In Aristotelis Categorias Commentarius

Ammonius

Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.

[*](p. 13 b 36)

Ἐναντίον δέ ἐστιν ἀγαθῷ μέν. |

Πληρώσας τὸν περὶ τῶν ἀντικειμένων λόγον νῦν βούλεται εἰπεῖν [*](136r) ποσαχῶς τὰ ἐναντία λέγεται καί φησιν ὅτι τῷ μὲν ἀγαθῷ πάντως ἐναντίον κακὸν ἔσται, τῷ δὲ κακῷ οὐ πάντως ἀγαθόν (οὐ γὰρ ἀντιστρέφει), τῷ δὲ κακῷ ὁτὲ μὲν ἀγαθὸν ὅτε δὲ κακόν ἐστιν ἐναντίον· οὐ γὰρ μόνον τὸ ἀγαθόν· τῇ γὰρ ἐνδείᾳ κακῷ ὄντι ἡ ὑπερβολὴ ἐναντίον κακόν, ὁμοίως καὶ τῇ δειλίᾳ κακῇ οὔσῃ ἀντίκειται ἡ θρασύτης. τὰ δὲ τοιαῦτα ἐναντία σπάνια, ὡς δὲ ἐπὶ τὸ πλεῖστον τὸ κακὸν τῷ ἀγαθῷ ἐναντίον ἐστίν.

[*](2 τὰ αὐτὰ] ταῦτα F 4 ἔνστασιν] ἀντίθεσιν M 6 δὲ (alt.)] καὶ F τε] γε F 9 συμψεύδονται Paris. 1973: συμψεύσονται F: συμψεύδεται M post συμψ. addas ἀμφότεραι αἱ προτάσεις 9. 10 νοσεῖν καὶ ἡ λέγ. ὑγιαίνειν colloc. M 10 καὶ διαιροῦσι M 12 ἀντίκειται libri 13 πάντως] παντὶ F post ἀποφάσεως add. ἐκείνη γὰρ καὶ ἐπὶ τῶν μὴ ὄντων διαιρεῖ, οὔτε ὅτε διαιροῦσιν ὡς ἐναντία, ἀλλ’ ὡς κατάφασις καὶ ἀπόφασις τοῦτο ποιοῦσι τὰ ἐναντία ἀποφαινόμενα M 14 tit. om. M 15 ἐξ ἀνάγκης ἀγαθῷ Aristot. 16 post εἰπεῖν add. διά τούτων M 17 ὅτι om. F 17. 18 κακὸν ἐναντ. colloc. M 18 τῷ δὲ κακῷ—ἀντιστρέφει fort, eicias 19 τῷ δὲ κακῷ—ἀγαθόν (20)] ὡς καὶ αὐτός φησι. Κακῶ δὲ ὁτὲ μὲν ἀγαθόν. Τῶ μὲν ἀγαθῶ ἀντίκειται τὸ κακόν, τῶ δὲ κακῶ οὐ πάντως ἀγαθόν. ὃ δὲ θέλει εἰπεῖν, τοῦτό ἐστιν, ὅτι οὐ μόνον τῶ ἀγαθῶ τὸ κακὸν· ἐναντίον ἐστίν, ἀλλὰ καὶ τῶ κακῶ M δὲ (alt.)] μὲν δὲ supra scr.) F 20 ἡ om. F 22 τὸ (prius) om. M)
102
[*](p. 14 a 7)

Ἔτι ἐπὶ τῶν ἐναντίων.

Δῆλον ὅτι καὶ τὰ ἐναντία νῦν ὡς πράγματα ἐξετάζει καὶ οὐχ ὡς ἐναντία· ὄντος μὲν γάρ φησι τοῦ λευκοῦ οὐκ ἀνάγκην εἶναι τὸ μέλαν, ὄντος δ’ αὐτοῦ ὡς ἐναντίου ἐξ ἀνάγκης εἶναι τὸ μέλαν· τὸ γὰρ ἐναντίον τινὶ λέγεται ἐναντίον εἶναι, καθὼς καὶ ἐν τοῖς πρός τι εἴρηται.

[*](p. 14 a 10)

Ἔτι εἰ τῷ Σωκράτη ὑγιαίνειν.

Τοῦτό φησιν ὅτι τὰ ἐναντία φθαρτικά ἐστιν ἀλλήλων καὶ οὐδέποτε τοῦ ἑνὸς ὄντος τὸ ἕτερον ὑποσταίη τῷ ὑποκειμένῳ κατὰ τὸ αὐτὸ μέρος ἐν τῷ αὐτῷ χρόνῳ· ὑγεία γὰρ καὶ νόσος ἐναντία καὶ οὐδέποτε τῷ αὐτῷ ὑπάρξουσιν ἅμα.

[*](p. 14 a 15)

Δῆλον δὲ ὅτι καὶ περὶ ταὐτόν.

Έτερον παρακολούθημα τῶν ἐναντίων τὸ ἀμφότερα εὑρίσκεσθαι ἐν ἑνὶ ὑποκειμένῳ. καὶ τοῦτο εἰκότως· δεῖ γὰρ τὰ πολεμοῦντα καὶ μαχόμενα ἀλλήλοις ἐν ἑνὶ ὑποκειμένῳ ἢ τόπῳ συνελθόντα τοῦτο ποιεῖν.

[*](p. 14 a 22)

Δικαιοσύνη δὲ καὶ ἀδικία ἐν.

Ἄνω εἰρηκὼς ὅτι τὰ ἐναντία ἐν τῷ αὐτῷ γένει δεῖ εἶναι, νῦν δείκνυσιν ὅτι οὐ πάντα ἐν τῷ αὐτῷ γένει εἰσίν· δικαιοσύνη γὰρ καὶ ἀδικία ἐναντία γένη οὐκ ἐν τῷ αὐτῷ γένει θεωροῦνται· ἡ γὰρ δικαιοσύνη ἐν γένει τῇ ἀρετῇ, ἡ δὲ ἀδικία ἐν γένει τῇ κακίᾳ. φαμὲν ὅτι καὶ αὐτὰ τὰ ἐναντία γένη κοινόν τι γένος ἔχει· καὶ γὰρ ἡ ἀρετὴ ἕξις ἐστὶν καὶ ἡ κακία ὁμοίως ἕξις. |

[*](3 ante ὄντος add. λέγει γὰρ ὅτι οὐκ ἀναγκαῖον τοῦ ἑνὸς ὄντος καὶ τὸ ἕτερον παρεῖναι M ἀνάγκην scripsi: ἀνάγκη libri post μέλαν add. ἐπεὶ τινί ἐστιν ἐναντίον M 5 εἶναιἐναντ. colloc. M ἐν τοῖς πρός τι] cf. p. 69, 23 sq. 6 ἔτι δ’ M τῳ] τὸ Aristot. 9 ἐναντίον F 10 τὸ αὐτὸ F ὑπάρξουσιν gcripsi: ὑπάρξει libri 11 ταὐτόν] τῶ αὐτῶ F 12 ἀμφότερον F 12. 13 ἐν ἑνὶ] ἐν F: ἑνὶ M (cf. V. 14) 15 ante ἄνω add. ἐναντία ὄντα M 16 δεῖ εἶναι] ἢ εἴδει εἰσί F 18 θεωρεῖται F 19 ἐν γένει om. M τὰ om. F 20 γένη ὄντα F 21 δ’ ὁμοίως M ἕξις om. pergit Τὸ ἀγαθὸν ὡς σύστασις τῆς οὐσίας νοεῖται, ὥσπερ καὶ τὸ κακὸν ἔκπτωσις τῆς οὐσίας, ἵνα μὴ παρὰ τἀς ὑπεσχημένας πλείονες αἱ κατηγορίαι γενήσονται (sic) M)
103