἐνταῦθα δηλονότι ὑπὸ τὴν ἀπλῆν κατάφασιν αἱ τῶν λοιπῶν ἀντιφάσεων ἀποφάσεις (οὐ γὰρ δὴ αἱ καταφάσεις), ὑπὸ δὲ τὴν ἀπόφασιν αἱ καταφάσεις· ἔσται δὲ πάλιν τῆς μὲν ἁπλῆς καταφάσεως ἐπὶ πλέον ἑκατέρα τῶν ὑπ’ αὐτὴν ἀποφάσεων· πάντων μὲν γὰρ ὄντων δικαίων ἥ τε μὴ πάντας ἀδίκους εἶναι λέγουσα ἀληθὴς καὶ ἡ μὴ πάντας οὐ δικαίους, ἐπειδὴ καὶ ψευδὴς ἑκατέρα τῶν ἀντικειμένων αὐταῖς καταφάσεων. εἰ μέντοι τῶν ἀνθρώπων οἱ μὲν δίκαιοι εἶεν οἱ δὲ μὴ δίκαιοι, τῶν μὲν εἰρημένων ἀποφάσεων ἑκα- τέρα ἀληθής, ἡ δὲ ἁπλῆ κατάφασις ψευδής. ὥσπερ δὲ τῆς ἁπλῆς καταφάσεως ἐπὶ πλέον αἱ ὑπ’ αὐτὴν ἀποφάσεις, οὕτω δηλονότι καὶ τῆς ἁπλῆς ἀποφάσεως ἐπ’ ἔλαττον αἱ ὑπ’ αὐτὴν καταφάσεις. ὥστε σώζεται πρὸς τὰς ἁπλᾶς προτάσεις τῶν μετ’ αὐτὰς ἡ ἀναλογία. οὐκέτι μέντοι οὐδὲ ἐπὶ τούτων σώζεται ἡ πρὸς τὰς ἐκ μεταθέσεως I τῶν πρὸ [*](138r) αὐτῶν ἀναλογία· τῶν μὲν γὰρ ἁπλῶν ἡ μὲν κατάφασις ἐπ’ ἔλαττον ἀληθεύουσα ἐδείχθη τῆς ἀορίστου ἀποφάσεως καὶ ἡ ἀπόφασις τῆς καταφάσεως ἐπὶ πλέον, τῶν μέντοι στερητικῶν ἡ μὲν ἀπόφασις πάλιν ἐπὶ πλέον ἔσται [*](1 γέγραπται F φησὶν M 3 κἄν] ὅταν a 5 τῆς προτ. τῆς a 7 ἔχει b 8 οἷον—ποτἐ (12) om. M ἀπόφασις — ποτέ (12) om. a 9. 10 ἐστιν post οὐ δίκαιος (utrobique) colloc. G 11 ἐνδέχεσθαι (priore 1.) F συναληθεύεσθαι F2 post συναλ. add. ἀεὶ G2 15 ὡς om. F ταύτην Α 16 ἔτι] ἐπὶ Α συμβαίνειν AF δὲ om. AFMa 17 post στερ. add. πρὸς τὰς ἁπλᾶς F 18 ἔχειν τοῦτον colloc. FMa ὃν] οἷον AMa 22 ἀποφ. ex καταφ. corr. G 24 ἐπεὶ G 25 αὐταῖς iter. M 26 εἶεν] εἰσί M 27 κατἄφ] ἀπόφ. F1 ἐπὶ τῆς ἀπλ. G 30 καὶ τῶν G 33 ἐδείχθη] v. 21 καὶ ἡ] ἡ δὲ G)
Ὅτι δὲ τὴν εἰρημένην τῶν προτάσεων ἀκολουθίαν πρότερόν τε [*](138v) παρεδίδου ἡμῖν ὁ Ἀριστοτέλης ὡς ἐπὶ προτάσεων ἀπροσδιορίστων, δι’ ὧν ἔλεγεν ὧν τὰ μὲν δύο πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν ἕξει κατὰ τὸ στοιχοῦν ὡς αἱ στερήσεις, τὰ δὲ δύο οὔ, καὶ νῦν ἐπὶ τῆς ἀντιφάσεως τῆς καθόλου καταφάσεως πρὸς τὴν μερικὴν ἀπόφασιν τὰ αὐτὰ ἡμᾶς θεωρεῖν ἀξιοῖ καὶ οὐδὲν ἕτερον, σαφῶς ἐδήλωσεν ἐπαγαγὼν πλὴν οὐχ ὁμοίως τὰς κατὰ διάμετρον ἐνδέχεται συναληθεύειν, ἐνδέχεται δὲ ποτέ, δι’ οὗ λέγοι ἂν τὸ διάφορον τῶν διαγραμμάτων, τοῦ τε ἐπὶ τῶν ἀπροσδιορίστων καὶ τοῦ ἐπὶ τῶν προσδιωρισμένων προτάσεων· καθ’ ἑκάτερον μὲν γὰρ αὐτῶν κατὰ διάμετρον συμβαίνει τετάχθαι τὰς καταφάσεις ἀλλήλαις, τῴ ἁπλῆν | λέγω καὶ τὴν ἐκ μεταθέσεως ἢ τὴν ἀπλῆν [*](139r) καὶ τὴν στερητικήν, καὶ τὰς ἀποφάσεις ὁμοίως· ἀλλ’ ἐπὶ μὲν τῶν ἀπροσδιορίστων κατὰ τὴν ἐνδεχομένην ὕλην τάς τε καταφάσεις συναληθεύειν ἀλλήλαις συμβαίνει καὶ τὰς ἀποφάσεις ἅτε ταῖς μερικαῖς ἰσοδυναμούσας, ἐπὶ δὲ τῶν προσδιωρισμένων, περὶ ὧν νυνὶ αὐτῷ ὁ λόγος, τῆς καθόλου καταφάσεως καὶ τῆς ἐπὶ μέρους ἀποφάσεως, τὰς μὲν καταφάσεις συναληθεῦσαι ἀδύνατον καθ’ οἵαν δήποτε ὕλην, τὰς μέντοι ἀποφάσεις συμβαίνει συναληθεύειν κατὰ μόνην τὴν ἐνδεχομένην· ἐπεὶ γὰρ τῶν ἀνθρώπων οἱ μὲν δίκαιοί εἰσιν οἱ δὲ ἄδικοι οἱ δὲ μέσην ἔχουσιν ἕξιν, φανερὸν ὅτι πάσας συμβήσεται τὰς προκειμένας ἀποφάσεις ἀληθεύειν, ῾ οὐ πᾶς ἄνθρωπος δίκαιος᾿ ῾ οὐ πᾶς ἄνθρωπος ἄδικος᾿ ‘οὐ πᾶς ἄνθρωπος οὐ δίκαιος᾿ . τὸ οὖν [*](1. 2 post καταφάσεως add. τῆς ἐκ μεταθέσεως Ma 3 post εἰρ. add. ἐκ προνοίας G ῥαδίως suppl. G2 δείξωμεν AMa ἀποφάσεων F 7 εἶναι πάντας colloc. F μὴ om. M 8 μέντοι] δὲ M ψευδής] ψεύσεται Α 8. 9 ἐλέγομεν] p. 171,13 9. 10 τοῖς . . τεθεωρ.] τῆς . . τεθεωρημένης G 10 post τεθεωρ. add. ἄνθρωπος δίκαιός ἐστιν. ἄνθρωπος δίκαιος οὐκ ἔστιν. ἄνθρωπος ἄδικος οὐκ ἔστιν. ἄνθρωπος ἄδικός ἐστιν. ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν. ἄνθρωπος οὐ δίκαιός ἐστιν. πᾶς ἄνθρωπος δίκαιός ἐστιν. οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστιν οὐ πᾶς ἄνθρωπος ἄδικός ἐστιν. πᾶς ἄνθρωπος ἄδικός ἐστι. οὐ πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν. πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν. bipertito collocata Ma: sex posteriora enuntiata notis ἁπλαῖ, στερητικαί, ἀόριστοι ἐκ μεταθέσεως, ἐπ’ ἔλαττον ἀμφοῖν, aliis instructa exhibent etiam FG: omnia om. Α 11 δὲ καὶ F 13 ἔλεγεν] p. 19b23 15 τὰ αὐτὰ] ταῦτα F 17 ἀληθεύεσθαι F 19 προσδιωρ.] διωρ. G 24 συμβαίνει om. FM 25 νῦν AG αὐτῶ om. F 26. 27 συναληθεύεσθαι F 28 καὶ συναλ. G 30 συναληθ. G)
᾿Αλλ᾿ εἰ δεῖ μὴ παρέργως ἀκροᾶσθαι τῶν ὑπὸ τοῦ Ἀριστοτέλους λεγομένων, ἄξιον οἶμαι ζητῆσαι διὰ τίνα αἰτίαν ἐπὶ μόνης τῆς ἀντιθέσεως τῆς καθόλου. καταφάσεως πρὸς τὴν μερικὴν ἀπόφασιν ὁμοίως ἔχειν φησὶ τῶν προτάσεων τὴν ἀκολουθίαν τῇ ἐπὶ τῶν ἀπροσδιορίστων· μήποτε οὖν ὡς ἐπὶ τῶν ὑπολοίπων ἀντιφάσεων, τῆς τε μερικῆς καταφάσεως πρὸς τὴν καθόλου ἀπόφασιν καὶ τῆς τῶν καθ’ ἕκαστα, μηκέτι σωζομένης τῆς αὐτῆς ἀκολουθίας· ἐπὶ μὲν γὰρ τῆς τίς καὶ οὐδείς ἀντιφάσεως οὐδὲ ἐνδέχεται δεῖξαι τὴν ἀπλῆν κατάφασιν τῆς στερητικῆς ἀποφάσεως ἢ ἐπὶ πλέον ἢ ·ἐπ’ ἔλαττον οὖσαν· οὔτε γὰρ εἰ τὶς ἄνθρωπος δί|καιος, ἤδη οὐδεὶς ἄδικος, [*](140r) οὔτε εἰ μηδεὶς ἄδικος, ἤδη τὶς δίκαιος· τί γάρ, εἰ πάντες τὴν μέσην ἔχοιεν ἕξιν; ὥστε οὐκ ἔστιν οὐδεμίαν ἀκολουθίαν ἀναγκάσαι. εἰ δὲ τὰς ἁπλᾶ· πρὸς τὰς ἐκ μεταθέσεως παραβάλλοις, ταῖς μὲν ἀποφάσεσι τὰς καταφάσεις ἑπομένας εὑρήσεις, οὐκέτι μέντοι τὰς ἀποφάσεις ταῖς καταφάσεσιν· εἰ μὲν γὰρ μηδεὶς [*](1 δὲ om. FGM 2. 3 τοῦτο — συναληθευουσῶν om. F 3 ante ὕλης add. ἐνδεχομένης a ὡς εἴρηται] p. 172,27 5 καὶ om. G δεικνύοντα G ἀριστοτέλη a 6 τῶν ᾿ Αναλ.] Anal. pr. Α46 p. 51 b 5 sq. 13 prius καὶ om. G 16 τὸ] τῶ AMa alter, τῆ] τῆς AMa 16. 17 προτεθ. Α 18 κατὰ om. F ἀκολουθείσης F ἐπήγαγε G 19 τὸ om. G ἀληθεύειν δυν. a: ἐνδέχεται συναληθεύειν b 20 οὐδὲν οὑν G 21 prius κατὰ] καὶ F 22 ἐν] ἐπ’ G 23. 24 λεγ.] γεγραμμένων Α 24 ante ἐπὶ add. τῆς del. G 30 ἢ (prius) om. G 31 ἤδη om. M 32 εἰ πάντες] εἰπόντες AFGa 33 ἕξιν] τάξιν M έστιν] ἐστ’ ἄν M 34 παραβάλοις Α 35—174,2 εἰ — δίκαιον om. F)
Αὗται μὲν οὖν δύο ἀντίκεινται, ἄλλαι δὲ πρὸς τὸ οὐκ ἄνθρωπος ὡς ὑποκείμενόν τι προστεθέντος· ἔστι δίκαιος οὐκ ἄνθρωπος — οὐκ ἔστι δίκαιος οὐκ ἄνθρωπος, ἔστιν οὐ δίκαιος οὐκ ἄνθρωπος — οὐκ ἔστιν οὐ δίκαιος οὐκ ἄνθρωπος. πλείους δὲ τούτων οὐκ ἔσονται ἀντιθέσεις. αὗται δὲ χωρὶς ἐκείνων αὐταὶ καθ᾿ αὑτὰς ἔσονται, ὡς ὀνόματι τῷ οὐκ ἄνθρωπος χρώΠροφανὲς
Προφανὲς τὸ διὰ τούτων παραδιδόμενον θεώρημα· φησὶ γὰρ τοσαύτας εἶναι ἀντιφάσεις καὶ ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων ἀορίστῳ ὑποκειμένῳ χρωμένας, ὅσαι ἦσαν ἐξ ὡρισμένου τοῦ | ὑποκειμένου. [*](141r) δύο δὲ ἦσαν ἐκεῖναι καθ’ ἕκαστον προτάσεων εἶδος τὸ κατὰ τὸν ὑποκείμενον ὀνομαζόμενον, οἷον καθ’ ἕκαστα ἢ ἀδιόριστοι ἢ καθόλου ἢ ἐπὶ μέρους· δύο ἄρα καὶ αὗται. ὧν καὶ παραδείγματα παρέθετο, τῶν τε ἁπλῶν καὶ τῶν ἐκ μεταθέσεως, ῾οὐκ ἄνθρωπος δίκαιός ἐστιν — οὐκ· ἄνθρωπος δίκαιος οὐκ ἔστιν᾿ (αὖται ἁπλαῖ μὲν ἐξ ἀορίστου τοῦ ὑποκειμένου), μένου), ‘οὐκ ἄνθρωπος οὐ δίκαιός ἐστιν — οὐκ ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν᾿ · αὗται καὶ ἀόριστοι ἤτοι ἐκ μεταθέσεως καὶ ἐξ ἀορίστου πάλιν τοῦ ὑποκειμένου. ἡ δὲ λέξις ἡ ἄλλαι δὲ πρὸς τὸ οὐκ ἄνθρωπος ὡς ὑποκείμενόν τι προστεθέντος ἐλλιπέστερον ἔχει· τὸ γὰρ πλῆρες οὕτως ἂν ἔχοι ῾ ἄλλαι δὲ δύο ἀντιφάσεις ἀντίκεινται, τοῦτ’ ἔστιν ἐξ ἀντικειμένων προτάσεων γίνονται, πρὸς τὸ οὐκ ἄνθρωπος ὡς ὑποκείμενόν τι παραληφθὲν ἐν ταῖς προτάσεσι, προστεθέντος αὐτῷ (τῷ οὐκ ἄνθρωπος δηλονότι) τοῦ τε κατηγορουμένου καὶ τοῦ προσκατηγορουμένου, καὶ κατηγορουμένου μὲν ἢ ὡρισμένου ἢ ἀορίστου, προσκατηγορουμένου δὲ ἢ καταφατικοῦ ἢ ἀποφατικοῦ᾿ . λάβωμεν οὖν τοῦτον τὸν τρόπον πάσας τὰς ἐκ τρίτου προσκατηγορυμένου προτάσεις ἐκ διαιρέσεως· ἀνάγκη γὰρ ἢ ἄμφω τοὺς ὅρους, τόν τε ὑποκείμενον καὶ τὸν κατηγορούμενον, ὡρισμένους αὐτὰς ἔχειν ἢ ἄμφω ἀορίστους ἢ τὸν μὲν ὡρισμένον τὸν δὲ ἀόριστον, καὶ τοῦτο διχῶς (καὶ δῆλον ὅπως), καὶ ἢ καταφατικὰς εἶναι ταύτας ἢ ἀποφατικάς. αὗται δὲ πᾶσαι κατηριθμήθησαν, καὶ εἰκότως ἐθάρρησεν ἀποφήνασθαι ὡς πλείους τούτων οὐκ ἔσονται ἀντιφάσεις. εἶτα διδάσκων ὅτι | καὶ αὗται [*](141v) [*](1 ἀντίκ. ἀλλήλαις Ma δὲ δύο Fab (cf. v. 18) πρὸς — χρώμεναι (7) om. M 2 ὡς — χρώμ. (7) om. a προστεθέν Fb (cf. v. 19) 6 τὸ Α 6. 7 προσχρώμ. AG (cf. p. 176,2) 9 ἀντιφ.] τἀς ἀντιθέσεις G 10 an χρωμένων? post ἦσαν add. αἱ Fa ὁποκ. ὡρισμ. (τοῦ om.) G 13 ἄρα] ἅμα AMa παράδειγμα M παρατίθεται FG 14 μεταθέσεων G 14. 15 οὐκ ἄνθρ. δίκ. ἐστιν — μεταθέσεως (17) om. F 15 μὲν ἀλλ’ M 16 οὐκ ἄνθρ. οὐ δίκαιός ἐστιν — ὑποκειμένου (18) om. M 17 πάλιν om. G 18 ἄλλαι δὲ δύο b 19 ante ὐποκ. add. οὐχ G1 προτεθέντος G1: προστεθέν b ἐλλειπ. ΑΜ 21 παραλειφθὲν Α 23 τοῦ om. M καὶ κατηγόρου μὲν G 25 λαβὼν F 25. 26 προσκατηγορουμένας G 26. 27 τῶν τε ὑποκειμένων καὶ τῶν κατηγορουμένων Α 29 καὶ om. M 30 καὶ om. F ὡς om. M πλείω Α. 31 ἀντιθέσεις Fb (cf. v. 5))
᾿Εφ᾿ ὅσων δὲ τὸ ἔστι μὴ ἁρμόττει, οἷον ἐπὶ τοῦ ὑγιαίνειν καὶ βαδίζειν, ἐπὶ τούτων ταὐτὸν ποιεῖ οὕτω τιθέμενα ὠς ἄν εἷτό ἔστι προσήπτετο, οἷον ὑγιαίνει πᾶς ἄνθρωπος — οὐχ ὑγιαίνει πᾶς ἄνθρωπος, ὑγιαίνει πᾶς οὐκ ἄνθρωπος — οὐχ ὑγιαίνει πᾶς οὐκ ἄνθρωπος· οὐ γάρ ἐστι τὸ οὐ πᾶς ἄνθρωπος λεκτέον, ἀλλὰ τὸ οὔ, τὴν ἀπόφασιν. τῷ ἄνθρωπος προσθετέον· τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνει, ἀλλ’ ὅτι καθόλου. δῆλον δὲ ἐκ τοῦδε· ὑγιαίνει ἄνθρωπος — οὐχ ὑγιαίνει ἄνθρωπος, ὑγιαίνει οὐκ ἄνθρωπος — οὐχ ὑγιαίνει οὐκ ἄνθρωπος· ταῦτα ταῦτα γὰρ ἐκείνων διαφέρει τῷ μὴ καθόλου. ὥστε τὸ πᾶς ἢ μηδείς οὐδὲν ἄλλο προσσημαίνει ἢ ὅτι καθόλου τοῦ ὀνόματος ἢ κατάφασιν ἢ ἀπόφασιν. τὰ οὖν ἄλλα τὰ αὐτὰ δεῖ προστιθέναι. τινὲς μὲν τῶν ἐξηγησαμένων τοῦτο τὸ χωρίον ὑπέλαβον λέγειν τὸν Ἀριστοτέλην διὰ τούτων, ὅτιπερ ἐν ταῖς προτάσεσι ταῖς ἀντὶ τοὐ ἔστιν ἄλλο τι ῥῆμα προσκατηγορούμενον ἐχούσαις, οἷον τὸ βαδίζειν ἢ τὸ ὑγιαίνειν, ὡς ἐν ταῖς ‘ἄνθρωπος δίκαιος ὑγιαίνει᾿ , ῾ ἄνθρωπος δίκαιος βαδίζει᾿ , ἡ αὐτὴ γίνεται τῶν προτάσεων τάξις τε καὶ ἀκολουθία, ἥπερ ἐτύγχανε καὶ ἐπὶ τῶν τὸ ἔστι προσκατηγορούμενον ἐχουσῶν, παντάπασιν ἀποπλανώμενοι τῆς τε τοῦ Ἀριστοτέλους δια| νοίας καὶ τῆς τῶν λόγων αὐτῶν ἀκριβείας· [*](142r) οὔτε γὰρ ὁ φιλόσοφος φαίνεται τῆς τοιαύτης προτάσεως παραδείγματα ἡμῖν παρατιθέμενος οὔτε ἐνδέχεται παρὰ τὸ ἔστιν ἄλλο τι ῥῆμα προσκατηγορούμενον γίνεσθαι. καὶ τοῦτο οὐ μόνον τῷ Ἀριστοτέλει πιστεῦσαι δεῖ πρότερόν τε σαφῶς εἰπόντι μόνον τὸ ἔστιν ἐν ταῖς τοιαύταις προτά- σεσι προσκατηγορεῖσθαι καὶ ἐν τοῖς ᾿ Αναλυτικοῖς ὅρον μὲν εἶναι αποφαινομένῳ τὸν εἰς ὃν διαλύεται ἡ πρότασις, τόν τε κατηγορούμενον καὶ τὸν ὑποκείμενον, ἐπάγοντι δὲ ‟ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι“ καὶ μηδενὸς ἄλλου ῥήματος παρὰ τοῦτο μνείαν ποιουμένῳ, ἀλλὰ [*](1 τέλειοι a αἱ om. AFMa 2 τὸ Α 3 αὐτὰς F 5 ὅσον F1 οἷον — προστιθέναι (16) om. M ἐπὶ—προστιθέναι (16) om. a 5. 6 ὑγιαίνει καὶ βαδίζει b 6 τιθέμενον b ὥσπερ G 7 ante ὑγιαίνει add. ἔστιν ὐγιαίνων πᾶς ἄνθρωπος Α: eras. F, idemque Amm. legisse videtur (cf. p. 178, 25) ὑγιαίνει] ἔστιν ὑγιαίνων G 7. 8 ante οὐχ ὐγ. add. έστιν οὐχ ὑγιαίνων πᾶς ἄνθρωπος Α, idemque Amm. ante ὑγιαίνει πᾶς ἄνθρ. (7) videtur legisse (cf. p. 178,25) 8 ὐγ. πᾶς οὐκ — προστιθέναι (16) om. G 14 τq] τὸ Α καθόλου εἶναι b ἡ τὸ πᾶς F μηδείς] οὐδείς b 15. 16 καταφήσειν ἢ ἀποφήσειν F 16 οὑν] δὲ b 18 ἀριστοτέλη Α 19. 20 βαδίζει ἢ τὸ ὑγιαίνει F 19 ἢ om. G 23 τε om. M τοῦ om. G αὐτῶν om. G 24 τῆς om. G παράδειγμα F 25 ἡμῖν om. F 26. 27 δεῖ πιστ. colloc. G 27 πρότερον] p. 19 b 19 ᾿ Αναλυτ.] Anal. pr. Α 1 p. 24 b 16 30 ἢ προστιθ. Arist. 31 τούτῳ a)
Μήποτε οὖν ταῖς ῥήσεσιν αὐταῖς τοῦ Ἀριστοτέλους προσφυέστερον ᾖ τὸ λέγειν ὅτι παραδοὺς ἡμῖν τὰς ἐξ ἀορίστου τοῦ ὑποκειμένου ἀντιφάσεις πρότερον μὲν ἐπὶ τῶν ἁπλουστάτων προτάσεων, τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου μόνον, διὰ δὲ τῶν προσεχῶς προειρημένων καὶ ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου, καὶ ἐν οἷς παρέθετο αὐτῶν παραδείγμασι τὸ ἔστι λαβὼν πρότερον μὲν ὡς κατηγορούμενον (δι᾿ ὧν ἔλεγεν οὐκ ἄνθρωπος — οὐκ ἔστιν οὐκ ἄνθρωπος καὶ ἔστι πᾶς οὐκ ἄνθρωπος — οὐκ ἔστι πᾶς οὐκ ἄνθρωπος), δι’ ὧν δὲ προσεχῶς παρεδίδου καὶ ὡς προσκατηγορούμενον (ἐν οἷς ἔλεγεν αὗται μὲν οὖν δύο ἀντίκεινται, ἄλλαι δὲ πρὸς τὸ οὐκ ἄνθρωπος· ἔστι δίκαιος οὐκ ἄνθρωπος — οὐκ ἔστι δίκαιος οὐκ ἄνθρωπος, ἔστιν οὐ δίκαιος οὐκ ἄνθρωπος — οὐκ ἔστιν οὐ δίκαιος οὐκ ἄνθρω- πος), προτίθεται διὰ τούτων διδάξαι ἡμᾶς ὅτι καὶ ἐπὶ τῶν προτάσεων τῶν ἀντὶ τοῦ ἔστιν ἄλλο τι ῥῆμα ἐχουσῶν οὐ προσκατηγορούμενον (τοῦτο γὰρ εἴρηται ὅτι ἀδύνατον), ἀλλὰ κατηγορούμενον, ἀορίστῳ πάλιν τῷ ὑποκειμένῳ χρωμένων, τοῦτον δεῖ τὸν τρόπον γίνεσθαι τὰς ἀπο|φάσεις, ὃν ἐγίνοντο καὶ τοῦ ἔστιν ἐνεργείᾳ κατηγορουμένου· διὸ [*](143r) καθάπερ ἐπ’ ἐκείνων τῷ ἔστι συμπλέκων τὸ ἀρνητικὸν μόριον ἐποίει τὰς [*](1 πρότερον] p. 165,29 2 ζητήσει] p. 20b31 sq. 4 εἰ om. G1: ἡ suppl. G2 6 προσταττ. M 9 πρότερον ἐλέγ.] p. 55,24.25 εἴς τε] εἴτε M 13 et 14 βαδίζον G 15 ἄξιον Μ ὄντως Α 16 ἡ om. AMa 19 ἦν M 20 ἐξ] ἐπ᾿ Μ 23 αὐτὸ AMa: αὐτὸς F 24 ἔλεγεν] p. 19 b 16. 17 26 ante οὐκ ἔστι πᾶς add. καὶ G προσεχ.] ποσαχῶς F 27 ἔλεγεν] p. 19 b 16. 29. 30 ἔστιν οὐ δίκ. οὐκ ἄνθρ —οὐκ ἔστιν οὐ δίκ. οὐκ ἄνθρωπος om. F 31 προστίθ. A καὶ om. F 33 τοῦτο—κατηγοροὑμενον om. Α εἴρηται] p. 176,25 34 δεῖ] δὴ Α 35. 36 διόπερ καθὰ δὴ a τῳ] τὸ M)
Τοῦτο δὲ ἔοικε τὸ θεώρημα κινῆσαι νῦν ὁ Ἀριστοτέλης ὥσπερ δείσας μή τις ἀδιάφορον εἶναι ὑπολάβῃ πρὸς τὸ γενέσθαι τὴν ἀπόφασιν τὸ ἀφαιρεῖν μὲν τοῦ ἀορίστου ὑποκειμένου τὸ ἀρνητικὸν μόριον προτάττειν δὲ αὐτὸ τοῦ προσδιορισμοῦ· δηλοῖ δὲ σαφῶς λέγων οὐ γάρ ἐστι τὸ οὐ πᾶς ἄνθρωπος λεκτέον, ἀλλὰ τὸ οὔ, τὴν ἀπόφασιν, τῷ ἄνθρωπος προσθετέον, τοῦτ’ ἔστιν οὐ γὰρ τὴν ‘οὐ πᾶς ἄνθρωπος ὑγιαίνει᾿ λεκτέον ἀπόφασιν εἶναι τῆς ῾ πᾶς οὐκ ἄνθρωπος ὑγιαίνει᾿ καταφάσεως, ἀλλὰ τὸ οὔ, ὃ ἐκάλεσεν ἀπόφασιν ὡς ποιητικὸν τῆς ἀποφάσεως, τῷ ἄνθρωπος καὶ ἐν τῇ ἀποφάσει προσθετέον, ἵνα μένῃ ἐν ἀμφοτέραις ταῖς προτάσεσιν ὁ αὐτὸς ὑποκείμενος, | καθάπερ ὁ αὐτὸς κατηγορούμενος, ὅπερ ἔχειν ἀνάγκη [*](143v) τὰς ἀντιφατικῶς ἀλλήλαις ἀντικεισομένας προτάσεις. τούτου οὖν χάριν τοῦ ἐξομοιῶσαι ταῖς ἐνεργείᾳ τὸ ἔστιν ἐχούσαις προτάσεσι τὰς δυνάμει αὐτὸ παραλαμβανούσας καὶ διδάξαι ὅτι ἐπ’ ἀμφοτέρων τὸν αὐτὸν τρόπον τὰς ἀντιφάσεις ποιητέον, ἔοικεν ἐξ ἀρχῆς ἐν τοῖς παραδείγμασι τὸ ὑγιαίνει ῥῆμα διαλῦσαι εἴς τε τὴν ὑγιαίνων μετοχὴν καὶ τὸ ἔστιν. εἶτα πρῶτον παραθέμενος παραδείγματα προτάσεων ἐξ ὡρισμένου τοῦ ὑποκειμένου, ὡς γνωριμώτερα καὶ ὁδηγῆσαι ἡμᾶς δυνάμενα πρὸς κατανόησιν τῶν ἐξ ἀορίστου τοῦ ὑποκειμένου, ἐπάγει τὰς ἐξ ἐκείνων γενομένας καὶ ἀορίστῳ χρωμένας τῷ ὑποκειμένῳ, περὶ ὧν ἦν αὐτῷ προκείμενον λέγειν, ὅπως ἐπ’ αὐτῶν ἐκ τῶν καταφάσεων γίνονται αἱ ἀποφάσεις. δηλοῖ δὲ ἐπὶ τούτων μόνον τὴν αἰτίαν ἀποδιδοὺς τοῦ μὴ ἄλλον τρόπον γίνεσθαι τὰς ἀποφάσεις. εἰπὼν μέντοι μὴ χρῆναι | τῆς ῾ πᾶς οὐκ ἄνθρωπος ὑγιαίνει᾿ λέγειν ἀπόφασιν [*](144r) τὴν ῾ οὐ πᾶς ἄνθρωπος ὑγιαίνει᾿ , τὴν αἰτίαν τούτου προστίθησιν [*](1 οὐκ (post ἔστιν) om. M 4 ἐθέλομεν AM 6 καταφάσεως om. G 8 αὐτοῦ] αὐτὴν G 9 παραστήσῃ a 10 καὶ suppl. G2 13 ἀπολάβῃ A1: ὑπολάβοι G 13. 14 ἀναιρεῖν F 14 προστάττ. Α1 15 αὐτὸ] ἀπὸ G ὁρισμοῦ G1: διορισμοῦ G2 λέγων] τὸ λεγόμενον G 21 καθάπερ] ὁ αὐτός περ Α1: ὥσπερ Α2 22 ἀντικειμένας G 25 ante ἔοικεν add. ἔστιν οὐκ ἄνθρωπος. οὐκ ἔστιν οὐκ ἄνθρωπος. ἐστι πᾶς οὐκ ἄνθρωπος. οὐκ ἔστι πᾶς οὐκ ἄνθρωπος. ἔστι δίκαιος οὐκ ἄνθρωπος. οὐκ ἔστι δίκαιος οὐκ ἄνθρωπος. οὐκ ἔστιν οὐ δίκαιος οὐκ ἄνθρωπος. ἔστιν οὐ δίκαιος οὐκ ἄνθρωπος. bipertito collocata a τὸ] τοῦ G ὑγιαίνειν AFMa 28 γνωριμότερα codd. 29 τοῦ om. AMa 31 γίνωνται M 32 μόνων G)
Ἐπεὶ δὲ ἐναντία ἀπόφασίς ἐστι τῇ ἅπαν ἐστὶ ζῷον δίκαιον ἡ σημαίνουσα ὅτι οὐδέν ἐστι ζῷον δίκαιον, αὗται μὲν φανερὸν ὅτι οὐδέποτε ἔσονται οὔτε ἀληθεῖς ἅμα οὔτε ἐπὶ τοῦ αὐτοῦ, αἱ δὲ ἀντικείμεναι ταύταις ἔσονταί ποτε, οἷον οὐ πᾶν ζῷον δίκαιον καὶ ἔστι τι ζῷον δίκαιον.
Μέλλων ἐν τοῖς ἑξῆς ὁ Ἀριστοτέλης παραδιδόναι καθόλου τινὰ ἀπόφασιν ἀκολουθοῦσαν καθόλου τινὶ καταφάσει, τὴν ἁπλῆν τῇ ἐκ μεταθέσεως καὶ τὴν ἐκ μεταθέσεως τῇ ἁπλῇ, προλαμβάνει διὰ τούτων εἰκότως καὶ διορίζεται ὅτι καθάπερ ἐπὶ τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων τὰς καθόλου ὡς καθόλου ἐναντίας προσηγόρευσε καὶ συμψεύδεσθαι ἀλλήλαις ἀπεφήνατο τὰς δὲ ἀντιφασκούσας πρὸς | αὐτὰς συναληθεύειν [*](145r) ἀλλήλαις, ἐν οἷς ἔλεγε διὸ ταύτας μὲν οὐχ οἷόν τε ἅμα ἀληθεῖς εἶναι, τὰς δὲ ἀντικειμένας αὐταῖς ἐνδέχεται ἐπὶ αὐτοῦ, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν νυνὶ προκειμένων εἰς ἐπίσκεψιν προτάσεων, τῶν προσκατηγορουσῶν τὸ ἔστι, τὰς μὲν καθόλου τὰς μηδεμίαν ἐχούσας περὶ τοὺς ὅρους διαφορὰν ἀξιοῖ μήτε συναληθεύειν ποτὲ ἀλλήλαις μήτε σημαίνειν τὰ ἐπὶ τοῦ αὐτοῦ συντρέχειν ἅμα δυνάμενα, τὰς δὲ μαχομένας πρὸς αὐτὰς ἀντιφατικῶς συντρέχειν ποτὲ ἀλλήλαις, διὰ τοῦ ποτέ δηλονότι σημαίνων τὸ κατὰ μόνην τὴν ἐνδεχομένην ὕλην ὑπάρχειν αὐταῖς τὸ συναλυθεύειν. ἡμεῖς μὲν οὖν, ὡς εἴρηται, διῃρημένως ἀκούομεν τὸ οὔτε ἀληθεῖς ἅμα οὔτε ἐπὶ τοῦ αὐτοῦ, τὸ μὲν λαμβάνοντες ἐπ’ αὐτῶν τῶν λόγων τὸ δὲ ἐπὶ τῶν σημαινομένων ὑπ’ αὐτῶν πραγμάτων. συμβαίνει δὲ ταῦτα συντρέχειν ἀλλήλοις· εἰ γὰρ ἅμα ἀληθεῖς οἱ λόγοι, καὶ τὰ ἐν αὐτοῖς κατηγορούμενα τῷ αὐτῷ ἅμα ὑπάρχουσι, καὶ τὸ ἀνάπαλιν. καὶ δῆλον ὅτι τοῦ ἅμα εἶναι ἀληθεῖς τοὺς λόγους αἴτιον γίνεται τὸ τὰ πράγματα συνυπάρχειν. ἕτεροι δέ γε τὸ οὔτε καίτοι δὶς παραληφθὲν παρέλκειν ὑπολαβόντες δι’ ἀμφοτέρων, τοῦ τε ἅμα καὶ τοὐ ἐπὶ τοῦ αὐτοῦ, περι- γράφεσθαί φασι τὸ χαρακτηρίζον τὴν ἀντίθεσιν τῶν τοιούτων προτάσεων· ἅμα τε γὰρ ἀληθεῖς δύνανται εἶναι, φασίν, αἱ προτάσεις μὴ ἐπὶ τοῦ αὖ· τοῦ λαμβανόμεναι, οἷον ῾ πᾶς ἄνθρωπος δίπους — οὐδεὶς ἵππος δίπους᾿ , καὶ πάλιν ἐπὶ τοῦ αὐτοῦ μὲν ἀληθεῖς, οὐ μέντοι ἅμα, ὡς ὅταν λέγωμεν ῾ πᾶς ἄνθρωπος ἐπὶ τοῦ χρυσοῦ λεγομένου γένους | δίκαιος — οὐδεὶς [*](145v) [*](1 τῇ—τι ζῷον δίκαιον (5) om. M τῇ] τῆς G 3 ἀληθεῖς—τι ζῷον δίκαιον (5) om. a 4 οἷον F2: om. F1G 5 πᾶν ex τὸ corr. F2 6 καθόλου om. M 7 καθόλου om. Α 8 εἰκότως om. G (fortasse recte) 10 ἐναντίας τε F προσηγόρευε G συμψεύδ.] ψεύδ. Α 11 ἀπεφαίνετο FG 12 ἔλεγε] p. 17b23 ἅμα om. F 13 αὐταῖς] αὐτὰς Μ ἐνδέχ. ποτε ἐπὶ b 14 νῦν G 14. 15 τῶν προσκ. τὸ ἐστι om. F 15 ante μηδεμ. add, δὲ G2 16 prius μήτε] μήπως F 17 τὰς . . δυναμένας AMa 18. 19 σημαῖνον Α 19 τὸ κατὰ — αὐταῖς τὸ suppl. G2 19. 20 ἀληθεύειν G1 20 τὸ] τοῦ G 25 τοῦ] τὸ G 26 γε om. M τὸ om. G 32 τοῦ om. F)
᾿Ακολουθοῦσι δὲ αὗται, τῇ μὲν πᾶς ἐστιν ἄνθρωπος οὐ δίκαιος ἡ οὐδείς ἐστιν ἄνθρωπος δίκαιος, τῇ δὲ ἔστι τις ἄνθρωπος δίκαιος ἡ ἀντικειμένη ὅτι οὐ πᾶς ἐστιν ἄνθρωπος οὐ δίκαιος· ἀνάγκη γὰρ εἶναί τινα.
Κατ’ ἀρχὰς μὲν τῆς θεωρίας τῶν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων ἐδιδασκόμεθα ὅπως ἔχουσιν αἱ ὅλαι αὐτῶν ἀντιφάσεις τῆς πρὸς ἀλλήλας τάξεως τε καὶ ἀκολουθίας καὶ παρεβάλλετο τὰ μόρια αὐτῶν πρὸς ἄλληλα, ἡ μὲν καθόλου ἁπλῆ κατάφασις πρὸς τὴν ἐπὶ μέρους ἐκ μεταθέσεως ἀπόφασιν ὡς ἑπομένην καὶ ἐπὶ πλέον αὐτῆς οὖσαν, ἡ δὲ καθόλου ἐκ μεταθέσεως κατάφασις πρὸς τὴν ἀπλῆν ἀπόφασιν ὡς τὸν αὐτὸν τρόπον ἔχουσαν πρὸς αὐτήν· νῦν δὲ παραδίδωσιν ἡμῖν ὁ Ἀριστοτέλης τὰς ποσὸν μὲν τὸ αὐτὸ ἐχούσας προτάσεις ἑπομένας μέντοι ἀλλήλαις, οὐκέτι ὅλην ἀντίφασιν πρὸς ὅλην παραβάλλων, ἀλλ᾿ , ὥσπερ εἴρηται, μιᾶς μόνης προτάσεως πρὸς μίαν πρότασιν τὴν συμφωνίαν θεωρῶν. ἀκολουθεῖν οὖν φησι τῇ μὲν ῾ πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστι᾿ τὴν ῾ οὐδείς | ἐστιν ἄνθρωπος [*](146r) δίκαιος᾿ τῇ δὲ ῾ τὶς ἄνθρωπος δίκαιός ἐστι᾿ τὴν ‘οὐ πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστι᾿ · δῆλον γάρ φησιν ὅτι τούτου ἀληθοῦς ὄντος τοῦ ῾ οὐ πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν᾿ ἀνάγκη εἷναί τινα ἄνθρωπον δίκαιον· ψευδοῦς γὰρ οὔσης τῆς ῾ τὶς ἄνθρωπος δίκαιός ἐστιν᾿ οὐκέτι ἀληθὴς ἡ ῾ οὐ πᾶς οὐ δίκαιος᾿ , ὅπερ ὑπέκειτο, ἀλλ’ ἡ μαχομένη πρὸς αὐτὴν ἡ ῾ πᾶς οὐ δίκαιος᾿ . ὥστε ἀκολουθοῦσιν ἀλλήλαις αἱ κατὰ μέρος προτάσεις, ὥσπερ αἱ καθόλου. ὁ μὲν οὖν Ἀριστοτέλης παραδείγματα μόνα παραθέμενος ἡμῖν τινων ἀκολουθουσῶν ἀλλήλαις προτάσεων ἀπηλλάγη τοῦ θεωρήματος, ὁ δέ γε ἡμέτερος καθηγεμὼν καὶ εὐεργέτης κανόνας ἡμῖν πάνυ τεχνικοὺς παρεδίδου, καθ’ οὓς οἷόν τε πάσῃ τῇ προτεθείσῃ προτάσει τὴν ἀκολουθοῦσαν εὑρεῖν· ἐπεὶ γὰρ αἱ [*](1 τοῦ τε] γε τοῦ F 2 παραδόντος] p. 17a35 4 τῶν] τὸν Α: τὴν M: om. sec. ed. Ven. Brand. 6 πλάσμ.] πράγμασι M 8 πᾶς— τινα (11) om. M 8. 9 τῆ μὲν οὐδείς ἐστιν ἄνθρ. δίκ. ἡ πᾶς ἐστιν ἄνθρ οὐ δίκ. AF1G (cf. v. 22) 8 ἐστιν post οὐ δίκ. (9) colloc. b 9 ἔστι (ante τις) om. F 10 ἐστιν post alt. ἄνθρ. colloc. b 12 κατ’ ἀρχὰς] p. 19b32 προσκατηγορουμένων Α 14 αὐτῶν τὰ μόρια colloc. F πρὸς] ὡς F 18 δέ γε G 19 post μὲν add. περὶ G2 20 ὥσπερ εἴρηται] p. 180,5 22. 23 οὐδεὶς ἄνθρ. δίκ. ἐστι colloc. G 23 οὐ (ante δίκαιος) om. M 24 τούτου] τοῦ M ὄντως G 26 ἐστιν om. FG οὐκέτι] οὐκ a: superscr. A: om.M post οὐ πᾶς add. ἄνθρωπος Fa οὐ (ante δίκ.) suppl. F2 27 ἀλλ’ om. AM 32 πᾶσι Α ἀκολουθίαν M)
Εἰ δέ τις ἀποροίη πῶς ἐπὶ τῶν μὴ ὄντων ἁρμόσουσιν οἱ προειρη- μένοι περὶ τῆς ἀκολουθίας τῶν προτάσεων κανόνες, οἷον ἐπὶ τραγελάφου τὴν μὲν γὰρ καθόλου | ἀπόφασιν τὴν ἁπλῆν ἀληθεύειν ἐπ’ αὐτοῦ [*](147v) λέγουσαν μηδενὶ τραγελάφῳ τὸ δίκαιον τυχὸν ὑπάρχειν, τὴν δὲ καθόλου κατάφασιν τὴν ἐκ μεταθέσεως ψεύδεσθαι παντὶ αὐτῷ ὑπάρχειν τὸ μὴ δίκαιον ἀποφαινομένην, δέον καὶ ταύτην ἀληθεύειν, εἴπερ ἀμέμπτως εἶχον οἱ παραδεδομένοι κανόνες), πρῶτον μὲν ἀκουέτω τοῦ Ἀριστοτέλους οὐ μόνον ἐν τούτοις ἀποφαινομένου τῇ τε κατὰ μέρος ἁπλῇ καταφάσει τὴν ἐκ μεταθέσεως ἀπόφασιν τὴν κατὰ μέρος ἀκολουθεῖν καὶ ἀντιστρέφειν ἐξ ἀνάγκης πρὸς αὐτήν, δι’ ὧν φησι τῇ δὲ ἔστι τις ἄνθρωπος δίκαιος ἡ ἀντικειμένη ὅτι οὐ πᾶς ἐστιν ἄνθρωπος οὐ δίκαιος· ἀνάγκη γὰρ εἶναί τινα, δηλονότι δίκαιον, εἴπερ ἡ ἀπόφασις ἀληθής, ἀλλὰ καὶ ἐν οἷς περὶ τῆς ἀκολουθίας τῶν ἐξ ἀορίστου ὑποκειμένου προτάσεων διορίζεται κεκραγότος ὅτι τῇ καθόλου ἁπλῇ ἀποφάσει τὸ αὐτὸ σημαίνει ἡ ἐκ μεταθέσεως καθόλου κατάφασις· τὸ γὰρ πᾶς, φησίν, οὐ δίκαιος οὐκ ἄνθρωπος τῷ οὐδεὶς δίκαιος οὐκ ἄνθρωπος τὸ αὐτὸ σημαίνει, τῶν αὐτῶν δηλονότι θεωρουμένων καὶ ἐπὶ τῶν ὡρισμένον ἐχουσῶν τὸν ὑποκείμενον καθόλου προτάσεων· οὐ γὰρ παρὰ τοὺς ὑποκειμένους διαφορά τις συμβαίνει περὶ τὰς ἀκολουθούσας ἀλλήλαις προτάσεις. ἔπειτα ἐννοείτω [*](1 ταῖς — αἱ καταφ.] οὐκέτι μέντοι καὶ ταῖς ἀποφ. αἱ καταφ. F 2 ἀδιόριστον Ma 7 τῳ] τὸ F 10 δυναμένους G 12. 13 ἡ ἀντικ. — ἄνθρ. δίκαιος (οὑ om.) suppl. 13. 27 ἄνθρ. ἐστιν coll. b 13 ἀνακειμ. F λέγει ἀποβλέπων F 14 κατηριθμημένου G Ι5 πρὸς ἣν] ἧ Fa 19 τῆ μὲν γὰρ κ. ἀποφάσει τὴν ἀπόφασιν τὴν ἀπλῆν F 21 αὐτῶ παντὶ (num. corr.) G1: π. ἐν τῶ G2 22 δέον γὰρ καὶ G 26 ἔστι om. F 30 σημ. τὸ αὐτὸ colloc. AFa 31 φησίν] p. 20 a 39 32 τὸ (pro τῶ) οὐδεὶς — ἄνθρωπος suppl. G2 33 post θεωρ. add. τῶ οὐδεὶς δίκαιος οὐκ ἄνθρωπος G (del. G2) 33 τὸν] τὸ F 35 συμβ.] σημαίνει M περὶ] παρὰ G μὲν νοείτω F)
Εἰ δὲ ἀπὸ τοῦ μὴ δύνασθαι τὴν ἀόριστον κατάφασιν τοῦτον τὸν τρόπον ἀντιστρέφειν ὅνπερ ἡ ἁπλῆ ἀπόφασις μηδὲ τὴν ἁπλὴν κατάφασιν ὅνπερ ἡ ἀόριστος ἀπόφασις διάφορον αὐτῶν τὴν δύναμιν ἀποφαίνειν ὑπολαμβάνοι, δικαιότερον ἄν τοῦτο αὐτόθεν ὑπώπτευσεν ἐκ τοῦ διάφορον εἶναι τῶν προ- τάσεων τὸ ποιόν· πῶς γὰρ ἄν ποτε ἀπαραλλάκτως ἡ αὐτὴ γένοιτο ἀπόφασις καταφάσει; ἀλλ’ οὔτε τοῦτο ἀξιώσειεν ἄν τις οὔτε τὰς ἀντιστροφὰς αὐτῶν εὔλογον ὁμοίας εἶναι διὰ τὸ ἐπὶ τῶν αὐτῶν αὐτὰς ἀληθεύειν· | ἡ 149r μὲν γὰρ καθόλου ἀπόφασις διάκρισιν παντελῆ τῶν σημαινομένων ὑπ’ αὐτῆς πραγμάτων δηλοῦσα δι’ αὐτὸ τοῦτο πρὸς ἑαυτὴν ἀντιστρέφει (τὸ γὰρ ἀπεζευγμένον ἀπεζευγμένου ἀπέζευκται, οἷον λίθου τε παντὸς τὸ δίκαιον καὶ δικαίου παντὸς ὁ λίθος), ἡ μέντοι καθόλου κατάφασις οὐκέτι τοῦτο ἐπαγγελλομένη ἀλλὰ τοὐναντίον σύνθεσίν τινα τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον ἐμφαίνουσα, κἄν ἀόριστόν τι συνδέῃ πρὸς τὸ ὑποκείμενον, ἀντιστρέφειν οὐχ οἵα τέ ἐστιν αὐτὴ πρὸς ἑαυτήν, ἐπειδὴ ἀναγκάζεται λέγειν παντὶ τῷ ἀορίστως ἐξ ἀρχῆς κατηγορηθέντι τὸ ὑποκείμενον ὑπάρχειν, μετέχον μὲν αὐτοῦ τῆς ἀοριστίας οὐ μέντοι συμπαρεκτείνεσθαι αὐτῷ δυνάμενον· οὐ γὰρ εὔλογον, ἐπειδὴ παντὶ λίθῳ τὸ μὴ δίκαιον ὑπάρχει, ἤδη καὶ παντὶ μὴ δικαίῳ τὸν λίθον ὑπάρχειν· τοῦ γὰρ λίθου τὸ μὴ δίκαιον ἐπὶ πλέον. εἰ δὲ προφέροι τὰ κατ’ ἀρχὰς τοῦ τρίτου τμήματος εἰρημένα περὶ τῆς ἀκολουθίας τῶν τε ἁπλῶν προτάσεων καὶ τῶν ἐκ μεταθέσεως καὶ ἔτι τῶν στερητικῶν, ἐν οἷς ἐδείκνυμεν τῆς ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν᾿ ἀορίστου καταφάσεως ἐπὶ πλέον οὖσαν τὴν ῾ ἄνθρωπος δίκαιος οὐκ ἔστιν᾿ ἁπλῆν ἀπόφασιν, ἐφιστανέτω ὅτι οὐκ αὐτὴν καθ’ αὑτὴν τὴν τοὐ ὡρισμένου κατηγορουμένου ἀπόφασιν ἀπεφαίνομεν ἐπὶ πλέον οὖσαν τῆς τοῦ ἀορίστου καταφάσεως, οἷον τὸ ῾ δίκαιος οὐκ ἔστι᾿ τοῦ ῾ οὐ οὐ δίκαιός ἐστι᾿ (τοῦτο γὰρ ψεῦδος), ἀλλὰ τὰς ὅλας προτάσεις κατηγορουμένας λαμβάνοντες τὴν εἰρη- μένην ἀπόφασιν τῆς καταφάσεως ἐπὶ πλέον οὖσαν κατελαμβάνομεν, διότι ἡ μὲν ἀπόφασις καὶ ἐπὶ τῶν ὅλως μὴ ὄντων ἀνθρώπων ἀληθής, οἷον [*](149v) [*](3 τῶν] τῆς F: τὰ M Μετὰ τὰ φυσικὰ] Γ 2 p. 1003 b 5 sq. 4 ὄντως M 6 τοῦτο] τὸ G εἶναι om. F 11 αὐτόθεν om. M ὑπόπτευσεν Α post διάφ. iter. αὐτῶν (10)—διάφορον G αὐτῶν (10) —διάφορον G 12 γίγνοιτο AM 16 διὰ τοῦτο αὐτὸ coll. AM 16. 17 τὰ γὰρ ἀπεζευγμένα G1 17 ἀπεζευγμένου om. a 20 ἐμφαίνουσα — ὑποκείμενον iter. F 23 αὐτοῦ] αὐτὸν F αὐτῷ] αὐτὸ G 24 ὑπάρχειν AGMa 26 προσφέροι Ma κατ’ ἀρχὰς τοῦ τρίτου τμήματος] p. 162,4 31 ἀποφαίν. AGMa τοῦ suppl. G2 32 τοῦ] τὸ G2Ma)
Φανερὸν δὲ καὶ ὅτι ἐπὶ μὲν τῶν καθ’ ἕκαστον, εἰ ἀληθὲς ἐρωτηθέντα ἀποφῆσαι, ὅτι καὶ καταφῆσαι ἀληθές· οἷον ἀρά γε Σωκράτης σοφός; οὔ· Σωκράτης ἄρα οὐ σοφός. ἐπὶ δὲ τῶν καθόλου οὐκ ἀληθὴς ἡ ὁμοίως λεγομέ|νη, ἀληθὴς δὲ ἡ [*](150r) ἀπόφασις· οἷον ἆρά γε πᾶς ἄνθρωπος σοφός; οὔ· πᾶς ἄρα ἄνθρωπος οὐ σοφός· τοῦτο γὰρ ψεῦδος, ἀλλὰ τὸ οὐ πᾶς ἄρ ἄνθρωπος σοφός ἀληθές. αὕτη δέ ἐστιν ἡ ἀντικειμένη, ἐκείνη δὲ ἡ ἐναντία.
᾿Ακόλουθόν ἐστι τοῦτο τὸ θεώρημα τῷ προσεχῶς παραδεδομένῳ καὶ δι’ ἐκείνου λαμβάνον τὴν πίστιν· πρότερον μὲν γὰρ ἐδίδασκεν ἡμᾶς ποίᾳ ἀληθεῖ καταφάσει συναληθεύσει ἀπόφασις ὁμοίως αὐτῇ κατὰ τὸ ποσὸν ἔχουσα, νῦν δὲ διδάσκει ποίας μὲν ἁπλῆς καταφάσεως ψευδομένης τὴν ἐπὶ [*](1 τοῦ κυνὸς a 2 οὐχ — ἀλλ’ om. F 4 συνάσεται scripsi: συνέσεται libri 4. 5 τῶν ᾿ Αναλ.] Anal. pr. A 46 p. 51b26 6 τὸ] τοῦτο Α 8 οὖν om. G νοθείαν AFM: νωθρείαν G παραγενομένων AG: πραγινομ. F 9 κεχαρῆσθαι Α: κεχάρισται F: κεχαρίσθαι M γὰρ καὶ] δὲ a 10 post ἐνοχλήσεις add. δεῖ οὖν λέγειν ὅτι ἀληθεῖς οἱ κανόνες, ὅταν ἐπὶ τοῦ αὐτοῦ ὑποκειμένου λαμβάνωνται αἱ προτάσεις καὶ ὅταν ὁ κατηγορούμενος ὅρος ἐν ταῖς προτάσεσι μὴ τελεία εἴη πρότασις M et in mrg. Α II ἀδιορ. AFGa 13 λάβωμεν F τοὺς] τοῖς F 14 πολυπραγμονοῦμεν F 15 post μὴ δίκαιον add. καὶ πᾶν ὅ ἐστι μὴ δίκαιον, ἀνάγκη μὴ εἶναι δίκαιον AMa (cf. V. 16) μὴ (ante ὄντος) om. M λέγεται G 17 ὁ ᾿ Ελεάτης] cf. p. 184,30. 31 not. σοφῶς G 18 μὲν om. a ἕκαστα FGMa εἰ — ἐναντία (25) om. Μ 19 οἷον — ἐναντία (25) om. a 22 ἄρα γε πᾶς ἄνθρ. οὐ σοφός; G 25 ἡ om. G 26 καὶ om. F 27 μὲν om. G 28 συναληθεύει F 29 δὲ om. G)
At δὲ κατὰ τὰ ἀόριστα ἀντικείμεναι ὀνόματα καὶ ῥή- ῥήματα, οἷον ἐπὶ τοῦ μὴ ἄνθρωπος καὶ μὴ δίκαιος, ὥσπερ ἀποφάσεις ἄνευ ὀνόματος κα ῥήματος δόξαιεν ἂν εἶναι, οὐκεἰσὶ δέ. ἀεὶ γὰρ ἀληθεύειν ἀνάγκη ἢ ψεύδεσθαι τὴν ἀπόφασιν, ὁ δ’ εἰπὼν οὐκ ἄνθρωπος οὐδὲν μᾶλλον τοῦ ἄνθρωπος ἀλλὰ καὶ ἧττον ἠλήθευκεν ἢ ἔψευσται, ἐὰν μή τι προστεθῇ.
Πρὸς μὲν τῷ συμπεράσματι τοῦ δευτέρου κεφαλαίου παραδιδοὺς ἡμῖν τὰς ἐξ ἀορίστου τοῦ ὑἵ οκειu-όνου προτάσεις ἐνεδείκνυτο, ὡς καὶ ἐν ἐκεί- ἐκείνοις ἐπεσrιμγͅνάμεθα, ὅτι τὰ ἀόριστα ὀνόματα ὑποπτευθεῖεν μὲν ἄν ] ἀπο- [*](151v) φάσεις εἶναι, οὐ μέντοι καὶ οὕτως ἔχουσι, δι’ ὧν ἔλεγεν ἄνευ δὲ ῥήμα- τος οὐδεμία κατάφασις· ἐν δέ γε τούτοις διττὴν ἡμῖν διαφορὰν τῶν προτάσεων πρότερόν τε παραδοὺς καὶ ἑξῆς ἐπάγειν μέλλων, τὴν μὲν κατὰ τὸ ὡρισμένον καὶ ἀόριστον τῶν ὑποκειμένων τὴν δὲ κατὰ τὸ ὡρισμένον καὶ ἀόριστον τῶν κατηγορουμένων, εἰκότως ηὐλαβήθη μὴ τὸ οὔ ἀποφατι- κὸν μόριον συντεταγμένον τοῖς τε ὀνόμασιν ἐν τοῖς ἀορίστοις ὑποκειμένοις καὶ τοῖς ῥήμασιν ἐν τοῖς ἀορίστοις κατηγορουμένοις ποιήσῃ τῶν ἁπλουστέ- ρων τινὰς ὑπολαβεῖν ὅτι καὶ αὐτὰ καθ’ αὑτὰ λεγόμενα τὰ ἀόριστα ὀνό- ὀνόματα καὶ τὰ ἀόριστα ῥήματα δύνανται ποιεῖν ἀποφάσεις, καὶ τὴν γενομένην [*](1 ἐνδέχεται GM 4 συμψεύδεται Α 5 ante ἐκ add. ἡ A 9 ταύτας Ma 10 ἑτέρας F 11 καὶ ἆρα— πτερωτός ἐστιν (12) om. AFa 13 οὔτε ἡ τὶς- πτερωτός ἐστιν om. F ἄρα οὐ superscr. M 15 όνόματα—προστεθῇ (20) oiu. M 16 οἷομπροστεθῇ (20) om. a τὸ F 17 δόξειεν Α: δόξειαν b ἄν suppl. G^ 19 post τοῦ add. εἰπόντος b 20 ἠλήθευκέ τι b ἄν FG 21 τοῦ δευτ. xEcp.] p. 19b5 sq. 22 τοῦ om. AFMa ἐδείκνυτο G’ 23 ἐπεσημηνάμεθα] p. 157,10 sq. μὲν ἂν om. M: ἄν om. A 24 ἔλεγεν] p. 19^12 26 ἐπαγαγεῖν AMa 27 ὑἶ οκειμ.—ἀόριστον τῶν (28) om. F 30 ποιήσει AF’M 31 λεγόμενα om. G 32 δύναται Fa)
Σημαίνει δὲ τὸ ἔστι πᾶς οὐκ ἄνθρωπος δίκαιος | οὐδεμιᾶ ἐκείνων ταὐτόν, οὐδὲ ἡ ἀντικειμένη ταύτῃ ἡ οὐκ [*](152v) ἔστι πᾶς οὐκ ἄνθρωπος δίκαιος· τὸ δὲ πᾶς οὐ δίκαιος οὐκ ἄνθρωπος τῷ οὐδεὶς δίκαιος οὐκ ἄνθρωπος ταὐτὸν σημ|αίνει.
Συνεχῆ μὲν ἐχρῆν εἶναι τὰ διὰ τούτων λεγόμενα τοῖς πρότερον είρημένοις περὶ τῶν ἀκολουθουσῶν ἀλλήλαις προτάσεων, ἐν οἷς ἔλεγεν ακολουθοῦσι δὲ αὗται· παραδοὺς γὰρ ἡμῖν ἐν ἐκείνοις τὴν ἀκολουθίαν τῶν ἐξ ὡρισμένου τοῦ ὑποκειμένου προτάσεων, ἐν τούτοις παραδίδωσιν ὅπως καὶ αἱ ἀόριστον ἔχουσαι τὸν ὑποκείμενον ἀκολουθοῦσιν ἀλλήλαις. ἀλλὰ διέκοψε τὸ συνεχὲς τῆς διδασκαλίας προσεχῶς μὲν ἡ διάκρισις τῶν ἀορίστων ὀνομάτων τε καὶ ῥημάτων ἀπὸ τῶν ἀποφάσεων, πρὸ ἐκείνου δὲ ἡ διδασκαλία τοῦ πῶς τῶν καταφάσεων τῶν ἁπλῶν ψευδομένων αἱ ἀόριστον ἔχουσαι τὸν κατηγορούμενον ἐξ ἀνάγκης ἀληθεύουσιν, ὅπερ ἦν ἀντικείμενον μέν πως τοῖς περὶ τῆς ἀκολουθίας εἰρημένοις, συγγενὲς δὲ ὅμως πρὸς αὐτὰ καὶ παραλαμβάνον προτάσεις τὰς μὲν ἐξ ἀμφοτέρων τῶν ὅρων ὡρισμένων τὰς δὲ ἐξ ὡρισμένου μὲν τοῦ ὑποκειμένου ἀορίστου δὲ τοῦ κατηγορουμένου. μετ’ ἐκεῖνα οὖν μέλλων ἡμῖν παραδιδόναι τὴν ἀκολου- θίαν, ὡς εἴρηται, τῶν ἐξ ἀορίστου τοῦ ὑποκειμένου προτάσεων, ἀναγκαίως πρός τε τὰ προλαβόντα καὶ πρὸς τὰ ἐπάγεσθαι μέλλοντα περὶ αὐτῶν τῶν ἀορίστων διείλεκται φωνῶν, ποίαν ἔχουσι δύναμιν. διὸ μέτα ταῦτα εἰκότως τὸ ἀκόλουθον ἐκείνοις ἀποδιδοὺς προστίθησιν ὅπως ἕπονται ἀλλήλαις αἱ ἀόριστον ἔχουσαι τὸν ὑποκείμενον προτάσεις· | καὶ πρῶτον [*](153r) μὲν ἐπισημαίνεται ὅτι ἄλλο εἶδος τῶν τοιούτων προτάσεων παρὰ τὰς ἐξ ὡρισμένου τοῦ ὑποκειμένου· τὸ γὰρ οὐδεμιᾷ ἐκείνων λέγει περὶ τῶν ὡρισμένον ἐχουσῶν τὸν ὑποκείμενον, ὧν πρότερον παραδέδωκε τὴν ἀκολουθίαν· πῶς γὰρ ταὐτὸν ἂν σημαίνοιεν αἱ ἐξ ἀορίστου τοὐ ὑποκειμένου ταῖς ἐξ ὡρισμένου; εἶτα καὶ ἐπὶ τούτων μίαν πρότασιν ἐκθέμενος ἄμφω ἔχουσαν ἀόριστα, τό τε ὑποκείμενον καὶ τὸ κατηγορούμενον, τὴν ῾ τᾶς οὐκ ἄνθρωπος οὐ δίκαιός ἐστι᾿ , καὶ ἀκολουθεῖν αὐτῇ ἀποφηνάμενος τὴν ῾ οὐδεὶς οὐκ ἄνθρωπος δίκαιός ἐστι᾿ , μεταβέβηκεν ἐπὶ ἑτέρου θεωρήματος ἐπίσκεψιν. εἰ δὲ βούλοιτό τις καὶ ἄλλῃ οἵα δήποτε προτάσει τῶν ἐξ ἀορίστου του ὑποκειμένου τὴν ἀκολουθοῦσαν εὑρεῖν, ῥᾳδίαν ἕξει τὴν εὕρεσιν ἀπὸ τῶν πρότερον ἡμῖν παραδεδομένων κανόνων. φανερὸν δὲ ὅτι καὶ τὰ εἰρημένα μετὰ τὴν θεωρίαν τῆς ἀκολουθήσεως τῶν ἐξ ὡρισμένου τοῦ ὑποκειμένου [*](1 δίκαιος — σημαίνει (4) om. M 2 ἐκείνων] τῶν ὡρισμένων superscr. F2: add. a 3 τὸ δὲ — σημαίνει (4) om. a 5 προσεχῆ G 5. 6 τοῖς πρότ. εἰρ.] p. 20 a 20 7 γὰρ suppl. G2 9 αἱ] τὸ F τὸν] τὸ FG 11 πρὸς ἐκείνω G 12 τοῦ πῶς] τῶν ὑπὸ AMa τῶν (prius) om. F τῶν (alt.) om. AFMa 15 παραλαμβάνων AM 17 μετ’] κατ’ F 18 τοῦ om. FM 20 διὸ καὶ a 22 αἱ om. M 24 τὸ] τοῦτο Α 25 ὁρισμ. Α 26 ἄν ταὐτὸν colloc. F 29 καὶ ἀκολ. — δίκαιός ἐστι (30) om. AG1 (suppl. G2) 30 σκέψιν F 31 ἄλλαι G1 τοῦ om. AFMa 33 πρότερον ἡμῖν πραδ.] p. 181,31 sq. τὰ εἰρημ.] p. 20 a 23)
Μετατιθέμενα δὲ τὰ ὀνόματα καὶ τὰ ῥήματα ταὐτὸν σημαίνει, οἷον ἔστι λευκὸς ἄνθρωπος — έστιν ἄνθρωπος λευκός· εἰ γὰρ μὴ τοῦτό ἐστι, τοῦ αὐτοῦ πλείους ἔσονται ἀποφάσεις. ἀλλὰ δέδεικται ὅτι μία μιᾶς. τοῦ μὲν γὰρ ἔστι λευκὸς ἄνθρωπος ἀπόφασις τὸ οὐκ ἔστι λευκὸς ἄνθρωπος, τοῦ δὲ ἔστιν ἄνθρωπος λευκός, εἰ μὴ ἡ αὐτή ἐστι | τῇ ἔστι λευκός [*](153v) ἄνθρωπος, ἔσται ἀπόφασις ἤτοι τὸ οὐκ ἔστιν· οὐκ ἄνθρωπος λευκός ἡ τὸ οὐκ ἔστιν λευκὸς ἄνθρωπος. ἀλλ’ ἡ ἑτέρα μέν ἐστιν ἀπόφασις τοῦ ἔστιν οὐκ ἄνθρωπος λευκός, ἡ ἑτέρα δὲ τοῦ ἔστι λευκὸς ἄνθρωπος· ὥστε ἔσονται δύο μιᾶς. ὅτι μὲν οὖν μετατιθεμένου τοῦ ὀνόματος καὶ τοῦ ῥήματος αὐτὴ γίνεται κατάφασις καὶ ἀπόφασις, δῆλον.
᾿Ακόλουθον καὶ τοῦτο τὸ θεώρημα τοῖς πρότερον ἡμῖν παραδεδομένοις· διαλεχθεὶς γὰρ περὶ τῶν ἑπομένων, ταὐτὸν δὲ εἰπεῖν συναληθευουσῶν ἀλλήλαις προτάσεων, διδάσκει ἡμᾶς διὰ τούτων ὅτι εἰσὶ προτάσεις τινὲς δοκοῦσαι μὲν εἶναι διάφοροι καὶ συναληθεύειν ἀλλήλαις, κατ’ ἀλήθειαν μέντοι οὐδεμίαν ἔχουσαι πρὸς ἀλλήλας διαφορὰν πλὴν περὶ τὴν λέξιν. τοιαῦται δέ εἰσιν αἱ μετατιθεῖσαι, ὅπερ αὐτός φησι, τά τε ὀνόματα καὶ τὰ ῥήματα, τοῦτ’ ἔστι τά τε ὑποκείμενα καὶ τὰ κατηγορούμενα, ὡς δηλοῖ τὰ παρατεθέντα παρ’ αὐτοῦ παραδείγματα, τὸ ἔστιν ἄνθρωπος λευκός καὶ ἔστι λευκὸς ἄνθρωπος· ἐν γὰρ ταῖς τοιαύταις προτάσεσι περὶ μόνον τὸ κατηγορούμενον καὶ τὸ ὑποκείμενον τῆς μεταθέσεως γινομένης τὸ ὄνομα ἔφη καὶ τὸ ῥῆμα μετατίθεσθαι, μετάθεσιν καλῶν τὴν μετάταξιν τὴν κατὰ τὴν ἐκφώνησιν, τοῦτ’ ἔστι τὸ τόδε πρὸ τοῦδε φθέγγεσθαι ἡμᾶς ἐν τῇ προτάσει ἢ τόδε πρὸ τοῦδε· ἡ γὰρ τοιαύτη μετάθεσις τῶν ὀνομάτων καὶ τῶν ῥημάτων οὐδεμίαν ἐξαλλαγὴν ἐργάζεται περὶ τὰς προτάσεις κατὰ τὰ σημαινόμενα· περὶ μὲν γὰρ τὸ εὔρυθμον τῆς ἀπαγγελίας πλείστην ὅσην ποιεῖ | διαφορὰν ἡ τοιάδε τάξις τῶν ὀνομάτων τε καὶ ῥημάτων· οὐ γὰρ [*](154r) ὁμοίως εὔηχον τῷ ‘κατέβην χθὲς εἰς Πειραιᾶ’ τὸ ᾿εἰς Πειραιᾶ κατέβην [*](1 τοῦ] τῆς Ga 6 οἷον — δῆλον (16) om. Ma 8 ἀλλὰ — δῆλον (16) om. G 9 ἀπόφασις — ἄνθρωπος in mrg. suppl. F 10 ἄνθρ. λευκός] λευκὸς ἄνθρ. (num. corr.) Α 12 ἄνθρ. λευκός colloc. b 15 μεταθεμένου F1 16 καὶ ἀπόφασις om. F 18 post εἰπεῖν add. περὶ τῶν a 19. 20 δοκοῦσι G1 20 μὲν om. M μέντοι ἀλ. colloc. Α 21 πρὸς ἀλλ.] ἀλλήλαις Α 22 μετατεθεῖσαι Ga 24 ante τὸ add. οἷον G 26 τὸν ὑποκ. καὶ τὸν κτηγ. G 27 μετατεθεῖσθαι G τὴν superscr. Α 30 ἐξάλλαξιν G 32 τὴν διαφ. G 33 κατέβην κτλ.] Plat. Reip. Α 1 p. 327 Α εἰς Πειραιᾶ (priore 1.)— χθές (p. 192,1) om. M τὸν Πειρ. (priore Ι.) G)
Ποιεῖται δὲ τὴν δεῖξιν ὁ Ἀριστοτέλης τοῦ προκειμένου προβλήματος, ὅτι αἱ αὐταί εἰσιν ἥ τε ῾ ἔστιν ἄνθρωπος λευκός᾿ καὶ ἡ ῾ ἔστι λευκὸς ἄνθρωπος᾿ , κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν τῇ ἀναιρέσει τοῦ ἑπομένου τὸ ἡγούμενον συναναιρῶν· εἰ γὰρ μή εἰσιν αἱ αὐταί, φησίν, αἱ εἰρημέναι προτάσεις, συμβαίνει τῆς αὐτῆς καταφάσεως πλείονας εἶναι ἀποφάσεις· ἀλλὰ μὴν τοῦτο ἀδύνατον, ὡς ἐδείκνυτο πρότερον, ἐν οἷς ἔλεγε φανερὸν δὲ ὅτι καὶ μία ἀπόφασις μιᾶς καταφάσεως· οὐκ ἄρα διαφέρουσιν αἱ εἰρημέναι προτάσεις ἀλλήλων. ἀλλὰ πόθεν δῆλον ὅτι τῷ διαφόρους εἶναι τὰς προτάσεις, περὶ ὧν ὁ λόγος, ἕπεται τὸ τῆς αὐτῆς καταφάσεως πλείονας εἶναι ἀποφάσεις; ὅτι, φησίν, εἰ ἑτέρα ἐστὶν ἡ ῾ ἔστι λευκὸς ἄνθρωπος᾿ κατάφασις παρὰ τὴν ῾ ἔστιν ἄνθρωπος λευκός᾿ , διάφοροι αὐτῶν ἔσονται καὶ αἱ ἀποφάσεις, εἴπερ τῆς μιᾶς καταφάσεως μία ἀπόφασις· ἀλλὰ τῆς ‘ἔστι λευκὸς ἄνθρωπος᾿ ἀπόφασις ἡ ῾ οὐκ ἔστι λευκὸς ἄνθρωπος᾿ · τῆς ἄρα ‘ἔστιν ἄνθρωπος λευκός῾ ἑτέρα τις ἔσται ἀπόφασις· οὐκοῦν ἢ τὴν ᾿ οὐκ ἐστιν [*](1 οὐ superscr. Α an 〈περὶ〉 τῆς? 4 ἐκεῖνο τούτου FG 6 μετάβ.] βάσις G 6. 7 οὐδὲν τούτω M: οὐδ’ ἐν τούτῳ a 9 τἀς προτάσεις FG 9. 10 ἄνθρ. δίκ. ἐστιν, ἔστιν ἄνθρ. δίκ (sic), δίκ. ἄνθρ. ἐστι, δίκ. ἐστιν ἄνθρ., ἔστιν ἄνθρ. δίκ., ἔστι δίκ. ἄνθρ. F: ἄνθρ. δίκ. ἐστιν, ἔστι δίκ. ἄνθρ., ἔστιν ἄνθρ. δίκ., ἄνθρ. ἐστι δίκ. (reliquis om.) G 13 τοῦ om. a 15 ἢ] εἰ ἧ F: om. G 16 γε om. G μετὰ] κατὰ F1 17 μεταθείη G μενεῖ M τῷ] τὸ FMa 19. 20 οἷον ἄνθρ. οὐ λευκός ἐστιν, οὐ λευκὸς ἄνθρ. ἐστιν (rel. om.) F 19 ἄνθρ. οὐκ ἔστι λευκός om. G 24 αἱ (ante εἰρημ.) om. G 25 πλείους F 26 ἐδείκνυμεν G ἔλεγε] p. 17 b 38 δὲ om. F 27 καὶ om. FG1 28 δῆλον om. AFMa 30 εἰ] ἡ a 31 παρὰ τὴν] περὶ τῆς F 32 αἱ om. AM ἤπερ G 33 ἄνθρ. λευκός (pr. l.) colloc. F 34 έσται] ἐστιν AGMa)
῾Απορήσειε δ’ ἄν τις, ὅπερ ἤδη τις ἠπόρει πρὸς ἡμᾶς, πῶς οὖν συμ- βήσεται τὴν καθόλου καταφατικὴν | πρότασιν ἀντιστρέφειν πρὸς ἑαυτήν, [*](155v) εἴπερ ἀληθὲς τὸ παραδιδόμενον ὑπὸ τοῦ Ἀριστοτέλους θεώρημα· τῇ γὰρ ῾πᾶς ἄνθρωπος ζῷον᾿ καταφάσει συναληθεύσει ἡ λέγουσα ῾ πᾶν ζῷον ἄνθρωος᾿ , μόνων ἐν αὐταῖς μετατεθειμένων κατὰ τὴν τάξιν τοῦ τε ὑποκειμενου καὶ τοῦ κατηγορουμένου. πρὸς ὃν ἐροῦμεν ὅτι μάλιστα μὲν κατὰ μόνην τὴν ἐκφώνησιν ἀξιοῖ γίνεσθαι τὴν μετάθεσιν τῶν ὅρων ὁ Ἀριστοτέλης, τῆς ἑκατέρου δυνάμεως τῆς αὐτῆς φυλαττομένης, τοῦτ’ ἔστι τοῦ τε ὑποκειμένου καὶ μετὰ τὴν μετάθεσιν μένοντος ὑποκειμένου καὶ τοῦ κατηγορουμένου κατηγορουμένου· οὐ γὰρ τῷ πρῶτον ἢ [*](5 οὖσαν αὐτὴν (num. corr.) G οὖσαν] εἶναι F 6 εἶναι ἀπόφ. colloc. F ἡ om. FG 8 οὐχ ὅτι οὐχ G 9 μόνον] μίαν F 14. 15 ἀντιφάσκει — λευκὸς ἄνθρω- πος omisso v. 15 ante οὐ (alt.) add. ἡ F 18. 19 ὥσθ’, ὅπερ] ὥσπερ F 19 ἐλέγομεν] p. 192,25 post καταφάσεως add. ἀπόφασιν G 23 αὐτὴν om. F 26 τὸ] τὸν a εἴδει] εἴδη F1: ἔδει a 27 ἀπορήσει Α 30 συναληθεύει M 31 μόνον AMa μετατιθεμ. F 31.32 ὐποκ. τε colloc. Α 33 γενέσθαι Aa 34 ἑκατέρας G1 35 καὶ om. F 36 alt. κατηγορουμένου om. AFa τῷ] τὸ AGMa πρότερον F)
Τὸ δὲ ἓν κατὰ πολλῶν ἢ πολλὰ καθ’ ἑνὸς καταφάναι ἢ ἀποφάναι, ἐὰν μὴ ἕν τι ᾖ τὸ ἐκ τῶν πολλῶν συγκείμενον, οὐκ ἔστι κατάφασις μία οὐδὲ ἀπόφασις. λέγω δὲ ἓν οὐκ ἐὰν ὄνομα ἔν ᾖ κείμενον, μὴ ἡ δὲ ἕν τι ἐξ ἐκείνων, οἷον ὁ ἄνθρωπος ἴσως ἐστὶ καὶ ζῷον καὶ ἥμερον, ἥμερον, ἀλλὰ καὶ ἕν γίνεται ἐκ τούτων· ἐκ δὲ τοῦ λευκοῦ καὶ τοῦ ἀνθρώπου καὶ τοῦ βαδίζειν οὐχ ἕν. ὥστε οὔτε ἐὰν ἕν τι κατὰ τούτων καταφήσῃ τις, μία | κατάφασις, ἀλλὰ φωνὴ μία καταφάσεις δὲ πολλαί, [*](156v) οὔτε ἐὰν καθ’ ἑνὸς ταῶτα, ἀλλ’ ὁμοίως πολλαί.
Παραδέδωκε μὲν ἡμῖν καὶ πρότερον ὁ φιλόσοφος τὴν διάκρισιν τῆς τε ὄντως οὔσης μιᾶς προτάσεως καὶ τῆς δοκούσης μὲν εἶναι μιᾶς μὴ μέντοι καὶ οὔσης, ἐν οἷς ἔλεγε μία δέ ἐστι κατάφασις καὶ ἀπόφασις ἡ ἓν καθ’ ἑνὸς σημαίνουσα, καὶ νὺ) δὲ πάλιν περὶ τοῦ αὐτοῦ διαλέγεται θεωρήματος, οὐ ταυτολογῶν οὐδ’ ὅτι πρότερον μὲν περὶ τῶν ἁπλουστάτων διελέγετο προτάσεων νῦν δὲ περὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου (τοχὸν μὲν γὰρ οὐδὲ τοῦτο ἄλογον, τὸ ἐπιδεῖξαι καθ’ ἑκάτερον τῶν προτάσεων εἶδος τὸν αὐτὸν τρόπον γινομένην τὴν εἰρημένην τῶν ἀποφαντικῶν λόγων διάκρισιν), ἀλλ’ εἰ δεῖ τὸ ἐμοὶ φαινόμενον λέγειν, διαλεχθεὶς πρότερον περὶ τῶν πρὸς ἐρώτησίν τινα γινομένων ἀρνήσεων, πότε μὲν οἷόν τε αὐτὰς συμπλεκομένας ταῖς ἐρωτήσεσι ποιῆσαι κατάφασιν ἐκ μεταθέσεως ἀληθῆ πότε δὲ οὔ, βούλεται τὸ ὁλοσχερέστερον εἰλημμένον ἐν ἐκείνοις ἐπιδιαρθρῶν ἐπιστατκωτέρους ἡμᾶς ποιῆσαι πρὸς τὸ μὴ προχείρως ἀποκρίνασθαι διὰ μιᾶς ἀποκρίσεως πρὸς τὴν γεγενημένην ἐρώτησιν· οὐ γὰρ δὴ καὶ ὅταν δοκῇ μὲν εἶναι μία, κατὰ ἀλήθειαν μέντοι μὴ ᾖ μία. πρὸς οὖν τὴν τούτου κατανόησιν, λέγω δὲ τοῦ τίς ἡ μία διαλεκτικὴ ἐρώ- τησις καὶ τίς ἡ οὐ μία, προχείρους ἐχρῆν ἔχειν τοὺς κανόνας τῆς διακρίσεως τῆς τε μιᾶς καὶ τῆς οὐ μιᾶς προτάσεως, εἴπερ ἡ διαλεκτικὴ ἐρώτησις τησις πρότασίς τίς ἐστι. διόπερ ἔοικεν ἀναλαμβάνειν νῦν τὴν περὶ τοῦ θεωρήματος τούτου σκέψιν ὁ Ἀριστοτέλης. δηλοῖ δὲ | ὥσπερ συμπέρασμα [*](157r) τούτων ἐπάγων τὴν διδασκαλίαν τοῦ πότε οὐ χρὴ διὰ μιᾶς ἀποκρίσεως ἀποκρίνασθαι πρὸς τὴν ἐρώτησιν, λέγων εἰ οὖν ἡ ἐρώτησις ἡ διαλεκτικὴ ἀποκρίσεως ἐστιν αἴτησις καὶ τὰ ἑξῆς, οὐκ ἄν εἴη ἀπόκρισις μία πρὸς ταῦτα· οὐδὲ γὰρ ἡ ἐρώτησις μία. περὶ μὲν οὖν τῆς [*](I καταφάναι — πολλαί (9) om. M καταφῆναι Α 2 ἐὰν—πολλαί (9) om. Gr ἐκ — πολλαί (9) om. a συγκ.] δηλούμενον b 4 ὁ om. A 10 μὲν om. FG 11 ἄντως om. M μὴ] οὐ G 12 ἔλεγε] p. 18 a 13 καὶ ἀπόφασις om. G 13 δὲ] καὶ G 15 διαλέγεται Α 16 τοῦτο] τότε M 18 ἀποφατ. codd. 18. 19 ἐμοὶ — διαλεχθεὶς post ἀρνήσεων colloc. G 19 γενομ. M 24 δοκοίη FMa μὲν] μὴ G: om. M δὲ] δὴ G τί F τὴν om. F 29 post τούτου add. τοῦ Α 31 ἀποκρίνασθαι om. G (ἀποφήνασθαι superscr. (G2) post ἐρώτησιν add. καὶ F λέγων] p. 20b22 32 τὰ om. AGMa)
Ἵνα δὲ ῥᾴδιον παρακολουθήσωμεν τοῖς ῥηθησομένοις, λέγομεν ὡς ἐπεὶ τοὺς λαμβανομένους ἐν ταῖς προτάσεσιν ὅρους καὶ φωνάς τινας εἶναι ἀναγκαῖον καὶ πράγματά τινα σημαίνειν, τέτταρας αὐτῶν συμβαίνει γίνεσθαι τὰς διαφοράς· ἢ γὰρ κατ’ ἄμφω ἁπλοῖ εἰσι, τήν τε φωνὴν καὶ τὸ σημαινόμενον, ἡ κατ’ οὐδέτερον ἢ κατὰ θάτερον, καὶ τοῦτο δηλονότι διχῶς. εἰ μὲν οὖν κατ’ ἄμφω τὸ ἁπλοῦν ἔχοι τῶν ὅρων ἑκάτερος, ὁμο- λογουμένως μία ἡ πρότασις, ὡς ὅταν εἴπωμεν ῾ὁ ἄνθρωπος ζῷόν ἐστο᾿ . καὶ εἰ κατὰ μόνον τὸ σημαινόμενον μὴ μέντοι κατὰ τὴν λέξιν, μία καὶ οὕτως, εἰ καὶ ἧττον ἔχει τὸ προφανῶς εἶναι μία διὰ τὴν περὶ τὴν λέξιν θεωρουμένην ποικιλίαν, ἢ κατὰ θάτερον τῶν ὅρων ἢ κατ’ ἀμφοτέρους, ὡς ὅταν εἴπωμεν ῾ ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστιν᾿ ἢ ῾ τὸ ζῷον λογικὸν θνητὸν ἄνθρωπός ἐστιν᾿ ἢ τὸ ζῷον λογικὸν θνητὸν οὐσία ἔμψυχος αἰσθητική ἐστιν᾿ . εἰ δέ γε κατὰ μόνην τὴν λέξιν τὸ ἁπλοῦν ἔχοιεν οἱ ὅροι, ὁμώνυμοι δηλαδὴ ληφθέντες, ἢ ἄμφω ἢ καὶ ὁ ἕτερος, | οὐκέτι μὲν [*](157v) μία ἡ πρότασις, ἀλλὰ τὴν κατὰ τοῦτο διαφορὰν πρότερον ἡμῖν παρεδίδου, δι᾿ ὧν ἔλεγεν εἰ δὲ δυοῖν ἓν ὄνομα κεῖται καὶ οἷον εἴ τις θεῖτο ἱμάτιον ὄνομα ἵππῳ καὶ ἀνθρώπῳ. λείπεται οὖν ἔτι μία διαφορά, καθ’ ἣν οἱ ὅροι καὶ τῇ λέξει καὶ τοῖς σημαινομένοις πεπληθυσμένοι παραλαμβάνονται, λαμβάνονται, ἢ ἄμφω πάλιν ἡ μόνος ὁ ἕτερος. ἀλλὰ πιθανώτερον ὑπολαβὼν ὁ Ἀριστοτέλης πρὸς τὸ νομίζεσθαι μίαν τὴν οὐ μίαν πρότασιν τὸ ὑποθέσθαι μόνον τὸν ἕτερον τῶν ὅρων κατ’ ἄμφω ποικίλον τοῦ λοιποῦ ὅρου ὄντως ἑνὸς ὄντος ἢ τὸ ἀμφοτέρους, καὶ ἅμα ὡς τούτῳ συνελεγχομένης ἀπὸ τοῦ μᾶλλον τῆς λοιπῆς ὑποθέσεως τῆς ἄμφω τοὺς ὅρους μηδεμιᾶς μετέχειν ἁπλότητος ὑποτιθεμένης, ἐπὶ ταύτης προάγει τὸν λόγον, τὸ ἓν κατὰ πολλῶν ἢ πολλὰ καθ’ ἑνὸς κατηγορεῖν καταφατικῶς ἢ αποφατικῶς μὴ ἀξιῶν ποιεῖν μίαν ἀπόφανσιν, εἰ μὴ τύχοι, φησίν, ἐκ τῶν πολλῶν τῶν κατηγορηθέντων ἢ ὑποτεθέντων ἐν τι γινόμενον, ἵνα πάλιν περὶ μόνην τὴν λέξιν ἡ ποικιλία θεωρῆται τὸ δὲ σημαινόμενον ἀπλοῦν ᾖ, καθάπερ ἐπὶ τῶν ὁρισμῶν ἐλέγομεν ἔχειν. ἐπάγοντος δὲ τοῦ Ἀριστοτέλους τὸ [*](1 προθέσεως] προτάσεως M 3 ἡμῖν καὶ ἑτ. colloc. G 4 μόνον om. F εἶναι om. G 5 δὲ suppl. G2 an ῥᾷον? ῥηθησ.] εἰρημένοις G λέγωμεν F ὡς om. F 6 ἐπεὶ] ἐπὶ M 8. 9 ttj τε φωνὴ καὶ τῶ σημαινομένω G 9 κατὰ θάτ.] καθ’ ἕτερον G 12 λέξιν] τάξιν F 14 ποικιλίαν ex θεωρίαν corr. G 15. 16 ἡ τὸ ζῶον λογ. ὢ. ἄνθρωπός ἐστιν om. a 17 αἰσθητική superscr. Α γε om. F 19 ἡ om. G 20 ἔλεγεν] p. 18 a 18 θείη τὸ F 21 ὄνομα ἱμάτιον colloc. b (cf. p. 125, 22. 23) ἀνθρ. καὶ ἵππω colloc. G 22 πεπληθυσμένος G1 23. 24 ὑπολαμβάνων F 26 ὄντος ἑνὸς ὄντως om.) F 26. 27 συνελ.] συνεχομένης M 27 τοῖς λοιποῖς F1 28 ταύτην Α 30 ἀξιῶν μὴ colloc. F ἀπόφανσιν] ἀπόφασιν FMa: πρότασιν G 32 ᾖ om. Α 33 ἐλέγομεν] p. 127,7)
Ὅτι δὲ τοῦτό ἐστιν ὃ βούλεται λέγειν, σαφέστατα δηλοῖ δι’ ὧν παρα- τίθεται παραδειγμάτων· τὸν γὰρ ἄνθρωπον ὡς ἕν τι ὑποκείμενον λαβὼν κατηγορεῖ κατ’ αὐτοῦ πρότερον μὲν πλείονας ἅμα φωνὰς σημαντικὰς πραυμάτων κατ’ οὐσίαν τοῦ ὑποκειμένου κατηγορουμένων καὶ συμπλέκεσθαι [*](1 alt. ᾖ om. G 3. 14 συγκ.] δηλούμενον b 4 διὰ τούτων om. G 7 οἴονται] οἷόν τε F 8.9 θείη τὸ AMa 9 ἱμάτιον ὄν.] cf. p. 196, 21 not. 10 ὑπολαβόντες F 11 μᾶλλον suppl. G2 δὶς] διὰ G 13 ἐπήγαγεν AFa post ἐὰν add. γὰρ G2 τὸ om. F 16 τοῦ δὲ — ὀφείλοντος (17) om. F 16. 17 ἐκ τοῦ πολλῶν τοῦ ἐν. G 19 τοὺς om. AGM 20 ἐφεξῆς Ma 21 ἓν ὄνομα colloc. F alt. ἦ suppl. G2 22 πάλιν τοῦ ἑνὸς colloc. G 25 περὶ τοῦ om. F ὄντος M 26 ἓν] μὲν G 27 τὴν] τὰ F 28 τιθέντος M 30 αὐτοῦ ἡ ὑποτεθέντων om. FM αὐτῶ om. M 31 καὶ] ἢ FGa 34 κατηγορεῖται Ma)
Εἰ οὖν ἡ ἐρώτησις ἡ διαλεκτικὴ ἀποκρίσεως ἐστιν αἴτησις ἢ τῆς προτάσεως ἡ θατέρου μορίου τῆς ἀντιφάσεως, ἡ δὲ πρότασις ἀντιφάσεως μιᾶς μόριον, οὐκ ἄν εἴη ἀπόκρισις μία πρὸς ταῦτα ( οὐδὲ γὰρ ἡ ἐρώτησις μία), οὐδ’ ἄν ᾖ αληθής. εἴρηται δὲ ἐν τοῖς τοπικοῖς περὶ αὐτῶν. ἅμ δὲ δῆλον ὅτι οὐδὲ τὸ τί ἐστιν ἐρώτησίς ἐστι διαλεκτική· δεῖ γὰρ δεδόσθαι ἐκ τῆς ἐρωτήσεως ἑλέσθαι ὁπότερον βούλεται μόριον τῆς ἀντιφάσεως ἀποφήνασθαι. ἀλλὰ δεῖ τὸν ἐρωτῶντα προσδιορίσαι πότερον τόδε ἐστὶν ὁ ἄνθρωπος ἢ οὐ τοῦτο.
Διττὸν εἶναί φασιν οἱ παλαιοὶ τῆς ἐρωτήσεως τὸ εἶδος, τὸ μὲν τῆς διαλεκτικῆς τὸ δὲ τῆς καλουμένης πυσματικῆς. καὶ διαλεκτικὴν μὲν ἐρώτησιν εἶναί φασι | πρὸς ἣν ἔστιν ἀποκρίνασθαι τὸ ναί ἢ τὸ οὔ μόνον [*](160r) εἰπόντα καὶ συμβολικῶς κατανεύσαντα μόνον ἢ ἀνανεύσαντα, οἷον ῾ ἆρά γε ἡ ψυχὴ ἀθάνατος;’· αὔταρκες γὰρ πρὸς τὸ ἀποπλῆσαι τὸν τοῦτο ἐρωτήσαντα καὶ τὸ κατανεῦσαι μόνον ἢ ἀνανεῦσαι, ὅταν, ὅπερ ἀκόλουθόν ἐστι, τὸ ἕτερον μόνον τῆς ἀντιφάσεως μόριον ὁ ἐρωτῶν λέγῃ· διὰ μὲν γὰρ τοῦ ναί εἰπεῖν ἢ τοῦ κατανεῦσαι συνομολογοῦμεν ἀληθὲς εἶναι τὸ ἠρωτημένον τῆς ἀντιφάσεως μόριον, εἴτε καταφατικὸν εἴτε ἀποφατικὸν εἴη (πολλάκις γὰρ ἐρωτώμεθα καὶ τὴν ἀπόφασιν, οἷον · ἆρά γε οὐκ ἔστιν ἡ ψυχὴ ἀθάνατος;᾿ ), διὰ δὲ τοῦ εἰπεῖν οὔ καὶ τοῦ ἀνανεῦσαι ἀπομαχόμεθα μὲν πρὸς τὴν ἐρώτησιν, ὁμολογοῦμεν δὲ τὸ λοιπὸν τῆς ἀντιφάσεως μόριον εἶναι τὸ ἀληθές. εἰ δέ γε ὅλην τις τὴν ἀντίφασιν ἐν τῇ ἐρωτήσει λέγοι, οἷον ῾ἆφά γε ἡ ψυχὴ ἀθάνατός ἐστιν ἢ οὔ;᾿ , δεῖ μὲν καὶ οὕτως τὸν ἀποκρινόμενον ἢ τὸ ναί λέγειν ἡ τὸ οὔ, ἀλλ’ εἰ μὲν ἀρέσκοιτο τῇ καταφάσει, τὸ ναί ἐρεῖ καὶ αὐτὴν προσθήσει τούτῳ τὴν κατάφασιν ῾ ναί, ἀθάνατός ἐστι᾿ [*](1 μιᾶς scribendum recte monuit Wallies δὲ om. G 1. 2 δύνανται AMa 3 διότι G ὁ om. G ὅτι ὁ ἄνθρ. G 3. 5. 6 βαδίζον (ter) G1 6 οὔτε — ἐστί (7) om. F ὁ (alt.) om. G 10 ἀποκρίσεώς — τοῦτο (18) om. M 12 ἡ δὲ — τοῦτο (18) om. a 13 ἐὰν b ᾖ] εἴη AF 16. 17 μέρος τῆς ἀντ. G: τῆς ἀντ. μόριον b 18 ὁ om. FG 20 διαλεκτικῆς (alt. l.) M 22 καὶ] an ἢ καὶ? (cf. p. 200, 21) οἷον—ἀνανεῦσαι (24) in mrg. suppl. Α 23 ἀποπληρῶσαι M 25 ὁ ἐρωτῶν—μόριον (27) om. F 26 τοῦ om. sec. eel. Ven. Brand. συνομολ.—ἀνανεῦσαι (29) om. M 31 τις om. F εἴποι G 33 ἡ (ante τὸ ναί) om. FG)
Τούτων οὖν οὕτως ἐχόντων εἰκότως φησὶν ὁ Ἀριστοτέλης ὡς εἴπερ ἡ ἐρώτησις ἡ διαλεκτικὴ ἀποκρίσεως ἐστιν αἴτησις, οὐ τῆς τυχούσης, ἀλλ’ ἤτοι τῆς προτάσεως, τοῦτ’ ἔστιν αὐτοῦ τοῦ κατ’ ἐνέργειαν ὑπὸ τοῦ ἐρωτήσαντος εἰρημένου μορίου τῆς ἀντιφάσεως καὶ προταθέντος τῷ ἐρωτηθέντι πρὸς ἐπίκρισιν, ὅπερ γίνεται, ὡς ἐλέγομεν, ὅταν ὁ ἠρωτημένος τὸ ναί ἀποκρίνηται ἢ καὶ κατανεύσῃ, ἢ θατέρου μορίου τῆς ἀντιφάσεως, τοῦ κατ’ ἐνέργειαν μὲν μὴ ῥηθέντος ὑπὸ τοῦ ἐρωτήσαντος δυνάμει δὲ ἐμπεριεχομένου τῇ ἐρωτήσει, ὡς δηλοῦσιν αἱ ἀρνητικαὶ ἀποκρίσεις· διὰ τούτων γὰρ τῷ λειπομένῳ μορίῳ τῆς ἀντιφάσεως παρὰ τὴν ἐρώτησιν ἀρέσκεσθαί φαμεν, ὡς ἄν δυνάμει προταθέντι πρὸς ἐπίκρισιν ἐν τῇ ἐρωτήσει· πρὸς γοῦν τὴν μηδαμῶς γενομένην ἐρώτησιν δῆλον ὡς οὐδεμία γένοιτο ἄν ἀπόκρισις. εἰ οὖν ταῦτα οὕτως ἔχει καὶ δεῖ τὸν πρὸς τὴν διαλεκτικὴν ἐρώτησιν ἀποκρινόμενον μίαν τινὰ μόνην ἀποκρίνασθαι πρότασιν, ἢ τὴν κατ’ ἐνέργειαν ἢ τὴν κατὰ δύναμιν προενεχθεῖσαν ὑπὸ [*](161r) τοῦ ἐρωτήσαντος, ἡ δὲ μία πρότασις μιᾶς ἀντιφάσεως ἐστι μόριον, μία δὲ ἀντίφασις, ὡς διώρισται πρότερον, ἡ τοῦ αὐτοῦ κατὰ τοῦ αὐτοῦ μηδαμῇ ὁμωνυμίᾳ προσχρωμένη· εἰ ταῦτα πάντα οὕτως ἔχει, ὧν τὰ μὲν τέθεικεν ὁ Ἀριστοτέλης τὰ δὲ ὡς ἀκόλουθα τοῖς τεθειμένοις παρῆκεν, οὐκ ἄν εἴη, [*](2 ἐρωτωμένης G ἀποφάσεως M εἰ δὲ τῇ] τῆ δὲ F 3 τότε τὸ οὔ M ἀπόφ.] ἀπόκρισιν G 4 φησι Fa 6 ἔχει Aa: ἕξει Μ δὲ alteram om. Α 7 διαλεχθῆναι Α 8 καλὴ FGMa 9 μαγνῖτις A 10 κύριος—ἐρωτώμενος (13) om. M 11 ἐθέλοι Aa 12 ἣ (prius) om. G καὶ om. F 14. 15 ἀποκρίνασθαι ἡ τὴν ἀπόφασιν iter. F 16 ὡς om. G εἰ οὖν b 18 ἣ b 19 εἰρημένα F μορ. εἰρ. (sed num. corr.) G 19. 20 προτεθέντος F 20 ἐλέγωμεν Α (cf. p. 199, 21) 21 ἐρωτώμενος G ἀποκρίνεται (η superscr.) καὶ om. F κατανεύσει AF1 alt. ἢ] κατὰ AMa 23. 24 αἱ ἀποκρ. αἱ ἀρν. Α 25 προτεθέντι F: προστεθέντι G 26 ἐν om. M οὖν F γινομ. GM 27 ἡ ἀπόκρ. a 28 ante μίαν add. πρὸς F 31 διώρισται πρότερον] p. 17a35 32 εἰ] ἡ Α 33 τεθημένοις F)
Ἀλλ᾿ ἐπειδὴ ἀμφισβητοῦσι πρὸς ἀλλήλους περὶ τῆς διαλεκτικῆς ἐρωτήσεως ὅ τε ἀπὸ τῆς Ἀφροδισιάδος ἐξηγητὴς καὶ ὁ θεῖος Ἰάμβλιχος, ὁ μὲν τῇ προκειμένῃ ἑπόμενος ῥήσει καὶ ἀξιῶν τοῦ ἑτέρου μόνον μορίου τῆς ἀντιφάσεως εἶναι τὴν | διαλεκτικὴν ἐρώτησιν, ὁ δὲ τοῖς λεγομένοις [*](162r) περὶ αὐτῆς ἐν τῷ προοιμίῳ τῶν ᾿ Αναλυτικῶν καὶ ἀξιῶν αὐτὴν τῆς ὅλης ἀντιφάσεως ἐρώτησιν εἶναι (ἔστι γάρ, φησὶν ἐν ἐκείνοις, ἡ διαλεκτικὴ πρότασις ‟πυθανομένῳ μὲν ἐρώτησις ἀντιφάσεως, συλλογιζομένῳ δὲ λῆψις τοῦ φαινομένου καὶ ἐνδόξου“), φανερὸν ἐκ τῶν πρότερον εἰρημένων ὅπως διαιτήσομεν τῇ ἀμφισβητήσει· κατ’ ἐνέργειαν μὲν γὰρ τὸ ἕτερον μόνον μόριον τῆς ἀντιφάσεως ἐρωτᾶσθαι χρή, εἰ μέλλοι πρὸς ἔπος ἀπαντᾶν ὁ τὸ ναί μόνον ἢ τὸ οὔ ἀποκρινόμενος, δυνάμει δέ γε καὶ τὸ ἕτερον προτείνεται· κἄν γὰρ εὑρίσκωμεν παρὰ τῷ θειοτάτῳ Πλάτωνί τινας ἐρωτήσεις τὴν ὅλην ἀντίφασιν κατ’ ἐνέργειαν ἐρωτώσας, ὥσπερ ἐν Φαίδωνι ‟τί δὲ δὴ περὶ αὐτὴν τὴν τῆς φρονήσεως κτῆσιν, πότερον ἐμπόδιον τὸ σῶμα ἢ οὔ;“ πρὸς ὃ καὶ μάλιστα βλέπων ὁ μέγας Ἰάμβλιχος ἀποφαίνεται τὴν ὅλην ἀντίφασιν ἐν τῇ διαλεκτικῇ ἐρωτήσει περιλαμωβάνεσθαι), ἀλλ’ εἰδέναι χρὴ ὅτι οὐ διαγίνεται ὁ παρὰ Πλάτωνι Σωκράτης ἐν ταῖς πρὸς τοὺς κοινωνοῦντας αὐτῶ τῶν λόγων συνουσίαις κατὰ τὴν πρόθεσιν τοῦ κατὰ τὸν Ἀριστοτέλην καλουμένου διαλεκτικοῦ· ὁ μὲν γὰρ οὕτω λεγόμενος διαλεκτικὸς πρὸς νίκην μόνον ὁρᾷ τοῦ προσδιαλεγομένου καὶ τὸ περιαγαγεῖν αὐτὸν εἰς τὴν ἀντίφασιν, ὁ δέ γε Σωκράτης καὶ πταίοντας τοὺς προσδιαλεγομένους ἐπανορθοῖ καὶ τέλος τίθεται οὐ τὴν νίκην ἀλλὰ τὴν τῆς ἀληθείας κατάληψιν. ὥστε κἀν εὕρῃς τὴν ὅλην ἀντίφασιν αὐτὸν προτείνοντα, ἤτοι γυμνασίας ἕνεκα τῶν προσδιαλεγομένων εὑρήσεις τοῦτο ποιοῦντα ἢ εὐθὺς δια|σαφοῦντα πρὸς πότερον αὐτὸν μόριον τῆς ἀντιφάσεως [*](162ν) ἀποκρίνασθαι ἀξιοῖ, ἢ τὸν προσδιαλεγόμενον οὐ λέγοντα τὸ ναί μόνον ἢ τὸ οὔ, ἀλλὰ δηλοῦντα πρὸς πότερον μόριον τῆς ἀντιφάσεως ποιεῖται τὴν ἀπόκρισιν. ὅλως τε ἡ πρότασις ἡ διαλεκτικὴ προηγουμένως μὲν τῆς χρείας ἕνεκα τοῦ διαλεκτικοῦ συλλογισμοῦ παραλαμβάνεται καὶ ὡς μέρος τούτου γινομένη οὔτε τὸ ῾ ἆρά γε᾿ προσκείμενον ἕξει καὶ θάτερον μόνον μόριον παραλήψεται τῆς ἀντιφάσεως τὸ τῷ προσδιαλεγομένῳ δοκοῦν· ἐπεὶ δὲ ὑφεῖται τῆς ἀποδεικτικῆς τῷ μὴ ἀπὸ τῶν πραγμάτων αὐτῶν ἀλλ’ ἀπὸ τῶν συγχωρουμένων ὑπὸ τοῦ προσδιαλεγομένου λαμβάνεσθαι, διὰ τοῦτο [*](1 ἐν τῇ ὀγδόῳ (sic) βίβλῳ a (cf. Top. Θ 4 p. 159a16 sq.) 1. 2 πραγματίας F 3 ἀλλ’ ἐπεὶ διαμφισβ. G 5 καὶ om. AM G τὴν] αὐτὴν a 7 τῶν ᾿ Αναλυτ.] p. 24 b 10 9 μὲν om. A 11 γὰρ om. FG 12 μέλλοι] μέντοι G ἀπαντᾶ G 13 δέ om. M 14 προτείν.] ἀποκρίνεται M τινας] τὰς M 15 ἐν Φαίδωνι] p. 65 Α 16 τί] ἔτι G: τὸ a ἐμπόδιον in mrg. suppl. M 17 μέγας] θεῖος G 20 αὐτοῦ τῶ λόγω F 21 λεγ.] διαλεγόμ. (sed corr.) G 27 αὐτὸν—πρὸς (29) in mrg. suppl. Α αὐτῶν a; αὐτὸν ante πρὸς trausponas 28 τὸ om. G alt. ἢ] καὶ M 29 ποιοῦντα G1: ποιῆσαι G2 34 τῷ] τὸ F πραγμ.] προγυμνασμάτων M)
᾿Αλλὰ τί ἐστιν ὅπερ ἐφεξῆς ὡς ἐν πορίσματος τάξει προστίθησιν ὁ Ἀριστοτέλης, ἅμα δὲ δῆλον λέγων ὅτι οὐδὲ τὸ τί ἐστιν ἐρώτησίς ἐστι διαλεκτική, καὶ τίνι τοῦτο ἕπεσθαι ἀξιοῖ; φανερὸν δὴ ὅτι τοῖς εἰρημένοις περὶ τῆς ἐρωτήσεως τῆς διαλεκτικῆς ὅτι ἐστὶν ἀποκρίσεως αἴτησις, ἢ τῆς προτάσεως ἢ θατέρου μορίου τῆς ἀντιφάσεως· εἰ γὰρ τοιαύτη μὲν ἡ διαλεκτικὴ ἐρώτησις, ὥστε διδόναι καὶ ἐπιτρέπειν τῷ προσδιαλεγομένῳ ὁπότερον ἄν βούληται τῆς ἀντιφάσεως μόριον ἀποκρίνασθαι, ἡ δὲ τοῦ τί ἐστιν ἐρώτησις οὐ τοιαύτη ἀλλὰ διδασκαλίαν καὶ ὑφήγησιν τῆς τοῦ πράγματος φύσεως ἀπαιτοῦσα, φανερὸν ὅτι ἡ τοῦ τί [*](163r) ἐστιν ἐρώτησις οὐκ ἂν εἴη διαλεκτική. ἀλλ’ εἴπερ ὅλως ἐθέλοιμεν σχηματίζειν τὴν περὶ τοῦ τί ἐστι πεῦσιν εἰς διαλεκτικὴν ἐρώτησιν, αὐτοὺς ἡμᾶς χρὴ τὸν δοκοῦντα ἡμῖν τοῦ πράγματος εἶναι ὁρισμὸν ἐνεργείᾳ προφερομένους ἐρωτᾶν, οἷον ‘πότερον ὁ ἄνθρωπος ζῷον δίπουν ἥμερόν ἐστιν;’, εἴπερ ἐθέλοιμεν τὴν κατάφασιν ἐρωτᾶν, ἢ ῾ πότερον ὁ ἄνθρωπος ζῷον δίπουν ἥμερον οὐκ ἔστιν;’, εἰ περὶ τῆς ἀποφάσεως ἐθέλοιμεν πυνθάνεσθαι, ὅπερ αὐτὸς ἐνεδείξατο συντόμως διὰ τοῦ ἢ οὐ τοῦτο.
[*](p. 20b31)Ἐπεὶ δὲ τὰ μὲν κατηγορεῖται συντιθέμενα ὡς ἓν τὸ πᾶν κατηγόρημα τῶν χωρὶς κατηγορουμένων, τὰ δὲ οὔ, τίς ἡ διαφορά, κατὰ γὰρ τοῦ ἀνθρώπου ἀληθὲς εἰπεῖν καὶ χωρὶς ζῷον καὶ χωρὶς δίπουν, καὶ ταῦτα ὡς ἕν. καὶ ἄνθρωπον καὶ λεθκόν, καὶ ταῦτα ὡς ἕν. ἀλλ’ οὐχὶ εἰ σκυτεὺς καὶ ἀγαθός, καὶ σκυτεὺς ἀγαθός· εἰ γὰρ διότι ἑκάτερον ἀληθές, εἶναι δεῖ καὶ τὸ συνάμφω, πολλὰ καὶ ἄτοπα ἔσται· κατὰ γὰρ τοῦ ἀνθρώπου καὶ τὸ ἄνθρωπος ἀληθὲς καὶ τὸ λευκόν, ὥστε καὶ τὸ ἅπαν. πάλιν εἰ τὸ λευκὸν αὐτό, καὶ τὸ ἅπαν, ὥστε ἔσται ἄνθρωπος λευκὸς λευκός, καὶ τοῦτο εἰς ἄπειρον. καὶ πάλιν μουσικὸς λευκὸς βαδίζων, καὶ ταῦτα πολλάκις πεπλεγμένα. ἔτι εἰ ὁ Σωκράτης Σωκράτης καὶ ἄνθρωπος, καὶ Σωκράτης Σωκράτης ἄνθρωπος. καὶ εἰ ἄνθρωπος [*](1 κοινῶ G1 2 ἐκείνων AGMa αὐτὸ G: αὐτῇ a ὥσπερ εἴρηται post μόριον (3) colloc. G εἴρηται] p. 202,11 5 ἐφεξῆς] ἐξ ἀρχῆς M ὡς om. AM 7 τούτῳ a δὴ] δὲ AF 11. 12 ἀποκρίνεσθαι F 15 post τὴν add. τοῦ F 17 ἐρωτῶν G1 οἷον om. M 18 τὴν κατάρ.— ἐδέλοιμεν (19) iter. G 20 post διὰ τοῦ add. πότε τὰ ἴδια λεγόμενα ἅμα οὐ λέγονται G: in mrg. Α ante ἢ add. τόδε F οὐ om. G 21 ὠς—δίπουν (p. 204, 14) om. M 22 post κατηγόρημα add. γίγνεσθαι a 23 κατὰ—δίπουν (p. 204,14) om. a κατὰ] ἐπὶ G ἀληθῶς G 24 τὸ ζῶον G 25 οὐκ F 26 ὅτι b 28 ἀληθὲς om. G 32 συμπεπλεγ. FG post πεπλεγ. add. εἰς ἄπειρον b 33 σωκράτης (ante ἄνθρ.) in ras. F: om. Α)
Εἰπὼν ἐν τοῖς προλαβοῦσιν ὅτι τῶν διαφόρων κατὰ τοὐ αὐτοῦ κατηγορημάτων τὰ μὲν δύναται συμπλέκεσθαι καὶ μίαν τινὰ ἐξ ἀπάντων κατηγορίαν ποιεῖν τὰ δὲ οὐ δύναται, καὶ μηδένα ἡμῖν κανόνα ἐν ἐκείνοις παραδοὺς τῆς τούτου διακρίσεως, ἀλλ’ εὐθὺς μεταβὰς ἐπὶ τὴν διδασκαλίαν τοῦ θεωρήματος, πρὸς ὅπερ ἦν ἐκεῖνο χρήσιμον, λέγω δὲ τὸ μὴ δεῖν μίαν ποιεῖσθαι ἀπόκρισιν πρὸς τὴν μὴ οὖσαν μίαν ὄντως ἐρώτησιν. βούλεται λοιπὸν διὰ τούτων τὸ ἐν ἐκείνοις παραλελειμμένον προσθεῖναι. καὶ λαβὼν ὡς ὁμολογούμενον ὅτι τῶν κατὰ τοῦ αὐτοῦ κατηγορηθέντων πλειόνων ἀνομάτων τε καὶ πραγμάτων τὰ μὲν δύναται συντιθέμενα ἀλλήλοις καὶ ὥσπερ συμφυόμενα ἕν τι ποιεῖν ἅπαν τὸ ἐξ αὐτῶν κατηγόρημα, ὥσπερ ἐλέγομεν ἐπὶ τοῦ ζῷον δίπουν ἥμερον, τὰ δὲ οὐ δύναται | ὡς ἐπὶ τοῦ λευκοῦ καὶ [*](164r) τοῦ βαδίζειν, ἀξιοῖ ζητεῖν τίς ἡ διαφορά, τοῦτο δέ ἐστι τί τὸ αἴτιον τῆς τοιαύτης διαφορᾶς καὶ διὰ τίνα αἰτίαν τάδε μέν τινα συμφύεται τάδε δὲ οὔ. πρῶτον δὲ παρίστησιν ὅτι ἔστιν ὄντως ἡ τοιαύτη ἐν τοῖς πλείοσι κατηγορουμένοις διαφορά, ἡ κατὰ τὸ πεφυκέναι συντίθεσθαι λέγω καὶ μὴ πεφυκέναι, πρὶν ἐπισκέψασθαι αὐτῆς τὴν αἰτίαν, ἐπεὶ καὶ ἦν ἀκόλουθον τὸ ὅτι ἡμᾶς πρὸ τοῦ διότι μανθάνειν. ὅτι μὲν οὖν πεφύκασί τινα συντίθεσθαι πρὸς μιᾶς κατηγορίας γένεσιν, δείκνυσι τό τε ζῷον καὶ τὸ δίπουν λαμβάνων, ἅπερ οὐ διακεκριμένως μόνον ἀλλὰ καὶ ἅμα τοῦ ἀνθρώπου [*](1 καὶ ἄνθρ. δίπ.] καὶ εἰ ἄνθρ. δίπους καὶ ἄνθρ. δίπ. G: καὶ ἄνθρ. ἄνθρ. δίπ. b ὅτι—δίπουν (14) om. G 6 ἔσται] ἔστιν F 9 ἔστι Α λευκὸν om. A 10 τὸ μουσ. λευκ.] τὸ λευκ. μουσ. colloc. F 116 om. Α ἁπλ. ἀγαθός colloc. b οὐ] οὐδὲ F 13 ἄνθρωπος ἄνθρωπος b ἐστι om. F: post ζῶον colloc. b 14 τὸ δίπουν καὶ τὸ ζῶον colloc. F 15 ἐν τοῖς προλαβοῦσι] p. 20 b13 18 τούτων Aa 19 δὲ] δὴ a δεῖν] δὲ G 23 ante συντιθ. add. καὶ AMa 24 ἐλέγομεν] p. 198, 22 26 τί om. AFG 27 τάδε (alt.)] τὰ GMa 28 παρίστισιν Α ὄντως ἡ τοι— superscr. G 29 κατηγορουμένη Α 33 διακεκριμμένως G μόνον om. F)
Ἐπεὶ δὲ εἰκὸς ἦν τῶν ἁπλούστερον διακειμένων τινὰς ὑπολαβεῖν ὅτι χρὴ πάντως τὰ ἰδίᾳ κατηγορούμενα καὶ ἅμα κατηγορεῖσθαι καὶ ἀποκληρω- τικὸν οἰηθῆναι τὸ λέγειν ἡμᾶς ἐπὶ τινῶν μὲν ἐνδέχεσθαι τοῦτο ἐπὶ τινῶν δὲ μηκέτι καὶ πρὸς τὸ περὶ τοῦ σκυτέως καὶ τοῦ ἀγαθοῦ εἰρημένον πειρᾶ. σθαι διαῳιλονο͂ικεῖν, διὰ τοῦτο παριστὰς ἡμῖν τὸ ἀναγκαῖον τοῦ κινουμένου θεωρήματος δείκνυσιν ὅσα ἕπεται ἄτοπα τοῖς οὕτως ὑπολαμβάνουσι καί φησιν εἰ γὰρ διότι ἑκάτερον ἀληθές (ᾧ προσυπακούειν χρὴ ’xu>v ἰδίᾳ κατηγορουμένων'), εἰ οὖν διὰ τοῦτο εἶναι δεῖ καὶ τὸ συνάμφω (κἀν τούτῳ‘πάλιν ὑπακουομένου τοῦ ἀληθές), 〈εἰ ouv) εἷναι δεῖ καὶ τὸ συναμ- φότερον κατηγόρημα ἀληθές, πολλὰ ἄτοπα συμβήσεται· καὶ γὰρ ἀδολεσχεῖν δεήσει τὸν οὕτως ὑπολαμβάνοντα καὶ ἀδιανόητα λέγειν πρὸς τῷ ἀδολεσχεῖν καὶ παρέλκοντά τινα καὶ μάταια· κατὰ γὰρ Σωκράτους τό τε ἄνθρωπος καὶ τὸ λευκός ἀληθῶς κὰτ ιγορήσαντσ͂ς καὶ τὸ συναμφότερον ἀληθῶς κατη- γορήσομεν, ὅτι ἐστὶν ἄνθρωπος λευκός. ἀλλ’ εἰ πάντα τὰ κεχωρισμένως κατηγορούμενα καὶ συντεθέντα κατηγορεῖσθαι δυνατόν, ἐὰν πρὸς ταύτῃ τῇ συνθέτῳ κατηγορίᾳ λάβωμεν πάλιν τὸ λευκὸν αὐτὸ καθ’ αὑτὸ τοῦ Σω- κράτους κατηγορούμενον, δεήσει πάλιν ἐξ ἀμφοτέρων τῶν κατηγοριῶν, τῆς τε συνθέτου καὶ τῆς ἁπλῆς, μίαν γίνεσθαι | τὴν ὅλην κατηγορίαν, ὥστε [*](165v) [*](4 ἔχειν Α post ἔχει add. καὶ γδια κατηγορούμενα, οὐχὶ καὶ (καὶ om. F) ἅμα κατη- γορεῖται FG 5 λαμβανούσης AG ’’’Ma 6 ὁ Σίμων] cf. Zelleri Phil. (Ir. IP p. 206 9 ἑαυτὸν G 10 ὡς ἄνθρωπον οὐ κατηγορεῖται G 12 τοῦ ora. Α 13 post τέχνης add. δηλούσης τῆς προτάσεως ὡς ὁ σίμων κατὰ τὴν σκυτοτομικὴν ἀγαθός ἐστιν, ὅπερ οὐχ ὐπἐ- ὑπέκειτό FG 13. 14 ὁ παρὰ Πλάτωνι Γοργίας] Gorg. p. 449 Α 15 διακρῖνον G’ αὐτὸν M 15. 16 μοχθηρῶν G’ 17 ἁπλουστέρως GF: ἁπλούστερα a 21 δι’ αὑτοῦ AM παριστῶν FG κινουμ.] οἰκείου G 23 ὅτι b 24 συν- άμφω- καὶ τὸ (25) om. M κἀν] καὶ AGa 25 τούτῳ om. G τοῦ] τὸ G τοῦ εἰ ἀλ. a εἰ οὑν addidi 27 τῳ] τὸ G 30 ἐστὶν om. FG 31 συντι- θέντα M 34 γενέσθαι F τὴν ὅλην om. F)
Διὰ τούτων οὖν | ἐπιδείξας ἀναγκαῖον ὄντα τὸν περὶ τούτων διορισμόν, [*](165v) ἑξῆς αὐτὸν παραδίδωσι λέγων ὅτι τῶν κατηγορουμένων κατά τινων ὑποκειμένων, ἃ ἐκάλεσεν ἐφ’ οἷς κατηγορεῖσθαι συμβαίνει, τοῦτ’ ἔστι καὶ τῶν ὑποκειμένων καθ’ ὧν τὰ κατηγορούμενα κατηγορεῖσθαι συμβαίνει, ἐκ τούτων οὖν τῶν κατηγορουμένων τὰ μὲν καθ’ αὑτὸ κατηγορεῖται τῶν οἰκείων ὑποκειμένων τὰ δὲ κατὰ συμβεβηκός. τὰ μὲν οὖν κατὰ συμβεβηκός, περὶ ὧν πρῶτον ποιεῖται τὸν λόγον, εἴτε ἄμφω τοῦ ὑποκειμένου κατὰ συμβεβηβὸς κατηγορούμενα λαμβάνοιτο εἴτε τὸ μὲν ἕτερον τοῦ ὑποκειμένου καὶ ἐν ᾧ τὸ εἶναι πεφύκασιν ἔχειν τὸ δὲ ἕτερον του ἑτέρου, κατ’ οὐδένα τρόπον μίαν κατηγορίαν ποιήσουσιν· οὔτε γὰρ εἰ τοῦ Σωκράτους τό τε μουσικὸν καὶ τὸ λευκὸν κατὰ συμβεβηκὸς κατηγοροίης, μίαν γινομένην εὑρήσεις τὴν ἐξ αὐτῶν κατηγορίαν, οὔτε εἰ τὸ μὲν μουσιλευκός [*](1 (alt.) om. Ma 2. 3 μουσικὸν καὶ τὸ λευκὸν καὶ τὸ βαδίζον FG 3 οὐ μόνον οὐ AMa 4 κατηγορίαν F 5 ἐστὶ om. a 6 καθ’ αὐτοῦ AM 7 ante prius μουσικὸς add. τοῦ M 8 ἀδιανόητα Ma 9 post προστιθεὶς iter. τούτοις—ἄτοπον del. G 11 ὁ om. M 12 τὸν] τὸ M post ἰδίᾳ add. μὲν G2 13 post κατηγ. add. καὶ G2 ὅπερ] ὅτι FG 14 παντάπ.] παρὰ πᾶσι G 15 ἐναργῶς ἐστιν G p. 197,35 ἣ ἁπλῶς ἣ κατὰ μέρος om. A1FG1 19 πρὸς ἄλληλα om. FG1 20 καθ.] κοινότερα (superscr. καθολικῶς) A 24. 25 τοῦτ’ ἔστι—συμβαίνει (25.26) om. A1FG1M 25 καὶ] corrigas κατὰ κατηγορεῖσθαι om. G 26 ἐκ om. FG1 27 οἰκείων] ἰδίων M 27. 28 τὰ μὲν οὖν κατά συμβεβηκός om. Ma 30 πεφ· τὸ εἶναι colloc. M 32 τε om. F)
ἀντὶ τοῦ ῾ καὶ νέος καὶ παλαιός᾿ , καὶ ὡς εἰώθασιν ἔνια τῶν συγγραμμάτων ἐπιγράφειν οἱ ἀρχαῖοι ‟Νικοκλῆς ἢ Συμμαχικός“ καὶ ‟Φαίδων ἢ Περὶ ψυχῆς“, οὐκ ἀντιδιαστέλλοντες ἀλλ’ ἑκατέρῳ τῶν ὀνομάτων καλεῖν ἡμῖν τὸν λόγον ἐπιτρέποντες, ὡς εἶναι τὸ λεγόμενον ῾ καὶ κατὰ τοῦ αὐτοῦ καὶ θάτερον κατὰ θατέρου᾿.
- ἢ νέος ἠὲ παλαιός
Τί οὖν τὸ αἴτιον τοῦ μὴ πεφυκέναι συνδυάζεσθαι τὰ οὕτω κατηγορούμενα; ὅτι παντάπασιν ἀπηρτημένην ἀλλήλων ἔχουσι τὴν φύσιν ὑπὸ διαφόρους ἐνίοτε τελοῦντα κατηγορίας, καὶ κίρνασθαι αὐτὰ πρὸς ἄλληλα ἐπὶ τῷ μίαν ἐργάσασθαι φύσιν ἀδύνατον. εἰ δὲ ταῦτα οὕτως ἔχει, δῆλον ὅτι ὀρθῶς ἐλέγομεν πρότερον ὡς παρὰ τὸ ἔστιν οὐδὲν ἄλλο προσκατηγορεῖσθαι δυνατὸν ἐν ταῖς προ|τάσεσιν, οἷον τὸ βαδίζειν· ἐν γὰρ τῷ ῾ ἄνθρωπος [*](166v) δίκαιος βαδόζει᾿ εἰ τὸ μὲν δίκαιος κατηγορεῖσθαι λέγοις τὸ δὲ βαδίζει [*](1 λάβης AG 5 σφαιτέροις F 6 μηκέτι superscr. A 8 συμβαίνει a ὅλως] οὕτως M 9 διαζευκτικὰς G εἰρημ.] γρ. διακεχωρισμένας in mrg. Α 12 τὸ δὲ κατὰ συμβ. FG1 τὸ μὲν οὖν FG 13 παρὰ φύσιν om. A1FG 17 αὐτὸ] ἀπὸ M 18 ἴδια libri 19 πότε μὴ F χρὴ δὲ F τῆς ῥήσεως om. M 21 παρ᾿ Ομήρῳ] Ξ 108 22 ἡ] ἠὲ AMa ἠὲ καὶ παλ. FG 23 καὶ (primum) om. M 24 Νικοκλῆς ἡ Συμμαχικός] Isocratis orationem spectans aut Νικοκλῆς ἡ Κύπριοι (III) aut Περὶ εἰρήνης ἢ Συμμαχικός (VIII) sciibere debebat συμμχ.] λυσίμαχος Ma 24. 25 Φαίδων ἢ Περὶ ψ.] Platonis dialogus 26 καὶ om. F 29 καὶ ἀλλ. M 31 τὸ FG 32 ἐλέγομεν] p. 165,29 176,25 34 βαδίζει (pr. l.) λέγοις om. Α βαδίζειν (alt. 1.) FG)
Ταῦτα περὶ τῶν κατὰ συμβεβηκὸς κατηγορουμένων καὶ συνδυάζεσθαι μὴ πεφυκότων διορισάμενος καὶ εἰπὼν ὅτι διὰ τοῦτο οὐχ ἀπλῶς ἀληθὲς τὸ σκυτεὺς ἀγαθός, τοῦτ’ ἔστιν οὐκ ἀεὶ ἀληθές, ἐπειδὴ ποτὲ συνδραμεῖν αὐτὰ οὐ θαυμαστόν, ἐπάγει ἀλλὰ ζῷον δίπουν· οὐ γὰρ κατὰ συμβεβηκός, δυνάμει λέγων ὅτι ῾ τὰ δὲ μὴ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτὰ κατηγορούμενα συντίθεσθαι πρὸς ἄλληλα καὶ μίαν ποιεῖν κατηγορίαν δυνατόν᾿ , ἀλλ’ οὐδὲ ταῦτα ὡς ἔτυχε λαμβανόμενα οὐδὲ κατὰ τὴν τυχοῦσαν συμπλεκόμενα πρὸς ἄλληλα τάξιν· οὐ γὰρ δὴ τὰ ἤδη ἐν τῇ ἑτέρᾳ τῶν κατηγοριῶν εἰλημμένα, ἢ κατ’ ἐνέργειαν ἢ κατὰ δύναμιν, πάλιν ληψόμεθα, ἵνα μὴ ἀδολεσχῶμεν ἢ παρέλκοντά τινα λέγειν ἀναγκαζώμεθα, ὅπερ ἐστὶ πάλιν ἀδολεσχεῖν· οἷον εἰπόντες ὅτι ἐστὶν ὁ ἄνθρωπος ζῷον δίπουν οὐ ληψόμεθα πάλιν τὸ δίπουν καθ’ ἑαυτὸ διὰ τὸ κατ’ ἐνέργειαν ἐν τῇ προτέρᾳ εἰλῆφθαι κατηγορίᾳ, καὶ εἰπόντες ὅτι ἐστὶν ὁ Σωκράτης ἄνθρωπος οὐ ληψόμεθα ἑτέραν κατηγορίαν ὡς συμπλέκεσθαι πρὸς τὸν προτέραν ὀφείλουσαν, ὅτι ἐστὶ δίπους ἢ ζῷον, διὰ τὸ δυνάμει τούτων ἑκάτερον ἐν τῇ προτέρᾳ κατηγορίᾳ τῇ τοὐ ἀνθρώπου προειλῆφθαι. |
[*](1 οὐδὲ] οὐ a 3 μήτε] μήπως F 4 κατὰ (alt.) superscr. Α: καὶ FG1 5 ὅτε] ὅτι G 6 αὐτῶν om. G post φύσιν add. εἶναι del. G 7 τὸν τρόπον μόνον colloc. FG 12 μίαν οὐσ. colloc. M 13 et 17 μὴ suppl. G2 17 τὰ μὴ δὲ colloc. M ἀλλὰ καθ’ F καθ’ αὑτὰ] θαυμαστὰ G1 21 ληψώμεθα G 22 ἀναγκαζόμεθα G ἀναγκ. λέγειν (num. corr.) Α 23 ὁ om. FG 27 δίπουν a 28 τοῦ] τε G)᾿Αληθὲς δέ ἐστιν εἰπεῖν κατὰ τοῦ τινὸς καὶ ἁπλῶς, [*](168v) οἷον τὸν τινὰ ἄνθρωπον ἄνθρωπον ἢ τὸν τινὰ λευκὸν ἄνθρωπον ἄνθρωπον λευκόν· οὐκ ἀεὶ δέ, ἀλλ’ ὅταν μὲν ἐν τῷ προσκειμένῳ τῶν ἀντικειμένων τι ἐνυπάρχῃ ᾧ ἕπεται ἀντίφασις, οὐκ ἀληθὲς ἀλλὰ ψεῦδος, οἷον τὸν τεθνεῶτα ἄνθρωπον ἄνθρωπον εἰπεῖν, ὅταν δὲ μὴ ἐνυπάρχῃ, ἀληθές. ἢ ὅταν μὲν ἐνυπάρχῃ, ἀεὶ οὐκ ἀληθές, ὅταν δὲ μἠ ἐνυπάρχῃ, οὐκ ἀεὶ ἀληθές. ὥσπερ Ὅμηρός ἐστί τι, οἷον ποιητὴς· ἆρα οὖν καὶ ἔστιν ἣ οὔ; κατὰ συμβεβηκὸς γὰρ κατηγορεῖται τοῦ ῾ Ομήρου τὸ έστιν· ὅτι γὰρ ποιητής ἐστιν, ἀλλ’ οὐ καθ’ αὑτὸ κατηγορεῖται κατὰ τοῦ ῾ Ομήρου τὸ ἔστιν. ὥστε ἐν ὅσαις κατηγορίαις μήτε ἐναντιότης ἔνεστιν, ἐὰν λόγοι ἀντ’ ὀνομάτων λέγωνται, καὶ καθ’ αὑτὰ κατηγορῆται καὶ μὴ κατὰ συμβεβηκός, ἐπὶ τούτων τὸ τὶ καὶ ἀπλῶς ἀληθές ἐστιν εἰπεῖν. τὸ δὲ μὴ ὄν, ὅτι δοξαστόν, οὐκ ἀληθὲς εἰπεῖν ὄν τι· δόξα γὰρ αὐτοῦ ἐστιν οὐχ ὅτι ἔστιν, ἀλλ’ ὅτι οὐκ εστιν.
᾿Εν τούτοις ζητεῖται τὸ ἀντικείμενον θεώρημα τῷ προσεχῶς παραδεδομένῳ· πρότερον μὲν γὰρ ἐζητεῖτο πότε τὰ ἰδίᾳ κατηγορηθέντα καὶ ἅμα κατηγορηθῆναι δυνατόν, ἐν δέ γε τούτοις ζητεῖται πότε τὰ ἅμα κατηγορηθέντα καὶ κεχωρισμένως κατηγορηθῆναι δυνατόν. καλεῖ δὲ τινὰ κατηγορίαν τὴν σύνθετον ἐκ τῶν ἅμα κατηγορηθέντων, ἀπλῶς δὲ τὴν ἁπλῆν καὶ ἄνευ προσθήκης τινὸς λεγομένην, διότι πανταχοῦ αἱ προσθέσεις ἀποστενοῦσι καὶ μερικώτερα ποιοῦσι τὰ ὑπὸ τῶν ὑπομενόντων τὰς προσθήκας δηλούμενα, οἷον ὅταν εἰπόντες ῾ ζῷον᾿ προσθῶμεν τούτῳ τὸ λογικόν, εἶτα I τὸ θνητόν, εἶτα τὸ γραμματικόν, εἶτα ἄλλο τι καὶ ἄλλο· φανερὸν [*](169r) γὰρ ὅτι καθ’ ἑκάστην προσθήκην μερικώτερον εὑρήσομεν γινόμενον τὸ σημαινόμενον. διόπερ φησὶν ἀληθὲς δέ ἐστιν εἰπεῖν κατὰ τοῦ τινὸς καὶ ἀπλῶς, τοῦτ’ ἔστι καθ’ οὗ ποιούμεθα τὴν σύνθετον κατηγορίαν, κατὰ τούτου καὶ ἄνευ τῆς προσθήκης ἀληθὲς τὸ κατηγορούμενον εἰπεῖν, οἷον τὸν Ἀρίσταρχον οὐ μόνον ἄνθρωπον γραμματικὸν ἀλλὰ καὶ ἀπλῶς ἄνθρωπον καὶ ἁπλῶς γραμματικόν, καὶ τὸν Γαλάτην οὐ μόνον λευκὸν ἄνθρωπον ἀλλὰ καὶ ἀπλῶς λευκὸν καὶ ἀπλῶς ἄνθρωπον. ἐπεὶ δὲ οὐκ ἀεὶ τοῦτο οὕτως ἔχει τὸν γοῦν ἄνθρωπον τὸν τεθνεῶτα τὸ μὲν ὅλον [*](2 οἷον—οὐκ ἔστιν (16) om. M 3 οὐκ—οὐκ ἔστιν (16) om. a 3. 4 προκειμ. AF1 4 ἐνυπάρχοι FG ᾦ—οὐκ έστιν (16) om. G ᾧ om. Α 5 ψευδές F 9 τὸ ἔστιν τοῦ ὁμ. colloc. F 13 κατηγορεῖται F1 14 ἐστιν om. F: ἔσται b δοξαστόν ἐστιν F οὐκ om. F 15 αὐτοῦ οὐκ ἐστιν ὅτι ἔστιν b (recte, cf. p. 212,30) 18 κατηγορηθέντα] κατηγορούμενα Ma 19 et 20 δύνανται AM: δύναται a 19 τὰ om. Α 20 τινὰ μὲν G 22. 23 προθέσεις Α 27 ante εἰπεῖν add. τὸ G 29 τῆς om. FG 30 post μόνον add. εἶναι del. F)
Εξῆς δὲ τούτοις ὥσπερ ἐλέγχων τοὺς οἰομένους ὅτι τὸ ἔστιν εἰ μετὰ τοῦ δοξαστοῦ κατηγοροῖτο τοῦ μὴ ὄντος, λεγόντων ἡμῶν ῾ τὸ ὂν δοξαστόν ἐστιν᾿ , ἤδη καὶ καθ’ αὑτὸ κατηγορεῖσθαι κατὰ τούτου δυνήσεται καὶ ἐροῦμεν ἀληθῶς ῾ τὸ μὴ ὂν ἔστι᾿ , παραπλησίως τοῖς ἄλλοις ἐφ’ ὧν τὴν σύνθετον κατηγορίαν καὶ διακεκριμένως γίνεσθαι δυνατόν, ἐπάγει τὸ δὲ μὴ ὄν. ὅτι δοξαστόν, οὐκ ἀληθὲς εἰπεῖν ὄν τι, καὶ τὴν αἰτίαν, δι’ ἣν οὐκ ἀληθές, προστίθησι λέγων δόξα γὰρ αὐτοῦ οὐκ ἔστιν ὅτι ἔστιν, ἀλλ᾿ ὅτι οὐκ ἔστιν· ἐπεὶ γὰρ δοξάζομεν περὶ τοῦ μὴ ὄντος αὐτὸ τοῦτο ὅτι οὐκ ἔστι, δῆλον ὅτι δοξαστὸν μὲν εἶναι αὐτὸ εἰκότως λέγομεν, οὐ μὴν διὰ τοῦτο εἶναι αὐτὸ ὁμολογήσομεν. καὶ ἀποτείνεσθαι μὲν δοκεῖ πρὸς τὰ ἐν τῷ Σοφιστῇ καὶ πρὸς τῷ πέρατι τοὐ πέμπτου τῆς Πολιτείας περὶ τοῦ μὴ εἶναι δοξαστὸν [*](2. 3 τοῦ δὲ—καθ᾿ αὐτὸ om. F 2 δὲ iter. G 6 ὀρθ.] καλῶς FG 12 δὴ] δὲ AMa: μὴ F 14 τὸ ἐπὶ τοῦ] ἐπὶ τοῦ F: ἐπὶ τὸ G 15 λέγει G 16 τι (post ἐπὶ τοῦ) iter. G τί ἦν ἀντὶ τούτου τὸ τί ἐστι M τοῦ (post ἦν ἀντὶ) snppl. G2 17 τί (ante ἐστι τῷ) om. AGM 18 καθ’ αὐτὸ om. FG 19 παρὰ] ταῦτα FG μὲν] ἀλλ’ ὅταν μὲν ἐν τῶ προσκειμένῳ F 20 ἐνυπάρχει GMa οἷς] ᾧ b 21 ὅτι] ἔστιν G 22 ἀντιφαντ. Ma 25 ὄντως Α 26 κατ’ αὐτοῦ FG 30 ἔστιν οὐχ (pr. l.) colloc. FG 31 ἔδοξας. AMa περὶ] ἐπὶ Α 32 εἰκότως—-αὺτὸ om. FG 33 καὶ ἀποτείν.— λεγόμενα (p. 213,1) om. Α ἐν τῷ Σοφιστῇ] p. 258 Β sq. 34 τῷ πέμπτῳ τῆς Πολιτείας] p. 477 D sq.)
Ἄχρι τούτων προήγαγεν ὁ Ἀριστοτέλης τὴν θεωρίαν τῶν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων, πολλὰ μὲν ἡμῖν καὶ καλὰ παραδοὺς περὶ αὐτῶν θεωρήματα, δόξας δὲ τοῖς πολλοῖς μηδεμίαν αὐτοῖς ἐπιθεῖναι τάξιν, ὥστε διὰ τοῦτο | καὶ ἀποφήνασθαί τινας ὑπομνηματικώτερον εἶναι τὸ [*](171v) βιβλίον. ἡμεῖς μέντοι καθ’ ἕκαστον τῶν κεφαλαίων προηγουμένως ἐπεμελήθημεν τοὐ ἐπιδεῖξαι τὴν συνέχειαν τῆς ἀκολουθίας. ἀλλ’ ἐπὶ τὰς μετὰ τρόπου προτάσεις χωρῶμεν.
[*](2 παραδίδωσι G alt. τοῦ] τὸ AMa ταὐτὸν—ὕλην (5) om. FG1 6 πεφυκότος Ma τε om. FG1 ὄντος] ὄντως A2 7 γεννητόν AG κατὰ—ὑπεριδρυμένον (8) om. FG1 πρὸς] κατὰ a 9 διὰ—ὁμοιότητα (10) om. FG1 διὰ] κατὰ G 10.11 τοῦ μὴ ὄντος] αὐτοῦ FG 11 λέγον M τὸ ἐν—κείμενον om. Α prius τὸ] τοῦ F ἐπὶ om. FG 12 λεγόμενον om. FG μὴ δοξαστὸν FG 13 τε om. a 14 ἐλέγομεν] p. 184,27 15 λέγομεν a 17 ἀναγκ. εἶναι colloc. M 18 μηδαμοῦ μηδαμῶς M 19 ἀνέλεγκτος Brandis 22 τὸ (ante μηδαμῶς) suppl. G2 λέγει G 25 ante λεγόμενον add. καὶ FG 29 καὶ om. M 34 post χωρῶμεν add. τέλος τοῦ τρίτου τμήματος Α)τούτων δὲ διωρισμένων σκεπτέον ὅπως ἔχουσιν αἱ ἀποφάσεις καὶ καταφάσεις πρὸς ἀλλήλας αἱ τοῦ δυνατὸν εἶναι καὶ μὴ δυνατὸν καὶ ἐνδεχόμενον καὶ μὴ ἐνδεχόμενον, καὶ περὶ τοῦ ἀδυνάτου τε καὶ ἀναγκαίου· ἔχει γὰρ ἀπορίας τινας.
Λειπομένης ἔτι πρὸς τὴν παντελῆ θεωρίαν τῶν κατὰ τήνδε τὴν πραγματείαν ἡμῖν προκειμένων τῆς ἐπισκέψεως τῶν μετὰ τρόπου προτά- σέων, ταύτην παραδίδωσιν ὁ Ἀριστοτέλης ἐν τούτῳ τῷ τετάρτῳ τοῦ βιβλίου κεφαλαίῳ, δύο μόνα ταῦτα θεωρήματα διδάσκων ἡμᾶς περὶ αὐτῶν, τόν τε τρόπον τῆς ἀντιθέσεως τῶν ἀποφάσεων πρὸς τὰς καταφάσεις καὶ ἔτι τὴν ἀκολουθίαν τῶν κατὰ τοὺς διαφέροντας τρόπους προτάσεων. ἡμᾶς δέ, εἰ μέλλοιμεν διηρθρωμένην ἔχειν τὴν τῶν νῦν παραδιδομένων προτάσεων γνῶσιν καὶ ῥᾷον παρακολουθεῖν τοῖς ὑπὸ τοῦ φιλοσόφου περὶ αὐτῶν λεγο- μένοις, προλαβεῖν χρὴ τῆς τῶν ῥητῶν ἐξηγήσεως τί τέ ἐστι τρόπος καὶ εἰ πεπερασμένος αὐτῶν ὁ I ἀριθμὸς καὶ ἡμῖν γνώριμος, πόσους τε καὶ [*](172r) ποίους ἐκλέγεται τρόπους ὁ Ἀριστοτέλης πρὸς τὴν διδασκαλίαν τῶνδε τῶν προτάσεων καὶ διὰ τίνα αἰτίαν τούτους καὶ οὐκ ἄλλους, καὶ πῇ τῶν καλουμένων ὑλῶν διαφέρουσιν οἱ παραλαμβανόμ͂νοι τρόποι τοῖς ὀνόμασιν αὐτῶν ὀν)̔μα όμενοι, καὶ εἰ μηδεὶς παραλέλειπται τρόπος τῶν ὀφειλόντων ἐν ἰῇ προκειμένῃ τῶν προτάσεων θεωρίᾳ παραληφθῆναι, τίνα τε τρόπον ἐπὶ τῶν τοιούτων προτάσεων ἐκ τῶν καταφάσεων ποιοῦμεν τὰς ἀποφάσεις, ὅπερ ἔφαμεν πρῶτον ἐπισκέψασθαι περὶ αὐτῶν τὸν Ἀριστοτέλην, καὶ ἐπὶ πᾶσι πῶς ἄν ἐκ διαιρέσεως ἕλοιμεν καὶ τούτων τῶν προτάσεων πασῶν τὸν ἀριθμόν.
Τρόπος μὲν οὖν ἐστι φωνὴ σημαίνουσα ὅπως ὑπάρχει τὸ κατηγορού- κατηγορούμενον τῷ ὑποκειμένῳ, οἷον τὸ ταχέως, ὅταν λέγωμεν ἰὴ σελήνη ταχέως αἵ οκ̀αθίσταται’, ἢ τὸ καλῶς ἐν τῷ ι Σωκράτης καλῶς διλλέγεται’, ἢ τὸ πάνυ ἐν τῷ ς Πλάιων Δίωνα πάνυ φιλεῖ’, ἢ τὸ ἀεὶ ἐν τῷ ιὁ ἥλιος ἀεὶ κινεῖται’. ἀριθμὸς δὲ αὐτῶν φύσει μὲν οὐκ ἔστιν ἄπειρος, οὐ μὴν δὲ περιληπτός γε ἡμῖν, ὥσπερ οὐδὲ ὁ τῶν καθόλου ὑποκειμένων ἢ κατηγορου- μένων, ἀναριθμήτων δὲ αὐτῶν ὄντων. τέτταρας δὲ μόνους ὁ Ἀριστοτέλης [*](1 ante lemma add. ἀρχὴ τοῦ τετάρτου τμήματος AFG’-: περὶ τοῦ τετάρτου τμήματος M: ἀρχὴ τοῦ τετάρτου τμήματος τῶν μετὰ τρόπου προτάσεων a 2 καταφ. καὶ ἀποφ. colloc. a αἱ τοψιινάς (5) om. M 4. 5 ἀπορίαν τινά G 6 θεωρ.] ἀπορίαν Α τήνδε] ταύτην EG 7 ἡμῖν om. FG^ προσκειμ. Α II τρόπων G’ ἡμεῖς G 1^ δέ γε ^^ τὴν *^'^- ^*-^ παραδεδ. AMa 13 ante γνῶσιν add. ἡμῖν del. G 22 ἔφαμεν] v. 10 ἐπισκέπτεσθαι FGMa 23 ἕλοιμεν scrips!: ἕλωμεν libri 24 τῶν ἀριθμῶν Α 25 σημαντικὴ FG τοῦ ὅπως F ὑπάρχῃ G 26 τὸ om. Α 27 ὁ σωκρ. Ma 28 ὁ πλάτ- Ma ὁ om. G 29 prius δὲ] μὲν G alt. δὲ om. M 30 ληπτός FG γε] γὰρ F: δὲ M ὁ om. AMa 31 prius δὲ] τὲ AGMa; an δὴ? ὄντων om. M τέτταρας μόνους (δὲ om.) FM: τεταραγμένας G’: τέτταρας μόνον G2)
Τούτων δὲ φανερῶν ὄντων ἑξῆς ἐπισκεψώμεθα πότερον ἔστι τις καὶ ἄλλος παρὰ τούτους τρόπος, συγγενὴς μὲν τοῖς εἰρημένοις καὶ ἐν ἄλλοις ὑπὸ τοῦ Ἀριστοτέλους ἐν τῇ τῶν προτάσεων θεωρίᾳ παρειλημμένος ἐν δὲ τῇ νυνὶ προκειμένῃ πραγματεία παραλελειμμένος, ἢ οὐδαμῶς· ἀξιοῦσι μὲν γὰρ οἱ πλεῖστοι τῶν ἐξηγητῶν τοῦ Ἀριστοτέλους τοῦτον εἶναι τὸν ὑπάρχοντα καὶ ἐν τοῖς Ἀναλυτικοῖς πρὸ τοῦ ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου [*](1 ἀναλαμβ. M πρὸς τὴν θεωρ. παραλ. colloc. G 1. 2 τὸν ἀναγκαῖον suppl. Α2 2 τοῦτον G1 6 δυνατὸν om. Α ὡς διὰ G 7 αὐτοῦ om. F 8 ὄντων om. F πῃ] ποῖ Α: τί M καὶ om. sec. ed. Ven. Brand. 11 παραλειφθ. M 13 ἐλέγομεν] p. 88,20 14 αὐτῷ om. AM 17 παρὰ] περὶ G1 διὰ δὲ a τὸν (post τρόπον) om. G 19 καὶ—ἐνδεχομένως om. M καὶ om. F 20 τὴν] τὸν F ὑγιαίνει—σωκράτη κράτη (22) om. FG1 21. 22 προστιθεὶς Α 22 Σωκράτη scripsi: σωκράτει libri (cf. p. 218, 10 sq.) ἀναγκ. ὑγ. (num. corr.) F λευκῶ Ma 23 τοι superscr. Α 24 post τρόπους add. προστιθεὶς Α 26 οὕτω δὲ] cf. p. 199,1 27 βούλεται F1 29 τίς ἐστι colloc. a 31 πρειλ.] παραλελειμμένος G 32 νῦν Α 34 ἐν τοῖς Ἀναλ.] Anal. pr. A 2 p. 25 a 1 A 8 p. 29b 29)
Τοῦτο μὲν οὖν ἔκ τε τῶν εἰρημένων ἐναργῶς, οἶμαι, ἀποδέδεικται καὶ διὰ πλειόνων ἔτι συλλογίζεσθαι δυνατόν. οὐ μὴν ἀλλ’ οὐδὲ τὸ μόνον, ὁπόταν λέγωμεν ‘μόνον τὸ ζῷον αἰσθητικόν’ ἢ ‘μόνον βαδιστικόν’, τρόπος ἄν εἴη τις, ὥσπερ φασί τινες (οὐ γὰρ ἂν συνεπλέκετο τῷ ὑποκειμένῳ), ἀλλὰ μᾶλλον προσδιορισμός· οὐ μέντοι ἁπλοῦς, λέγω δὲ καταφατικός τις ἢ ἀποφατικός, οὐδὲ τινὶ | ὑποκειμένῳ, εἴτε ὡρισμένῳ εἴτε [*](174r) ἀορίστῳ, προσαρμόττεσθαι δυνάμενος, ὥσπερ τῶν παρειλημμένων πρὸς [*](2 ὅλος G ὁ τρόπος τοῦ ὑπ. G 6 ἔλεγεν] p. 17a26 11 εἴτε ἐνεργ. τό ἔστιν ἔχοιεν om. F 14 προτιθέμ. GMa 16 ante τῆς add. περὶ G εἰπών τι] εἰπόντι M 17 τοῦ] τὸ μὴ (sed μὴ del.) G 18 τε] τοι F: om. G 19 τρόπος G1 20 ὑπάρχειν Brand.: ὑπάρχον libri 21 ὅτι] ἔτι F 23 περὶ om. M ὁμολογήσωμεν G 24 πραγματιώδ. FGa 27 ἁπασῶν] ἐκ πασῶν a 28 φησιν] Anal. pr. A 2 p. 25a 1 30 τε om. FG 31 ἔτι] ἔστι Α 32 ὅταν FG 33 ὡς F 35 τινὶ] ἑνὶ superscr. G2 εἴτε—εἴτε] εἴτε—εἴτε] FG)
Τίνα δὲ τρόπον ἐκ τῶν προκειμένων καταφάσεων ποιοῦμεν τὰς ἀποφάσεις, ἐπὶ πλέον μὲν παρεπόμενοι τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους περὶ τούτων λεγομένοις ἐπισκεψόμεθα, νῦν δέ γε τοῦ ἀριθμοῦ τῶν μετὰ τρόπου προτάσεων χάριν διὰ βραχέων ὑπομιμνήσκοντές φαμεν καὶ ἐν | ταύταις [*](175r) τῷ κυριωτάτῳ τῶν προτάσεων μορίῳ δεῖν συνταχθῆναι τὴν ἄρνησιν, ἵνα τῆς καταφάσεως ἀναιρεθείσης γένηται ἡ ἀπόφασις. κυριώτατον δὲ μόριον τῶν νῦν προκειμένων ἡμῖν προτάσεων ὁ τρόπος αὐτός, ἀφ’ οὗ καὶ ὀνομάζονται ὡς εἰδοποιοῦντος αὐτάς. ὥστε τῆς ‘Σωκράτη βαδίσαι δυνατόν’ ἔσται ἀπόφασις οὐχ ἡ ‘Σωκράτη μὴ βαδίσαι δυνατόν’ συναληθεύσει γὰρ οὕτως ἡ ἀντίφασις, ἐπεὶ τὸ ἐνδεχόμενον ἅμα καὶ ἐκβῆναι καὶ μὴ ἐκβῆναι δυνατόν), ἀλλ’ ἡ ‘Σωκράτη βαδίσαι οὐ δυνατόν’, καὶ τῆς ‘Σωκράτη μουσικὸν εἶναι δυνατόν’ οὐχ ἡ ‘Σωκράτη μὴ μουσικὸν εἶναι δυνατόν’ οὐδ’ ἡ ‘Σωκράτη μουσικὸν μὴ εἶναι δυνατόν’, ἀλλ’ ἡ ‘Σωκράτη μουσικὸν εἶναι οὐ δυνατόν’. καὶ τοῦτο εἰκότως· ἐπεὶ γὰρ τὸ δυνατὸν τρόπος, ὁ δὲ τρόπος ποιότητά τινα ὑπάρξεως σημαίνει, δεῖ ἄρα τῆς ὑπάρξεως τῆς αὐτῆς μεσούσης, ἥτις ἐν τοῖς ὑποκειμένοις καὶ κατηγορουμένοις καὶ προσκατηγορουμένοις ὅροις θεωρεῖται, τὴν ποιότητα κρίνεσθαι, εἴτε ἔστιν εἴτε μή, καὶ θετικῶς μὲν λεγομένην κατάφασιν ποιεῖν ἀρνητικῶς δὲ ἀπόφασιν. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν λοιπῶν τρόπων, τοῦ τε ἀναγκαίου καὶ τοῦ ἀδυνάτου· δεῖ γὰρ ἕνα καὶ τὸν αὐτὸν εἶναι κανόνα τῆς ἀντιθέσεως πασῶν τῶν ὁμοειδῶν προτάσεων. τούτων οὖν οὕτως ἐχόντων λέγομεν ὅτι ἀνάγκη τῶν τρόπων ἕκαστον προστίθεσθαι ἡ ταῖς ἐξ ὑποκειμένου καὶ κατηγορουμένου ἢ ταῖς ἐκ τρίτου προσκατηγορουμένου προτάσεσιν. ἀλλὰ τῶν μὲν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου τέσσαρας ἀνάγκη γίνεσθαι διαφοράς (ἢ γὰρ ἄμφω τοὺς ὅρους ὡρισμένους ἕξουσιν, οἷον ‘Σωκράτη βαδίσαι δυνατόν’, ἢ ἄμφω ἀορίστους, | οἷον ‘οὐ Σωκράτη μὴ βαδίσαι δυνατόν’ , ἢ τὸν ὑποκείμενον [*](175v) ὡρισμένον τὸν δὲ κατηγορούμενον ἀόριστον, ‘Σωκράτη μὴ βαδίσαι δυνατόν’, ἢ ἔμπαλιν, ‘οὐ Σωκράτη βαδίσαι δυνατόν’), τῶν δὲ ἐκ τρίτου προσκατηγορουμένου ὀκτώ· ἢ γὰρ τούς τε ὅρους ἀμφοτέρους καὶ τὸ προσκατηγορούμενον ὡρισμένως ληψόμεθα ἢ πάντα ἀορίστως, ἢ δύο μὲν ὡρισμένως τὸ δὲ λοιπὸν ἀορίστως, ἡ ἔμπαλιν ἓν μὲν ὡρισμένως τὰ δὲ δύο ἀορίστως. ἀλλ’ εἴ τε τὰ δύο ὡρισμένα εἶεν τὸ δὲ ἓν ἀόριστον, τριχῶς συμβήσεται διαπλέκεσθαι [*](4 μὲν om. FG 5 ἐπισκεψώμεθα AGMa 6 τούτοις F 8 ante μόριον add. νῦν del. G 9 ἀφ’ οὗ] αὐτοῦ F 9. 10 ὀνομάζοντες Α 10 σωκράτην Ga (ubique) 11 μὴ superscr. Α 14 εἶναι (prius)] βαδίσαι G1 ἡ σωκράτη μὴ—οὐδ’ (15) om. FG δυνατόν om. Ma 15 ἀλλ᾿—δυνατόν (16) om. FG1 17 σημαίνει—ὑπάρξεως FG1 δεῖ] δὴ Α 18. 19 προκατ. F 20 ποιεῖ Α 23 λέγωμεν G 24 προτίθ. M 25 τῶν μὲν] τὸν μὲν Α: καὶ τῶν FG 26 καὶ κατηγορουμένου om. G 27 σωκράτει G βαδίσαι—σωκράτη (28) om. G1 28 μὴ G: οὐ AMa: om. F 29 ante σωκρ. add. οἷον Ma σωκράτει FG 29.30 ἢ ἔμπαλιν—δυνατόν om. F 30 ἔμπαλιν] τὸν ὑποκείμενον ἀόριστον τὸν δὲ κατηγορούμενον ὡρισμένον οἷον G σωκράτει G 30. 31 προσκατηγορούμενα G)
Εἰ τῶν συμπλεκομένων αὗται ἀλλήλαις ἀντίκεινται αἱ ἀντιφάσεις, ὅσαι κατὰ τὸ εἶναι καὶ μὴ εἶναι τάττονται, οἷον τοῦ εἶναι ἄνθρωπον ἀπόφασις τὸ μὴ εἶναι ἄνθρωπον, οὐ τὸ εἶναι μὴ ἄνθρωπον, καὶ τοὺ εἶναι λευκὸν ἄνθρωπον τὸ μὴ εἶναι λευκὸν ἄνθρωπον, ἀλλ’ οὐ τὸ εἶναι μὴ λευκὸν ἄνθρωπον (εἰ γὰρ κατὰ παντὸς ἡ κατάφασις ἢ ἡ ἀπόφασις, τὸ ξύλον ἔσται ἀληθὲς εἰπεῖν εἶναι μὴ λευκὸν ἄνθρωπον), εἰ δὴ τοῦτο οὕτως, καὶ ὅσαις τὸ εἶναι μὴ προστίθεται, τὸ αὐτὸ ποιήσει τὸ ἀντὶ τοῦ εἶναι λεγόμενον, οἷον τοῦ ἄνθρωπος βαδίζει οὐ τὸ οὐκ ἄνθρωπος βαδίζει ἀ.πόφασίς ἐστιν, ἀλλὰ τὸ οὐ βαδίζει [*](2. 3 ἢ τὰ ἄκρα—προσκατηγορούμενον om. FG1 3. 4 ἡ τὰ ὕστερα—προσκατηγορούμενον om. M 3 καὶ] ἢ FG1 4 ὡρισμένως Ma 7 τρόπον F1 δώδεκα ante τρόπων colloc. a ἐλέγομεν] p. 218,26. 31 12. 13 τριακοσίας Α1 14 μόνον Α: om. FG συντρέχειν Α1 16 συμβαίνειν Α 17 καὶ ἕξ a πρότερον] p. 91,2 160,31 18 alt. καὶ om. a 21 καὶ om. M post τούτων add. ἤγουν τρισχίλιαι εἴκοσι καὶ τέτταρες a 25 αἱ om. AMab (cf. p. 221,25) ὅσαι—οὐκ ἀληθές (221,10) om. M τὸ μὴ εἶναι καὶ εἶναι colloc. FG τάττονται—οὐκ ἀληθές (221,10) om. a 26 τὸ] τοῦ G 27. 28 οὐ—τὸ μὴ εἶναι λευκὸν ἄνθρωπον om. G 28 prius ἄνθρωπον om. F 29 ἡ (ante ἀπόφ.) om. G 30 δὴ] δὲ Gb τοῦτο om. AG 31 ὅσοις Gb προστίθεσθαι A 31. 32 τὸ ἀντὶ—οὐκ ἀληθές (221,10) om. G 33 ἐστιν Α: ἔσται b: om. F)
Βούλεται μέν, ὥσπερ ἐλέγομεν, ἐπισκέψασθαι διὰ τούτων τίνα τρόπον ἐκ τῶν μετὰ τρόπου καταφάσεων γίνεσθαι χρὴ τὰς ἀποφάσεις· ὅπερ δὲ ἄν τις περὶ αὐτῶν πιθανὸν εἶναι ὑπέλαβεν, οὐκ ὂν ἀληθές, λέγω δὲ τὸ παραπλησίως ταῖς ἄνευ τρόπου προτάσεσι καὶ ἐπὶ τούτων γίνεσθαι τὰς ἀποφάσεις, τοῦτο προλαβὼν διελέγχει, πρὶν ὑφηγήσασθαι ὅπως ἔχει τὸ ἀληθές. ἐγίνοντο δὲ τῶν ἄνευ τρόπου καταφάσεων τῶν δίχα προσδιορι- σμοῦ | λεγομένων αἱ ἀποφάσεις τοῦ ἀρνητικοῦ μορίου προταττομένου [*](177v) τοῦ ἔστι τοῦ ληφθέντος ἐν ταῖς προτάσεσιν ἢ κατ’ ἐνέργειαν ἢ πάντως γε κατὰ δύναμιν. τοῦτο οὖν δείκνυσι μὴ δυνάμενον προχωρεῖν ἐπὶ τῶν μετὰ τρόπου προτάσεων, κατασκευάζειν πρότερον διὰ πλειόνων πειρώμενος ὅτι ὄντως ἐστὶ πιθανόν, ἵνα μή τινες τῶν ὕστερον τῶν λόγων τούτων ἀκούσαντες καὶ καλῶς ἔχειν αὐτοὺς νομίσαντες κατ’ ἐκεῖνον τὸν τρόπον οἰηθῶσι καὶ ἐπὶ τούτων τῶν προτάσεων γίνεσθαι τὰς ἀντιφάσεις. φησὶν οὖν εἰ γὰρ τῶν συμπλεκομένων ἀλλήλαις φωνῶν καὶ προτάσεων αὗται ἀλλήλαις ἀντίκεινται αἱ ἀντιφάσεις, ὅσαι κατὰ τὸ εἶναι καὶ μὴ εἶναι τάττονται, διὰ μὲν βραχυλογίαν ἐλλιπέστερον αὐτὸ ἀπαγγείλας, βουλόμενος δὲ εἰπεῖν ‘εἰ γὰρ τῶν συμπλεκομένων ἀλλήλαις φωνῶν καὶ προτάσεων γινομένων αὗται ἀντίκεινται ἀλλήλαις πρὸς τὸ ποιῆσαι ἀντιφάσεις, ὅσαι κατὰ τὸ εἶναι καὶ μὴ εἶναι τὴν ἀντίθεσιν ἔχουσιν’, ἢ μᾶλλον οὕτως, ἵνα μὴ πλείονα ἔξωθεν προσυπακούειν ἀναγκαζώμεθα, ‘εἰ τῶν συμπλεκομένων, τοῦτ’ ἔστι συνδυαζομένων, προτάσεων πρὸς τὴν γένεσιν τῶν ἀντιφάσεων αὗται ἀλλήλαις ἀντίκεινται, ὅσαι κατὰ τὸ εἶναι καὶ μὴ εἶναι εἶναι διακρίνονται’. καὶ πρὶν τὸ ἀκόλουθον ἐπαγαγεῖν, ὅτι καὶ ἐπὶ τῶν τρόπου προτάσεων δεήσει τοῦτο οὕτως ἔχειν, εὐθὺς αὐτῶν παραθέμενος τὰ παραδείγματα τῶν ἄνευ τρόπου, πρότερον μὲν τῶν ἐνεργείᾳ τὸ ἔστιν ἐχουσῶν, [*](3 prius μὴ] οὐκ F 5 μὲν οm. F 7 συνάπτειν F εἶναι (alt.) om. Α 8 post φάσεις add. καὶ ἀποφάσεις F 11 μέν om. F ἐλέγομεν] p. 214,10 12 ὥσπερ Α 13 πιθ. περὶ αὐτῶν colloc. G ὃν] ἦν a 15 παραλαβὼν G1 ὅπως om. F 18 τοῦτ’ ἔστι FGM: om. a 19 μὴ superscr. A 24 συμπεπλεγμ. Α ἀλλήλαις— προτάσεων ex v. 27. 28 irrepsisse videntur ἀλλήλας Α 25 πρὸς ἀλλήλαις F: πρὸς ἀλλήλας GMa ἀντίκειται Α αἱ om. FGb 26 ἐλλειπέστερον AMa ἀπαγείλ. M συμπεπλεγμ. AMa 30 πλέον F εἰ τῶν] εἰπὼν Α 31 γέννησιν F 34 εὐ- θὺς om. FG αὐτῶν scripsi: αὐτὸ Α: αὐτῶ Ma: om. FG)
Τοῦτο οὖν καὶ ἐπὶ τῶν δυνάμει τὸ ἔστιν ἐχουσῶν οὕτως ἔχον ἐπιδείξας, δείξας, οἷον τῆς ‘ἄνθρωπος βαδίζει’, τῷ ἀναλῦσαι τὸ βαδίζει εἰς τὴν μετοχὴν καὶ τὸ ἔστι καὶ καταλιπεῖν συλλογίζεσθαι ἡμῖν ὡς εἰ ἐπὶ τῆς ἀναλελυμένης προτάσεως καὶ ἐνεργείᾳ τὸ ἔστιν ἐχούσης αὐτῷ τῷ ἔστι συμπλέ- κοντες τὴν ἄρνησιν ποιοῦμεν τὴν ἀπόφασιν, δεήσει καὶ ἐπὶ τῆς κατὰ δύναμιν αὐτὸ ἐχούσης | τῷ περιέχοντι αὐτὸ μορίῳ τῆς προτάσεως τὸ [*](178v) ἀποφατικὸν μόριον συμπλέκειν· ταῦτα οὕτως ἔχοντα ἐπὶ πασῶν τῶν ἄνευ τρόπου προτάσεων ἐπιδείξας, ἐπιφέρει ὥστε εἰ οὕτω πανταχοῦ, καὶ τοῦ δυνατὸν εἶναι ἀπόφασις ἔσται οὐ τὸ μὴ δυνατὸν εἶναι, ἀλλὰ τὸ δυνατὸν μὴ εἶναι, σαφῶς μὲν ἐκ τῆς ὁμοιότητος τῆς πρὸς τὰς ἄλλας προτάσεις συλλογίζεσθαι ἀξιῶν ὅτι καὶ ἐπὶ τῶν μετὰ τρόπου τὴν ἀπόφασιν ποιήσομεν τοῦ ἔστιν ἀλλ’ οὐ τοῦ τρόπου προτιθέντες τὴν ἄρνησιν, ἐπάγων δὲ τὸν ἔλεγχον τῶν οὕτως ὑπολαμβανόντων ἐκ τοῦ ἐπιδεῖξαι τὴν διαφορὰν τῶν μετὰ τρόπου προτάσεων καὶ τῶν ἄνευ τρόπου, ὅτι ἐπὶ μὲν τῶν ἄνευ τρόπου τὰς κατὰ τὸ ἔστι καὶ οὐκ ἔστι μαχομένας ἀλλήλαις προτάσεις κατὰ τοὺς παραδεδομένους πρότερον διορισμοὺς ἀδύνατον ἢ συναληθεύειν ἢ συμψεύδεσθαι ἀλλήλαις, ἐπὶ δὲ τῶν μετὰ τρόπου κατά τε τὸ [*](2 ante τῆς add. τουτέστι AMa τῆς] τὴν Brand. 4 τῷ] τὸ Α1 συμπλεκείη Α: συμπλακῆ FG δὲ om. F 5 καὶ om. AG ἐλέγχει G ante οἰομ. add. οἷον γίγνεσθαι τοὺς M 7 τῆς ex τις corr. Α 8 δώσομεν Ma 9 τις om. FG1 10 τούτων τῆς προτάσεως M 15 μὴ] οὐ Ma 18. 19 ἐπιδεῖξαι Α 19 τῷ] τὸ AMa βαδίζειν (alt. 1.) AMa 20 ante καταλιπεῖν add. τὸ a καταλιπὼν F ὡς εἰ] ὡσεὶ AFG: ὡς Ma 22 prius τὴν om. a 23 αὐτῶ (alt. 1.) AF 24 ταῦτα οὖν a πάντων FG 26 τοῦ] τῶν G οὐ—μὴ εἶναι (27)] cf. p. 220,3. 4 not. μὴ om. a 28 μετὰ] κατὰ F 29 ante ποήσ. add. οὕτως F ποιήσωμεν Α τοῦτ’ ἔστι FG1 ἀλλ’ οὐ] αὐτοῦ F τρόπου] πρώτου G προστιθ. Α 33 πρότερον] p. 160,4 sq. 33. 34 ἢ συναληθεύειν om. Α 34 τε om. FG)
Εἰδέναι μέντοι χρὴ ὅτι μόνου μὲν τοῦ εἶναι ἀπαρεμφάτου ῥήματος ἐν τῇ μετὰ τρόπου προτάσει κειμένου ἀναμφισβητήτως κτὰ μόνον τὸν [*](179v) τρόπον γίνεται ἡ ἀπόφασις. ἀλλ’ οὐ τελεία ἡ τοιαύτη πρότασις, διότι χρεία πρὸς τὸν αὐτοτελῆ ἀποφαντικὸν λόγον ῥήματος κατὰ τὴν ὁριστικὴν παρὰ τοῖς γραμματικοῖς λεγομένην ἔγκλισιν προφερομένου. ὥστε ἢ αὐτόἀντιφάσκουσιν [*](1. 2 FG 4 ἅμα (alt.) om. FG1 4. 5 post συναλ. add. καὶ M 5 τἀς om. a 7 ἐν Γοργίᾳ] p. 465 Α 8 λέγων] λόγος FG: λέγω a ὅτι] ἔστι G πᾶν G 12 ἔχειν G διώρισται πρότερον] p. 143,22 ἀποφάσεων FG 14 μὴ εἶναι—δύνασθαι om. M 16 an ἀντιθέσεως #x003E;? 19 χρώμεθα G1 λαμβάνομεν AG 20 ἀδυνάτου M: evan. Α γίνεσθαι FG2: δύνασθαι G1 21 post ἡ add. ἐπὶ a 22 ἔχει G συναληθεύειν G 23 τῇ] τί G ἁδύν. (alt.)] δυνατὸν a 26 οὔτε (prius)] οὕτως F οὔτε ἀναγκ. μὴ εἶναι om. FG1 ante alt. ἀναγκ. add. καὶ Ma 30 εἰδέναι—χρὴ om. FG1 31 τρόπον G 33 ἀποφατικὸν Ma 34 πραγματικοῖς F προφερομένη G)
Ἆρ’ οὖν ῥητέον ὅτι κατὰ μίαν μέθοδον ἐπὶ πασῶν τῶν προτάσεων, τῶν τε ἄνευ τρόπου καὶ τῶν μετὰ τρόπου, τῷ ἔστι συμπλέκοντες τὴν ἄρνησιν τὴν ἀπόφασιν ποιοῦμεν, καὶ ὥσπερ ἐπὶ τῶν ἄνευ τρόπου μετὰ προσδιορισμοῦ λεγομένων καταφάσεων συνέβαινε τοῦ ἔστιν ἐν αὐταῖς ἐνεργείᾳ κειμένου κατὰ δύο τρόπους γίνεσθαι τὰς ἀποφάσεις, ποτὲ μὲν τοῦ προσδιορισμοῦ ποτὲ δὲ τοῦ ἔστιν, ἢ τοῦ ἐνεργείᾳ ἢ τοῦ δυνάμει λεγομένου, προσλαμβάνοντος τὴν ἄρνησιν, ἄνευ μέντοι τοῦ ἔστι παντελῶς τῶν προ- τάσεων λεγομένων κατὰ μόνον τὸν προσδιορισμὸν ἐποιοῦμεν τὴν ἀπόφασιν, ὡς ἐπὶ τῶν ἶπάς ἄνθρωπος ζῷον — οὐ πᾶς ἄνθρωπος ζῶον’, οὕτω καὶ ἐπὶ τῶν μετὰ τρόπου τὸ μὲν ἔστι κατ’ ἐνέργειαν ἐχουσῶν διχῶς γίνεσθαι τὴν ἀπόφασιν ἐροῦμεν, ποτὲ μὲν τοῦ τρόπου ποτὲ δὲ τοῦ ἔστι προσλαμ- βάνοντος τὴν ἄρνησιν, μὴ ἐχουσῶν μέντοι κατὰ μόνον τὸν τρόπον, ὡς καὶ ὁ Ἀριστοτέλης ἡμᾶς ἐδίδαξεν; ἢ οὔτε ἐπὶ τῶν ἄνευ τρόπου προσδιωρισμένων προτάσεων τὰς κατὰ τὸ ἔστι γινομένας ἀποφάσεις ἀντιφάσκειν πρὸς τὰς καταφάσεις ἐλέγομεν, ἀλλ’ ἐπὶ μὲν τῶν κοθόλου γίνεσθαι τὴν ἐναντίαν [*](2 προσώπου om. M ποιούμεθα Α ἀπόφασιν FGMa τὸ ἔστιν] τοῦτο F 3 αὐτῶ F 4 ἀπαφάσεων G 5 τουτέστι G 6 σωκράτει G 8 προεπενεγκ. a 9 ante λέγοντες add. εἶναι FG1 (del. G2) 11 μόνον G 12 προστιθεῖσα G ποιεῖται G τῳ] τὸ G 13. 14 ὅρω post ὑποκειμ. colloc. M 15 λεγόμενον M οὐ om. M 16 ποιήσωμεν M 20 συνᾴσεται scripsi: συνέσεται libri 22 καὶ τῶν μετὰ τρόπου—τρόπου (23) om. FG1 23 τὴν om. Ma 26 ἢ τοῦ δυνάμει ἡ τοῦ ἐν. colloc. M 28 μόνων τῶν προσδιορισμῶν Ga 30 τὸ] τῶν F γενέσθαι G 32 μόνων τῶν τρόπων G 33 ὁ om. FGMa οὔτε] οὕτως F 35 ἐλέγομεν] p. 95,22 180,6 sq. μὲν om. FG)
Εἰ δέ τις ἀποροίη περὶ τῶν προσδιωρισμένων μετὰ τρόπου καταφάσεων, τίνα τρόπον ἐπὶ τούτων ποιητέον τὰς ἀποφάσεις, πότερον τῷ προσδιορισμῷ ἢ τῷ τρόπῳ τῆς ἀρνήσεως συμπλεκομένης, ἐπείπερ ὁ Ἀρι- στοτέλης ὡς ἐπὶ ἀπροσδιορίστων τὴν περὶ αὐτῶν πᾶσαν πεποίηται σκέψιν, ῥᾴδιον ἀπαντᾶν ὅτι οὐδὲ ἐπὶ τούτων ἑτέρῳ τινὶ παρὰ τὸν τρόπον αὐτὴν συντάξομεν· δεῖ γὰρ τὰς προτάσεις, ἀλλὰ μὴ τοὺς ὅρους εἶναι στερητικούς·
Εἰ δὲ μή, κατὰ τὸ κυρίως πάλιν δυνατὸν καὶ ἐνδεχόμενον τὴν ἀντίφασιν συμβήσεται συναληθεύειν, ὅπου καὶ τὰς ἐναντίας κατὰ τὸ ἐπ’ ἴσης ἐνδεχόεἰ [*](1 om. AG 3 ὡς προείρηται] p. 224,30 4 κατάφασις—δυνατόν (5) om. F 6 ante πρὸς add. ἐστὶ FG post μουσ. εἶναι add. οὐ F 8 οὔτε—οὐκ ἔστιν (9) om. F 10 παρὰ] περὶ M 11 προσφερ. AMa 14 οὐ om. Α 16 post παραδεδ. add. οὐδὲ μὴν ἀφελεῖν δύναιο ἄν G2 et in mrg. A 17 ἐχουσῶν AM 18. 19 παρείληπται F 21 βαδ. αὐτὸν colloc. FG ἀποφαινόμενος FG 23 ἡ om. M 2.5 μὴ βαδ.] ἡ μηδ’ ὅλως βαδίζοντος τε ὅλως τοῦ σωκράτουσ om.) FG τε] τότε Α 26 καὶ] ἢ FG 31 προσδιορ.] πρώτω διορ. G: ἐπειδὴ FGa 32 ἐπὶ superscr. Α 35. 36 συμβ. τὴν ἀντίφ. colloc. M)
Εἰ δὲ ζητοίη τις τὴν ‘ἐνδέχεται μηδένα ἄνθρωπον δίκαιον εἶναι’ πότερον κατάφασιν ἢ ἀπόφασιν χρὴ προσαγορεύειν, κατάφασιν ὁμολογουμένως ἀποκρινούμεθα, διότι ὁ τρόπος ἄνευ τῆς ἀρνήσεως παρείληπται, καὶ πρὸς τῇ εἰρημένῃ ἐπ’ αὐτῶν τῶν πραγμάτων δείξει μάρτυρα τούτου παρεξόμεθα τὸν Ἀριστοτέλη καλοῦντα μὲν ἐν τῇ πραγματείᾳ τῶν Ἀναλυτικῶν τὰς ‘ἐνδέχεται μηδενὶ ἢ μὴ παντί καὶ ‘ἀνάγκη μηδενὶ ἢ μὴ παντί’ ἀποφάσεις, δι’ ἣν ἑξῆς ἐροῦμεν αἰτίαν, διδάσκοντα δὲ ἐν αὐτοῖς ἐκείνοις ὅτι οὐκ εἰσὶν ὄντως ἀποφάσεις, ἀλλὰ καταφάσεις· λέγει γοῦν “νῦν δὲ τοσοῦτον ἡμῖν ἔστω πρὸς τοῖς εἰρημένοις δῆλον, ὅτι τὸ ἐνδέχεσθαι μηδενὶ ἡ τινὶ μὴ ὑπάρχειν καταφατικὸν ἔχει τὸ σχῆμα”, τοῦ μὴ τῷ τινὶ συνταττομένου καὶ οὐ τῷ ὑπάρχειν ἐν τῷ ‘τινὶ μὴ ὑπάρχειν’ καὶ τῆς προτάσεως ταὐτὸν σημαινούσης τῷ ‘μὴ παντὶ ὑπάρχειν.’ καὶ τούτου τὴν κατασκευὴν εὐθὺς ἐπιφέρει λέγων “τὸ γὰρ ἐνδέχεται τῷ ἔστιν ὁμοίως τάττεται” καὶ τὰ ἑξῆς τούτοις. ἐν μὲν οὖν τῇ προκειμένῃ τοῦ Περὶ ἑρμηνείας πραγματείᾳ τὰς ἀντιθέσεις τῶν προτάσεων καὶ τὰς παντοίας διαφορὰς προθέμενος παραδοῦναι ἡμῖν ὁ φιλόσοφος εἰκότως τὸν κυριώτατον ὑφηγήσατο τρόπον τῶν ἀποφάσεων, ἐν δέ γε τοῖς Ἀναλυτικοῖς τὰς γενέσεις τῶν συλλογισμῶν διδάξαι ἡμᾶς προθέμενος παραλαμβάνει μὲν πάσας τὰς [*](182v) προτάσεις, περὶ ὧν τε καὶ ἐξ ὧν οἱ συλλογισμοὶ κατὰ τὸ καταφατικὸν ὅπερ αὐτός φησι σχῆμα, δίοτι ὡρισμένον τι βουλόμεθα συνάγειν ἐν τοῖς συλλογισμοῖς, τὸ δὲ ὡρισμένον ἐξ ὡρισμένων προτάσεων, ὡρίσθαι δὲ μᾶλλον δοκοῦσιν αἱ καταφάσεις τῶν ἀποφάσεων ἅτε εἴδεσιν ἀναλογοῦσαι, καὶ διὰ τοῦτο ῥᾷον ἐπ’ αὐτῶν παρακολουθοῦμεν ταῖς συλλογιστικαῖς ἢ ἀσυλλογίστοις τῶν προτάσεων συμπλοκαῖς. καλεῖ δὲ αὐτῶν τὰς μὲν καταφάσεις τὰς δὲ ἀποφάσεις οὐ μόνον κατὰ τοὺς προσδιορισμοὺς ποιούμενος τὴν τοιαύτην αὐτῶν διαίρεσιν, ἀλλὰ καὶ ὅτι συμβαίνει τὰς ἐν ἐκείνοις ὡς ἀποφάσεις εἰλημμένας ταὐτὸν φθέγγεσθαί τισι τῶν ὄντως ἀποφάσεων, λέγω δὴ τῶν ἀναιρουσῶν τόν τε τρόπον ἅμα καὶ τὸν προσδιορισμὸν τὸν καταφατικόν, ὡς οὔσας, ὅπερ φησὶ περὶ αὐτῶν ὁ φιλόσοφος Ἰάμβλιχος, φωνῇ μὲν καταφατικὰς δυνάμει δὲ ἀποφατικάς· ἐπεὶ γὰρ τῶν προτάσεων τὰς ἀντιθέσεις λαμβάνομεν ἢ κατὰ τοὺς τρόπους ἢ κατὰ τὸ ποσὸν ἢ κατὰ τὸ ποιόν , ἀντίκεινται δὲ κατὰ μὲν τοὺς τρόπους [*](1 σχήματος Ma 3 τις om. FG1 εἶναι δίκ. (num. corr.) AF 4 πρότερον F alt. κατάφ. post ὁμολ. colloc. Α: om. M 5 ἀποκρινόμεθα A G εἰρημ.] p. 223,6 7. 8 τῶν Ἀναλ.] Anal. pr. Α 3 p. 25a39. b 19 8 καὶ ἀνάγκη—παντί om. AM 10 οὑν FG 11 πρὸς] παρὰ Ma 12 post ἢ add. μὴ Ma 13 prius τῷ] τὸ G 14 ταὐτόν] ταύτης Α1 τῷ] τὸ G 15 τὸ] τῶ Α τῷ] τὸ Α: τοῦ G 16 οὖν superscr. G2 17 προτ.] πραγμάτων F 20 παραθέμενος A 21 ἀποφατικὸν G 22 συναγαγεῖν FG 24. 25 ἀνάλογον ὖσαι AG1M: ἀνάλογοι οὖσαι G2 (cf. p. 67,18. 111,22) 25 τοῦτο] τοῦ G παρακολουθεῖν G 25. 26 συλλογικαῖς F 29 ἀποφ. ὡς colloc. a 30 δὴ] δὲ FG 31 τῶν καταφατικῶν G 34 δὲ] μὲν FG)
Ἀλλ’ ἐπανέλθωμεν εἰς τὴν ἐξήγησιν τῶν ἑξῆς ὑπὸ τοῦ Ἀριστοτέλους παραδιδμένων καὶ λέγωμεν ὅτι ἀναλογίαν τινὰ γεωμετρικὴν ἀξιοῖ ἡμᾶς λαμβάνειν ἐπί | τε τῶν ἄνευ τρόπου καὶ ἐπὶ τῶν μετὰ τρόπου προτάσεων, [*](184r) λέγων ὅτι ἣν ἔχουσι τάξιν ἐπὶ τῶν ἄνευ τρόπου τὰ ὑποκείμενα καὶ τὰ κατηγορούμενα πράγματα πρὸς τὸ εἶναι καὶ μὴ εἶναι, ταύτην ἐπὶ τῶν μετὰ τρόπου τὸ εἶναι τοῦτο καὶ τὸ μὴ εἶναι πρὸς τοὺς τρόπους ἔχει. καθάπερ οὖν ἐπὶ τῶν ἄνευ τρόπου τὴν ἄρνησιν ἐχρῆν μήτε τῷ ὑποκειμένῳ μήτε τῷ κατηγορουμένῳ συμπλέκεσθαι πρὸς τὸ γενέσθαι τὴν ἀπόφασιν ἀλλὰ μόνῳ τῷ εἶναι, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τούτων οὐ τῷ εἶναι ἀλλὰ τῷ τρόπῳ συμπλεκομένη τὴν ἀπόφασιν ποιήσει· ἡ ἄρα ‘Σωκράτη δίκαιον μὴ εἶναι δυνατόν’ πρότασις οὐκ ἔσται ἀπόφασις, ἀλλὰ ἀναλογήσει ταῖς ἀορίστοις ἢ ἐκ μεταθέσεως καλουμέναις καταφάσεσι, καὶ ἀπόφασις αὐτῆς ἔσται κατὰ τὴν εἰρημένην μέθοδον ἡ ‘Σωκράτη δίκαιον μὴ εἶναι οὐ δυνατό‘ν.’ καλοῦσι δὲ καὶ ταύτας ἐν ταῖς μετὰ τρόπου προτάσεσιν ἐκ μεταθέσεως, ἁπλᾶς δὲ τὰς δίχα τῆς ἀρνήσεως τὸ εἶναι παραλαμβανούσας ‘Σωκράτη δίκαιον εἶναι δυνατόν — Σωκράτη δίκαιον εἶναι οὐ δυνατόν’. ὁ μέντοι Ἀριστοτέλης τὴν βραχυλογίαν καὶ ἐν τούτοις ἐπιτηδεύων τὴν μὲν ἀπλῆν κατάφασιν διὰ τοῦ δυνατὸν εἶναι μόνον σημαίνει, τὴν δὲ ἐκ μεταθέσεως διὰ τοῦ δυνατὸν μὴ εἶναι, καταλιμπάνων ἡμῖν ἅπερ ἄν ἐθέλωμεν πράγματα ὑποκείμενά τε καὶ κατηγορούμενα τούτοις ὑποβάλλειν. ταύτην δὲ τὴν διαφορὰν τῶν ἀντιφάσεων, τῆς τε ἁπλῆς φημι καὶ τῆς ἐκ μεταθέσεως, καὶ ἐπὶ τῶν λοιπῶν τρόπων ἀξιοῖ θεωρεῖν, τοῦ τε ἐνδεχο- μένου καὶ τοῦ ἀναγκαίου καὶ τοῦ ἀδυνάτου, καὶ | ἔστι φανερὰ τὰ περὶ [*](184v) αὐτῶν λεγόμενα, πλὴν ὅτι τὸ κατάφασιν δὲ καὶ ἀπόφασιν ταῦτα [*](1 ὑποπτεύσει Α ἐν μηδ. τῶν πραγμ.] μὴ δέεται (sic) FG 2 an #x003E; ἑκατέρᾳ? τὸ om. F 3 ἡ] εἰ Α 4 πτερ. ante ἐνδέχ. colloc. Α: post εἶναι M ἀπόφασιν F 6 πρὸς αὐτὸν AMa 7 μηδένα οὐδένα (num. corr.) G 8 δόξομεν G2a: δοξάζομεν A: ἕξομεν FG1: δείξομεν M 9 ἢ κατάφ. M post μή add. ἐπίρρημα a 10 προστίθ. Α1 ἐλέγομεν M 13 παραδεδ. AMa λέγομεν AF 16 τὰ om. Α 17 ἔχειν AMa 18 ante καθάπερ add. καὶ AMa ante ἐχρῆν add. ἔχειν FG 18. 19 κατηγ. μήτε τῶ ὑποκ. colloc. AM 21 συμπλεκομένην AGMa ἡ] εἰ G 22 οὐκ—ἀπόφασις om. FG1 ἔστιν G ἀλλὰ om. FG ἀναλογίσει Ma 24 εἰρημ.] p. 223,2 μὴ εἶναι δίκ. colloc. FG 25 καὶ suppl. G2 26 παραλαμβανομένας G1 27 σωκρ. δίκ. εἶναι δυνατόν om. FG1a 29 τοῦ] τὸ G1 31 ἐθέλων ἡμῖν G ὐποβ.] ὑπολαμβάνειν F)
Καὶ αἱ ἀκολουθήσεις δὲ κατὰ λόγον γίνονται οὕτω τιθεμένοις· τῷ μὲν γὰρ δυνατῷ εἶναι τὸ ἐνδέχεσθαι εἶναι (καὶ τοῦτο ἐκείνῳ ἀντιστρέφει) καὶ τὸ μὴ ἀδύνατον εἶναι καὶ τὸ μὴ ἀναγκαῖον εἶναι, τῷ δὲ δυνατῷ μὴ εἶναι καὶ ἐνδεχομένῳ μὴ εἶναι τὸ μὴ ἀναγκαῖον μὴ εἶναι καὶ οὐκ ἀδύνατον μὴ εἶναι, τῷ δὲ μὴ δυνατῷ εἶναι καὶ μὴ ἐνδεχομένῳ εἶναι τὸ ἀναγκαῖον μὴ εἶναι καὶ τὸ ἀδύνατον εἶναι, τῷ δὲ μὴ δυνατῷ μὴ εἶναι καὶ μὴ ἐνδεχομένῳ μὴ εἶναι τὸ ἀναγκαῖον εἶναι | καὶ τὸ ἀδύνατον [*](185r) μὴ εἶναι. θεωρείσθω δὲ ἐκ τῆς ὑπογραφῆς ὡς λέγομεν·
- δυνατὸν εἶναι οὐ δυνατὸν εἶναι
- ἐνδεχόμενον εἶναι οὐκ ἐνδεχόμενον εἶναι
- οὐκ ἀδύνατον εἶναι ἀδύνατον εἶναι
- οὐκ ἀναγκαῖον εἶναι ἀναγκαῖον μὴ εἶναι
- δυνατὸν μὴ εἶναι οὐ δυνατὸν μὴ εἶναι
- ἐνδεχόμενον μὴ εἶναι οὐκ ἐνδεχόμενον μὴ εἶναι
- οὐκ ἀδύνατον μὴ εἶναι ἀδύνατον μὴ εἶναι
- οὐκ ἀναγκαῖον μὴ εἶναι ἀναγκαῖον εἶναι.
Ὅτι μὲν περὶ τῆς ἀκολουθίας τῶν μετὰ τρόπου προτάσεων ὁ λόγος ἐν τούτοις, φανερόν. τεττάρων δὲ ὄντων τῶν τρόπων, τοῦ δυνατοῦ, [*](1 ποιοῦντες Aa: ποιοῦντας G τούτοις Α 2 καὶ] ἢ F 3 ἢ ἀποφ.—ἀναγκαῖον om. FG1 4 post τὸ εἶναι add. τε G 6 τῷ δὲ] τῶν δὲ F: τὸ δὲ G τῷ μὲν] τῶν μὴ F: om. a 10 ἀναδείξασθαι F 11 παρὰ] περὶ FG 12 καὶ τὸν ἀδ. G 13 ἔμπροσθεν·] p. 215,2. 3 14 γίνονται—λεγόμενον (22) om. M 15 δυνατὸν FGb καὶ τοῦτο — ἀναγκαῖον εἶναι (30) om. a 16 ἀντιστρέφειν G 17 δυνατὸν Gb καὶ] μὴ Α ἐνδεχόμενον χόμενον b 18 τὸ οὐκ ἀδ. μὴ εἶναι καὶ τὸ μὴ ἀναγκ. μὴ εἶναι colloc. Α (cf. p. 232,3 sq., sed vide eorum quae hic sequuntur collocationem) οὐκ suppl. F2 19 τῷ δἐ— ἁδύν. εἶναι (20) suppl. G2 19 et 20 δυνατὸν b 19 et 21 ἐνδεχόμενον b 23 οὐ δύναται M 24 et 28 οὐκ ἐνδέχεται M 32 ἐν] ἔστιν ἐν] F: ἐστὶ G)
Τὸ μὲν οὖν ἀδύνατον καὶ οὐκ ἀδύνατον τῷ ἐνδεχομέ|νῳ καὶ δυνατῷ καὶ οὐκ ἐνδεχομένῳ καὶ μὴ δυνατῷ ἀκολουθεῖ [*](187r) μὲν ἀντιφατικῶς, ἀντεστραμμένως δέ· τῷ μὲν γὰρ δυνατῷ εἶναι ἡ ἀπόφασις τοῦ ἀδυνάτου, τῇ δὲ ἀποφάσει ἡ κατάφασις· τῷ γὰρ οὐ δυνατῷ εἶναι τὸ ἀδύνατον εἶναι· κατάφασις τὸ ἀδύνατον τὸ δὲ οὐκ ἀδύνατον ἀπόφασις. τὸ δὲ ἀναγκαῖον πῶς, ὀπτέον. φανερὸν δὴ ὅτι οὐχ οὕτως, ἀλλ’ αἱ ἐναντίαι ἕπονται. αἱ δὲ ἀντιφάσεις χωρίς· οὐ γάρ ἐστιν ἀπόφασις τοῦ ἀνάγκη μὴ εἶναι τὸ οὐκ ἀνάγκη εἶναι· ἐνδέχεται γὰρ ἀληθεύεσθαι ἐπὶ τοῦ αὐτοῦ ἀμφοτέρας· τὸ γὰρ ἀναγκαῖον μὴ εἶναι οὐκ ἀναγκαῖον εἶναι.
Δι’ ὧν τὰς μὲν τοῦ ἀδυνάτου προτάσεις καταφατικάς τε καὶ ἀποφατικὰς ἀκολούθως ἐκκεῖσθαί φησι καὶ ὑποτετάχθαι ταῖς τοῦ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου καταφατικαῖς τε καὶ ἀποφατικαῖς προτάσεσι, τῶν ἀποφάσεων ἐπ’ εὐθείας διαγεγραμμένων ταῖς οἰκείαις καταφάσεσι καὶ ὅλης μὲν τῆς ἁπλῆς τοῦ ἀδυνάτου ἀντιφάσεως ὑπὸ τὰς ἁπλᾶς ἐκείνων ἀντιφάσεις τεταγμένης ὅλης δὲ τῆς ἐκ μεταθέσεως ὑπὸ τὰς ἐκ μεταθέσεως, ἀλλ’, ὥσπερ φησίν, ἀντεστραμμένως, τῆς ἀντιστροφῆς περὶ μόνην θεωφουμένης ρουμένης τὴν τῆς ποιότητος τάξιν, διότι ταῖς μὲν ἐκείνων καταφάσεσιν ἕπονται αἱ τοῦ ἀδυνάτου ἀποφάσεις ταῖς δὲ ἀποφάσεσιν αἱ καταφάσεις, ἥ τε ἀδύνατον εἶναι καὶ ἡ ἀδύνατον μὴ εἶναι· κἀν γὰρ στερητικῶς λεγόμεναι μεναι δοκῶσί τισιν ἀποκλίνειν πρὸς τὸ εἶδος τῶν ἀποφάσεων, ἀλλ’ ὁμολογουμένως εἰσὶ τὸ ὅλον | τοῦτο στερητικαὶ καταφάσεις· διὸ καὶ ἠξίωσεν [*](187v) ἐπ’ αὐτῶν μόνον ἐπισημήνασθαι τοῦτο ὁ Ἀριστοτέλης. τὰς μὲν οὖν τοῦ ἀδυνάτου προτάσεις εὐτάκτως, ὅπερ ἐλέγομεν, ἐκτεθεῖσθαί φησιν, οὐκέτι μέντοι τὰς τοῦ ἀναγκαίου· τὰς μὲν γὰρ τὴν ἀντίφασιν ἐπ’ αὐτοῦ ποιούσας προτάσεις, οἷον τὴν ἀναγκαῖον εἶναι καὶ οὐκ ἀναγκαῖον εἶναι, κεχωρισμένως, ἀλλ’ οὐκ ἐπ’ εὐθείας ἀλλήλαις ἐκτεθεῖσθαι, τῆς μὲν ἀναγκαῖον εἶναι ἁπλῆς καταφάσεως ἐν τῇ δευτέρᾳ σελίδι κάτω τεταγμένης ὑπὸ τὴν ἐκ μεταθέσεως τοῦ ἀδυνάτου κατάφασιν, τῆς δὲ ἀποφάσεως αὐτῆς κατὰ τὸ ἄνω μέρος τῆς πρώτης σελίδος ὑπὸ τὴν ἁπλῆν τοῦ ἀδυνάτου ἀπόφασιν, καὶ πάλιν τῆς μὲν ἀναγκαῖον μὴ εἶναι καταφάσεως κατὰ τὸ ἄνω [*](1. 2 τῷ ἐνδεχ.—ἀναγκ. εἶναι (10. 11) om. M 2 ἐνδεχ.—ἀναγκ. εἶναι (10. 11) om. a 3 δυνατὸν b 4 post ἁδὺν. add. ἀκολουθεῖ b 5 δυνατῷ] δυνατὸν Gb 5. 6 τὸ ἀδὺν. εἶναι Gb 6 οὐκ ἀδ.] οὐ δυνατὸν εἶναι G: οὐκ ἀδύν. εἶναι b 7 δὴ] δὲ AG οὕτως ἔχει b 9 καὶ ἀληθ. FG ἐπὶ ex κατὰ corr. G 12 τοῦ om. G 21 post ἁδύν. εἶναι add. ἁπλῆ κατάφασις a ἡ om. M post μὴ εἶναι add. κατάφασις ἐκ μεταθέσεως a 22 δοκ.] δηλοῦσι F: δοκοῦσι G 22. 23 ὁμολογοῦμεν ὡς a 24 μόνων AFGa τοῦτο ὁ ἀριστ.] ὁ ἀριστ. τούτω AM 25 ἐλέγομεν] p. 231,20 26 γὰρ om. ed. Ven. Brand. ἀπόφασιν F 27 post ἀναγκ. εἶναι add. ἀπλῆν κατάφασιν et post οὐκ ἀναγκ. εἶναι add. ἁπλῆν ἀπόφασιν a 29 κάτω τεταγμ.] κατατεταγμ. G 30 τῆς δὲ—ἀπόφασιν (31.32) om. F δὲ om. G)
Αἴτιον δὲ τοῦ μὴ ἀκολουθεῖν τὸ ἀναγκαῖον ὁμοίως τοῖς ἑτέροις, ὅτι ἐναντίως τὸ ἀδύνατον τῷ ἀναγκαίῳ ἀποδίδοται τὸ αὐτὸ δυνάμενον· ὃ γὰρ ἀδύνατον εἶναι, ἀναγκαῖον τοῦτο οὐκ εἶναι, ὃ δὲ ἀδύνατον μὴ εἶναι, τοῦτο ἀνάγκη εἶναι. ὥστε εἰ ἐκεῖνα ὁμοίως ἀκολουθεῖ τῷ δυνατῷ καὶ μή, ταῦτα ἐξ ἐναντίας, ἐπεὶ οὐ σημαίνει γε ταὐτὸν τό τε ἀναγκαῖον καὶ τὸ ἀδύνατον, ἀλλ’, ὥσπερ εἴρηται, ἀντεστραμμένως.
Ἦν μὲν ἀκόλουθον παραδοῦναι πρότερον τὴν ἑξῆς ῥηθησομένην ἐκθέσεως τῶν προτάσεων διόρθωσιν καὶ ἐπιδεῖξαι ὅτι ἡμαρτημένως ἔχου· σιν ἐν τῷ πρότερον ἐκτεθέντι διαγράμματι αἱ τοῦ ἀναγκαίου ἀποφάσεις (οὔτε γὰρ τὴν ἀπλῆν ἐχρῆν συντετάχθαι ταῖς ἁπλαῖς τῶν ἄλλων τρόπων προτάσεσιν ἀλλὰ ταῖς ἐκ μεταθέσεως ἐπ’ εὐθείας τῇ ἑαυτῆς καταφάσει, οὔτε τὴν ἐκ μεταθέσεως ταῖς ἐκ μεταθέσεως ἀλλὰ τῖς ἁπλαῖς, ἐπ’ εὐθείας καὶ ταύτην ἐσομένην τῇ οἰκείᾳ καταφάσει), καὶ οὕτως προσθεῖναι τὰ διὰ τούτων λεγόμενα, ὅτι εἰκότως ἡ μὲν ἐκ μεταθέσεως τοῦ ἀναγκαίου ἀντίφασις ὑπὸ τὴν ἀπλῆν τέτακται τοῦ τε δυνατοῦ | καὶ τοῦ ἀδυνάτου [*](188v) ἀντίφασιν, ἡ δὲ ἁπλῆ ὑπὸ τὴν ἐκ μεταθέσεως· προσήκει γὰρ τὸ ὅτι [*](1 ἐκτιθεμένης FGa 5 οὐκ suppl. F2 6 καὶ om. FG 7 ἡ om. AFG1 κατὰ] καὶ G1 9 τὰς om. FG προσαγορεύομεν G2Ma (cf. p. 92, 4) 11 φαιν.] φέρονται G1 13 ὡς γὰρ F: ὅπερ γὰρ Α: ὃ γάρ G: καὶ γὰρ M: ὅπερ a 1(5 ὁμοίως—ἀντεστραμμένως (22) om. M 18 ὃ—ἀντεστραμμένως (22) om. a ὅ] εἰ b οὐχὶ FG 19 ὃ] τὸ G: εἰ b τοῦτο om. FG ἀναγκαῖον FG 20 ἀκολουθεῖ om. b τῶν δυνατῶν G 22 ἀντεστραμένως F 26 ταῖς] αὐταῖς Ma 27 τῇ] τῆς Α 29 ἐσομένην] ἑπομένην AMa (cf. p. 236,31) 31 τε om. Α 32 τὸ] τῶ G)
Ἤ ἀδύνατον οὕτω κεῖσθαι τὰς τοῦ ἀναγκαίου ἀντι- φάσεις; τὸ μὲν γὰρ ἀναγκαῖον εἶναι δυνατὸν εἶναι· εἰ γὰρ μή, ἡ ἀπόφασις ἀκολουθήσει· ἀνάγκη γὰρ ἢ φάναι ἢ ἀποφάναι· ὥστε εἰ μὴ δυνατὸν εἶναι, ἀδύνατον εἶναι· ἀδύνατον ἄρα εἷναι τὸ ἀναγκαῖον εἶναι, ὅπερ ἄτοπον. ἀλλὰ μὴν τῷ γε δυνατὸν εἶναι τὸ οὐκ ἀδύνατον εἶναι ἀκολουθεῖ, τούτῳ δὲ τὸ μὴ ἀναγκαῖον εἶναι· ὥστε συμβαίνει τὸ ἀναγκαῖον εἶναι μὴ ἀναγκαῖον εἶναι, ὅπερ ἄτοπον. ἀλλὰ μὴν οὐδὲ τὸ ἀναγκαῖον εἶναι ἀκολουθεῖ τῷ δυνατὸν εἶναι, οὐδὲ τὸ ἀναγκαῖον μὴ εἶναι· τῷ μὲν γὰρ ἄμφω ἐνδέχεται συμβαίνειν, τούτων δὲ ὁπότερον ἄν ἀλήθὲς ᾖ, οὐκέτι ἔσται ἐκεῖνα ἀληθῆ· ἅμα γὰρ δυνατὸν εἶναι καὶ μὴ εἶναι. εἰ δὲ ἀνάγκη εἶναι ἢ μὴ εἶναι, οὐκ ἔσται δυνατὸν ἄμφω. λείπεται τᾶι τοίνυν τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι ἀκολουθεῖν τῷ δυνατὸν εἶναι· τοῦτο γὰρ ἀληθὲς καὶ κατὰ τοῦ ἀναγκαῖον εἶναι· καὶ γὰρ αὕτη γίνεται ἀντίφασις τῇ | ἑπομένῃ τῷ οὐ δυνατὸν εἶναι· [*](189v) ἐκείνῳ γὰρ ἀκολουθεῖ τὸ ἀδύνατον εἶναι καὶ ἀναγκαῖον μὴ εἶναι, οὗ ἀπόφασις τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι. ἀκολουθοῦσιν ἄρα καὶ αὗται αἱ ἀντιφάσεις κατὰ τὸν εἰρημένον τρόπον, καὶ οὐδὲν ἀδύνατον συμβαίνει τιθεμένων οὕτως.
Ἐλέγχεται μὲν διὰ τούτων ἡ προειρημένη τῶν τοῦ ἀναγκαίου ἀποφάσεων ἔκθεσις καὶ παραδίδοται ἡ ἀκριβὴς αὐτῶν τάξις ἐν τῷ διαγράμματι τῶν μετὰ τρόπου προτάσεων, ὥστε μηδεμίαν ἐν αὐταῖς εἶναι μήτε διαφωνίαν μήτε ἀταξίαν, ἀλλὰ τὸ ὅλον διάγραμμα τεταγμένως ἔχειν. ζητεῖται δὲ πρῶτον τῇ ἁπλῇ τοῦ δυνατοῦ καταφάσει ποίαν τῶν τεττάρων τοῦ ἀναγκαίου προτάσεων, τῶν δύο τῶν ἁπλῶν καὶ τῶν δύο τῶν ἐκ μετα- θέσεως, ἕπεσθαι ῥητέον. καὶ δείκνυται ὅτι οὔτε, ὡς πρότερον ἐλέγομεν, τὴν ἁπλῆν ἀπόφασιν χρὴ ὡς ἑπομένην αὐτῇ ὑποτάττειν, τὴν οὐκ ἀναγ- καῖον εἶναι, οὔτε τῶν καταφάσεων οὐδετέραν, ἀλλὰ μόνην τὴν ἐκ μετα- θέσεως ἀπόφασιν, τὴν οὐκ ἀναγκαῖον μὴ εἶναι, ἐπ’ εὐθείας κεισομένην τῇ ἑαυτῆς καταφάσει. καὶ ἐκ τούτων συνάγεται ὅτι τὴν ἁπλῆν ἀπόφασιν ὑπὸ τὴν ἐκ μεταθέσεως τοῦ δυνατοῦ κατάφασιν προσήκει τάττειν, ἐπ’ εὐθείας καὶ ταύτην ἐσομένην τῇ οἰκείᾳ καταφάσει, ἅτε τῶν ἄλλων τριῶν τοῦ ἀναγκαίου προτάσεων ἤδη τεταγμένων ἐν ταῖς προσηκούσαις αὐταῖς χώραις τοὐ διαγράμματος· τούτων γὰρ οὕτως ἐχόντων οὐκέτι τὰς ἀντι- [*](2 τὸ—οὕτως (19) om. M 3 ὥστε—οὕτως (19) om. a 4 ἀδύνατον εἶναι om. G 5 τῷ] τὸ F 6. 7 τούτῳ δὲ τὸ μὴ ἀναγκ. εἶναι om. G 8 ἀκολουθεῖ—μὴ εἶναι (9) om. G 10 ἐνδέχεσθαι G 12 εἰ—μὴ εἶναι om. G εἶναι ἡ suppl. F2 13 τῷ] τὸ G 15 δυνατῶ Α 16 καὶ τὸ ἀναγκ. FG 17 ἡ ἀπόφ. b ἀνάγκη FG ἀκολουθοῦσί τε b 18 prius καὶ om. G αἱ ἀντ. αὗται colloc. G 22 ὥστε—ἀταξίαν (23) iter. G1 26 ἐλέγομεν] p. 231,27 28 οὐδετέρων F 30 καὶ—καταφάσει (32) om. G1 33 αὐτῶν FG)
Ἀπορήσειε δ’ ἄν τις εἰ τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν εἶναι ἕπεται· εἴτε γὰρ μὴ ἕπεται, ἡ ἀντίφασις ἀκολουθήσει, τὸ μὴ δυνατὸν εἶναι, καὶ εἴ τις ταύτην μὴ φήσειεν εἶναι ἀντίφασιν, ἀνάγκη λέγειν τὸ δυνατὸν μὴ εἶναι· ἅπερ ἄμφω ψευδῆ κατὰ τοῦ ἀναγκαῖον εἶναι. ἀλλὰ μὴν πάλιν τὸ αὐτὸ εἶναι δοκεῖ δυνατὸν τέμνεσθαι καὶ μὴ τέμνεσθαι καὶ εἶναι καὶ μὴ εἶναι, ὥστε ἔσται τὸ ἀναγκαῖον εἶναι ἐνδεχόμενον μὴ εἶναι. τοῦτο δὲ ψεῦδος. φανερὸν δὴ ὅτι οὐ πᾶν τὸ δυνατὸν ἢ εἶναι ἢ βαδίζειν καὶ τὰ ἀντικείμενα δύναται, ἀλλ’ ἔστιν ἐφ’ ὧν οὐκ ἀληθές, πρῶτον μὲν ἐπὶ τῶν μὴ κατὰ λόγον δυνατῶν, οἷον τὸ πῦρ θερμαντικὸν καὶ ἔχει δύναμιν ἄλογον. | αἱ μὲν οὖν μετὰ [*](191v) λόγου δυνάμεις αἱ αὐταὶ πλειόνων καὶ τῶν ἐναντίων, αἱ δὲ ἄλογοι οὐ πᾶσαι, ἀλλ’, ὥσπερ εἴρηται, τὸ πῦρ οὐ δυνατὸν θερ- [*](1 post δὺν. εἶναι add. ἁπλῆ ἀποφάσει a ἐλέγομεν] p. 231,33 2 post μὴ εἶναι add. κατάφασιν ἐκ μεταθέσεως a post ἂν. εἶναι add. ἀπλῆν ἀπόφασιν a 3 ἡ om. F 7 εἶναι (post δυν.) om. FG τρόπον] τοῦτον F 8 μηδὲ] μήτε AGMa οὐκ om. F 9 τὸ om. G 10 ἄτ. συμβ. (num. corr.) G ante ἄτοπον add. τι Α: post ἄτοπον G2 11 λέγοιμεν FGa 12 τῳ] τὸ FG τὸ μὴ—εἶναι (13) om. FG1 τὸ] τῶ G μὴ om. M 13 οὐκ ἔστι a 14 τοῦτο om. F 15 ἔχει G 16. 17 δὺν. μὴ εἶναι G1 17 ἕπ. μή (num. corr.) G 20 τῷ] τῶν F1 τὸ δυν.—πᾶν (239,16) om. M 21 τε om. G γὰρ ἄν μὴ ἕπηται Α 22 καὶ—πᾶν (239,16) om. a μὴ ταύτην colloc. FG 26 ὥστε—πᾶν (239,16) om. G 28 ἀφ’ F1 29 δυνατόν F1)
Κατασκευάζων γὰρ ὅτι τῶν τεττάρων τοῦ ἀναγκαίου προτάσεων μόνην τὴν οὐκ ἀναγκαῖον μὴ εἶναι δυνατὸν ἀκολουθεῖν τῇ δυνατὸν εἶναι, τῶν δὲ ἄλλων οὐδεμίαν , πρῶτον μὲν ἐδείκνυ τὴν οὐκ ἀναγκαῖον εἶναι μὴ δυναμένην αὐτῇ ἀκολουθεῖν, προλαμβάνων ὅτι ἕπεται τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν εἶναι, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τοῦτο πιστούμενος, ἧς καὶ νῦν I ἡμᾶς ἀναμιμνήσκειν πειρᾶται μετὰ πλείονος τιθεὶς αὐτὴν ἐπεξεργασίας [*](192r) τῷ ἐκ περιουσίας προστιθέναι ὅτι κἂν οἴηταί τις μὴ εἶναι τῆς δυνατὸν εἶναι ἀπόφασιν τὴν οὐ ὸυνατὸν εἶναι, ἀλλὰ τὴν δύνατον μὴ εἶναι, οὐδὲν αὐτῷ ἔσται διὰ τοῦτο πλέον· ἀναγκασθήσεται γὰρ ὁμολογεῖν ὅτι ὅ φαμεν ἀναγκαῖον εἶναι, τοῦτο ἔσται ποτὲ δυνατὸν μὴ εἶναι, ὅπερ ἐναργῶς ἄλογον. εἶτα ἐφεξῆς μεταβαίνων ἐπὶ τὸν ἔλεγχον τῶν τοῦ ἀναγκαίου καταφάσεων, ὡς οὐδὲ τούτων ὁποτερασοῦν δυναμένης αὐτῇ συνᾴδειν, αὐτὸ τοὐναντίον ἔλεγε τοῖς προσεχῶς εἰρημένοις, ὅπερ καὶ αὐτὸ ἀναλαμβάνει διὰ τούτων , ὅτι τὸ μὲν ἀναγκαῖον εἶναι ἀδύνατόν ποτε μὴ εἶναι, ὥσπερ τὸ ἀναγκαῖον μὴ εἶναι ἀδύνατόν ποτε εἶναι, τὸ μέντοι δυνατὸν εἶναι τῶν ποτὲ μὲν ὄντων ἐστὶ ποτὲ δὲ μὴ ὄντων , ὥστε διὰ ταῦτα μηκέτι πάλιν ἀκολουθεῖν τῷ ἀναγ- καῖον εἶναι τὸ δυνατὸν εἶναι. λύων οὖν τὴν ἀπορίαν τὴν ὁμωνυμίαν αἰτιᾶται τοῦ δυνατοῦ τῆς δοκούσης τῶν λόγων ἐναντιότητος, καθ’ ἣν ἕπε- σθαι συμβαίνει τῷ ἀναγκαίῳ τὸ δυνατὸν καὶ πάλιν μὴ ἕπεσθαι κατ’ [*](1. 2 δύνανται Α 6 ὄν om. Α 8 et 9 εγναι cm. P 10 μόνοις ἐστὶν colloc. F 11 μὴ ἀδύνατον Ab (cf. p. 244,5) 12 τὸ (ante ἐνεργ.) om. Fb 15 ἐψ.] ἕπεται b (recte, cf. p. 244,14) 17 γὰρ om. F 18 μὴ suppl. (t- δυ- ἀκολ.άναγκ. εἶναι (19) om. M Ι9 ἄλλων δὲ colloc. G ἐδείκνυε (j 20 προσλμβ. Ma 20. 21 τὸ ἂν. εἶναι τῷ δὺν. a 23 τῷ] τὸ AGMa οrετι G 24 αὐτὸ G’ 25 ὅ om. M 28 αὐτῇ om. Fa αὐτὸ] αὐτῶ FG ἐν τοῖς F 31 ἐστὶ— μὴ ὄντων (32) om, M 32 ὡς FG)
Τοσαυταχῶς τοίνυν λεγομένου τοῦ δυνατοῦ τὰ μὲν τῶν σημαι|νομένων [*](193r) αὐτοῦ ἕπεσθαί φησι τῷ ἀναγκαίῳ, τὰ δὲ μὴ ἕπεσθαι· τοῦ γὰρ ἐπὶ τῶν κατ’ ἐνέργειαν ὄντων κατηγορουμένου δυνατοῦ τὰ μὲν ἐπὶ τῶν συμφυῶς ὑπαρχόντων τοῖς ὑποκειμένοις, εἴτε ἀιδίοις οὖσιν εἴτε καὶ φθαρτοῖς, λεγόμενα ταῦτα καὶ ἐπὶ τῶν ἐξ ἀνάγκης ὄντων ἀληθεύειν, διότι καὶ αὐτά ἐστιν ἐξ ἀνάγκης ἅτε οὐκ ἐπαμφοτερίζοντα κατὰ τὸ εἶναι καὶ μὴ εἶναι οὐ γὰρ οἷόν τε τὸ πῦρ μὴ εἶναι θερμὸν οὐδὲ μὴ κινεῖσθαι κύκλῳ τὸν οὐρανόν), τὸ δέ γε ἀπὸ τῆς δυνάμεως εἰς τὴν ἐνέργειαν μεταβεβληκός, ὥσπερ ἐπὶ τοὐ βαδίζειν ἐλέγομεν, καὶ τὸ [*](2 ὃν om. FG λέγομεν G 6 τὸ δύνασθαι αὐτῶ G 8 τῶ ὑποκειμένω G 9 εἶναι om. FG 12 συνυπάρχοντα AMa 16 μεταβεβηκότων FGMa ἐλέγομεν] V. 4 19 prius καὶ om. AM δὲ om. Α 20 σώματι M καὶ (post ἁπλοῖς) om. AGM 22 τε om. Ga 24 μή πω αὑτὸ G1 28 τοσαχῶς a 29 φησι om. M 30. 31 τὰ μὲν ἐπὶ] τὸ μὲν ὑπὸ G 31 τοῦ συμφ. ὑπάρχοντος FG 32 ὄντων—ἀνάγκης (33) om. FG1 33 ἀληθεύει Α καὶ om. G 34 θερμαῖνον Α1 36 μεταβεβηκός FG ἐλέγομεν] v. 4)
Ἀλλὰ ταῦτα μὲν ὕστερον παραδίδωσιν ἡμῖν ὁ Ἀριστοτέλης, τὴν τελεωτάτην λύσιν τῆς ἀπορίας ἀποδιδούς. πρότερον δὲ διαπαντῶν πρὸς τὸν λέγοντα λόγον μὴ ἕπεσθαι τῷ ἀναγκαίῳ τὸ δυνατόν, | διότι τὸ αὐτὸ [*](193v) δοκεῖ δύνασθαι εἶναι καὶ μὴ εἶναι, φανερὸν εἶναί φησιν ὅτι οὐ πᾶν τὸ δυνατὸν εἶναι βαδίζειν καὶ τὰ ἀντικείμενα δύναται, τοῦτ’ ἔστι μὴ εἶναι καὶ μὴ βαδίζειν, οὐκ ἐπ’ αὐτῶν τούτων τῶν ἐν παραδειγματος τάξει παρειλημμένων ἀμφοτέρων ἀξιῶν νοεῖσθαι τὸ λεγόμενον αὐτὸ γὰρ τοὐναντίον τῷ ὄντι φανερόν, ὅτι τοῦ βαδίζειν ἡ δύναμις οὐ τούτου μόνον ἐστὶν ἀλλὰ καὶ τοῦ ἀντικειμένου), ἀλλ’ ἐνδείξασθαι ἡμῖν βουλόμενος ὅτι ἐπὶ τινῶν δυνατῶν εἶναι λεγομένων μονοειδής ἐστιν ἡ δύναμις καὶ οὐκ ἐπαμφοτερίζουσα, ἐφ’ ὧν οὐκέτι εὐοδεῖ ὁ λέγων μὴ ἕπεσθαι τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν εἶναι. καὶ ποῖά ἐστι τὰ οὕτως ἔχοντα προστίθησιν, ὅτι τινὰ τῶν μὴ ἐχόντων λογικὴν οὐσίαν, οἷον τὰ ἄψυχα κατὰ τὰς ποιητικὰς ἑαυτῶν ἐνεργοῦντα δυνάμεις· τὸ γοῦν πῦρ θερμαῖνον οὐ δύναται καὶ μὴ θερμαίνειν καὶ ἡ βῶλος ἐπὶ τὰ κάτω φερομένη οὐ δύναται καὶ μὴ φέρεσθαι, εἰ μή τι αὐτὴν βίᾳ κωλύοι τῶν ἔξωθεν· ὅτι γὰρ οὐκ ἐπὶ πάντα τὰ ἄμοιρα λογικῆς δυνάμεως ἐκτείνεσθαι βούλεται τὸ λεγόμενον, ὥστε καὶ ἐπὶ τῶν ἀλόγων ζῴων ἐφαρμόζειν, δηλοῖ ἐφεξῆς ἐπιφέρων ἔνια μέντοι δύναται καὶ τῶν κατὰ τὰς ἀλόγους δυνάμεις ἅμα τὰ ἀντικείμενα δέξασθαι· τῶν τε γὰρ ἀψύχων αἱ παθητικαὶ δυνάμεις ἐναργῶς ἐπαμφοτερίζουσιν, οἷον τὸ ἱμάτιον διατμηθῆναί τε καὶ μὴ διατμηθῆναι ὁμοίως δυνατόν, καὶ τῶν ἀλόγων ζῴων αἰ ποιητικαὶ οὐκ εἰσὶ μονήρεις καὶ κατηναγκασμέναι, ὥσπερ ἐπὶ τοῦ πυρὸς καὶ τῆς χιόνος ἐλέ- [*](2 ἀλλ᾿ ἓν αὐτὸ G1 τῳ] τὸ G 3 ἐφαρμόζει G 4 λέγομεν a (cf. p. 239,35. 240,1) 9 καὶ ἀπλῶς αἴαντα om. A1FG1 9 τὸ om. Ma τοιοῦτον FG ἁπλ. δὺν. καὶ δὺν. (num. corr.) G 11 αὐτῶ Α: αὐτὸν G 12 ὕστερον om. Α 13 ἀποδιδ.] διδούς FG1 διαπαντῶν Α: ἀπαντῶν F: ἁπάντων G: διὰ πάντων Ma 15 δοκεῖν G ante φανερὸν add. καὶ τότε λέγει a 16 ἢ εἶναι ἡ βαδ. b 18 ἄξιον G1 22 εὐοδῶν F1: εὐοδοῖ GMa an ὁ λέγων #x003E;? (cf. v. 14) τῷ] τῶν M 24 τῶν μὴ ἐχ. τινὰ (num. corr.) G 27 τις G2Ma κωλύει GM 30 ἔνοια F 31 δέξασθαι om. FG 32. 33 διατμ. ὁμοίως δυνατὸν καὶ μὴ διατμ. τε om.) colloc. FG 32 μὴ om. Α 34 καταναγκασμέναι G ὡς M 34. p. 242,1 ἐλέγομεν] p. 240,13)
Ἀλλὰ ταῦτα μὲν κατὰ τὴν πρώτην, ὅπερ εἴρηται πλεονάκις, ἀπάντησιν πρὸς τοὺς ἀξιοῦντας μὴ ἕπεσθαι τῷ ἀναγκαίῳ τὸ ἐνδεχόμενον, οἷον λέγοντος τοῦ φιλοσόφου ὡς οὐδ’ ἐπὶ τῶν συγγενεστάτων πρὸς ἀλλήλας δυνάμεων καὶ καθ’ ἕνα λόγον, ὃν ἐκάλεσεν εἶδος, θεωρουμένων, φημὶ δὲ τῶν ἀλόγων, ὀρθῶς ἔχει τὸ λέγειν ὅτι ἅπαν | τὸ δυνατὸν εἶναι [*](195r) δυνατόν ἐστι καὶ μὴ εἶναι. τούτοις δ’ ἐφεξῆς ἐπάγει τὴν ἀκριβεστάτην διάρθρωσιν τοῦ θεωρήματος, ἐπιδεικνὺς ὅπως ἄμφω ἀληθῶς ἐλέγετο καὶ τὸ ἕπεσθαι τῷ ἀναγκαίῳ τὸ δυνατὸν καὶ τὸ μὴ ἕπεσθαι κατ’ ἄλλο καὶ ἄλλο τῶν ὑπ’ αὐτοῦ σημαινομένων, καί φησιν ἔνιαι δὲ δυνάμεις ὁμώνυμοί εἰσιν, ὡς ἂν εἰ ἔλεγε ‘μάλιστα μὲν οὐδ’ ἄν ὁμοειδεῖς συγχωρήσωμεν ἀλλήλαις εἶναι πάσας τὰς ἀλόγους δυνάμεις, ἡ εἰρημένη ἀπορία δύναται προχωρεῖν· εἰδέναι μέντοι χρὴ ὡς πολλοῦ δέουσι τοῦ ὑφ’ ἕν τι ἀνάγεσθαι γένος αἱ ἐν ἅπασι τοῖς οὖσι δυνάμεις· κατὰ μόνον γὰρ τὸ ὄνομα κοινωνοῦσαι κατὰ τὴν φύσιν πλεῖστον ὅσον διεστήκασιν’. εἶτα καὶ ποιεῖται αὐτῶν τὴν διαίρεσιν, ἣν ἡμεῖς φθάσαντες παραδεδώκαμεν, καὶ ἐπιδείκνυσι ποῖον μὲν τῶν σημαινομένων τοὐ δυνατοῦ κατηγορεῖται τοῦ ἀναγκαίου ποῖον δὲ οὔ.
Τούτων οὖν φανερῶν ὄντων ἐκ τῶν πρότερον ἡμῖν εἰρημένων, ἑξῆς ἕκαστα τῶν ἐπιστάσεως ἐν τῇ ῥήσει δεομένων βασανίζοντες πρῶτον μὲν ἐν τῷ καὶ αὕτη μὲν ἐπὶ τοῖς κινητοῖς ἐστι μόνοις ἡ δύναμις, ἐκείνη δὲ καὶ ἐπὶ τοῖς ἀκινήτοις κινητὰ μὲν εἰρῆσθαί φαμεν τὰ πεφυκότα μὲν κινεῖσθαι μὴ μέντοι ἤδη κινούμενα (τοιαῦτα δὲ μόνα τὰ ἐν γενέσει καὶ φθορᾷ), δύναμιν δὲ εἰλῆφθαί φαμεν οὐ τὴν κατ’ ἐπιτηδειότητα μόνην ἀλλὰ καὶ τὴν πεφυκυῖαν χωρίζεσθαι τῆς ἐνεργείας, ἵνα καὶ ἐν μόνοις θεωρῆται τοῖς ἐν γενέσει καὶ φθορᾷ. διὸ πρὸς ταύτην ἀντιτιθεὶς ὁ φιλόσοφος τὴν κατὰ τὴν ἐνέργειαν λεγομένην δύναμιν ἐπήγαγεν ἐκείνη δὲ καὶ ἐπὶ τοῖς ἀκινήτοις, διὰ τοῦ συνδέσμου ἐνδεικνύμενος | ὅτι τυχὸν μὲν καὶ ἐν τούτοις θεωρεῖταί ποτε ἡ [*](195v) τοιαύτη δύναμις, ὅταν ἀπολάβωσι τὴν ἑαυτῶν τελειότητα, πρὸς ἣν ἐπειγομένην εἶχον τὴν κατ’ ἐπιτηδειότητα δύναμιν, πρὸ τούτων μέντοι ἐν τοῖς ἀεὶ κινουμένοις, ὅπερ ἐστὶ τοῖς οὐρανίοις, καὶ πρὸ ἐκείνων ἐν τοῖς ἀκινήτοις, τοῦτ’ ἔστιν ἐν τοῖς νοητοῖς καὶ θείοις αἰτίοις, τῆς κατ’ ἐπιτηδειότητα δυνάμεως ἐπὶ μὲν τῶν νοητῶν οὐδεμίαν χώραν ἔχειν δυναμένης, ἐπὶ δὲ [*](1 τῆς οὐσίας G 3 νόας FG: νοῦν a αὐτὸς a 4 που in lac. om. F 7 οἶον om. FG 8 καὶ om. A 11 διόρθωσιν AMa ὅπως] ὅπερ M 14 ante ὁμοειδ. add. εἰ FG 16 δέον G 17 γὰρ post ἅπασι colloc. FG 18 κατὰ] καὶ G: κατὰ δὲ a 19 παραδεδ.] p. 240,1 sq. 22 οὖν] δὲ FG 26 ἤδη om. FG 27 φαμεν] μὲν AMa 28 καὶ om. Ma 29 θεωρεῖται G 30 ἀντιθεὶς M κατ’ ἐνέργ. τὴν om.) M 32 τυχὸν μὲν om. M 34 ante ἐν add. καὶ FG 35 ἀεὶ—ἐν τοῖς in mrg. suppl. Α 35. 36 ἀκινήτοις scripsi: ἀεικινήτοις libri: immobilibus Boeth.)
Ἐπὶ δὲ τούτῳ τὸ ἄμφω δὲ ἀληθὲς εἰπεῖν τὸ δυνατὸν εἶναι βαδίζειν ἢ εἶναι διχῶς γράφεσθαί φαμεν· ἢ γὰρ οὕτως ὡς ἐξεθέμεθα, ἢ ἀντὶ τοῦ δυνατὸν τὸ μὴ ἀδύνατον. εἰ μὲν οὖν γράφοιτο τὸ δυνατόν, αὐτόθεν ἔσται ὁ λόγος περὶ τοῦ ἐξ ἀρχῆς προκειμένου, ὅτι τὸ τοῦ δυνατοῦ ὄνομα καθ’ ἑκατέρας τῶν δυνάμεων κατηγορεῖται, τῆς τε κατ’ ἐνέργειαν καὶ τῆς κατ’ ἐπιτηδειότητα. διὸ ὡς μὲν κατηγορούμενον τῆς κατ’ ἐνέργειαν ἕποιτο ἄν τῷ ἀναγκαίῳ, ὡς δὲ καὶ ἐπὶ τῆς κατ’ ἐπιτηδειότητα λεγομένης καὶ διὰ τοῦτο ἐπαμφοτεριζούσης κατηγορούμενον οὐκέτι ἄν αὐτῷ ἕποιτο· καὶ τούτῳ ἀκόλουθόν ἐστι τὸ ἑξῆς ἐπιφερόμενον τὸ ὥστε ἐπεὶ τῷ ἐν μέρει τὸ καθόλου ἕπεται, καὶ τῷ ἐξ ἀνάγκης ὄντι ἕπεται τὸ δύνασθαι εἶναι, οὐ μέντοι πᾶν. εἰ δὲ ἀντὶ τοῦ δυνατὸν γράφοιτο τὸ μὴ ἀδύνατον, εἴη ἄν ὥσπερ ἀπολογίαν ταύτην τιθεὶς ὑπὲρ τοῦ τὴν μὲν οὐκ ἀδύνα|τον εἶναι τεταγμένην ἐᾶσαι ὑπὸ τὸ δυνατὸν [*](196r) εἶναι κατὰ τὸ ἐξ ἀρχῆς διάγραμμα, τὴν δὲ οὐκ ἀναγκαῖον εἶναι μετατάξαι καὶ ἀντ’ αὐτῆς θεῖναι τὴν οὐκ ἀναγκαῖον μὴ εἶναι· λέγοι γὰρ ἂν ὅτι τὸ μὲν οὐκ ἀδύνατον εἶναι ἀμφοτέροις συμφωνεῖ τοῖς τοῦ δυνατοῦ σημαινομένοις, καθάπερ καὶ τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι διὸ ἄμφω ταῦτα ὑπετάξαμεν τῷ δυνατὸν εἶναι κατὰ τὸ δεύτερον διάγραμμα), τὸ μέντοι οὐκ ἀναγκαῖον εἶναι τῷ μὲν κατ’ ἐπιτηδειότητα δυνατῷ συνᾷδον τοῦ δὲ κατ’ ἐνέργειαν καὶ συμφυοῦς τοῖς ὑποκειμένοις ἀπᾷδον εἰκότως ἐχωρίσαμεν τῆς πρὸς τὸ ἀπλῶς δυνατὸν ἀκολουθίας. ἀλλὰ μήποτε τοῦ μὲν συμφωνεῖν πρὸς τὰς τοὐ δυνατοῦ προτάσεις τὰς τοῦ ἀδυνάτου καὶ ἀναγκαίου φαινόμεθα διὰ τούτων πεφροντικότες, μένει μέντοι ἔτι ἡ ἐξ ἀρχῆς ἀπορία κειμένων ἐν τῷ διαγράμματι τῶν τοῦ ἐνδεχομένου προτάσεων· πάλιν γὰρ ἀντὶ τοῦ δυνατοῦ τὸ ἐνδεχόμενον λαβόντες ἐρωτήσομεν πότερον ἕπεται τῷ ἀναγκαῖον εἶναι τὸ ἐνδεχόμενον εἶναι ἢ οὔ· εἰ μὲν γὰρ ἕποιτο, ἐπειδὴ τὸ ἐνδεχόμενον μεταξὺ κείμενον τοῦ τε ἀναγκαίου καὶ τοῦ ἀδυνάτου δύνα· ταί ποτε καὶ μὴ εἶναι, ἔσται τὸ ἀναγκαῖον εἶναι ἐνδεχόμενον μὴ εἶναι· εἰ δὲ μὴ ἕποιτο, μείζονι ἀτόπῳ περιτευξόμεθα ὁμολογεῖν ἀναγκαζόμενοι ὅτι ἔσται τὸ ἀναγκαῖον εἶναι οὐκ ἐνδεχόμενον εἶναι.
[*](2 καὶ om. FGa 3 ἐφθέγξ. FG ἐν ετεώρ.] Α2 p. 339a26 ἐντελής AMa 5 τούτῳ τὸ] τούτων τὸ Α: τῶ F: τούτω G alt. δὲ om. G εἶναι om. F 6 post prius ἡ add. μὴ G2 7 μὴ om. F 8 τοῦ δυνατοῦ] τῆς δυνάμεως FG 9 καθ᾿—δυνάμεων om. FG 10. 11 post ἐνέργειν add. καὶ τῆς κατ’ ἐπιτηδειότητα a 11 τῶ ἀναγκαῖον G 11. 12 τοῖς . . λεγομένοις G 12 αὐτὸ FM 13 τοῦτο F 13. 14 ἐπεὶ τῳ] ἐπὶ τὸ G 14 τὸ] τῶ G καὶ om. b 15 δυνατοῦ AM 17 ὑπὸ] ἐπὶ Ma 21 καὶ om. FG 22 τῷ] τὸ G 23 τῳ] τὸ M δυνατὸν Ma 24. 25 ἐχωρήσαμεν AG 26 τοῦ ἀναγκ. Ma 27 μένει] μέν, εἰ Aa ἔτι] ὅτι a 29 ἐρωτήσωμεν AMa 30 εἶναι (post ἐνδεχ.) om. FG1 33 περιπεσούμεθα G2 34 οὐκ ἐνδεχ. μὴ εἶναι F)Πρὸς ταῦτα οὖν ῥητέον ὅτι πρῶτον μὲν φαίνεται ὁ Ἀριστοτέλης ὀνόματι μόνον διακρίνων τοὐ δυνατοῦ τὸ ἐνδεχόμενον· τὴν γοῦν ἐν τούτοις παραδεδομένην τοῦ δυνατοῦ διαίρεσιν σαφῶς εὑρίσκομεν κατ’ ἀρχὰς τῶν | Ἀναλυτικῶν ἐν τῷ περὶ τῶν ἀντιστροφῶν λόγῳ καὶ ἐπὶ τοῦ ἐνδεχομένου [*](196v) λεγομένην, ἐν οἷς φησιν “ἐπὶ δὲ τοῦ ἐνδεχομένου, ἐπειδὴ πολλαχῶς λέγεται τὸ ἐνδέχεσθαι· καὶ γὰρ τὸ ἀναγκαῖον καὶ τὸ μὴ ἀναγκαῖον καὶ τὸ δυνατὸν ἐνδέχεσθαι λέγομεν’’, τὸ δυνατὸν ἐν ἐκείνοις κατὰ μόνον τὸ ἐπαμφοτερίζειν καὶ μήπω ἐκβεβηκέναι τιθέμενος, ὥσπερ ἐν τούτοις τὸ ἐνδεχόμενον ἔχειν ἀξιοῦμεν. εἰ δὲ καὶ ἀποδιδοὺς τοῦ ἐνδεχομένου τὸν ὁρισμὸν ἀποφαίνοιτο αὐτὸ μήτε ἀναγκαῖον εἶναι μήτε ἀδύνατον, οὐ τοῦ ἁπλῶς ἐνδεχομένου φήσομεν εἶναι τὸν λόγον, ἀλλὰ τοῦ κυρίως λεγομένου καὶ μεταξὺ τοῦ ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος κειμένου, τοῦτον δὲ ὁμοίως καὶ τῷ δυνατῷ τῷ κυρίως ἐφαρμόττειν. ἔπειτα εἰ μόνον λαμβάνοιμεν τὸ κυρίως ἐνδεχόμενον, αὐτὸ μὲν δηλονότι οὐχ ἕψεται τῷ ἀναγκαίῳ, ἀκολουθήσει δὲ αὐτῷ τὸ οὐκ ἐνδεχόμενον εἶναι, οὐχ ὡς αὐτὴν τὴν ὑπόστασιν τοῦ πράγματος ἄρδην ἀναιροῦν, ἀλλὰ μόνον τὸν ἐνδεχόμενον τῆς ὑποστάσεως τρόπον, καθάπερ καὶ τὸ ἐνδεχόμενον λέγομεν οὐκ ἀναγκαῖον. καὶ κτὰ ταύτην μέντοι τοῦ ἐνδεχομένου τὴν ἔννοιαν ὀρθῶς ὁ Ἀριστοτέλης ἀκολουθεῖν ἔφη τῷ ἐνδεχόμενον εἶναι τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι· διότι γὰρ τὸ ἐνδεχόμενον κατὰ πᾶσαν τὴν περὶ αὐτοῦ ἔννοιαν τοῦ ἀδυνάτου διέστηκε, τὸ δὲ ἀδύνατον εἶναι ταὐτὸν σημαίνει τῷ ἀναγκαῖον μὴ εἶναι, συμβήσεται τὸ ἐνδεχόμενον εἶναι διαφωνεῖν μὲν πρὸς τὸ ἀναγκαῖον μὴ εἶναι, συνᾴδειν δὲ τῷ οὐκ ἀναγκαῖον μὴ εἶναι. οὕτω δὲ καὶ τὸ ἀναγκαῖον εἶναι ἀκολουθότερον ἕπεσθαι φήσομεν τῷ οὐκ ἐνδεχόμενον | μὴ [*](197r) εἶναι. ·ἀλλ’ εἰ ὑποθοίμεθα τό τε δυνατὸν καὶ τὸ ἐνδεχόμενον μόνον σημαίνειν τὸ κυρίως τοῖς ὀνόμασι τούτοις καλούμενον, ὅπερ αὐτὸς ἐν τοῖς Ἀναλυτικοῖς ὡρίσατο εἰπὼν “ἐνδεχόμενον δὲ λέγω, οὗ μὴ ὄντος ἀναγκαίου, τεθέντος δὲ ὑπάρχειν, οὐδὲν ἀδύνατον συμβαίνει’’, ποίας φήσομεν αὐτοῖς ἀκολουθεῖν τοῦ ἀδυνάτου καὶ τοῦ ἀναγκαίου προτάσεις; φημὶ δὴ ὅτι ὅσον μὲν ἐπὶ τῇ πρὸς τὸ δυνατὸν εἶναι καὶ ἐνδεχόμενον εἶναι ἀκολουθίᾳ ὀρθῶς ἔχειν δόξει τὸ ἐξ ἀρχῆς τῶν προτάσεων διάγραμμα· τὸ γὰρ κυρίως δυνατὸν καὶ ἐνδεχόμενον οὔτε ἀδύνατον εἷναί ἐστιν οὔτε ἀναγκαῖον εἶναι. ἀλλ’ εἰ δέοι φροντίζειν τοῦ πάσας τὰς συντεταγμένας προτάσεις συνᾴδειν ἀλλήλαις, οὐκέτι δυνατὸν ὑποτάττειν τῇ οὐκ ἀδύνατον εἶναι τὴν οὐκ ἀναγκαῖον [*](4 Ἀναλυτ.] Anal. pr. Α 3 p. 25a 37 5 τῶν ἐνδεχομένων Arist. 6 γὰρ om. Ma τὸ (ante μὴ) om. FG 9 ἔχειν—ἐνδεχομἐνου iter. G 10 φαίνοιτο FG post αὐτὸ add. λέγων F 12 ὄντως (pr. 1.) Α τοῦτο δὲ AFGM: καὶ τοῦτον δὲ a 13 δὺν. τὸ κυρ. G εἰ] ἀεὶ Α 16 ἄρδην] εἶναι G ἀναιροῦσαν G 18 κατ’ αὐτὴν AM ἔνοιαν Α 21 ταὐτὸν om. FG τῷ] τὸ G 23 τῷ] τὸ AM 23. 24 τῶ ἀναγκ. F: τῶ οὐκ ἀναγκ. a 24 τῷ] τὸ Fa 25 εἰ om. Ma ὑποθείμ. G 27 Ἀνλ.] Anal. pr. Α 13 p. 32a 18 λέγω δ’ ἐνδέχεσθαι καὶ τὸ ἐνδ. Arist. 28 οὐδὲν ἔσται διὰ τοῦτ’ ἁδύν. Arist. φήσωμεν AMa 29 ἀναγκ. καὶ τοῦ ἀδ. colloc. A1G 30 τῆς . . ἀκολουθίας G 32 τὸ ἐνδεχ. FG οὔτε (utrobique)] οὕτως F 33 δεῖ a ἐντεταγ. G)
Καὶ ἔστι δὴ ἀρχὴ ἴσως τὸ ἀναγκαῖον καὶ τὸ μὴ ἀναγκαῖον πάντων ἢ εἶναι ἢ μὴ εἶναι, καὶ τὰ ἄλλα ὡς τούτοις ἀκολουθοῦντα ἐπισκοπεῖν δεῖ. φανερὸν δὴ ἐκ τῶν εἰρημένων ὅτι τὸ ἐξανάγκης ὂν κατ’ ἐνέργειάν ἐστιν, ὥστε εἰ πρότερα τὰ ἀίδια, καὶ ἐνέργεια δυνάμεως προτέ|ρα. καὶ τὰ μὲν ἄνευ [*](198r) δυνάμεως ἐνέργειαί εἰσιν, οἷον αἱ πρῶται οὐσίαι, τὰ δὲ μετὰ δυνάμεως, ἃ τῇ μὲν φύσει πρότερα τῷ χρόνῳ δὲ ὕστερα, τὰ δὲ οὐδέποτε ἐνέργειαί εἰσιν ἀλλὰ δυνάμεις μόνον. Ἀκολουθότερον ἐν τούτοις καὶ θεωρητικώτερον προηγεῖσθαι ἀξιοῖ τὰς τοῦ ἀναγκαίου προτάσεις ἐν τῷ διαγράμματι τῶν κατὰ τοὺς ἄλλους τρόπους προτάσεων, ἕπεσθαι δὲ ἐκείναις ταύτας, οὐ μόνον ὅτι κοινότερον ἐλέγετο εἶναι τὸ δυνατὸν τοῦ ἀναγκαίου καὶ ἔδει τὸν περὶ τῆς ἀκολουθίας αὐτῶν διαλεγόμενον προυποτίθεσθαι καὶ ὡς ἡγούμενον ἀναλαμβάνειν τὸ εἰδικώτερον, ἐπισκέπτεσθαι δὲ πῶς τούτῳ δυνατὸν ἕπεσθαι τὸ κοινότερον, οὐ μέντοι ἔμπαλιν, ἀλλὰ καὶ ὅτι τὸ μὲν ἀναγκαῖον τοῖς ἀιδίοις τῶν ὄντων καὶ θείοις προσήκει, τὸ δὲ δυνατὸν τὸ τοῦ ἀναγκαίου διαφέρον καὶ τὸ ἐνδεχόμενον ἀπὸ τῆς ὕλης ἀναβλαστάνουσιν (ἐν ταύτῃ γὰρ καὶ διὰ ταύτην ἡ κατὰ τὴν ἐπιτηδειότητα δύναμις, ἅτε πάντα ἔχουσα δυνάμει κατ’ ἐνέργειαν δὲ οὐδέν), τὸ δὲ ἀδύνατον καὶ ἔξω πέπτωκε παντελῶς τῶν ὄντων· οὐ γὰρ ἄν ἐλέγετο εἶναι ἀδύνατον, εἴπερ εἶχε τὴν οἵαν δήποτε εἰς τὰ ὄντα πάροδον ἢ ἐν τῇ ὕλῃ ἢ ἐν τῇ ταύτης ἀμυδροτέρᾳ τῇ στερήσει· ἡ μὲν γὰρ στέρησις ἀναγκαία πρὸς τὴν γένεσιν ἐξ αὐτῆς γὰρ ἡ εἰς τὸ εἶναι τῶν γινομένων μεταβολή), τὸ δὲ ἀδύνατον οὐδέποτε ἄν εἰς τὸ δυνατὸν μεταβάλλοι. δεήσει οὖν τῇ μὲν ἀναγκαῖον εἶναι ὕπαρξιν ἀίδιον σημαινούσῃ τῶν ἄλλων τρόπων ἀκολουθεῖν, ὡς ὑπογέγραπται, τὰς ἀναιρούσας τὸ μὴ εἶναι, τήν τε οὐ δυνατὸν μὴ εἶναι καὶ τὴν οὐκ ἐνδε|χόμενον [*](198v) μὴ εἶναι καὶ τὴν ἀδύνατον μὴ εἶναι, τῇ δὲ ἀναγκαῖον μὴ εἶναι τὴν οὐ δυνατὸν εἶναι καὶ οὐκ ἐνδεχόμενον εἶναι καὶ τὴν ἀδύνατον εἶναι. δήλη δὲ ἐκ τούτων καὶ τῶν ἀντικειμένων αὐταῖς ἡ ἀκολουθία.
Ἑξῆς δὲ τούτοις ἐπιδεῖξαι βουλόμενος ὅτι αὐτῇ ἀκολουθῶν τῇ φυσικῇ διακοσμήσει τῶν ὄντων προηγεῖσθαι ἀξιοῖ τὰς τοῦ ἀναγκαίου προτάσεις τῶν ἄλλων, ὑφηγεῖσθαι μὲν προτίθεται τὰς τῶν ὄντων τάξεις κατὰ τὸν προσήκοντα τρόπον τῇ προκειμένῃ θεωρίᾳ, πρὸ δέ γε τούτων ὥσπερ [*](1 ἡ ἀρχὴ Α 1. 2 καὶ τὸ μὴ ἀναγκαῖον om. M 2 ἡ εἶναι—μόνον (8) om. M ὡς G2a: τὰ Α: om. FG1 3 φανερὸν—μόνον (8) om. a δὲ Α 5 ἴδια G ἡ ἐνέργ. b 7 δὲ χρ. colloc. b 9 ἀκολουθώτ. Α1 θεωρηματικ. M 11 ἐκείνας ταύταις AFMa 13 προυποτίθεται G1 καὶ om. M λαμβάνειν FG2a: λαμβάνει G1 14 εἰδικ. Brand.: ἰδικ. AFGMa τούτῳ] τόν τε M 15 ἰδίοις F1 16 τὸ (post δὺν.) om. Ma 17. 18 διὰ τούτων G1 18 ἔχουσαν AMa 19 prius δὲ om. M 20 οἷόν ποτε A: οἰκείαν ποτὲ M 22 alt. ἡ post γιν. (23) colloc. AM 24 μεταβάλοι FMa 25 προγέγρ. FG 30 αὐτὸς FG 33 τούτου Ma)
διὰ τοῦ “ἱερή” καὶ τὴν ὑπὲρ νοῦν αἰνιττόμενος αἰτίαν, οὐδὲ τῶν συνθέντων τοὺς μύθους παραμελησάντων τοῦ παραδοῦναι τοῖς ἀκροωμένοις αὐτῶν ἀφορμάς, δι’ ὧν ἀπιστήσουσι μὲν τοῖς κατὰ τὸ φαινόμενον λεγομένοις, ζητήσουσι δὲ τὴν ἀληθῆ καὶ ὑπὸ πλάσματος ἑκάστου τῶν μύθων αἰνισσομένην διάνοιαν, εἰ μὴ τύχοιεν ἠλιθίως διακείμενοι τὰς ψυχάς· πῶς γὰρ ἀνθρωποειδῆ τὰ ἐξ οὐρανοῦ καὶ γῆς, εἴτε τῶν ἐμφανῶν εἴτε, ὡς ὁ ἀληθὴς λόγος, τῶν νοητῶν καὶ τῶν ὑπὲρ τούτους κρυφίων αἰτιῶν, λεγόμενα τὴν γένεσιν ἔχειν; τίς δὲ ἀνέξεται κατὰ τὸ φαινόμενον ἀκούειν αἰδοῖα οὐρανοῦ καὶ τούτων ἐκτομάς, καὶ τῆς Ἀφροδίτης ἐξ αὐτῶν εἰς τὴν θάλασσαν ῥιφθέντων γένεσιν, παίδων δὲ καταπόσεις καὶ αὖθις ἐμέτους, καὶ ὅσα τοῖς ἐπιπολαιοτέροις ἐπιβοηθοῦντες οὕτως ἀπεμφαίνοντα πλάττουσιν οἱ μῦθοι; πῶς δὲ τὰς ἐπὶ θεῶν λεγομένας μίξεις οὐ παραπλησίας τῇ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν μυθευομένῃ μίξει νοήσομεν; ἀλλ’ ἐπανέλθωμεν ὅθεν εἰς ταῦτα ἐξέ|βημεν, φειδοῖ τῶν παιδαρίων τῶν ἱστορίαν ἡγουμένων τοὺς μύθους [*](200r) καὶ οὐ συνιέντων τὸ ἄνευ δυνάμεως ἐνέργειαί εἰσι.
- οὔτε γὰρ ἀνδρομέῃ κεφαλῇ κατὰ γυῖα κέκασται,
- οὐ μὲν ἀπαὶ νώτων γε δύω κλάδοι ἀίσσουσιν,
- οὐ πόδες, οὐ θοὰ γοῦν’, οὐ μήδεα λαχνήεντα,
- ἀλλὰ φρὴν ἱερὴ καὶ ἀθέσφατος ἔπλετο μοῦνον,
- φροντίσι κόσμον ἅπαντα καταίσσουσα θοῇσι,
Τοιαῦτα μὲν οὖν τὰ ἁπλᾶ καὶ νοητὰ εἴδη, τὰ δὲ σύνθετα καὶ ἀπἐκείνων τὴν πρόοδον εἰληχότα, ὕλης μετέχοντα ἢ ἀεὶ τὸ εἶδος στέγειν πεφυκυίας, ὡς τὰ οὐράνια εἰ χρὴ καὶ ἐπ’ ἐκείνων τὸ τῆς ὕλης ὄνομα κοινότερον λέγειν), ἢ παρὰ μέρος δέχεσθαί τε αὑτὸ καὶ ἀποβάλλειν, ὡς τὰ ὑπὸ σελήνην, ἐνεργείᾳ τάδε εἶναι φήσομεν ἀλλ’ οὐκ ἐνεργείας. καὶ ἐφ’ ὧν τὸ δυνάμει κατὰ χρόνον διακρίνεται τοῦ κατ’ ἐνέργειαν, ἐπὶ τούτων κατὰ μὲν τὸν χρόνον πρότερον ἔσται τὸ δυνάμει κατὰ δὲ τὴν φύσιν τὸ κατ’ ἐνέργειαν· δεῖ μὲν γὰρ πρότερον ἐπιτηδείως πρὸς τόδε τι ἔχειν, [*](1 post γὰρ add. ἄν M ἐστιν Α διὰ ταῦτα—ἐνέργειαί εἰσι (25) om. A1FG1 καὶ om. AMa 1. 2 Ἀκραγαντῖνος σοφός] Empedocles v. 347—351 Stein 2 ἐπιρραπίζων Ma 4 προσεχὴς Α Brand. 7 δύο G 8 γοῦνα libri μήδεα] superscr. στήθεα Α 11. 12 συνθέντων Brand.: συνθέτων libri 13 ἀπιστοῦσι A: ἀπιστήσωσι G 14 ζητοῦσι Α 15 ἠληθίως AGa 16 ἀνθρωποειδεῖ Α 17 νοητῶν in lac. om. a τούτου Α καὶ λεγόμ. M 17. 18 λέγομεν αὐτὴν γέν. Α 18. 19 ἐξ οὐρ. M 20 ῥιφέντων G 21 ἐπὶ πολλὰ ἑτέροις Α ἐπιβοηθούντων Α ἀποφαίν. a 22 λέγομεν GMa 25 τὸ—εἰσι in lac. om. a αἱ ἐνέργ. Brand. 26 τὰ νοητὰ Ma ἐπ’ a 27 ἢ ὕλ. Α: καὶ ὕλ. Ma 28 πεφυκότα F 28.29 εἰ—λέγειν om. FG 29 κοινότερον scripsi: καινότερον libri ἢ om. M δεχομένης AM ἀποβαλλούσης Α: ἀποβαλούσης M)
Πότερον δὲ ἐναντία ἐστὶν ἡ κατάφασις τῇ ἀποφασει ἢ κατάφασις τῇ καταφάσει, καὶ ὁ λόγος τῷ λόγῳ ὁ λέγων ὅτι πᾶς ἄνθρωπος δίκαιος τῷ οὐδεὶς ἄνθρωπος δίκαιος ἢ τὸ πᾶς ἄνθρωπος δίκαιος τῷ πᾶς ἄνθρωπος ἄδικος, οἷον ἔστι Καλλίας δίκαιος—οὐκ ἔστι Καλλίας δίκαιος—Καλλίας ἄδικός ἐστι· ποτέρα δὴ ἐναντία τούτων; εἰ γὰρ τὰ μὲν ἐν τῇ φωνῇ ἀκολουθεῖ τοῖς ἐν τῇ διανοίᾳ, ἐκεῖ δὲ ἐναντία δόξα ἡ του ἐναντίου, οἶον ὅτι πᾶς ἄνθρωπος δίκαιος τῇ πᾶς ἄνθρωπος ἄδικος, καὶ ἐπὶ τῶν ἐν τῇ φωνῇ καταφάσεων ἀνάγκη ὁμοίως ἔχειν. εἰ δὲ μὴ ἐκεῖ ἡ τοῦ ἐναντίου δόξα ἐναντία ἐστίν, οὐδὲ ἡ κατάφασις τῇ καταφάσει ἔσται ἐναντία, ἀλλ’ ἡ εἰρημένη ἀπόφασις. ὥστε σκεπτέον ποία δόξα ἀληθὴς ψευδεῖ δόξῃ ἐναν|τία, πότερον ἡ τῆς ἀποφάσεως [*](201v) ἢ ἡ τὸ ἐναντίον εἶναι δοξάζουσα. λέγω δὲ ὧδε. ἔστι τις δόξα ἀληθὴς τοῦ ἀγαθοῦ ὅτι ἀγαθόν, ἄλλη δὲ ὅτι οὐκ ἀγαθὸν ψευδής, ἑτέρα δὲ ὅτι κακόν· ποτέρα δὴ τούτων ἐναντία τῇ ἀληθεῖ; καὶ εἰ ἔστι μία, καθ’ ὁποτέραν ἡ ἐναντία;
Συμπεπλήρωται μὲν ἡ διδασκαλία τῶν ἐξ ἀρχῆς ἡμῖν ἀπηριθμημένων τεττάρων τοῦ βιβλίου κεφαλαίων καὶ τὸ Περὶ ἑρμηνείας, ὡς ἐμοὶ φαίνεται, τὸ προσῆκον ἀπείληφε πέρας· τὰ γὰρ ἐφεξῆς ὑποπτεύω ἤτοι μὴ εἶναι γνήσια τοῦ Ἀριστ.οτέλους, ἀλλὰ προστεθεῖσθαι ὑπό τινος τῶν μετ’ αὐτόν, ἀποβλέπων πρὸς τὸ πανταχοῦ τῶν ἑαυτοῦ συγγραμμάτων φαίνεσθαι τὸν φιλόσοφον τὰ ἐναντία δοξάζοντα τοῖς διὰ τούτων λεγομένοις, ἢ γεγράφθαι μὲν ὑπ’ αὐτοῦ, γυμνάσαι δὲ μόνον βουληθέντος τοὺς ἐντυγχάνοντας πρὸς τὴν ἐπίκρισιν τῶν πιθανῶς μὲν οὐ μέντοι ἀληθῶς λεγομένων λόγων, [*](1 αὐτοενέργεια AGM κατ’ αὐτὴν FG 4 καὶ (post δὲ)] κατὰ M 5 ἑκάτερα G 6 ὡς εἴρηται] p. 250,24 9 ante Πότερον add. tit. τέλος τοῦ τετάρτου τμήματος. ἀρχὴ τοῦ πέμπτου καὶ τελευταίου τμήματος A: τμῆμα πέμπτον F: περὶ τοῦ πέμπτου τμήματος M: ἀρχὴ τοῦ πέμπτου τμήματος a: om. G ἐστὶν om. G 10 ἢ—ἐναντία (24) om. M τῷ λόγῳ om. Α 11 ἢ ὁ τὸ Ga 12 οἷον—ἐναντία (24) om. a post οἶον add. ὅτι G 12. 13 οἷον Κ. δίκαιός ἐστι colloc. FG 13 οὐκ ἔστι post δίκαιος (alt.) colloc. FG 14 ποτέρα—ἐναντία (24) om. G ἀκολουθεῖ om. Α 17 μὴ] μηδὲ F 25. 26 ἀπηριθμημένων] p. 7,16 29 ἀποβλέποντος F 30. 31 γέγραπται FG)
Αὐτὸς μὲν οὖν οὕτω ταῦτα διατάττεται περὶ τούτων, ἀποβλέπων ἴσως πρὸς τὸ ἀπόφασιν μὲν ἐπὶ πάντων ἀπλῶς ὄντων τε καὶ μὴ ὄντων δύνασθαι ἡμᾶς λαμβάνειν καὶ ἀντιτιθέναι πρὸς τὴν κατάφασιν, μηκέτι μέντοι ἐπὶ πάντων εἶναι τοῦ ἐναντίου κατάφασιν (ὅταν γὰρ τὸ ἐξ ἀρχῆς κατηγορηθὲν μηδὲν ἔχῃ ἐναντίον ἤτοι οὐσία ὂν ἢ ποσὸν ἢ ἀπὸ τῶν ἄλλων κατηγοριῶν τῶν μὴ ἐπιδεχομένων ἐναντίωσιν. ἢ καὶ μέσον ᾖ ἐναντίων τινῶν, τότε δῆλον ὅτι ἀδύνατον τοῦ ἐναντίου κατάφασιν εὑρεῖν), βουλόμενος δὲ καὶ ἄλλως τῇ ἀναγκαίᾳ φανείσῃ πρὸς τὴν θεωρίαν τῶν προτάσεων ἀντιθέσει, τῇ ἀντιφατικῇ λέγω τὰ πρεσβεῖα παρὰ τὰς ἄλλας πάσας νέμειν. ὁ μέντοι μέγας Συριανὸς ἄριστα καὶ θεωρητικώτατα ταύτῃ τῇ ζητήσει διῄτησε, τά τε πράγματα ὅπως ἔχει φύσεως καὶ τῆς πρὸς ἄλληλα διαστάσεως μάλα ἐναργῶς ἐπιδεικνὺς καὶ τὰς κοινὰς ἡμῶν καὶ αὐτοφυεῖς ἐννοίας συμφώνους τοῖς λεγομένοις ἀποφαίνων καὶ τῶν ἐπιχειρημάτων ἕκαστον αὐτὸ καθ’ αὑτὸ βασανίζων καὶ διηρθρωμένως διδάσκων τί τε ὀρθῶς καὶ τί πιθανῶς μὲν οὐ μέντοι ἀκριβῶς ἐν αὐτοῖς παραδίδοται, καὶ ἐπὶ πᾶσι τόν τε θειότατον Πλάτωνα μάρτυρα παραφέρων ἐν τῷ Σοφιστῇ ἀποφαινόμενον τὴν ἀπόφασιν ἕτερον μέν τι τῆς καταφάσεως σημαίνειν, οὐ μὴν ἐναντίον πρὸς αὐτήν, διότι ἓν μὲν ἑνὶ ἐναντίον (οὐ γὰρ | ἄδικος "[*](203r) ἡ φύσις, ὥστε πλείονα ἑνὶ ποιῆσαι πολέμια), ἡ δὲ τοῦ μεγάλου ἀπόφασις, ὅπερ ἐν Σοφιστῇ λέγεται, καθ’ ἣν τὸ οὐ μέγα λέγομεν, οὐδὲν μᾶλλον τὸ σμικρὸν ἢ τὸ ἴσον δηλοῖ διὸ καὶ ἐν τῷ ἕκτῳ τῆς Πολιτείας πλείονος ἐπιμελείας δεῖσθαι λέγων τὰς ἐρρωμενεστέρας φύσει πρὸς τὸ μὴ διαφθαρῆναι τῶν σμικροτέρων καὶ ἀποδιδοὺς τούτου τὴν αἰτίαν “ἀγαθῷ γάρ, φησί, κακὸν ἐναντιώτερον ἢ τῷ μὴ ἀγαθῷ’’, τοῦτ’ ἔστι τῷ λοιπὼ τῶν ὑπὸ τῆς ἀποφάσεως τοῦ κακοῦ σημαινομένων, εἰ καὶ παρεῖται τοῦτο ὡς ἐναργὲς καὶ εἴληπται τὸ μὴ ἀγαθὸν ἀντὶ τοῦ μήτε κακοῦ μήτε ἀγαθοῦ), καὶ αὐτοῦ μέντοι τοῦ Ἀριστοτέλους τῇ τελειοτέρᾳ παραδόσει τῇ ἐν τῷ δεκάτῳ τῆς Θεολογικῆς πραγματείας πείθεσθαι ἡμᾶς ἀξιῶν πλείστην εἶναι διάστασιν τοῦ ἐναντίου πρὸς τὸ ἐναντίον ἀλλ’ οὐ τῆς ἀποφάσεως πρὸς τῆς κατάφασιν ἀποφαινομένου, δι’ ὧν φησιν “ἐπεὶ δὲ διαφέρειν ἐνδέχεται ἀλλήλων τὰ διαφέροντα πλεῖον καὶ ἔλαττον, ἔστι τις καὶ μεγίστη διαφορά, καὶ ταύτην λέγω ἐναντίωσιν’’ καὶ ὅσα ἑξῆς τούτοις ἐπιφέρει, κατασκευάζων, οὐ καθάπερ [*](1 οὐδὲ (priore 1.) AM ὑπεναντίους Ma 3 καὶ αὐτὸς A ταῦτα om. F 7 ἔχει A1: ἔχοι G 8 μέσων AM ᾖ om. Α 10 δὲ om. G 11 παρὰ τὰς ἄλλας om. G1 περὶ τὰς ἄλλας προτάσεις suppl. G2) 13 ἄλληλα] ἄλλα F 14 ἐναργέστερον F 15 ἐνοίας Α 16 τε τί colloc. F 18 ἐν τῷ Σοφιστῇ] p. 257 Β 19 μέν τι] μέντοι Ga σημαίνει a 20 πρὸς αὐτήν om. FG διότι om. F ἓν superscr. Α μὲν γὰρ F 21 τῶ ἑνὶ F 22 λέγομεν] λεγόμενον AFG 23 ἐν τῷ ἕκτῳ τῆς Πολιτείας] p. 491 D 25. 26 ἀγαθὸν . . κακῶ Α 25 γάρ που Plat. 27 παρεῖται ex παραιτεῖται corr. G 28 αὐτὸς F 29 ὁ ἀριστοτέλης FG 29. 30 ἐν τῷ δεκάτῳ τῆς Θεολ. πρ.] Metaph. I 4 p. 1055a 3 30 ἀξιοῖ FG 32 ἀποφαινόμενος FG 34 λέγων AFGMa)
Πρῶτον μὲν οὖν αὐτὸ καθ’ αὑτὸ τὸ πρόβλημα ἐπισκεπτόμενοι φήσομεν ὅτι εἰ καὶ ὑπάρχει τις ἐν τῷ οὐ λευκῷ πρὸς τὸ λευκὸν ἐναντίωσις, 5 [*](1 ὡς εἴρηται] p. 251,31 2 ἐπ’ a post αὐτῶν add. τῶν Μ ὄντων a 3 alt. καὶ om. G 4 ἐν Κατηγορίαις] c. 10 p. 12a 17 sq. 6 ἐφεστ. Α 7 ἔφη] Cat. c. 6 p. 6a 15 ἔφη ἔφην m1) ὑπάρχειν colloc. G ἀποδιδόμ. FG 8 ἐν ταῖς Φυσικαῖς . . πρ.] Phys. Γ 5 p. 205a 6 alias 8. 9 πρ. πάσ. colloc. M 10 πλείστων Ma 11. 12 καταφάσεως FG 12 ὑπὸ] ἀπὸ G πρὸς αὐτὸ om. M 13 ὄντωςΑ 14 αὐτά φησιν colloc. G (cf. Phys. E 1 p. 224b 30 sq. 5 p. 229b 16 sq.) 15 τοῦ γιν.—ἀποφάσεως (16) om. F 16 οὐ om. M κατ’ αὐτὴν FG 17 τῷ om. GMa 18 ante prius μὴ add. τῶ AM τὸ om. G 19. 20 ἐν τῷ πέμπτῳ τῆς Φυσ. ἀκρ.] E 5 p. 229a 7 sq. 20. 21 τὸ πρ. τῆς τοπικῆς πραγμ.] Α 1 p. 100a 21 21 προσαγορεύων AG 22 ὡς—ἔχοντα om. G 24 παρὰ] περὶ M 25 ἐπεὶ] ἐπὶ FGMa 26 ταύτης AM 28 αὐτὸν iter. Α 32 τὸ om. F 33 καὶ εἰ colloc. FGMa)
Ταῦτα μὲν οὖν παρεξέβημεν, τὰς διφόρους παρὰ τοῖς παλαιοῖς ἐννοίας τῶν τε ἐναντίων καὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων καὶ τὰ περὶ τῆς ἀντιθέσεως τοῦ κακοῦ πρὸς τὸ ἀγαθόν, πολλοῖς εἰωθότα πράγματα παρέχειν, διαρθρῶσαι βουληθέντες. εἰ δὲ ἐπὶ τῶν ἁπλῶν φωνῶν οὕτως ἔχει, δῆλον ὅτι καὶ ἐν τοῖς ἀποφαντικοῖς λόγοις ἡ τὸ ἐναντίον καταφάσκουσα τῇ τὸ | ἐναντίον καταφασκούσῃ μάλιστα μάχεται· ἡ γὰρ κοινωνία [*](205r) ταῖς προτάσεσι καὶ ἡ διαφορὰ κατὰ τὴν δύναμιν θεωρεῖται τῶν συμπληρουσῶν αὐτὰς ἁπλῶν φωνῶν. ὅτι δὲ οὐ μόνον δοξάζομεν οὕτως, ἀλλὰ καὶ διασώζομεν τὸν ἀνθρώπινον βίον κατὰ τὰς αὐτοφυεῖς καὶ ἀδιδάκτους ἐννοίας, δῆλον ἐντεῦθεν· τὸ ἀγαθὸν παντὶ ἐφετόν, τὸ δὲ κακὸν παντὶ φευκτόν· τίς ἂν οὖν εἰ μὴ ἐξείη γείτονι χρήσασθαι ἀγαθῷ, δυοῖν εἰς αἵρεσιν αὐτῷ προκειμένων, ἢ οὐκ ἀγαθῷ χρήσασθαι ἢ ὁμολογουμένως πονηρῷ, ἕλοιτο ἄν πρὸ τοὐ μὴ ὠφελοῦντος τὸν βλάπτειν ἐπιχειροῦντα; κἂν γὰρ ὁ αὐτὸς οὐκ ἀγαθὸς ἅμα ᾖ καὶ κακός, φευκτὸς ἔσται μᾶλλον, οὐ καθὸ ἀνωφελὴς ἀλλὰ καθὸ πρὸς τούτῳ καὶ βλαβερός. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ δικαίου καὶ ἀδίκου καὶ πάντων τῶν παραπλησίων.
Τῆς τοίνυν φύσεως τῶν πραγμάτων καὶ τῆς δυνάμεως τῶν ἀποφαντικῶν λόγων, περὶ ὧν ἡ σκέψις, δήλης ἐκ τούτων γενομένης, ἑξῆς ἐπισκεψώμεθα τὰ διὰ τῆς προκειμένης ἐπιχειρήσεως περὶ τούτων λεγόμενα. ποιεῖται μὲν οὖν ὁ τῶν λόγων τούτων πατὴρ ὢν τὴν ζήτησιν ἐπὶ τῶν κατὰ τὸν προφορικὸν λόγον προτάσεων, δύο λαμβάνων καταφάσεις, τὴν μὲν καθόλου ὡς καθόλου τὴν δὲ καθ’ ἕκαστα, καὶ τῇ μὲν καθ’ ἕκαστα τήν τε ὄντως οὖσαν ἀπόφασιν αὐτῆς ἀντιτιθεὶς καὶ τὴν τοῦ ἐναντίου κατάφασιν, τῇ δὲ καθόλου ὡς μὲν ἀπόφασιν ἀντιτιθεὶς οὐ τὴν ἀντιφάσκουσαν πρὸς αὐτὴν ἀλλὰ τὴν ὡς ἐναντίαν αὐτῇ μαχομένην, ὅπερ ἐστὶ τὴν καθόλου ἀπόφασιν, πρὸς ταύτῃ δέ γε καὶ τὴν καθόλου τοῦ ἐναντίου κατάφασιν. καὶ προτίθεται εὑρεῖν πότερον αἱ ἀποφάσεις εἰσὶν αἱ μᾶλλον μαχόμεναι ταῖς | καταφάσεσιν ἢ αἱ [*](205v) τῶν ἐναντίων καταφάσεις, πάνυ προσεκτικῶς ἀνάγων τὴν ζήτησιν ἐπὶ τὴν οἰκείαν τῶν προκειμένων ἀρχήν, λέγω δὲ τοὺς ἐνδιαθέτους καλουμένους λόγους καὶ τὰς περὶ τῶν πραγμάτων ἐν τῇ ψυχῇ δόξας, ἀφ’ ὧν προφερόμεθα τοὺς ἔξω ῥέοντας λόγους, καὶ ἀξιῶν ὡς ἄν ἐπὶ τῶν δοξῶν ἔχουσαι ὀφθῶσιν αἱ εἰρημέναι τῶν προτάσεων ἀντιθέσεις, οὕτως καὶ ἐπὶ τῶν κατὰ τὴν φωνὴν ἀποφάνσεων ἔχειν. τοῦτο μὲν οὖν καὶ ὀρθῶς ἐπινενόηται παρ’ [*](1 ἐν τῇ Φυσικῇ ἀκρ.] E 1 p. 225b 3 6 p. 229b 26 ἀκρ.] ἀξιώσει Μ 4 ἐνοίας Α: αἰτίας G τε om. FG 5 ante πολλοῖς add. ὡς G2 ante διαρθρ. add. οἱ G 7 ἔχοι a 8 τῷ ἐναντίῳ a 10 αὐτῶν G 13 ἐξείη] ἕξει FG1 14 ἀναίρεσιν a ὁμολογουμένῳ AMa 16 ἀγαθός τε Ma ἅμα ἡ AG2: ἅμα FG1: εἴη ἅμα Ma 17 τοῦτο FG 20 γινομ. FGM 21 καὶ περὶ M 22 οὖν om. F τούτων πάντων Α: πάντων (τούτων om.) a ὢν om. FG 24 τὴν G 26 ὡς] τὴν FG 27 μαχ. αὐτῆ colloc. Α 28 καὶ καθόλου τὴν ἐναντίαν καταφ. a 29 αἱ (post ἢ) om. M 31 δὴ Ma 33 ὡς ἄν iter. G ἔχειν FG)
Τῆς δὲ λέξεως τὸ μὲν εἰ γὰρ τὰ μὲν ἐν τῇ φωνῇ ἀντὶ τοῦ ‘εἰ δὴ’ εἴρηται· οὐ γὰρ προειρημένου τινὸς αἰτίαν ἀποδίδωσιν, ἵνα καὶ χώραν ἔχῃ ὁ αἰτιολογικὸς σύνδεσμος, ἀλλὰ τὴν μέθοδον ὑφηγεῖται τὴν καθ’ ἣν κρινοῦμεν τὰς μάλιστα μαχομένας προτάσεις, ἀπὸ τῶν αἰτίων αὐτῶν ὁρμώμενοι. τὸ δὲ ἐπὶ τέλει τῆς ῥήσεως εἰρημένον, τὸ καὶ εἰ ἔστι μία, καθ’ ὁποτέραν ἡ ἐναντία, τοιαύτην ἔχει διάνοιαν· ἔστι δόξα περί τινος τῶν ἀγαθῶν, οἷον σωφροσύνης, αὐτὸ | τοῦτο ἀποφαινομένη ὅτι ἐστὶν ἀγαθόν, ἄλλη [*](206r) δὲ ἡ λέγουσα ὅτι οὐκ ἔστιν ἀγαθόν, τρίτη δὲ ἡ λέγουσα ὅτι ἐστὶ κακόν· συμβαίνει οὖν, φησί, τήν τε ἀπόφασιν τὴν λέγουσαν ἡ σωφροσύνη ἀγαθὸν οὐκ ἔστι’ καὶ τὴν τοὐ ἐναντίου κατάφασιν τὴν λέγουσαν ‘ἡ σωφροσύνη κακόν ἐστι’ ποτὲ μὲν διαφωνεῖν ποτὲ δὲ συντρέχειν ἀλλήλαις· ἐπεὶ γὰρ τῶν ἐναντίων τὰ μέν ἐστιν ἔμμεσα τὰ δὲ ἄμεσα, εἰ μὲν τῶν ἐμμέσων ἐναντίων εἴη τὰ κατηγορούμενα, οὐκ ἄν ἀκολουθήσαι τῇ ἀποφάσει ἡ τοῦ ἐναντίου κατάφασις (οὐ γὰρ τὸ οὐ λευκὸν ἤδη ἀνάγκη εἶναι μέλαν), εἰ δὲ τῶν ἀμέσων, ταὐτὸν σημαίνουσιν ἥ τε ἀπόφασις καὶ ἡ τοῦ ἐναντίου κατάφασις, ὅταν ἀποφαίνωνται περί τινος τῶν πεφυκότων δέχεσθαι τὴν ἐναντίωσιν· ὥπερ γὰρ τὸ περιττὸν εὐθὺς οὐκ ἄρτιον, οὕτω τὸ οὐκ ἄρτιον ἀνάγκη εἶναι περιττόν. ἐφ’ ὧν οὖν συντρέχουσιν ἥ τε ἀπόφασις καὶ ἡ τοῦ ἐναντίου κατάφασις, οὐκέτι μὲν δυνατὸν ὡς ἐπὶ διαφόρων ζητεῖν ποτέρα αὐτῶν ἐστιν ἡ μᾶλλον μαχομένη πρὸς τὴν ἐξ ἀρχῆς κατάφασιν· εἰσὶ γὰρ ἄμφω τρόπον τινὰ μία, τὸ αὐτὸ δυνάμεναι. ἀξιοῖ δὲ ζητεῖν αὕτη ἡ μία κατὰ τὴν δύναμιν κατὰ τί μᾶλλον μάχεται τῇ ἐξ ἀρχῆς καταφάσει, πότερον καθὸ ἀποφάσκει τὸ ὑπάρχον ἢ καθὸ καταφάσκει τὸ μὴ ὑπάρχον· οἷον πρὸς τὴν λέγουσαν πρότασιν ‘ὁ τρία ἄρτιός ἐστι’ μάχονται ἥ τε [*](1 σοφῶς FGMa λέλεκται a 4 ἀσθενεστέρων G εἶναι om. Α: post ἡγητέον colloc. G 7 ἐπισκεψώμεθα AG 8 ἡ om. Α 9 ὅπερ Α2 10 τὸ μὲν] τῆς a τὰ] τὸ G εἰ δὴ] εἴδη AMa: δὴ FG 13 ὁρμώμενος M 15 post ἐστι add. τις M 17 ἡ (prius) om. FG τρίτη δέ ἐστιν FG 18 συμβαίνειν FGa τήν τε iter. F 18. 19 ἀγαθὸν—σωφροσύνη om. F 19 λέγουσαν ὅτι M 20 ἐπεὶ] ἐπὶ FG1 ante γὰρ add. μὲν G 21 post alt. μὲν add. οὖν F 22 ἂν ἀκολουθήσαι scripsi: ἀκολουθήσει Α: ἂν ἀκολουθήση FGMa 23 ἤδη in mrg. F μέλαν εἶναι colloc. Α 24 ἡ (post καὶ) om. Α 26 οὕτω—ἄρτιον om. Α 27 περ. εἶναι colloc. Ma οὖν om. Α 30 τὸ αὐτὸ δὺν.] τὸ αὐτὸ δυνάμει M: τῇ δυνάμει a 32 τὸ ὑπάρχον—κατφάσκει om. FG ὑπάρχειν (priore 1.) Α Comment, in Arist. IV 5. Ammon. in interpr. 17)
Τὸ μὲν δὴ τούτῳ οἴεσθαι τὰς ἐναντίας δόξας ὡρίσθαι τῷ τῶν ἐναντίων εἶναι, ψεῦδος· τοῦ γὰρ ἀγαθοῦ ὅτι ἀγαθὸν | καὶ τοῦ κακοῦ ὅτι κακόν, ἡ αὐτὴ ἴσως καὶ ἀληθής, εἴτε [*](206v) πλείους εἴτε μία ἐστίν· ἐναντία δὲ ταῦτα. ἀλλ’ οὐ τῷ ἐναντίων εἶναι ἐναντία, ἀλλὰ μᾶλλον τῷ ἐναντίως.
τὴν ἔννοιαν αὐτήν, ἀφ’ ἧς ὁρμῶνται οἱ λέγοντες ἐν ταῖς περὶ τῶν ἐναντίων δόξαις τὴν σφοδροτάτην θεωρεῖσθαι τῶν προτάσεων μάχην, βούλεται πρῶτον διαβαλεῖν ὁ ἀντιδικεῖν πρὸς τοῦτο πειρώμενος λόγος καί φησι μὴ εἶναι ὑγιὲς τῶν ἐναντίων δοξῶν κριτήριον τὸ περὶ ἐναντίων ἀποφαίνεσθαι πραγμάτων· τὴν γοῦν δοξάζουσαν ὅτι ἡ σωφροσύνη ἀγαθὸν καὶ τὴν ὅτι ἡ ἀκολασία κακὸν ἀποφαίνεσθαι μὲν περὶ ἐναντίων τῶν τε ὑποκειμένων καὶ τῶν κατηγορουμένων, οὐ μέντοι ἀλλήλαις ἐναντίας εἶναι, διότι αὗται μὲν ἅμα τυγχάνουσιν ἀληθεῖς, αἱ δὲ ἐναντίαι οὐδέποτε συναληθεύουσιν (ὅλως γὰρ τὰ ἐναντία συνυπάρχειν ἀδύνατον), ἀλλὰ μᾶλλον κρίνεσθαι δεῖν τὰς ἐναντίας δόξας κατὰ τὸ ἐναντίως περὶ τῶν αὐτῶν ἀποφαίνεσθαι πραγμάτων, ὥσπερ ἔχουσιν ἥ τε κατάφασις καὶ ἡ ἀπόφασις, ὡς διὰ τῶν ἑξῆς ἐπιχειρημάτων κατασκευάσαι πειράσεται. τὸ δὲ εἴτε πλείους εἴτε μία ἐστίν εἴρηται περὶ τῶν τὸ ἀγαθὸν ἀγαθὸν καὶ τὸ κακὸν κακὸν εἶναι λεγουσῶν, διότι πλείους μέν εἰσιν ὡς διαφόροις χρώμεναι τοῖς τε ὑποκειμένοις καὶ τοῖς κατηγορουμένοις, δόξαιεν δ’ ἄν καὶ μία εἶναι οὐ μόνον κατὰ τὸ συναληθεύειν ἀλλὰ καὶ ὡς ἀπὸ μιᾶς προαγόμεναι ζωῆς τε καὶ διαθέσεως. ῥητέον δὲ πρὸς ταῦτα ὅτι οἱ ἀξιοῦντες τὴν τῶν ἐναντίων καταφάσεων μάχην κρατεῖν τῆς ἀντιφατικῆς οὐ φήσουσι ταύτας ἁπλῶς ἐναντίας εἶναι δόξας, τὰς περὶ ἐναντίων ἀπλῶς πραγμάτων ἀποφαινομένας οὐ γὰρ δὴ καὶ τὰς περὶ τῶν ἐναντίων τὰ ἐναντία φασκούσας), ἀλλὰ τὰς [*](207r) περὶ τοῦ αὐτοῦ τὰ ἐναντία δοξαζούσας· αὗται γὰρ αἱ τῷ ὄντι ἐναντίως δοξάζουσαι.
[*](1 ὁ τρία (prius) om. Α 5 δόξας om. Α ὧρ.] αἱρεῖσθαι G 6 τῷ om. G τῶν om. F ψεῦδος—ἐναντίως (9) om. M τοῦ—ἐναντίως (9) om. a 7 ἀληθὴς ἔσται b 8. 9 ἐναντίων εἶναι] ἐναντίον εἶναι F1G: om. Α 9 τῳ] τῶν FG 12 διαβάλλειν M 13. 14 ἀποφ. πραγμάτων om. Α 14 γε οὖν FG 22 post καὶ add. τῶν Α 23 λεγόντων Α 25 προσαγ. Ma 26 πρὸς ταῦτα om. A 27 ἀπλῶς om. FG1a 28 εἶναι ἐναντ. colloc. FG post ἐναντίων add. τὰ ἐναντία φασκούσας ἁπλῶς ἀλλὰ τὰς τὰ ἐναντία περὶ τῶν αὐτῶν F: τὰ ἐναντία φασκούσας G ἀπλῶς om. F 30 τοῦ om. Α τῶν αὐτῶν G)Εἰ δὴ ἔστι μὲν τοῦ ἀγαθοῦ ὅτι ἐστὶν ἀγαθὸν δόξα, ἄλλη δὲ ὅτι οὐκ ἀγαθόν, ἔστι δὲ ἄλλο τι ὃ οὐχ ὑπάρχει οὐδὲ οἷόν τε ὑπάρξαι, τῶν μὲν δὴ ἄλλων οὐδεμίαν θετὲον, οὔτε ὅσαι ὑπάρχειν τὸ μὴ ὑπάρχον δοξάζουσιν οὔθ’ ὅσαι μὴ ὑπάρχειν τὸ ὑπάρχον (ἄπειροι γὰρ ἀμφότεραι, καὶ ὅσαι ὑπάρχειν δοξάζουσι τὸ μὴ ὑπάρχον καὶ ὅσαι μὴ ὑπάρχειν τὸ ὑπάρχον), ἀλλ’ ἐν ὅσαις ἐστὶν ἡ ἀπάτη. αὗται δὲ ἐξ ὧν αἱ γενέσεις. ἐκ τῶν ἀντικειμένων δὲ αἱ γενέσεις, ὥστε καὶ αἱ ἀπάται.
Δεύτερον μὲν τοῦτο ἐπιχείρημα παραδίδοται πρὸς τὸ προκείμενον ἡμῖν πρόβλημα, παραβάλλον λοιπὸν τὴν ἀντίφασιν πρὸς τὴν τῶν ἐναντίων καταφάσεων ἀντίθεσιν. πρόεισι δὲ τοῦτον τὸν τρόπον. ἐπειδὴ βουλόμεθα εὑρεῖν ποία τῶν ψευδῶν δοξῶν ἐστιν ἡ μάλιστα ἐναντία τῇ ἀληθεῖ, χρώμενος ἐναργεῖ ἀξιώματι τῷ ἓν ἑνὶ ἐναντίον εἶναι συλλογίζεται ὅτι ἡ ἀπόφασίς ἐστιν ἡ μάλιστα πολεμία πρὸς τὴν κατάφασιν· ἐπεὶ γὰρ ἄπειροι, φησίν, εἰσὶν αἵ τε ψευδεῖς καταφάσεις αἱ μαχόμεναι πρὸς αὐτὴν καὶ αἱ ψευδεῖς ἀποφάσεις, αἱ μὲν λέγουσαι τὰ μὴ ὑπάρχοντα ὑπάρχειν αἱ δὲ τὰ ὑπάρχοντα μὴ ὑπάρχειν οἷον πρὸς τὴν λέγουσαν ‘τὸ ἀγαθὸν ἀγαθὸν ἀγαθόν’ μάχονται καταφάσεις μὲν αἱ λέγουσαι ‘τὸ ἀγαθὸν φευκτόν’ ‘τὸ ἀγαθὸν κακόν’ ‘τὸ ἀγαθὸν βλαβερόν’, ἀποφάσεις δὲ αἱ λέγουσαι τὸ ἀγαθὸν οὐχ αἱρετόν’ ‘τὸ ἀγαθὸν οὐκ ὠφέλιμον’ ‘τὸ ἀγαθὸν οὐ ζηλωτόν’, καὶ οὐδὲν μᾶλλον ἄλλην ἄλλης ψεύδεσθαι ἄν εἴποιμεν), τούτων μὲν οὐδεμίαν | ἐναντίαν [*](207v) χρὴ λέγειν τῇ ‘τὸ ἀγαθὸν ἀγαθόν’ λεγούσῃ· ἀόριστοι γὰρ ἀμφότεραι αὗται καὶ ἄπειροι, ἓν δὲ ἑνὶ ἐναντίον καὶ ὡρισμένον ὡρισμένῳ. τίνι οὖν κανόνι χρώμενοι τὴν μίαν ἐκείνην καὶ ὡρισμένως μαχομένην εὑρήσομεν; τῇ ἀρχῇ, φησί, καὶ οἷον ῥίζῃ τῆς ἀπάτης· μία γὰρ ὁμολογουμένως αὕτη καὶ ὡρισμένη· ἀπατώμεθα μὲν γὰρ τὸ ἀγαθὸν καὶ βλαβερὸν ἢ κακὸν καὶ οὐκ ὠφέλιμον ἢ οὐ ζηλωτὸν ὑπολαμβάνοντες, ἀλλὰ πάντων τούτων ἀρχὴ μία τὸ νομισθῆναι αὐτὸ μὴ ἀγαθόν. ταύτην δὲ τὴν τῆς ἀπάτης ἀρχήν, ἥτις ἐστί, παραστῆσαι ἡμῖν βουλόμενος ἔφατο εἶναι αὐτὴν ἐξ ἧς ἡ γένεσις, τὴν δὲ γένεσιν ἐκ τῶν ἀντικειμένων εἶναι, τοῦτ’ ἔστιν ἐκ τῶν οἰκείων τοῖς γινομένοις στερήσεων καὶ ἀποφάσεων· τό τε γὰρ λευκὸν ἐξ οὐ λευκοῦ γίνεται λευκὸν καὶ ὁ ἄνθρωπος ἐξ οὐκ ἀνθρώπου, καὶ ἐπὶ πάντων ἀπλῶς [*](1 δόξα post ἀγαθοῦ colloc. M ἄλλη—ἀπάται (8) om. M 2 ἔστι—ἀπάται (8) om. a καὶ ἄλλο FG 3 τῶν—ἀπάται (8) om. G 4 οὔθ’] καὶ Α 5 ἄπειροι—τὸ ὑπάρχον (6) om. Α 7 ὁπόσαις Α δέ εἰσιν b 10 παραβάλλων G 13 τῳ] τὸ FG λογίζεται Α 14 πολ.] ἐναντία G 14. 15 εἰσι φησίν colloc. Ma 16 ante ὑπάρχειν add. μὴ Α 17 μὴ ὑπάρχειν om. Α 17. 18 ante μάχ. add. κατάφασιν a 20 ὠφέλημον F 21 ἄλλης] ἄλλως G 23 ante ἐναντ. add. τὸ FG1 25 οἱονεὶ Ma 26 ὁρισμ. Α μὲν om. Α 27 ἢ] καὶ Α 28 μία om. A τὸ] τῶ FGa 31 γεγενημένοις G ἐκ τοῦ οὐ λευκοῦ Α 17*)
Πρὸς ταῦτα οὖν ῥητέον ὅτι ἓν μὲν ἑνὶ χρὴ ὁμολογουμένως εἶναι πολέμιον, οὐ μέντοι προσήκει ὡς μίαν τῶν πολλῶν καὶ τὰ μὴ ὑπάρχοντα τῷ ἀγαθῷ ὑπάρχειν αὐτῷ ἀποφαινομένων τιθέναι τὴν λέγουσαν ‘τὸ ἀγαθὸν κακόν’· ὥσπερ γὰρ ἐν ταῖς ἀπείροις ἀποφάσεσι ταῖς τὰ ὑπάρχοντα αὐτῷ μὴ ὑπάρχειν ἀποφαινομέναις μία ἦν ἡ ὡρισμένως αὐτῇ μαχομένη, ἡ λέγουσα ‘τὸ ἀγαθὸν μὴ ἀγαθόν’, οὕτως ἐν ταῖς ἀπείροις καταφάσεσι ταῖς τὰ μὴ ὑπάρχοντα αὐτῷ λεγούσαις ὑπάρχειν μία ἐστὶν #x003E; ὡρισμένην ἔχουσα τὴν πρὸς αὐτὴν μάχην, ἡ λέγουσα ‘τὸ ἀγαθὸν κακόν’. καὶ ἀόριστα μὲν καὶ ἄπειρα τὰ ὑπὸ τῆς ἀποφάσεως δη|λούμενα, διὸ ἐπὶ πάντων ὄντων [*](208r) τε καὶ μὴ ὄντων διαιρεῖ μετὰ τῆς καταφάσεως τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἓν δὲ καὶ τῷ ὄντι ὡρισμένον ἡ κατάφασις σημαίνει. ταῦτά τε οὖν οὕτως ῥητέον καὶ ὅτι ἀρχὴ μὲν ὄντως τῆς ἀπάτης ἡ περὶ τὴν ἀντίφασιν πλάνη. τοῦτο δὲ αὐτὸ τεκμήριόν ἐστι τοῦ μὴ εἶναι τὴν πλείστην διάστασιν ἐν τοῖς κατὰ ἀντίφασιν ἀντικειμένοις· οὐ γὰρ ἄν συνέβαινεν ἀπατᾶσθαι περὶ αὐτά· δῆλον γὰρ ὡς ἀπατώμεθα μᾶλλον περὶ τὰ ὅμοια καὶ σύνεγγυς ἀλλήλων ὄντα κατὰ φύσιν ἤπερ περὶ τὰ πολὺ διεστῶτα, οἷον τὴν φάτταν περιστερὰν μᾶλλον ὑπολάβοι ἄν τις ἢ κόρακα καὶ τὸν λύκον κύνα ἢ λέοντα. διὸ καὶ ὁ ἐν τῷ Φαιδρῷ Σωκράτης τοὺς ῥήτοράς φησιν ἐπιχειρεῖν παρακρούεσθαι τοὺς δικαστὰς διὰ τῶν ὁμοίων ποιουμένους τῆς ἀπάτης τὴν ἐπιχείρησιν ἀλλ’ οὐ τῶν πολὺ διεστώτων· κατηγοροῦντες μὲν γὰρ ἐπὶ τὰς παρακειμένας κακίας ἄγουσιν οἱ τεχνικώτεροι τῶν κατηγορουμένων τὰς ἀρετάς, τὸν ἀσφαλῆ δειλὸν ἀλλ’ οὐ θρασὺν προσαγορεύοντες καὶ τὸν οἰκονομικὸν φιλάργυρον ἀλλ’ οὐκ ἄσωτον, ἀπολογούμενοι δὲ τὰς κακίας ἐπὶ τὰς παρακειμένας ἄγουσιν ἀρετάς, τὸν ἄσωτον ἐλευθέριον καὶ τὸν θρασὺν ἀνδρεῖον ἐπονομάζοντες. καὶ ἐπὶ τούτοις ὅτι ὀρθῶς μὲν εἴρηται τὸ ἀπλῶς πάσας τὰς γενέσεις ἐκ τῶν στερήσεων, ἃς αἱ ἀποφάσεις δηλοῦσι, γίνεσθαι· ὅταν μέντοι τὸ γινόμενον ἐναντίον ἔχῃ, τότε, ὡς ἐν ταῖς Φυσικαῖς πραγματείαις ἐδιδάχθημεν, προηγουμένως μὲν ἐκ τοῦ ἐναντίου γίνεται τὸ γινόμενον, ἐκ δὲ τῆς ἀποφάσεως οὐ προηγουμένως ἀλλὰ καθὸ ἡ ἀπόφασις τό τε ἐναντίον καὶ τὰ ἀνὰ μέσον σημαίνει. | τὰ δὲ [*](208v) ἀνὰ μέσον ἐκ τῶν ἐναντίων· τὸ γὰρ λευκὸν ἐξ οὐ λευκοῦ μὲν ἀλλ’ οὐ τοῦ [*](1 γενομ. G φασί Α ταύτην FG 2 κυριωτ. ἡ colloc. M 4 τὰ] τῶν τὰ Α: τῶ G 6 αὐτῶν FG 8 ταῖς (ante τὰ) om. FG 9 μὴ om. Α μίαν Α ἡ addidi ὡρισμένη Ma ἡ ἔχουσα a 10 τὴν om. F 11 τὰ] ταῦτα a 11. 12 τῶν τε ὄντων Ma 12 τὸ (ante ψεῦδος) om. M 14 καὶ om. F 16 τὴν ἀντίφ. Ma 18 τὴν φύσιν a ἢ F: εἴπερ G περὶ] ποτὲ A: παρὰ G 19 καὶ περιστ. Α ὑπολ. μᾶλλον colloc. M ἄν om. FG 20 ὁ ἐν τῷ Φαιδρῷ] p. 261 E 21 καὶ διὰ Α 23 τεχνικώτερον (οἱ om.) 24 post ἀσφαλ. add. δηλονότι P δῆλόν Α ἀλλ’ om. Α θρασὺ G 28 τὸ] ὅτι Α post ἀπλῶς add. καθόλου a ἀποφάνσεις G2 29 ἐναντίως Ga 29. 30 ἐν ταῖς Φυσικαῖς πρ.] v. p. 254,8 not. 30 προηγ.—ἀποφάσεως (31) om. FG1 30. 31 ἐναντίως A 32 τὰ] τὸ AFG)
Εἰ οὖν τὸ ἀγαθὸν καὶ ἀγαθὸν καὶ οὐ κακόν ἐστι, καὶ τὸ μὲν καθ’ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός (συμβέβηκε γὰρ αὐτῷ οὐ κακῷ εἶναι), μᾶλλον δὲ ἑκάστου ἀληθὴς ἡ καθ’ αὑτὸ καὶ ψευδής, εἴπερ καὶ ἀληθής, ἡ μὲν οὖν ὅτι οὐκ ἀγαθὸν τὸ ἀγαθὸν τοῦ καθ’ αὑτὸ ὑπάρχοντος ψευδής, ἡ δὲ τοῦ ὅτι κακὸν τοῦ κτὰ συμβεβηκός· ὥστε μᾶλλον ἄν εἴη ψευδὴς τοῦ ἀγαθοῦ ἡ τῆς ἀποφάσεως ἢ ἡ τοῦ ἐναντίου δόξα. διέψευσται δὲ μάλιστα περὶ ἕκαστον ὁ τὴν ἐναντίαν ἔχων δόξαν· τὰ γὰρ ἐναντία τῶν πλεῖστον διαφερόντων περὶ τὸ αὐτό· εἰ οὖν ἐναντία μὲν τούτων ἡ ἑτέρα, ἐναντιωτέρα δὲ ἡ τῆς ἀποφάσεως, δῆλον ὅτι αὕτη ἄν εἴη ἐναντία.
’Ev τούτῳ τῷ τρίτῳ ἐπιχειρήματι τὰ ἐναντία λαβὼν τοῦ αὐτοῦ κατηγορούμενα, οἷον τῶν ἀγαθῶν τινὸς αὐτό τε τοῦτο τὸ ἀγαθὸν καὶ τὸ κακόν, καταφατικῶς τε καὶ ἀποφατικῶς, ὡς διὰ ταῦτα τέτταρας γίνεσθαι προτάσεις, δύο μὲν ἀληθεῖς, τὴν ‘τὸ ἀγαθὸν ἀγαθόν’ λέγουσαν καὶ τὴν ‘τὸ ἀγαθὸν οὐ κακόν’, τὰς δὲ λοιπὰς ψευδεῖς, ἃς καὶ πρόκειται παραβαλεῖν πρὸς ἀλλήλας, τὴν ‘τὸ ἀγαθὸν οὐκ ἀγαθόν’ καὶ τὴν ‘τὸ ἀγαθὸν κακόν’, ἐκ τοῦ κατὰ τὰς ἀληθεῖς πειρᾶται συλλογίζεσθαι τὸ κατὰ τὰς ψευδεῖς· ἐπεὶ γάρ ἐστι τῶν ἀληθῶν, φησίν, ἡ μὲν καθ’ αὑτὸ ἀληθὴς ἡ δὲ κτὰ συμβεβηκός, καθ’ αὑτὸ μὲν ἡ λέγουσα ‘τὸ ἀγαθὸν ἀγαθόν’, κατὰ συμβεβηκὸς δὲ ἡ λέγουσα ‘τὸ ἀγαθὸν οὐ κακόν’, ὅτι οὐκ αὐτόθεν αὕτη τίθησι | τὸ ἀγαθόν, ἀλλ’ ἀναιρεῖ μόνον τὸ ἀντικείμενον (κυριώτερον εἰπὼν [*](209r) ἄν ὅτι ἐστὶ δι’ ἄλλο ἀληθὴς ἤπερ ὅτι κατὰ συμβεβηκός, ἐπεὶ μὴ τῷ ἀναιρεῖν τὸ τυχὸν τῶν παρὰ τὸ ἀγαθὸν ἔχει τὸ ἀληθεύειν, ἀλλὰ παρὰ τὸ μάχεσθαι πρὸς τὸ ὡρισμένως αὐτῷ πολέμιον), μάχεται δὲ τῇ μὲν καθ’ αὑτὸ ἀληθεῖ ἡ λέγουσα ‘τὸ ἀγαθὸν οὐκ ἀγαθόν’, τῇ δὲ κατὰ συμβεβηκός, ὡς αὐτός φησιν, ἀληθεῖ ἡ λέγουσα ‘τὸ ἀγαθὸν κακόν’, ἡ δὲ τὴν καθ’ αὑτὸ ἀληθῆ ἀναιροῦσα καθ’ αὑτὸ ψεύδεται καὶ ἡ τὴν κτὰ συμβεβηκὸς ἀληθῆ ἀναιροῦσα κατὰ συμβεβηκὸς ψεύδεται (καθ᾿ αὑτὸ μὲν γὰρ ψεύδεται ἡ λέγουσα ‘τὸ ἀγαθὸν οὐκ ἀγαθόν’, κατὰ συμβεβηκὸς δὲ ἡ λέγουσα ‘τὸ [*](1 post τυχ. add. λευκοῦ a ἀλλ’ ἢ iter. Α ἐκ—μέσον om. M 2 post add. εἶναι Α 3 εἰ οὑν] ἐν ὧ G καὶ (ante ἀγαθ.) om. F καὶ οὐ— ἐναντία (13) om. M καὶ (ante τὸ) om. Α 4 συμβέβηκε—ἐναντία (13) om. a 5 μᾶλλον—ἐναντία (13) om. G 6 οὖν om. Α 8 εἴη om. Α 12 ἀντιφάσεως Α 14 τοῦ αὐτοῦ λαβὼν colloc. Α 15 τοῦτο] πάλιν FGa 15. 16 καὶ τὸ κακόν om. G 18. 19 παραβάλλειν FG 23 αὐτὴ AMa 24 εἴποιμ’ M 25 ἤπερ] εἴπερ G: εἶπεν a τῷ] τὸ Α 26 τὸ τυχὸν om. M alt. παρὰ] περὶ F 27 ὡρισμένον Ma μάχεται] μάχεσθαι F 28 οὐκ ἀγαθόν—ἀγαθὸν (29) om. Α 30 ante καθ’ add. καὶ M καὶ ἡ τὴν—ψεύδεται (31) om. FG γὰρ ἄρα Α)
τούτων οὖν πάνυ δριμέως εἰλημμένων ἐκεῖνό φαμεν ἐπιστάσεως ἄξιον, ὅτι τὴν λέγουσαν ‘τὸ ἀγαθὸν κακόν’ ἀξιοῖ ψεύδεσθαι διὰ τὸ ἀναιρεῖν τὴν λέγουσαν ‘τὸ ἀγαθὸν οὐ κακόν’, καὶ διὰ τοῦτο κατὰ συμβεβηκὸς ψεύδεσθαι ὡς διὰ τὴν ἀναίρεσιν τῆς κατὰ συμβεβηκὸς ἀληθευούσης ψευδομένην· μᾶλλον γὰρ ῥητέον ὅτι διὰ τὸ ἀναιρεῖν τὴν λέγουσαν ‘τὸ ἀγαθὸν κακόν’ ἡ λέγουσα αὐτὸ οὐ κακὸν ἀληθής, οὐ μὴν διὰ τὸ ἀναιρεῖν τὴν λέγουσαν ‘τὸ ἀγαθὸν οὐ κακόν’ ἡ λέγουσα αὐτὸ κακὸν εἶναι ψευδής, ἀλλὰ καθ’ αὑτὴν καὶ προηγουμένως· εἰ μὲν γὰρ περί τινος τῶν μέσων καὶ | [*](209v) ἀδιαφόρων ἀπεφαίνοντο αἱ τοιαῦται προτάσεις, καθ’ αὑτὸ μὲν ἦν ἂν ἀληθὴς ἡ λέγουσα αὐτὸ μὴ κακὸν εἶναι ἀπόφασις. ἐψεύδετο δὲ ἡ λέγουσα αὐτὸ κακὸν εἶναι κατάφασις διὰ τὸ ἀναιρεῖν τὴν εἰποῦσαν αὐτὸ μὴ κακόν. νῦν δὲ περὶ ἀγαθοῦ γινομένης τῆς ἀποφάσεως καθ’ αὑτὴν δηλονότι καὶ δι’ αὑτὴν ἀλλ’ οὐ δι’ ἄλλην ψεύδεται ἡ κακὸν εἶναι αὐτὸ ἀποφαινομένη, ὡς τὸ ἐναντίον αὐτῷ προφέρουσα. οὔτε ἄρα ἐναντιωτέρα ἐστὶν ἡ τῆς ἀποφάσεως οὔτε μᾶλλον διέψευσται ὁ ταύτην ἔχων τὴν δόξαν, ἀλλ’ ὁ τὴν τῆς ἐναντίας καταφάσεως· ἡ μὲν γὰρ ἀπόφασις ἀναιρεῖ μόνον τὸ εἰλικρινῶς ὑπάρχειν τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, ἡ δὲ κατάφασις πρὸς τῷ τοῦτο ποιεῖν ἔτι καὶ προσνέμει αὐτῷ τὸ ἐναντίον, καὶ διὰ τοῦτο οὔτε καθαρῶς οὔτε ἁμῇ γέ πῃ συγχωρεῖ αὐτὸ τῷ ὑποκειμένῳ ὑπάρχειν. οὕτω δὲ καὶ λέγειν εἰώθαμεν περὶ ἑκάστων, οὓς πλεῖστον ἐθέλομεν χωρίζειν τοῦ ἀγαθοῦ, ὅτι οὐ μόνον ἐστὶν οὐκ ἀγαθὸς ἢ οὐκ ἐστιν ἀγαθός, ἀλλὰ καὶ πάνυ κακός ἐστι. σαφέστατα δὲ καὶ τῆσδε τῆς ἐπιχειρήσεως κατατασκευάζειν πειρώμενης ὅτι μᾶλλον ἠναντίωται πρὸς τὴν ἐξ ἀρχῆς κατάφασιν ἡ ἀπόφασις ἤπερ ἡ τοῦ ἐναντίου κατάφασις καὶ μᾶλλον προσήκει τῇ ἀντιθέσει τῆς ἀντιφάσεως ὁ τῶν ἐναντίων ὁρισμὸς ἤπερ αὐτοῖς τοῖς ἐναντίοις, δῆλον ὅτι παντελῶς εὔηθες τὸ λέγειν ὡς οὐκ ἔστι τὸ προκείμενον ἐν τούτοις δεῖξαι τὴν ἀπόφασιν ἐναντιωτέραν τῆς ἐναντίας καταφάσεως, ἀλλὰ μᾶλλον ἀντικειμένην κατὰ τὴν ἔννοιαν τῶν ἁπλῶς ἀντικειμένων, οὐ τῶν ἐναντίων, καὶ [*](2 ἀληθεύουσα] ἀληθὴς Α: λέγουσα F 3 ἐμφαίν. G 6 ἤπερ] εἴπερ G τοῦ ἐναντίου] ψευδὴς FGa 8 δριμ.] ἱδρυμένως Α 9 ψεύδ. ἀξιοῖ colloc. Α ἀξιοῖ— κακόν (10) om. F 10 καὶ om. G διὰ τοῦτο iter, G 16 ἀποφαίνοιντο a ἂν om. FGMa 17 ante prius αὐτὸ add. τὸ a ψεύδεται a 20 ψεύσεται G: om. M 21 αὐτὴ AM προσφέρ. Aa 23 εἰλικρινὲς M 25 προσνέμειν a οὔτε] οὐ F 26 ἀμιγὲς πῆ GMa οὐ συγχ. a αὐτῶ G 27 ἑκάστου, εἰ θέλομεν (πλεῑστον om.) a; an ἑκάστου, ὃν? 28 et 29 ἀγαθόν (utrobique) et κακόν FG 29. 30 πειρώμενος FGMa 31 ἢ Α: εἴπερ G 32 εἴπερ G 33 τούτω FG 35 ἁπλῶν Ma οὐ τῶν ex ὄντων corr. G2)
Ἡ δὲ τοῦ ὅτι κακὸν τὸ ἀγαθὸν συμπεπλεγμένη ἐστί· καὶ γὰρ ὅτι οὐκ ἀγαθὸν ἀνάγκη ἴσως ὑπολαμβάνειν τὸν αὐτόν.
Ἡ τετάρτη ἐπιχείρησις διὰ βραχέων εἰρημένη τοιαύτην ἔχει διάνοιαν. ἁπλῆ, φησίν, ἐστὶ δόξα καθ’ ἣν οὐκ ἀναγκαζόμεθα ἕτερόν τι προσεπινοεῖν, οὐχ ἁπλῆ δὲ καθ’ ἣν ἀνάγκη καὶ ἕτερόν τι δοξάζειν. οὐκοῦν ἔσται ἁπλῆ μὲν δόξα ἡ τὸ ἀγαθὸν ἀγαθὸν εἶναι ἀποφαινομένη, καθάπερ καὶ ἡ δοξάζουσα αὐτὸ μὴ εἶναι ἀγαθόν οὐ γὰρ ἀνάγκη καθ’ ὁποτερανοῦν αὐτῶν ἑτέραν τινὰ εἰσάγεσθαι δόξαν), οὐχ ἁπλῆ δὲ ἡ τὸ ἀγαθὸν κακὸν εἶναι δοξάζουσα· ταύτῃ | γὰρ ἀνάγκη καὶ ἑτέραν συνεισφέρεσθαι δόξαν, τὴν λέγουσαν αὐτὸ [*](211r) μὴ εἶναι ἀγαθόν. εἰ τοίνυν χρὴ τῇ ἁπλῇ δόξῃ τὴν ἁπλῆν ἀντιτιθέναι καὶ μὴ τὴν συμπεπλεγμένην, τὴν ἄρα ἀπόφασιν ἀντικεῖσθαι τῇ καταφάσει φήσομεν, ἀλλ’ οὐχὶ τὴν τοῦ ἐναντίου κατάφασιν. λύσομεν δὲ καὶ ταῦτα λέγοντες ὅτι δι’ αὐτὸ τοῦτο πλεῖστον διέστηκε τῆς τὸ ἀγαθὸν ἀγαθὸν λεγούσης ἡ λέγουσα αὐτὸ εἶναι κακόν, ὅτι διὰ τοῦ οὐκ ἀγαθὸν ὁδεύσασα κατήντησεν ἐπὶ τὸ ἔσχατον· πρώτη γὰρ ἔξοδος ἀπὸ τοῦ ἀγαθοῦ τὸ οὐκ ἀγαθόν, ἐσχάτη δὲ ἀπόπτωσις τὸ κακόν. ὥστε ἡ τοῦτο καταφάσκουσα μᾶλλον ἠναντίωται, ἅτε καὶ τὴν ἀπόφασιν τοῦ ἀγαθοῦ περιέχουσα. μήποτε δὲ καὶ ἡ ἀπόφασις τοῦ ἀγαθοῦ συμπέπλεκται· πᾶσα γὰρ ἀνάγκη τὸ οὐκ ἀγαθόν, εἰ ἐπὶ τῶν ὄντων τάττοιτο, καὶ ἄλλο τι εἶναι, ἀλλ’ ἀόριστον. ὥστε οὐδὲ ταύτῃ ἐναντίον ἂν εἴη· ἓν γὰρ ἑνὶ ἐναντίον καὶ ὡρισμένον ὡρισμένῳ. τὸ δὲ ἴσως ἤτοι ἀντὶ τοῦ ὁμοίως πρόσκειται τῆς γὰρ αὐτῆς ἐστι διανοίας τὸ ἀγαθὸν κακόν τε καὶ οὐκ ἀγαθὸν λέγειν) ἢ ἔνδειξιν ἔχει τοῦ ταύτην τὴν ἐπιχείρησιν πιθανὴν μὲν εἶναι, οὐ μὴν ἀναγκαίαν· πρῶτον μὲν ὅτι τῶν ἐναντίων ἑκάτερον αὐτὸ καθ’ αὑτὸ θεωρούμενον ἀπλοῦν εἶδος εἶναι ἐθέλει, ἔπειτα ὅτι εἰ λέγοιμεν τὴν ‘τὸ ἀγαθὸν κακόν’ συμπεπλέχθαι διὰ τὸ εἰσάγειν τὸ οὐκ ἀγαθόν, ἔσται καὶ ἡ ‘τὸ ἀγαθὸν ἀγαθόν’ [*](1 ἀντιθέσεων F τε om. FG 2 ἀπλῶς AFG 3 προσηγορ. FG 4 περὶ M 5. 6 ἀποφαντ. Α 6 σημαίνειν Α 7 ἴσως ἄξια FGa ληρήματα M 8 post τοῦ add. κειμένου G ἔσται G 9 καὶ—αὐτόν om. M 10 διάνοιαν] τὴν δύναμιν M 12 ἐστιν a 13 alt. ἀγαθὸν om. M εἶναι om. A καὶ om. a 15 ἐσάγ.Α ἀγ. a 21 τοῦ] τὸ a ὁδεύουσα Α 25 ἀνάγκη superscr. Α 28 πρόκειται G1a 29 ἐστι om. Α 32 εἶναι εἶδος colloc. Α ἐθέλοι G τὴν om. AFG 33 τὸ ἀγ. ἀγ.] alt. ἀγαθώ om. Ma)
ἔτι δὲ εἰ καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως δεῖ ἔχειν, καὶ ταύτῃ | ἂν δόξειε καλῶς εἰρῆσθαι· ἢ γὰρ πανταχοῦ τὸ τῆς [*](211v) ἀντιφάσεως ἢ οὐδαμοῦ· ὅσοις δὲ μή ἐστιν ἐναντία, περὶ τούτων ἔστι μὲν ψευδὴς ἡ τῇ ἀληθεῖ ἀντικειμένη, οἷον ὁ τὸν ἄνθρωπον μὴ ἄνθρωπον οἰόμενος διέψευσται. εἰ οὖν αὗται ἐναντίαι, καὶ αἱ ἄλλαι αἱ τῆς ἀντιφάσεως.
Σαφὴς μὲν ἡ ταύτης τῆς πέμπτης ἐπιχειρήσεως διάνοιά τε καὶ λέξις, ἀξιοῦσα ἡμᾶς προσέχειν ποτέρα τῶν παραβαλλομένων πρὸς ἀλλήλας προτάσεων χρήσιμος ἄν εἴη πρὸς τὸ δι’ ἑνὸς καθόλου κανόνος πάσῃ τῇ προτεθείσῃ καταφάσει πρότασίν τινα μαχομένην εὑρεῖν καὶ φάσκειν ταύτην εἶναι τὴν κυρίως αὐτῇ ἀντιτιθεμένην, καὶ διὰ ταῦτα κρατεῖν ἀποφαινομένη τὴν τῆς ἀντιφάσεως μάχην· ἀπόφασιν μὲν γὰρ πάσης καταφάσεως ῥᾴδιον εὑρεῖν, ὁποῖον ἄν ᾖ τὸ ἐν τῇ καταφάσει κατηγορούμενον, τοὐ δὲ ἐναντίου κατάφασιν ἀδύνατον λαβεῖν, εἰ μὴ τύχοι τὸ κατηγορηθὲν ἐν τῇ καταφάσει ἐναντίον ἔχον· τῇ γὰρ ‘Σωκράτης ἄνθρωπός ἐστι’ ποία ἄν μάχοιτο ἐναντία κατάφασις, καίτοι ἡ ‘Σωκράτης ἄνθρωπος οὐκ ἔστιν’ ἀπόφασις ψευδομένη μάχεται πρὸς αὐτὴν ἀληθεύουσαν; ὥσπερ οὖν ἐπὶ τούτων μόνην τὴν ἀπόφασιν τῇ καταφάσει μάχεσθαι ὁμολογοῦμεν, οὕτω καὶ ἐπὶ τῶν ἄλλων, ἐν οἷς δυνατὸν τοῦ ἐναντίου κατάφασιν εὑρεῖν, τὴν ἀπόφασιν εἶναι ἀξιοῖ τὴν μάλιστα μαχομένην. λεκτέον δὲ ὅτι ἐφ’ ὧν μὲν ἀποροῦμεν τῆς τοῦ ἐναντίου ἀντιθέσεως, καὶ μόνην ἀγαπῶμεν τὴν τῆς στερήσεως τε καὶ ἀποφάσεως ἀντίθεσιν, ἐφ’ ὧν δὲ καὶ ἐναντίον δυνατὸν εὑρεῖν, ἐπὶ τούτων πλέον ἀπ’ ἀλλήλων διεστάναι φαμὲν τὰς ἐναντίας καταφάσεις ἤπερ τὴν ἀπόφασιν τῆς καταφάσεως. εἴρηται δὲ ἡμῖν ἐξ ἀρχῆς ὅτι ἔοικεν ὁ | νῦν λεγόμενος λόγος διὰ τὸ κοινὸν τοῦτο καὶ ἐπὶ πάντα ἐκτεινόμενον [*](212r) οὕτως ἐγκωμιάζειν τὴν ἀντίθεσιν τῆς ἀντιφάσεως, ὡς οὐ κατὰ τὸ ποσὸν μόνον τῶν περιεχομένων ὑπ’ αὐτῆς πραγμάτων ἀλλὰ καὶ κατὰ τὸ σφοδρὸν τῆς ἀντιθέσεως τῶν ἄλλων ὑπερέχουσαν.
[*](2 πρὸς ἀλλ.] ἀλλήλαις FG τὸ ἀγαθὸν om. AMa 6. 7 καὶ ταύτῃ—ἀντιφάσεως (11) om. M 7 ἢ—ἀντιφάσεως (11) om. a 9 ὁ om. FG 10 μὴ] οὐκ b οἰόμ. ἄνθρ. colloc. FG 12 ἀσαφὴς AF1M δευτέρας Α 14 κανόνος om. G 15 καὶ φάσκ.] καταφάσκειν M 16 ἀποφαινομένην GMa: ἐπιφαινομένη F1 17 post πάσης add. τῆς Α 18 εἴη FGMa 19 ἐν om. a 20 ἐναντίως a ἔχων Α 22 ἀληθεύουσα AG ἐπὶ om. M 24 μὴ δυνατὸν a εἶναι] ἣν G 26 τῆς (ante στερ.) om. M 27 ἐναντίου FMa: compend. G εὑρεῖν] εὐπορεῖν AMa 29 εἴρηται] p. 253,3 32 post μόνον add. καὶ G 33 ὑπερέχουσα AF1G)ἔτι ὁμοίως ἔχει ἡ τοῦ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθόν, καὶ πρὸς ταύταις ἡ τοῦ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν καὶ ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι ἀγαθόν. τῇ οὖν τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν ἀληθεῖ οὔσῃ δόξῃ τίς ἄν εἴη ἐναντία; οὐ γὰρ δὴ ἡ λέγουσα ὅτι κακόν (ἅμα γὰρ ἄν ποτε εἴη ἀληθής, οὐδέποτε δὲ ἀληθὴς ἀληθεῖ ἐναντία· ἔστι γάρ τι μὴ ἀγαθὸν κακόν, ὥστε ἐνδέχεται ἅμα ἀληθεῖς εἷναι), οὐδ’ αὖ ἡ ὅτι οὐ κακόν (ἀληθὴς γὰρ αὕτη· ἅμα γὰρ καὶ ταῦτα ἄν εἴη)· λείπεται οὖν τῇ τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν ἐναντία ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι ἀγαθόν· ψευδὴς γὰρ αὕτη. ὥστε καὶ ἡ τοῦ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν τῇ τοῦ ἀγαθοῦ ὅτι ἀγαθόν.
Ἔσχατόν ἐστι τοῦτο καὶ δυσαντιβλεπτότατον τῶν πρὸς τὸ πρόβλημα ἐπιχειρημάτων, ὃ κατὰ τόνδε προάγεται τὸν τρόπον. δύο λαμβάνει τοῦ ἀγαθοῦ ἀντιφάσεις, τὴν μὲν ὡρισμένῳ τὴν δὲ ἀορίστῳ χρωμένην τῷ ὑποκειμένῳ, ‘τὸ ἀγαθὸν ἀγαθόν—τὸ ἀγαθὸν οὐκ ἀγαθόν, τὸ μὴ ἀγαθὸν ἀγαθόν— τὸ μὴ ἀγαθὸν οὐκ ἀγαθόν’, καὶ ἀξιοῖ ὡς ἔχει ἡ ἀληθὴς ἀπόφασις πρὸς τὴν ἀντικειμένην αὐτῇ ψευδῆ κατάφασιν, οὕτως ἔχειν τὴν ἀληθῆ κατάφασιν πρὸς τὴν ἀντικειμένην αὐτῇ ψευδῆ ἀπόφασιν, τοῦτ’ ἔστιν ὡς ἡ ‘τὸ μὴ ἀγαθὸν οὐκ ἀγαθόν’ πρὸς τὴν ‘τὸ μὴ ἀγαθὸν ἀγαθόν’, οὕτως τὴν ‘τὸ ἀγαθὸν ἀγαθόν’ πρὸς τὴν ‘τὸ ἀγαθὸν οὐκ ἀγαθόν’. εἶτα παραβαλὼν τὴν ἀληθῆ | ἀπόφασιν πρὸς ἄμφω τὰς προτάσεις τῆς ἀντιφάσεως τῆς τὸ [*](212v) κακὸν κατηγορούσης κατὰ τοῦ αὐτοῦ ὑποκειμένου, τοῦτ’ ἔστι τοῦ μὴ ἀγαθοῦ, τὴν ‘τὸ οὐκ ἀγαθὸν κακόν’ καὶ ‘τὸ οὐκ ἀγαθὸν οὐ κακόν’ δείκνυσιν αὐτὴν πρὸς οὐδετέραν αὐτῶν ἐναντίαν οὖσαν· συνᾴδει γὰρ τῇ μὲν λεγούσῃ τὸ οὐκ ἀγαθὸν κακόν’ ἐπὶ τῆς μοχθηρᾶς ἕξεως, τῇ δὲ λεγούσῃ ‘τὸ οὐκ ἀγαθὸν οὐ κακόν’ ἐπί τε τῆς μέσης καὶ τῶν μηδετέρου τῶν ἄκρων πεφυκότων μετέχειν, οἷον λίθου ἢ ξύλου· ἐπὶ τούτων γὰρ τό τε μὴ ἀγαθὸν καὶ τὸ μὴ κακὸν ἀληθές. τὰς δὲ συνᾳδούσας ἀδύνατον ἐναντίας εἶναι, καθάπερ οὐδὲ τὰς ἐναντίας οἷόν τε συναληθεύειν, ὡς ἔκ τε [*](1 ἡ τοῦ ἀγ.—ταύταις (2) om. G ἀγαθὸν—ἀγαθόν (11) om. M alt. ἡ om. A 3 τῇ—ἀγαθόν (11) om. a 4 μὴ om. Α ἀληθευούσῃ G ἄν εἴη] ἐστιν FG 5 ἅμα—ἀγαθόν (11) om. G 5. 6 εἶεν ἀληθεῖς Α1F 7. 8 οὐδ’ αὖ ἡ om. F 8 ante αὕτη add. καὶ Ab (cf. p. 267,26) post alt. γὰρ add. ἀληθῆ F 9 δὴ οὖν Α οὐκ om. Α ἐναντ. εἶναι Α 10 γὰρ evan. Α 11 post prius ἀγαθὸν add. εἴη ἄν ἐναντία F 12 οὐ δυσαντιβλεπτότερον Fa; an δυσαντιλεκτότατον? 13 προσάγ. a 14 ὡρισμένην F ἀόριστον F 15 οὐκ ἀγαθόν om. F 16 τὸ μὴ ἂγ. οὐκ ἂγ. om. F ἔχοι G ἀληθὴς] ἄλλη F 17 prius τὴν om. Α αὐτῇ om. M 18 πρὸς] καὶ A ἀπόφ.] ἀντίφασιν Fa 20 παραβάλλων GM 22 κακὸν] ἐναντίον κατηγορούμενον G 22. 23 τὸ μὴ ἀγαθοῦ Α: τὸ μὴ ἀγαθόν Fa 23 ante τὴν add. καὶ Fa οὐκ (alt.) om. M 24 εἰ συνάδ. γὰρ Fa 25 τὸ κακὸν οὐκ ἂγ. colloc. M ἐπὶ—κακόν (26) om. M 26 οὐ (ante κακόν) om. Α οὐδετέρου Α 28 μὴ κὰκ.] οὐ κακὸν a ἀληθές] ἀληθεύσει Α 29 εἶναι—ἐναντίας om. G)
Φανερὰ δὲ ἡ ῥῆσις ἐκ τῶν εἰρημένων, πλὴν ὅτι ἀντὶ τοῦ ἀληθὴς γὰρ αὕτη γράφεσθαί φησιν ὁ Ἀλέξανδρος καὶ οὐκ ἀληθὴς γὰρ αὕτη’. καὶ εἰ μὲν τὸ ‘ἀληθὴς γὰρ αὕτη’ γράφοιτο, λέγοι ἂν περὶ τῆς τὸ μὴ ἀγαθὸν οὐκ ἀγαθόν’, εἰ δὲ τὸ ‘οὐκ ἀληθὴς γὰρ αὕτη᾿, περὶ τῆς ‘τὸ οὐκ ἀγαθὸν ἀγαθόν’, ἣν καὶ ψευδῆ εἶναι προεῖπε, ταὐτὸν λέγων τῷ ‘οὐδέποτε γὰρ ἀληθὴς αὕτη’. δῆλον δὲ ὅτι ἀμείνων ἡ προτέρα γραφή.
[*](1 ἐναργείας scripsi: ἐναργείας libri 2 εἰ οm. F (τῆ τοίνυν colloc.) 4 (post τὸ)] μὴ Α: om. M 6. 7 ἡ λέγουσα τὸ οὐκ (sed οὐκ del.) ἀγαθὸν οὐ κακὸν οὔτε ἡ (λέγουσα om.) τὸ ἂγ. κακόν G 7 ante οὐ κακόν add. οὐκ ἀγαθόν F ταύτῃ] αὕτη G 8 ἡ ἀντιφάσκ.] καταφάσκ. (ἡ om.) G 10 post, λεγούσῃ iter. πρὸς αὐτὴν (sic) τὴν ἐπιχείρησιν Α καὶ τὸ μὴ a τὸ μὴ—ἀποφάσει om. Α 11 τῶν κατηγορουμένων Α κατ’ ἀντίφ.—καταφάσκουσαν (12) om. G κατ’ ἐναντίωσιν μὲν μαχομένην πρότασιν suppl. G2) 14 διάστ. ἀλλ. colloc. G διάστ.] διεστήκασιν F 15 μὴ—λευκόν (20) om. Α 16 τὸ om. M prius αὑτῇ om. G αὐτὴν (alt. l.) F 17 τῆς . . φασκούσης F μέντοι] μὲν G 18 αὐτὴ M καὶ om. F 20 αἱ στερ. G ἐναντίαι Α 22 ἡ om. F οὐκ οm. A ἀληθὲς Α τῷ] τὸ G)Φανερὸν δὲ καὶ ὅτι οὐδὲν διοίσ·ει, οὐδ’ ἄν καθόλου τιθῶμεν τὴν κατάφασιν· ἡ γὰρ καθόλου ἀπόφασις ἐναντία ἔσται, οἷον τῇ δόξῃ τῇ δοξαζούσῃ ὅτι πᾶν ὃ ἄν ᾖ ἀγαθὸν ἀγαθὸν ἡ ὅτι οὐδὲν τῶν ἀγαθῶν ἀγαθόν· ἡ γὰρ τοῦ ἀγαθοῦ ὅτι ἀγαθόν, εἰ καθόλου τὸ ἀγαθόν, ἡ αὐτή ἐστι τῇ ὅτι <ὃ> ᾖ ἀγαθὸν δοξαζούσῃ ὅτι ἀγαθόν. τοῦτο δὲ οὐδὲν διαφέρει τοῦ ὅτι πᾶν ὅ ἄν ᾖ ἀγαθὸν ἀγαθόν ἐστιν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μὴ ἀγαθοῦ. |
‘Υποσχόμενος ἐξ ἀρχῆς ποιήσασθαι τὴν ἐπίσκεψιν τοῦ προτεθέντος [*](213v) προβλήματος ἐπί τε τῶν καθ’ ἕκαστα καὶ τῶν καθόλου προτάσεων, εἶτα ἐν μηδενὶ τῶν ἐπιχειρημάτων παραλαβὼν πρότασιν τῶν καθόλου τινὰ προσδιορισμῶν ἔχουσαν ἀλλὰ τὰ ἄρθρα ἀντὶ τούτων, ὡς διὰ τοῦτο δοκεῖν ἐπὶ μόνων τῶν ἀπροσδιορίστων προτάσεων γεγυμνάσθαι τὸν λόγον, προστίθησι διὰ τούτων ὅτι τὰ ἑνικὰ τῶν ἄρθρων συνταττόμενα τοῖς καθόλου ὑποκειμένοις ἐν ταῖς προτάσεσι τὴν δύναμιν ἔχουσι τοῦ καθόλου προσδιορισμοῦ τοὐ καταφατικοῦ· οὐ γάρ, ὥσπερ ἀξιοῦσί τινες, ἐπὶ ἀπροσδιορίστων προτάσεων ἐγίνετο πρότερον ὁ λόγος, νῦν δὲ δείκνυται ὅτι καὶ ἐπὶ τῶν καθόλου τὰ αὐτὰ λέγειν ἁρμόσει· ὅλως γὰρ οὐδὲ ἔστιν ἀκόλουθον ταῖς περὶ τῶν ἀπροσδιορίστων προτάσεων τοῦ Ἀριστοτέλους ἐννοίαις τὸ λέγειν ὅτι ἐναντία ἐστὶν ἐπ’ αὐτῶν τῇ καταφάσει ἡ ἀπόφασις μᾶλλον ἤπερ ἡ τοῦ ἐναντίου κατάφασις, ὥσπερ οὐδὲ ἐπὶ τῶν κτὰ μέρος, εἴπερ καὶ τὰς ἀπροσδιορίστους παραπλησίως ταῖς κτὰ μέρος συναληθεύειν ἀλλήλαις ἀξιοῖ, ἀληθῆ δὲ ἀληθεῖ (τοῦτο δὴ τὸ παρ’ αὐτοῦ πρὸς τῷ πέρατι τοῦ βιβλίου ῥηθησόμενον) οὐκ ἐνδέχεται ἐναντίαν εἶναι οὔτε δόξαν οὔτε ἀντίφασιν. διὸ καὶ ἔοικεν ἐξ ἀρχῆς ἐπὶ μόνων τῶν καθ’ ἕκαστα καὶ τῶν καθόλου ὡς καθόλου προτάσεων προβάλλεσθαι τὴν περὶ τοῦ θεωρήματος σκέψιν, ὧν αἱ μὲν ἀντιφάσκουσι πρὸς ἀλλήλας αἱ δὲ συμψευδόμεναι δι’ αὐτὸ τοῦτο ἐναντίαι προσαγορεύονται. ὀλίγον δὲ ὕστερον μνημονεύσει καὶ τῆς ἀντιφατικῆς τῶν καθόλου πρὸς τὰς κατὰ μέρος ἀντιθέσεως. οὐδαμοῦ μέντοι ποιήσεται μνείαν ἢ τῶν ἀπροσδιορίστων ἡ τῶν κατὰ μέρος ὡς ἐχουσῶν τινα πρὸς ἀλλήλας ἐναντίωσιν.
[*](1 καὶ om. Mab 2 ἡ—ἀγαθοῦ (8) om. M ἐναντίον G 3 οἷον—ἀγαθοῦ (8) om. Ga 4 ἀγαθὸν ἡ—ἀγαθόν om. F post prius ἀγαθόν add. ἐστιν b 5 εἰ] ἡ F τῇ om. F ὃ om. AF 7 ὃ] ὅτι Α 9. 10 προτεθέντος om. A II περιλαβὼν F: περιβαλὼν a 11. 12 τινα τῶν καθ. colloc. Α 12 προσδιορισμὸν G 12. 13 διὰ τούτων Α 14 προτίθ. GM 15 ἐν τῖς] τοῖς ἐνταῦθα Α: ταῖς ἐνταῦθα M 16 ὅπερ M 17 τῶν ἀπροσδ. M ἐγένετο Α 18. 19 γὰρ οὐδείς ἐστιν ἀκολουθῶν G 20 ὅτι om. G 23 ἀξιοῖ, ἀληθῆ δὲ om. M ἀληθεῖ δὲ ἀληθῆ colloc. G ἀληθεῖ in mrg. suppl. F 23. 24 πρὸς τῷ πέρατι] p. 24b6 24 ἐνδέχεται om. Α 25 ἀπόφασιν b 29 τῶν καθόλου] καὶ F πρὸς τὰς] καὶ τῶν Α 30 ἀδιορ. AFGa)Ὁτι οὖν τοῦτό ἐστιν ὃ βούλεται λέγειν, τὸ ἰσοδυναμεῖν, ὡς εἴρηται, [*](214r) τᾶι, τὰ ἑνικὰ ἄρθρα τῷ πᾶς, αὐτὸς δηλοῖ τῆς κατασκευῆς ὁ τρόπος, καθ’ ὃν δείκνυσι τὰ αὐτὰ καὶ ἐπὶ τῶν καθόλου προτάσεων ἐφαρμόζοντα τοῖς εἰρημένοις, ἐπὶ τῶν τὰ ἄρθρα ἐχουσῶν συντεταγμένα τοῖς καθόλου ὑποκειμένοις· ταὐτὸν γὰρ εἶναί φησι τὸ λέγειν ‘τὸ ἀγαθὸν ἀγαθόν ἐστι’ καὶ ‘ὅ τι ἄν ἡ ἀγαθὸν ἀγαθόν ἐστιν’, ὅπερ οὐδ’ ἄν ὑποπτευθείη διαφέρειν τι τοῦ καθόλου τοῦ ‘πᾶν ἀγαθὸν ἀγαθόν’. διὸ καὶ ἐν τῇ συνηθείᾳ ἐφ’ ὧν μὲν τὸ κατηγορούμενον παντὶ ὑπάρχει τῷ ὑποκειμένῳ, μετὰ τοῦ ἄρθρου τὸ ὑποκείμενον προφερόμεθα καὶ ταὐτὸν οἰόμεθα λέγειν τῷ καθόλου. ἐφ’ ὧν δὲ μὴ παντί, οὐκέτι· ‘ὁ μὲν γὰρ ἄνθρωπος ζῷον’ καὶ ‘ὁ ἄνθρωπος δίπους ἐστί λέγομεν, οὐ μέντοι ὅτι ὁ ἄνθρωπος λευκός ἐστιν ἢ δίκαιος. δεῖ μέντοι μεμνῆσθαι τῶν ἔμπροσθεν ἡμῖν περὶ τούτων διωρισμένων, ὅτι τὸ μὲν πᾶς ἐμφαίνει τὸ πλῆθος τῶν ὑπὸ τὸ καθόλου ὑποκείμενον ἀναφερομένων, φερομένων, τὸ δὲ ἑνικὸν ἄρθρον τὴν πρὸ τοῦ πλήθους μίαν αὐτοῦ φύσιν. τῶν δὲ δυικῶν ἄρθρων καὶ τῶν πληθυντικῶν, εἴ τι καὶ περὶ ἐκείνων χρὴ λέγειν, τὰ μὲν δυϊκὰ δήλην ἔχουσι τὴν πρὸς τὸ πᾶς διαφοράν (οὔτε γὰρ τοῦτο ἐπὶ δύο μόνων οὔτε ἐκεῖνα ἐπὶ πλειόνων ἐνδέχεται λέγειν, καὶ τούτου τὴν αἰτίαν διδάξει τὸ προοίμιον τῆς Περὶ οὐρανοῦ), ἐπεὶ δὲ τὰ πληθυντικὰ τῶν ἄρθρων δοκοῦσι μηδὲν αὐτοῦ κατὰ τὴν δύναμιν διαφέρειν, οἷον ‘πᾶς ἄνθρωπος θνητός — οἱ ἄνθρωποι θνητοί’, δυνατὸν ἴσως καὶ ταῦτα διακρίνειν λέγοντας ὅτι ἐφ’ ὧν μὲν τὸ πᾶς ἀληθές, ἐπὶ τούτων καὶ· τὸ πληθυντικὸν ἄρθρον πάντως ἀληθεύσει (ταὐτὸν γὰρ δηλονότι σημαίνει τὸ ‘πᾶς θνητός’ τῷ ‘πάντες θνητοί)· τούτῳ δὲ ἀνάγκη κατὰ | δύναμιν ἐμπεριέχεσθαι τὸ ‘οἱ’ ἄρθρον, ὥστε καὶ ἄνευ τοῦ πάντες ἀληθεύσει [*](214v) ὁ λέγων ἰοὶ ἄνθρωποι θνητοί᾿), οὐ μὴν ἀντιστρέψει ὁ λόγος, ὥστε ἀξιοῦν ἡμᾶς ἐφ’ ὧν τὰ πληθυντικὰ τῶν ὄρθρων λέγοντες ἀληθεύομεν, ἐπὶ τούτων καὶ τὸ πᾶς εὐθὺς ἀληθεύειν· τοῦτο μὲν γὰρ οὐδὲν βούλεται παραἀληθεύειν λείπειν τῶν ὑπὸ τὸ καθόλου περιεχομένων, τὸ δὲ πληθυντικὸν ἄρθρον ὑπολαμβάνομεν, κἄν ἐπὶ τῶν πλείστων μόνον ἀληθεύῃ τὸ κατηγορούμενον· μᾶλλον γοῦν συγχωροῦμεν ἀληθεύειν τὸν λέγοντα ‘οἱ᾿ οἱ Ἀθηναῖοι ἔμφρονες, οἱ Λάκωνες καρτερικοί, οἱ Μυκόνιοι φαλακροί’ ἢ τὸν προστιθέντα τὸ πάντες καθ’ ἕκαστον τούτων. καὶ ὅλως εἰ πρὸς τῷ ἄρθρῳ λέγοντες τὸν προσδιορισμὸν ἡγούμεθα κοινοτάτην ποιεῖσθαι τὴν ἀπόφανσιν [*](1 νῦν βούλ. a 2. 3 εἴρηται] p. 268,14 6 ἦ] εἴη Ma ὑποπτεύοι F 7 alt. τοῦ] τὸ G 8. 10 ὧν] ὃν G 8 post ἄρθρου add. οἷον τὸ ἀγαθὸν ἀγαθόν ἐστι πᾶν ἀγαθὸν ἀγαθόν ἐστι Α et in mrg. G2 9 προφερόμενον G2 τῷ] τὸ AFG 11 μέντοι δὲ FMa ὅτι om. Α 12 τῶν ἔμπροσθεν] p. 97,12 13 ἀναφαίνει Α πλῆθ.] πληθυντικὸν Α 14 πρὸς Ma αὐτοῦ μίαν colloc. Α 17 μόνον A2F 18 Περὶ οὐρανοῦ] Α 1 p. 268a16 21 διακρῖναι G 22 παντελῶς FG: om. Α 22. 23 σημ. δηλονότι colloc. Α 23 τὸ] τῶ Ma τῷ] τὸ GMa τούτων A: τοῦτο F1G 25 λέγ.] λόγος Α1 27 βούλ] λείπεται G1 27. 28 παραλιπεῖν GM 28 τὸ καθ.] τοῦ καθ. FG 29 μόνων Ma ἀληθεύει AG 30 οὖν Α: γὰρ G 31 Λακεδαιμόνιοι FG μυκώνιοι FMa: μυκώνειοι G 31.32 προστεθ. Α 32 τὸ] τῶ Α εἰ] οἱ G 33 διορ. a ἡγοίμεθα M ἀπόφασιν libri)
Ἀλλ’ ἐπανέλθωμεν ἐπὶ τὸ προκείμενον καὶ λέγωμεν ὡς εἴτε ὡρισμένος εἴτε ἀόριστος εἴη ὁ καθόλου ὑποκείμενος, τὸ συνταττόμενον αὐτῷ 26 ἑνικὸν ἄρθρον τὴν δύναμιν ἕξει τοῦ καθόλου προσδιορισμοῦ. διὸ καὶ αὐτὸς προσέθηκε τὸ ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μὴ ἀγαθοῦ, ἤτοι λέγων ὅτι καὶ ἐπὶ τούτων τῶν ἀόριστον ἐχουσῶν τὸν ὑποκείμενον προτάσεων ἡ κυριωτάτη | μάχη θεωρεῖται ἐν ταῖς ἀντιφασκούσαις προτάσεσι ‘τὸ μὴ [*](215r) ἀγαθὸν ἀγαθόν — τὸ μὴ ἀγαθὸν οὐκ ἀγαθόν’ (ὡς γὰρ προείρηται, τῇ ἀληθεῖ τούτων οὐχ οἷόν τε μάχεσθαι τὴν τοῦ ἐναντίου κατάφασιν), καὶ τὰ ἄλλα δὲ πάντα ἐπιχειρήματα οὐδὲν μᾶλλον ἁρμόσει ταῖς ὡρισμένον ἐχούσαις τὸν ὑποκείμενον ἢ ταῖς ἀόριστον, εἴτε τοὺς καθόλου προσδιορισμοὺς ἔχοιεν οἱ ὑποκείμενοι εἴτε τὸ ἄρθρον ἀντὶ τούτων (ὁ γὰρ λόγος ἡμῖν οὐ περὶ τῆς διαφορᾶς τῶν ὑποκειμένων ἀλλὰ καὶ περὶ τῆς τῶν κατηγορουμένων), ἢ καὶ προσεχέστερον λέγων ὅτι τὴν ἕκτην ἐπιχείρησιν ἐνδέχεται προχωρεῖν καὶ ἐπὶ τῶν αὐτόθεν ἐχουσῶν τοὺς καθόλου προσδιορισμοὺς προτάσεων, ὥσπερ ἐδείκνυτο πρότερον ἐπὶ τῶν τὰ ἄρθρα ἐχουσῶν ἐν τῇ χώρᾳ τῶν προσδιορισμῶν, προτιθεμένων μὲν ἡμῶν συλλογίσασθαι ὅτι μᾶλλον μάχεται ἡ λέγουσα ‘πᾶν ἀγαθὸν ἀγαθόν’ πρὸς τὴν λέγουσαν ‘οὐδὲν ἀγαθὸν ἀγαθόν’ ἤπερ πρὸς τὴν λέγουσαν ‘πᾶν ἀγαθὸν κακόν’ , πρὸς δὲ τὴν τούτου κατασκευὴν λαμβανόντων ὅτι ὡς ἡ λέγουσα ‘οὐδὲν οὐκ ἀγαθὸν ἀγαθόν ἐστιν’ ἀληθὴς ἀπόφασις ἔχει πρὸς τὴν λέγουσαν ‘πᾶν οὐκ ἀγαθὸν ἀγαθόν ἐστι’ ψευδῆ κατάφασιν, οὕτως ἡ λέγουσα ‘πᾶν ἀγὼν ἀγαθόν ἐστιν’ ἀληθὴς κατάφασις πρὸς τὴν λέγουσαν ‘ οὐδὲν ἀγαθὸν ἀγαθόν ἐστι’ ψευδῆ ἀπόφασιν, καὶ δεικνύντων ὅτι τῇ ‘οὐδὲν οὐκ ἀγαθὸν ἀγαθόν ἐστιν’ οὔτε ἡ λέγουσα ‘οὐδὲν οὐκ ἀγαθὸν κακόν ἐστιν’ ὅλη μάχεται οὔτε ἡ λέγουσα ‘οὐδὲν οὐκ ἀγαθὸν οὐ κακόν ἐστιν’ (οὐδετέρα γὰρ αὐτῶν ὅλη ψευδής, ἀλλ’ ἑκατέρα ἐπί τι), μόνη δὲ ἡ ἐναντία πρὸς αὐτὴν ἡ ‘πᾶν οὐκ [*](2 παρ’ ‘0μήρῳ] Β 12 4 διὰ τοῦ ὀνείρου οm. Α πασσυδίη Ma τοῦτο AG: τοῦτον F 6 ὁ Δημοσθ.] De corona c. l. εὔχεσθαι εἰπὼν οm. AM 7 ἀντίληψιν Α: περ. a τοῦ θ. παντὸς colloc. FGa 8 ὐπολαμβ.] προθέμενος M: om. Α 9 λέγομεν F 12 δὲ om. G 15 προείρηται] p. 267,12 16 ἀληθεία G1 τὴν om. AMa 17 ὡρισμένων a 19 ὑμῖν Α 20 καὶ del. G2 (recte) 22 αὐτόθι FG 23 ἐδείκνυτο πρότερον] p. 23b32 24 προστιθ. G1 μὲν suppl. G2 26 εἴπερ Α λέγουσαν om. FGa 27 λέγουσα om. Α 28 ἔχει om. FGMa πᾶν ante λέγ. colloc. Α πᾶν] τὸ a 31 δεικνύων Α alt. ἀγαθόν om. Α 32 οὔτε] οὐδὲ (utrobique) AM λέγουσα ὅτι FGa οὐδὲν om. M ὅλη superscr. Α 33 λέγουσα ὅτι M)
Ὥστε εἴπερ ἐπὶ δόξης οὕτως ἔχει, εἰσὶ δὲ αἱ ἐν τῇ φωνῇ καταφάσεις καὶ ἀποφάσεις σύμβολα τῶν ἐν τῇ ψυχῇ, δῆλον ὅτι καὶ καταφάσει ἐναντία μὲν ἀπόφασις ἡ περὶ τοῦ αὐτοῦ καθόλου, οἷον ὅτι πᾶν ἀγαθὸν ἀγαθὸν ἡ ὅτι πᾶς ἄνθρωπος ἀγαθὸς ἡ ὅτι οὐδὲν ἢ οὐδείς, ἀντιφατικῶς δὲ ἡ οὐ πᾶν ἢ οὐ πᾶς.
Φανερὰ τὰ διὰ τούτων λεγόμενα· προθέμενος γὰρ ἐξ ἀρχῆς τὰς κατὰ τὸν προφορικὸν λόγον ἀποφάνσεις παραβαλεῖν πρὸς ἀλλήλας καθ’ ὃν εἴρηται τρόπον ἀνέδραμεν ἐπὶ τὰς δόξας καὶ ἐπὶ τούτων ἠξίωσε γυμνάσαι τὸ θεώρημα ὡς ἄν ἀρχῆς λόγον ἐχουσῶν πρὸς τὰς ἐν τῇ προφορᾷ προτάσεις. ἐπὶ τῶν δοξῶν οὖν συλλογισάμενος ὅπερ ὡς ἀληθὲς ὑπέσχετο δείξειν, ἀξιοῖ τὰ αὐτὰ ἐφαρμόττειν καὶ ἐπὶ τῶν κατὰ τὴν ῥῆσιν προτάσεων καὶ ἐναντίως μὲν ἀντικεῖσθαι τὴν καθόλου ἀπόφασιν τῇ καθόλου καταφάσει, ἀντιφατικῶς δὲ τὴν κατὰ μέρος τῇ καθόλου , ἑκατέραν δὲ τούτων τῶν ἀντιθέσεων σφοδροτέραν εἶναι τῆς τῶν ἐναντίων καταφάσεων πρὸς ἀλλήλας μάχης.
[*](p. 24b6)Φανερὸν δὲ ὅτι καὶ ἀληθῆ ἀληθεῖ οὐκ ἐνδέχεται ἐναντίαν εἶναι οὔτε δόξαν οὔτε ἀντίφασιν· ἐναντίαι μὲν γὰρ αἱ περὶ τὰ ἀντικείμενα· περὶ τὰ αὐτὰ δὲ ἐνδέχεται ἀληθεύειν τὸν αὐτόν, ἅμα δὲ οὐκ ἐνδέχεται τὰ ἐναντία ὑπάρχειν τῷ αὐτῷ. |
Χρησάμενος ἐν τῇ ἕκτῃ ἐπιχειρήσει ὡς ἐναργεῖ τῷ τὰς συναληθευούσας 216r δόξας τε καὶ προτάσεις μὴ εἶναι ἐναντίας , αὐτὸ τοῦτο νῦν καίἀληθ.] [*](1 ψευδὴς M 4 τὴν] τὸ ed. Ven. Brand. ἃ χρὴ] ἄχρι M 8 αὐτὴ FG 9 ὅπερ Α αἱ om. G 11 xat om. M ἐναντ. μὲν ἀπόφ.F: ἐναντ. μὲν ἡ ἀπόφ. G: μὲν ἐναντ. ἡ ἀπόφ. Ma: evan. Α ἡ περὶ] εἶπερ ἡ G 12 οἶον—οὐ πᾶς (14) om. a οἷον τῇ b 13 ἀποφατ. Α: ἀντιφαντ. G alt. ἡ] ἢ AFG: ὅτι ἡ b 14 πᾶς ἢ οὐ πᾶν colloc. AG 15 φανερὰ—λεγόμενα om. a post φὰν add. δὲ AM 16 ἀποφάσες FG1 παραβάλλειν G 17 ἠξίωσαι F 18 ἄν om. FGa ἐχουσῶν om. M 19 τῶν] τοῦ τῶν M: om. FGa ἀληθῶς Α 20 δεῖξαι AG 25 καὶ ὅτι colloc. a καὶ om. M ἀληθεῖ ἀληθῆ colloc. G 26 ἀπόφασιν b 27 τἄ αὐτὰ] ταῦτα AMab (cf. p. 272,18. 20) 27. 28 ἀληθεύειν om. M 31 δόξας τε καὶ] expl. Α)